Περὶ τοῦ ἀριθμοῦ τῶν σημαντήρων τοῦ ἔτους.
Ἰστέον ὅτι τὸ ἓν ἔτος διαιρεῖται εἰς μῆνας καὶ εἰς ἡμέ ρας καὶ εἰς ὥρας, καὶ ἑκάστῳ τούτων εἰσὶ πολλοὶ σημαν τῆρες. καὶ οἱ ἀστέρες τῇ διαφορότητι τῶν διαθέσεων αὐτῶν δηλοῦσι ἑκάστοτε διαφόρους διαθέσεις· καὶ οἱ μὲν δηλοῦσι κατὰ τὸν τῆς ἐναλλαγῆς καιρὸν τὴν τοῦ χρόνου ποιότητα, εἴτε ἀγαθὴ εἴτε ἐναντία· ἔστι δὲ αὕτη ἡ σημα σία ἡ καθολική· οἱ δὲ ἰδιοτάτην τινὰ ἔχουσι σημασίαν κατά τινα καιρὸν μερικὸν τοῦ ἔτους διὰ τῶν ἐπιβάσεων αἵτινες δηλοῦσι τὰς ἐπιτάσεις καὶ ἀνέσεις τῶν ἀγαθῶν καὶ τῶν κακῶν·
οἱ δὲ δηλοῦσι τὴν τῶν μηνῶν ἐναλλαγὴν καὶ τῶν ἡμερῶν·
καὶ ἔστιν αὕτη ἡ σημασία μερική. οἱ δὲ σημαντῆρες τοῦ ὅλου ἔτους εἰσὶ ιθ·
α. τὸ ζῴδιον ἔνθα κατέληξε τὸ ἔτος καὶ ὁ κύριος αὐτοῦ.
β. ὁ τόπος τοῦ μερισμοῦ καὶ ὁ ἐπιμερίζων.
γ. ὁ συνεπιμερίζων αὐτῷ.
δ. ὁ ἔχων τὸ φαρτὰρ καὶ ὁ συγκοινωνῶν αὐτῷ.
ε. ὁ κυριεύων τῆς περιόδου.
ς . ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς τοῦ ἔτους καὶ ὁ κύριος αὐτοῦ.
ζ. ἡ Σελήνη καὶ οἱ συνάπτοντες αὐτῇ ἀστέρες ὄντες ἐν τῷ ζῳδίῳ ἐν ᾧ ἐστιν· εἰ δὲ κενοδρομεῖ, λαβὲ τὸν κύριον τοῦ ζῳδίου ἐν ᾧ ἐστιν.
η. ἡ ἐπέμβασις τῶν ἀστέρων εἰς τοὺς κατὰ πῆξιν τό πους αὐτῶν, καὶ ἀλλήλων ἐπ ἀλλήλους μετάβασις.
θ. ὁ χρονοκράτωρ ὅτε τύχῃ ἐν τῇ ἐναλλαγῇ ἔν τινι τόπῳ τῶν δώδεκα.
ι. οἱ τόποι τῶν ἀστέρων οἱ ἀπὸ τῶν οἴκων αὐτῶν καὶ οἱ τόποι τῶν οἴκων αὐτῶν ἀπ αὐτῶν.
ια. ἡ περίοδος τῶν ἀστέρων καὶ τῶν δώδεκα οἴκων.
ιβ. τὸ τυχεῖν τὸ χρονικὸν ζῴδιον ἢ τὸν ὡροσκόπον τῆς ἐναλλαγῆς ἔν τινι τόπῳ ἀστέρος τῶν κατὰ πῆξιν.
ιγ. τὸ τυχεῖν τὸ χρονικὸν ζῴδιον ἢ τὸν ὡροσκόπον τῆς ἐναλλαγῆς ἐν τοῖς τόποις τῶν ἀστέρων κατὰ πῆξιν,
ιδ. τὸ εἶναι τὸν ἀστέρα ἐν τῷ γενεθλίῳ ἔν τινι τόπῳ καὶ ἐν τῇ ἐναλλαγῇ ἐν ἑτέρῳ οἴκῳ.
ιε. αἱ συναφαὶ τῶν ἀστέρων πρὸς ἀλλήλους.
ι. ἃ σημαίνει ἕκαστος ἀστὴρ μεταβαίνων ἀπὸ τόπου εἰς τόπον δι ὅλου τοῦ χρόνου.
ιζ. ὅσα σημαίνουσιν οἱ ἀστέρες τυχόντες ἔν τινι ζῳδίῳ τοῦ ἔτους.
ιη. ὅσα σημαίνει ὁ ἀστὴρ ἐν ἰδίῳ οἴκῳ ὢν ἢ ἐν ἀλλο τρίῳ ἢ ἐν ἰδίῳ ὁρίῳ ἢ ἐν ἀλλοτρίῳ.
ιθ. περὶ τῆς σημασίας τοῦ Ἀναβιβάζοντος καὶ Καταβιβάζοντος.
ταῦτά εἰσι τὰ σημαίνοντα τὴν τῶν γενεθλίων ἐναλλαγήν. καὶ ὁ πρῶτος ἰσχυρότερός ἐστι τοῦ ἐφεξῆς, καὶ ὁ β τοῦ τρίτου· ἔδει οὖν διαγνῶναι τοῦτον τὸν λόγον καὶ καθεξῆς εἶναι καὶ περὶ τοὺς λόγους, ἀλλ ἡμεῖς εὐσχήμο νος χάριν διδασκαλίας καὶ τῆς συνεπείας τῶν λόγων προ τάσσομεν ἐνίοτε τὰ ὕστερα τῶν προτέρων καὶ τὰ πρότερα ὑποτάσσομεν τοῖς ὑστέροις. ἔχει μὲν οὖν ἕκαστον τούτων τῶν εἰρημένων ἰδίαν τινὰ σημασίαν, πολλάκις δὲ καί τινας ἑτέρας σημασίας· ἐνίοτε δὲ τὴν αὐτὴν ἔχει σημα σίαν τοῖς κυρίοις τῶν μηνῶν. Τινὲς δὲ τῶν ἀστρολόγων βουλόμενοι ἐρευνῆσαι περὶ τῆς τῶν χρόνων ἐναλλαγῆς ποιοῦσι τὸν περίπατον τούτων ἁπάντων καὶ ἀναλύουσιν εἴς τε μῆνας καὶ ἡμέρας καὶ ὥρας. οὗτοι δὲ σφαλερῶς ἐπεχείρουν τοῖς τοιούτοις διὰ τὸ μὴ ἐπιμένειν τὰς αὐτὰς σημασίας, ἀλλὰ δεῖ τὸν ὡρο σκόπον τοῦ μηνὸς στῆσαι καὶ τοὺς ἀστέρας ἀπογράψα σθαι καὶ τὰς ἀκτινοβολίας καὶ τὰ δωδεκατημόρια καὶ τοὺς κλήρους, καὶ κατ ἐκεῖνα ἀποτελεῖν προσλαμβάνον τας τούς τε κατὰ πῆξιν ἀστέρας καὶ τοὺς τῆς ἐναλλαγῆς. εἰ γὰρ εἷς ἀστὴρ ἐδήλου τὰ τοῦ ἀνθρώπου, ἦν ἂν πᾶσα ἕξις αὐτοῦ καὶ διάθεσις καὶ κίνησις κατὰ τὴν τοῦ ἀστέρος ἐκείνου φύσιν· ἀλλ ἐπεὶ πολλοί εἰσιν οἱ σημαίνοντες τὰ τοῦ ἀνθρώπου, διὰ τοῦτο διάφορά ἐστι καὶ τὰ κατ αὐτὸν πάθη.
Δεύτερον. Περὶ τῶν σημασιῶν τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ τῶν ἐν ταῖς ἐναλλαγαῖς σημασιῶν
Τὰς σημασίας ἃς προείπομεν λαμβάνομέν τινας μὲν ἐπὶ τῶν παθῶν τῆς ψυχῆς, τινὰς δὲ ἐπὶ τῶν ἕξεων τοῦ σώ ματος, τινὰς δὲ ἐπὶ τῶν διαθέσεων καὶ κινήσεων καὶ ἐνερ γειῶν τοῦ ἀνθρώπου κατὰ πάντα καιρόν. καὶ πρῶτον μὲν ἐν τῇ ἐναλλαγῇ τοῦ ἔτους δεῖ σκοπεῖν τὴν διάθεσιν τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ τὴν τούτων σύγκρασιν καὶ συμφωνίαν, εἶτα τὰς λοιπὰς διαθέσεις τοῦ ἀνθρώπου κατὰ τὸ ἔτος ἐκεῖνο ἅπαν. δηλοῦσι δὴ τὰ μὲν τοῦ σώμα τος πέντε·
α μὲν τὸ τῆς ἐναλλαγῆς ζῴδιον,
β τὸ ὅριον ἔνθα κατήντησεν ὁ ἀπὸ τοῦ ὡροσκόπου περίπατος,
γ τὸ ὅριον ἔνθα κατήντησεν ὁ ἀπὸ τοῦ ἀφέτου περί πατος,
δ ἡ Σελήνη,
ε ὁ ὡροσκόπος τῆς τοῦ ἔτους ἐναλλαγῆς.
τὰ δὲ τῆς ψυχῆς δηλοῦσιν η>.
α ὁ κύριος τοῦ ἔτους,
β ὁ κύριος τῶν ὁρίων ἔνθα κατήντησεν ὁ ἀπὸ τοῦ ὡροσκόπου περίπατος,
γ ὁ κύριος τῶν ὁρίων ἔνθα κατήντησεν ὁ ἀπὸ τοῦ ἀφέτου περίπατος,
δ ὁ συγκοινωνῶν καὶ συνεπιμερίζων τούτοις κατὰ σῶμα ἢ ἀκτινοβολίαν,
ε ὁ κύριος τοῦ φαρτάρ,
ὁ κύριος τῆς περιόδου,
ζ ὁ ἀστὴρ ὁ δεχόμενος τὴν τῆς Σελήνης συναφὴν ἢ ὁ ἀστὴρ ὁ δεχόμενος τὴν συναφὴν τοῦ κυρίου τοῦ οἴκου αὐτῆς,
η ὁ κύριος τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς τοῦ ἔτους.
ὅτε οὖν οἱ τοιοῦτοι ἤτοι οἱ σημαίνοντες τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος ἢ οἱ πλείους αὐτῶν ὑπάρχουσιν ἐν τόποις καλοῖς τοῖς κατὰ τὴν οὐρανίαν θέσιν καὶ ὑπάρχουσιν ἀκά κωτοι, δηλοῦσι τὴν συμφωνίαν τῆς ψυχῆς καὶ τοῦ σώμα τος καὶ τὴν τούτων εὐεξίαν καὶ διαμονήν· τὰ δὲ λοιπὰ σημειωτικὰ σχήματα δηλοῦσι τὰς κινήσεις καὶ τὰς ἐνερ γείας. εἰ δέ ποτε καιροῦ δηλώσουσί τινα τῶν τῆς ψυχῆς καὶ τοῦ σώματος, ἡ σημασία ἐκείνη οὐκ ἔσται ἀρχέτυπος, ἀλλ ἢ κατὰ συμβεβηκός. τὰ δὲ τοιαῦτα ἃ προείπομεν σημαίνειν τὰ κατὰ τὴν ψυχὴν καὶ τὸ σῶμα καὶ τὴν πρὸς ἄλληλα τούτων συμφωνίαν δηλοῦσι πρὸς τούτοις καὶ πάσας τὰς λοιπὰς διαθέσεις καὶ κινήσεις, πλὴν ἡ κυρία αὐτῶν καὶ ἰδία σημασία ἐστὶ περί τε τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ οὐκ ἔστιν εὑρεῖν παρά τινι τῶν σημαινόντων τὰ λοιπὰ τὰς τοιαύτας σημασίας ἃς οὗτοι σημαίνουσιν.
Τρίτον. Περὶ τοῦ ζῳδίου τῆς ἐναλλαγῆς καὶ τοῦ κυρίου τοῦ ἔτους ἤτοι τοῦ χρονοκράτορος τοῦ λεγομένου Περσιστὶ σαλχαδάη, καὶ ἣν ἔχουσι σημασίαν Δεῖ σε ἐν τῇ τῶν ἐτῶν ἐναλλαγῇ ἰδεῖν τὸν κατὰ πῆξιν ὡροσκόπον καὶ λογίσασθαι ζῴδιον ἓν κατ ἔτος ἕν, καὶ ἔνθα καταντήσει, ἐκεῖνο ἔσται τὸ ζῴδιον τῆς ἐναλλαγῆς· καὶ ὁ κύριος αὐτοῦ ἐστιν ὁ χρονοκράτωρ ὃς λέγεται Περσιστὶ σαλχοδάης· εἶτα ἰδεῖν τοῦτο τὸ ζῴδιον ποῖον τόπον ἐπεῖχεν ἐν τῷ θέματι τῆς καταρχῆς, ἆρα τῶν τεσσάρων ἦν κέντρων ἢ τῶν ἐπαναφορῶν ἢ τῶν ἀποκλι μάτων, καὶ τίνος μέν ἐστιν οἶκος, τίνος δὲ ὕψωμα, τίνος δὲ τρίγωνον, καὶ ἆρα ἀγαθοποιοῦ ἐστιν ἢ κακοποιοῦ, καὶ τίς ἦν ἐν αὐτῷ ἀστὴρ ἐν τῇ καταρχῇ, τίς δὲ κλῆρος, καὶ ποῖον δωδεκατημόριον, καὶ τίς τοῦτον ἐπέβλεπεν ἢ τίς ἀπὸ τῶν ἑπτὰ ἀστέρων τὴν ἀκτῖνα ἐπέβαλε, καὶ ἀπὸ ποίου ζῳδίου καὶ ποίας μοίρας τοῦτον ἔβλεπεν· ἆρα ἀπὸ τῶν συμφώνων αὐτῷ ζῳδίων ἢ τῶν ἐναντιουμένων, τῶν πολυαναφόρων ἢ τῶν ὀλιγοαναφόρων, τῶν ἰσοαναφόρων ἢ τῶν ὁμοζώνων, καὶ ἆρα ἀπὸ τῶν λαμπρῶν μοιρῶν ὁ σχηματισμός, ἀπὸ τῶν σκιερῶν καὶ ἀμαυρῶν, καὶ τῶν εὐτυχῶν ἢ τῶν δυστυχῶν, καὶ ἐπὶ ποῖον ὅριον, καὶ ἐπὶ ποῖον δεκανόν, καὶ ἐπὶ ποῖον ἐνατημόριον, καὶ ἐπὶ ποίαν μοῖραν τῶν λαμπρῶν ἢ τῶν σκιερῶν καὶ ἀμαυρῶν κατήντησεν ἡ ἀκτίς. εἶτα ἴδῃς τὸ ζῴδιον τῆς ἐν αλλαγῆς, ἆρα ἐν τῇ καταρχῇ ἀπόκλιμα ἦν καὶ οὐκ ἐφορᾶται παρὰ τῶν ἀκτίνων τῶν ἀστέρων. εἶτα σκόπησον ἐν τῇ ἐν αλλαγῇ τοῦ ἔτους εἰ ἔστιν ἐν τῷ τῆς ἐναλλαγῆς ζῳδίῳ ἀστὴρ κατὰ πάροδον ἢ ἀστέρος ἀκτὶς ἢ δωδεκατημόριον, καὶ εἰ ἐφορᾶται παρά τινος ἢ ἀσύναπτός ἐστι πρὸς ἅπαν τας· καὶ εἰ ἐφορᾶται παρά τινων ἢ πάντων, ἀπὸ ποιῶν μοιρῶν ἐφορᾶται, καὶ ποῦ ἦσαν ἐν τῇ καταρχῇ οἱ ἐφορῶν τες ἀστέρες, ποῦ δὲ κατὰ πάροδον, καὶ πῶς ἦσαν ἐν τῇ καταρχῇ, πῶς δέ εἰσιν ἐν τῇ ἐναλλαγῇ. καὶ γνῶθι ἑκάστου διάθεσιν, καὶ μάλιστα τὴν διάθεσιν τοῦ χρονοκράτορος καθὼς προείπομεν. εἰ μὲν οὖν ἐστι τὸ ζῴδιον τῆς ἐναλλα γῆς ἀκάκωτον παρά τε τῶν κατὰ πῆξιν ἀστέρων καὶ τῶν κατὰ πάροδον, ὑπάρχει δὲ καὶ ὁ κύριος αὐτοῦ κατά τε πῆξιν καὶ κατὰ πάροδον προποδίζων, καὶ ἐν τῇ οἰκείᾳ αἱρέσει εἴτε ἡμερινὸς εἴη ἢ νυκτερινός, καὶ ἐν τόπῳ ἔνθα λόγους τινὰς ἔχει, καὶ ἐνδύναμος ὑπάρχει καθ ἑαυτὸν ὡσαύτως καὶ οἱ ἐφορῶντες ἀστέρες, καὶ ἐν καλῷ τόπῳ ἑστήκοι ἀπό τε τοῦ ὡροσκόπου τῆς καταρχῆς καὶ τοῦ ζῳδίου τῆς ἐναλλαγῆς καὶ τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς, τότε δηλοῖ σώματος σωτηρίαν τοῦ ἔχοντος τὴν ἐναλλαγὴν καὶ εὐφροσύνην καὶ θυμηδίαν ἐπ ἐκείνοις τοῖς πράγμασιν ὧν ἐστι σημαντικὸς ὁ χρονοκράτωρ καὶ οἱ συναπτίζοντες αὐτῷ ἀστέρες κατά τε πῆξιν καὶ κατὰ πάροδον, οἷον πλού του καὶ ἀξίας καὶ δόξης καὶ κτήσεως ἀκινήτων καὶ παιδο ποιΐας καὶ ἐπικτήσεως δούλων καὶ τέρψεως γυναικῶν κατὰ τὰς κράσεις τῶν ἀστέρων καὶ τοὺς οἴκους ἐν οἷς ὑπάρχουσιν. Εἰ δὲ ὁ κύριος τοῦ ἔτους ἐν μὲν τῷ κατὰ πῆξιν ὡροσκόπῳ ἀγαθυνόμενος ᾖ, ἐν δὲ τῇ ἐναλλαγῇ κακύμενος εἴτε διὰ τὸ ἀναποδίζειν εἴτε διὰ τὸ ὕπαυγον εἶναι ἢ διὰ τὸ ἐν ἀλλο τρίῳ τόπῳ τυχεῖν ἢ διὰ τὸ ἑσπέριον ὑπάρχειν ἢ διὰ τὸ συνοδεύειν κακοποιῷ ἢ σχηματίζεσθαι αὐτῷ ἢ διὰ τὸ παρ αἵρεσιν εἶναι καὶ τὰ τοιαῦτα, δηλοῖ ὡς ἐν ἐκείνῳ τῷ ἔτει ἀμυδραὶ καὶ ἀσθενεῖς ἔσονται αὐτοῦ τοῦ ἀστέρος ἐνέργειαι καὶ ἀναλόγως τῇ τοῦ ἀστέρος ἀπὸ τῶν εἰρημένων διαθέσεων κακώσει. εἰ δὴ ὁ τοῦ ἔτους κύριος κατὰ μὲν πῆξιν κεκακωμένος ᾖ, κατὰ δὲ τὴν ἐναλλαγὴν καλῶς διακείμενος, δηλοῖ μετρίως ἀγαθύνεσθαι τὰ τοῦ ἔχοντος τὴν ἐναλλαγὴν καὶ ἀνακαινισθήσεται εὐφροσύνη· μεγάλη γὰρ ἡ δύναμις τοῦ χρονοκράτορος εἰς τὰ τοῦ ἔτους ἀπο τελέσματα. εἰ δὲ ὁ χρονοκράτωρ ἐν τῇ καταρχῇ καὶ ἐν τῇ τοῦ ἔτους ἐναλλαγῇ ὁμοῦ κεκακωμένος ᾖ, ἐπίτασιν δηλοῖ τῆς βλάβης κατὰ τὴν οἰκείαν σημασίαν. Σὺν τούτοις ἰδὲ τὸν αὐτὸν χρονοκράτορα ἐν ποίῳ τόπῳ ἐστὶ τοῦ θέματος τῆς τε καταρχῆς καὶ τῆς ἐναλλαγῆς, καὶ ἆρά ἐστιν ἀκάκωτος ἢ κεκακωμένος. εἰ μὲν οὖν ἐστιν ἐν τοῖς δυσὶ καιροῖς ἐν τόποις ἀγαθοῖς καὶ ἀκάκωτος, δηλοῖ ἐπιτυχίαν ἀγαθῶν καὶ ὠφέλειαν. εἰ δὲ ἐν μὲν τῇ καταρχῇ εὖ διακείμενός ἐστιν ὡσαύτως καὶ ἐν τῇ ἐναλλαγῇ, μήπω δὲ συσχηματίζεται ἀγαθοποιοῖς, δηλοῖ ὡς τεύξεται μὲν τῶν ἀγαθῶν, μειωθήσονται δὲ καὶ ἐλαττωθήσονται κατ ὀλίγον. εἰ δὲ ἔν τε τῇ καταρχῇ καὶ τῇ ἐναλλαγῇ κεκακω μένος ᾖ καὶ ἀποκεκλικώς, συσχηματίζεται δέ τισιν ἀγα θοποιοῖς, δηλοῖ εὑρήσειν μὲν ἀγαθὰ καὶ ἐλαχίστην ὠφέ λειαν πραγμάτων μέντοι μηδαμινῶν καὶ εὐτελῶν. εἰ δὲ ὁ χρονοκράτωρ κεκακωμένος ᾖ τοῖς δυσὶ καιροῖς, ἐπίκεν τρος δὲ ὑπάρχει τῷ θέματι τῆς ἐναλλαγῆς καὶ κακωθῇ ὑπὸ τοῦ ἀστέρος ἀπὸ τετραγώνου ἢ διαμέτρου, δηλοῖ περιστάσεις καὶ ἐναντιώματα καὶ συμπτώματα περιφανεῖν ἐν ἐκείνῳ τῷ ἔτει. εἰ δὲ ὁ κακοποιὸς ἐκεῖνος ἀναποδίζει ἢ φέρεται πρὸς τὸ ὕπαυγον, δηλοῖ ὡς ἡ ἀνάγκη ἐπιβρίσει αὐτῷ ἀπό τινος ἀναλόγου πράγματος. εἰ δὲ ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει κεκακωμένος καὶ ἐπίκεντρος, αὔξει μεί ζονα τὰ δεινά. εἰ δὲ ὁ χρονοκράτωρ τοῖς δυσὶ καιροῖς οὐχ ὑπάρχει ἐπίκεντρος, ἀλλὰ κεκακωμένος καὶ τὸν ὡρο σκόπον ἐφορῶν, ἐλαττωθήσεται τὸ δεινὸν καὶ οὐ περίφημον καὶ διαβόητον γενήσεται, ἀλλὰ μόνοις τοῖς συγγενέσι καὶ τοῖς οἰκείοις γνωστόν. εἰ δὲ ἐν τοῖς τέσσαρσι τόποις ὑπ άρχει τοῖς μὴ ἐφορῶσι τὸν ὡροσκόπον, ἤτοι τῷ β, τῷ , τῷ η, τῷ ιβ, ἔσται τὸ σύμπτωμα λαθραῖον καὶ κρύφιον καὶ πᾶσιν ἀδιάγνωστον. εἰ δὲ ἀποκεκλικὼς μὲν ᾖ καθὼς εἴπομεν ἀπὸ τοῦ ὡροσκόπου, ἐφορᾶται δὲ παρά τινος ἐπικέντρου ἀστέρος, φανήσεται τὸ σύμπτωμα μετὰ τὸ ἐπί τινα καιρὸν κρυβῆναι. εἰ δὲ πάλιν ἐκεῖνος ὁ ἀστὴρ συνάπτει ἑτέρῳ ἀστέρι ἐπικέντρῳ, αὐτὸς ὁ τὴν ἐναλλαγὴν ἔχων ἐκφαυλίσει τὰ περὶ αὑτοῦ. σκόπει δὲ καὶ τὰς συνόδους τοῦ χρονοκράτορος πρὸς τοὺς ἀστέρας καὶ τὰς ἀκτινοβολίας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια, καὶ οὕτως ἀπο φαίνου.
Τέταρτον. Περὶ τῆς χρονοκρατορίας τοῦ Κρόνου ὅτε ἀγαθυνόμενος ᾖ Ὁ μὲν Κρόνος φύσει ἐστὶ κακοποιὸς καὶ φθοροποιός, ὁ δὲ Ζεὺς φύσει ἀγαθοποιὸς καὶ ἀγαθῶν δηλωτικός· πολλά κις δὲ ὁ κακοποιὸς δηλοῖ εὐτυχίαν, ὁ δὲ ἀγαθοποιὸς δηλοῖ δυστυχίαν κατὰ τὰς διαφόρους αὐτῶν διαθέσεις. καὶ ὁ μὲν κακοποιὸς κακῶς διακείμενος διά τε τὴν οἰκείαν φύσιν καὶ τὴν ἐναντίαν διάθεσιν δηλοῖ λύμας καὶ βλάβας· εἰ δὲ συσχηματισθῇ ἑτέρῳ τινὶ ἀστέρι κακῶς κἀκείνῳ δια κειμένῳ, ἐπιταθήσεται ἡ τούτου βλάβη· ὅτε δὲ τύχῃ ὁ κακοποιὸς εὖ διακείμενος, οὐ βλαβήσεται διὰ τοῦ τριγώ νου καὶ ἑξαγώνου σχήματος, ἀλλὰ μᾶλλον ἀγαθὰ σημαί νει. καὶ ὁ ἀγαθοποιὸς ὅτε κακῶς διάκειται καὶ ἀδυναμίαν ἔχει, ἀδυνατοῦσι καὶ αἱ τούτου σημασίαι· εἰ δὲ οὕτως ἔχοντι ἐπιβλέψει αὐτῷ κακοποιός, δέχεται ἀπ ἐκείνου τὴν κακοποίησιν καὶ διενεργεῖ τὰς τοῦ κακοποιοῦ ἐνεργείας ὁ ἀγαθοποιὸς διὰ τὴν σύγκρασιν. Ὁ μὲν οὖν Κρόνος ὅτε κακῶς διάκειται καὶ συσχηματισθῇ τούτῳ ὁ Ζεὺς ἤ τινες τῶν ἀγαθοποιῶν, ἐλαττοῦσι τὴν κα κίαν αὐτοῦ. τοιγαροῦν ὁ Κρόνος χρονοκράτωρ γινόμενος καὶ κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀνατολικὸς ὢν καὶ προποδίζων ἐν ἰδίῳ οἴκῳ ἢ ὑψώματι ἢ ἔν τισι τόποις ὢν ἐν οἷς ἔχει λόγον ἢ ἔν τινι τόπῳ τῶν φίλων αὐτοῦ καὶ συν εργῶν καὶ ἐν καλῷ τόπῳ τῆς τῶν οἴκων διαιρέσεως καὶ ἐν ἰδίᾳ αἱρέσει ποιεῖ τὸν ἔχοντα τὴν ἐναλλαγὴν διοικητὴν λυσι τελῶν καὶ ὠφελίμων πραγμάτων καὶ εὐοδούμενον ἐν αὐ τοῖς καὶ ἐνδύναμον καὶ ὑπομονητικόν, καὶ μάλιστα συνεργεῖ εἰς τὰς τῶν γαιῶν καὶ τῶν χωρίων διοικήσεις καὶ εἰς τὰς οἰκοδομὰς καὶ τὰς ἐπικτήσεις αὐτῶν καὶ τὰς τῶν οἴκων ἀνορθώσεις καὶ τὰς τῶν ὑδάτων μετοχετεύσεις καὶ τὰς φυτείας τῶν δένδρων. εἰ δέ ἐστιν ὁ ἄνθρωπος τῶν ἀρχόντων ἢ τῶν βασιλέων καὶ τύχῃ ὁ Κρόνος οὑτωσὶ διακείμενος καὶ τριγωνίζων ἐν τῇ καταρχῇ τὸν Δία, δηλοῖ ὡς ἐν ἐκείνῳ τῷ ἔτει κτίσει πόλεις καὶ παλάτια καὶ περιτειχίσει ταῦτα καὶ ὑψώσει τὰ τείχη καὶ ἀνακαινίσει κήπους καὶ ἀγωγοὺς ποιή σει καὶ διορύξει ῥύακας καὶ τὰ διεφθαρμένα ἀνακαινίσει· εἰ δὲ ἐν τῇ καταρχῇ μὴ τριγωνίζει, ἀλλὰ ἑξαγωνίζει τὸν Δία, ἥττονα ἔσται τὰ τοιαῦτα. εἰ δὲ ὁ Ζεὺς καὶ κατὰ πάρ οδον ἐφορᾷ τοῦτον ἀπὸ τριγώνου ἢ ἑξαγώνου, ἐπιβλέπει δὲ τοῦτον καὶ ἐν τῇ καταρχῇ, δηλοῖ πρὸς τούτοις καὶ ὡς διὰ τιμῆς ἔσται καὶ ἐν εὐφροσύνῃ διάξει καὶ ὡς ἐπικτήσεται πλοῦτον πολὺν καὶ εὐχαριστηθήσεται καὶ ὠφεληθήσεται διὰ πάντων αὐτοῦ τῶν ἔργων, καὶ εἰ ἕξει παῖδα, εὐφραν θήσεται ἐπὶ τῷ οἰκείῳ παιδί. εἰ δὲ τύχῃ ὁ Κρόνος κατά τε πῆξιν καὶ κατὰ πάροδον ἐν ζῳδίοις βασιλικοῖς τῷ Διῒ συσχηματιζόμενος, κυβερνήσει ὁ ἔχων τὴν ἐναλλαγὴν κατ ἐκεῖνον τὸν χρόνον βασιλικὰ ἔργα· τὸ δ αὐτὸ σημαίνει καὶ εἰ συνοδεύει τῷ Διΐ. δεῖ δὲ σὺν τούτοις ἐπιτηρεῖν καὶ τὰς ἀκτῖνας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια κατ ἐκεῖνον τὸν χρόνον τῆς [τε] καταρχῆς καὶ τὰς κατὰ πάρ οδον, καὶ τίνι τούτων σύνεστιν ὁ Κρόνος, καὶ τίνα τούτων ἐφορᾷ ἐν τοῖς δυσὶ καιροῖς· [καὶ] τὰ τοιαῦτα γὰρ ἔχουσι σημασίας. εἰ μὲν οὖν ἔχει λόγον ὁ Κρόνος ἐν ᾧ ἐστι τόπῳ ἢ κυριεύει τοῦ οἴκου ἐν ᾧ ἐστιν ὁ κλῆρος τῆς τύχησ ἢ ἐπιβλέπει τὸν κλῆρον ἀπὸ ζῳδίου ἔνθα ἔχει λόγον, περι γενήσεται αὐτῷ ἡ ὠφέλεια ἀπό τινος μέρους γνωρίμου ἢ ἀπό τινος φίλου· εἰ δὲ ἐν ἀλλοτρίῳ τόπῳ ὑπάρχει, γενή σεται ὠφέλεια ἀπὸ ξένου προσώπου. Εἰ μὲν οὖν ὁ Κρόνος χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ὁ Ἄρης ἀγαθυνόμενοι κατά τε πῆξιν καὶ κατὰ πάρ οδον, ἐφορᾷ δὲ τοῦτον ὁ Ἄρης ἀπὸ τριγώνου ἢ ἑξαγώνου σχήματος καὶ προσδέχονται ἀλλήλους, ἔσται ὁ ἔχων τὴν ἐναλλαγὴν ἐν ἐκείνῳ τῷ χρόνῳ ἐπιχειρῶν πράγμασι βιω φελέσι καὶ προστεθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ ἡ δόξα καὶ ὁμιλήσει βασιλεῦσι καὶ εὐφρανθήσεται ἐπ ἀδελφοῖς καὶ εὖ ἕξει τὰ κατ αὐτούς. εἰ δὲ συνοδεύσει αὐτῷ ὁ Ἄρης ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχωσιν ἀκάκωτοι, ἔσται ἐν ἐκείνῳ τῷ χρόνῳ εὖ ἔχειν καὶ ἐπιτήδειος εἰς τὸ συμβουλεύεσθαι καὶ εὐστόχως ἐπιβάλλειν τοῖς πράγμασιν καὶ εὐχερεῖς ἔσονται αὐτοῦ αἱ δουλεῖαι καὶ εὐμετάδοτος ἔσται καὶ πολυέξοδος. Εἰ δὲ ὁ Κρόνος ἔσται χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ὁ Ἥλιος ἀκάκωτοι ἐν τοῖς δυσὶ καιροῖς, ἐφορῶντος αὐτὸν τοῦ Ἡλίου ἀπὸ σχήματος ἑξαγώνου, ἐξ αύγου ὄντος τοῦ Κρόνου, δηλοῖ τῷ ἔτει ἐκείνῳ προσθήκην δόξης καὶ ὠφέλειαν τοῦ πατρὸς καὶ παρὰ βασιλέων ὠφέ λειαν· εἰ δὲ ἐκ τριγώνου τοῦτον ἐφορᾷ ὁ Ἥλιος, τοῦ Κρό νου ἀρχομένου ἀναποδίζειν, ἥττονα ἔσται τὰ ἀγαθά. εἰ δὲ ἐν ἑνὶ τῶν β καιρῶν ἐφορᾷ τοῦτον ὁ Ἥλιος ἀπὸ τετραγώνου ἢ διαμέτρου, ἐλαττοῦται τὰ ἀγαθά. Εἰ δὲ τοῦ Κρόνου ὄντος χρονοκράτορος αὐτός τε καὶ ἡ Ἀφροδίτη ἀγαθύνονται κατὰ πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματισθῇ τούτῳ ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου, ἀγαθύνεται δὲ καὶ ὁ κλῆρος τοῦ γάμου, ἐν ἐκείνῳ τῷ ἔτει εὐφρανθήσεται ἐπὶ γυναιξὶ καὶ προστεθή σεται τῷ καλλωπισμῷ καὶ τῇ πλάστρᾳ καὶ ἁβρὸς ἔσται ὁ τούτου πλοῦτος, ἀγαπήσει δὲ καὶ ζωγραφίας καὶ τορεύ σεις ἐν τοῖς οἴκοις. εἰ δὲ ἐν τῷ ἑνὶ καιρῷ τοιουτο τρόπως διάκεινται, οὐ πάνυ τι ἄκρατα ἔσονται τὰ ἀγαθά, ἀλλὰ φθονήσουσιν αὐτῷ τινες καὶ καταμέμψονται αὐτοῦ καὶ λυπηθήσεται διὰ γυναῖκας καὶ γυναικώδεις ἄνδρας καὶ δυσχερῶς τεύξεται τῶν ἀφροδισίων καί τις τῶν αὐτοῦ γυναικῶν λυπηθήσεται καὶ διαφθαρήσεταί τι τῆς κινητῶν αὐτοῦ ὑποστάσεως ἢ τῶν μυριστικῶν αὐτοῦ καὶ διὰ μέσης τῆς χαρᾶς λυπηθήσεται καὶ διὰ μέσης τῆς παιδιᾶς σκαν δαλισθήσεται. Εἰ δὲ ὁ Κρόνος ᾖ χρονοκράτωρ καὶ ἀγαθύνονται αὐτός τε καὶ ὁ Ἑρμῆς κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματίζεται αὐτῷ τριγωνικῶς ἢ ἑξαγωνικῶς καὶ προς δέχεται ὁ ἕτερος τὸν ἕτερον, ὑπάρχουσι δὲ καὶ ὁ κλῆρος τῶν δούλων καὶ ὁ κλῆρος τῶν τέκνων καὶ ὁ κλῆρος τῆς πράξεως εὖ διακείμενοι ἅμα τοῖς κυρίοις αὐτῶν, ἐν ἐκείνῳ τῷ ἔτει διὰ τιμῆς ἔσται καὶ εὐσταθὴς ὑπάρξει καὶ σχολάσει περὶ τὴν ἀνάγνωσιν τῶν γραφῶν καὶ τὰς ψηφηφορίας καὶ τὰ μαθήματα καὶ εὐφρανθήσεται ἐπὶ τέκνοις καὶ δούλοις. εἰ δὲ συνοδεύσει αὐτῷ ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς, ἔσται πανευφυέστατος τῷ ἔτει ἐκείνῳ. εἰ δὲ ἐν τῷ ἑνὶ καιρῷ τοι ουτοτρόπως διάκεινται, ἐλαττοῦνται πάντα ὅσα εἴπομεν. Εἰ δὲ ὁ Κρόνος ᾖ χρονοκράτωρ καὶ ἀγαθύνεται ἅμα τῇ Σελήνῃ κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ τριγωνισθῇ παρ αὐτῆς ἢ ἑξαγωνισθῇ ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχει ἡ Σελήνη ἐν τοῖς φωσὶ καὶ τοῖς ἀριθμοῖς προσθετική, προστεθήσεται ἐν ἐκείνῳ τῷ χρόνῳ ὁ πλοῦτος αὐτοῦ καὶ ἡ δόξα καὶ κτήματα καὶ οἰκειωθήσεται βασιλεῦσι καὶ παρὰ πολλῶν ἐπαινεθήσεται καὶ εὐφρανθήσεται ἐπὶ μητράσι καὶ γυναιξί. εἰ δὲ ἐπιβλέψει τοῦτον ἐν τῷ ἑνὶ καιρῷ καὶ ὑπ άρχουσι κεκακωμένοι, ἐλαττοῦνται πάντα ὅσα προείπομεν.
Πέμπτον. Περὶ τοῦ Κρόνου ὅτε ᾖ χρονοκράτωρ καὶ ὑπάρχει κεκακωμένοσ Ὅτε ἐστὶν ὁ Κρόνος χρονοκράτωρ καὶ ὑπάρχει κεκακω μένος κατά τε πῆξιν καὶ κατὰ πάροδον, ἀποκεκλικὼς καὶ ἐν τόπῳ κακῷ καὶ ἐν ἀλλοτρίῳ ζῳδίῳ καὶ ὕπαυγος ᾖ ἢ ἀναποδίζων, καὶ μάλιστα ἐὰν ᾖ ἐν τῷ ἐναντιώματι αὐτοῦ μὴ βοηθούμενος παρὰ τοῦ Διὸς εἴτε κατὰ σχῆμα εἴτε κατὰ σύγκρασιν διὰ τῶν ἰσοδυναμούντων ζῳδίων, καὶ ὑπάρχει νυκτερινὴ ἡ ἐναλλαγή, καὶ ὑπάρχει ὑπὲρ γῆν εἴτε ἐν τῷ ζ εἴτε ἐν τῷ μεσουρανήματι, εἴτε τῆς ἐναλλαγῆς ἡμερινῆς οὔσης ὑπάρχει ὑπὸ γῆν καὶ μάλιστα ἐν τῷ ὑπογείῳ, δηλοῖ τῷ ἔτει ἐκείνῳ βλάβην ἐν τοῖς γέρουσι τοῦ οἴκου καὶ τοῖς πατράσι καὶ τοῖς πάπποις· καὶ εἰ ἔστι τὸ ζῴδιον ἄρρεν, ἔσται τὸ σύμπτωμα περὶ τοὺς ἄρρενας· εἰ δὲ θῆλυ, περὶ τὰς θηλείας· εἰ δέ ἐστιν ἐν δισώμῳ ζῳδίῳ, περὶ ἀμφότερα. σὺν τούτοις δηλοῖ ὅτι ὁ τὴν ἐναλλαγὴν ἔχων ὑποστήσεται μεγά λα συμπτώματα καὶ νόσους μακρὰς ἀπὸ ὑγρότητος καὶ ῥιγοπυρέτων καὶ τρόμου σώματος καὶ δυσουρίας καὶ με λαγχολικῶν νοσημάτων καὶ ἑκτικῶν πυρετῶν καὶ τῶν τοιούτων· σημαίνει δὲ καὶ βλάβην ἐν τοῖς κτήμασι καὶ τῷ πλούτῳ καὶ τοῖς ἀγροῖς καὶ τοῖς ὕδασι καὶ ἐν πάσῃ αὐτοῦ τῇ ὑποστάσει τῇ τε κινητῇ καὶ τῇ ἀκινήτῳ καὶ ἀρ γίαν ἐν τοῖς ἐπιχειρήμασι καὶ δυσεντερίαν, ὁμιλήσει δὲ φειδωλοῖς ἀνθρώποις καὶ δολίοις, καὶ μάλιστα εἰ στηρίζει. εἰ δὲ ὁ Κρόνος οὕτως ἔχων ὑπάρχει ἐν ἀλλοτρίῳ ζῳδίῳ, ὑποστήσεται ταῦτα ἐπὶ γαίης ἀλλοδαπῆς. εἰ δέ ἐστιν ὁ Κρό νος ἐν φιλίῳ τόπῳ, ὑποστήσεται ταῦτα παρὰ φίλων. εἰ δὲ ὁ κύριος τοῦ οἴκου τοῦ Κρόνου ἐφορᾷ αὐτὸν κατὰ πῆξιν, πείσεται ταῦτα παρὰ παλαιοῦ ἐχθροῦ· εἰ δὲ κατὰ πάροδον ἐφορᾷ τοῦτον, βλαβήσεται παρὰ νέου ἐχθροῦ· εἰ δὲ καὶ κατὰ πῆξιν καὶ κατὰ πάροδον ἐφορᾷ τοῦτον, βλαβήσεται παρ ἀμφοῖν. καὶ ἐν τοῖς τρισὶ τρόποις οἷς ἔφαμεν γνωστὸς ἔσται αὐτῷ πρότερον ὁ ἐχθρός. Εἰ δὲ ὁ Κρόνος ὢν χρονοκράτωρ κατά τε πῆξιν καὶ κατὰ πάροδον ὑπάρχει ὕπαυγος, δηλοῖ τῷ ἔτει ἐκείνῳ διαμάχας καὶ φόβους ἀπὸ ἐξουσιαστοῦ καὶ νόσον ἐν κρυφίῳ τόπῳ καὶ βλάβην ἀπὸ πατρῶν καὶ πάππων καὶ γερόντων κατὰ τὴν τοῦ κυρίου φυσικὴν ἰδιότητα. καὶ εἰ μὲν ὑπάρχει ὁ Ἥλιος δυναμικώτερος, ἐπιταθήσεται τὰ τῆς βλάβης· εἰ δὲ ἀδυνατώτερος, ἐλαττωθήσεται. εἰ δὲ τοιουτοτρόπως ὁ Κρόνος διακείμενος συνοδεύσει ἀστέρι ἢ ἀκτῖνι ἀστέρος ἢ κλήρῳ ἢ δωδεκατημορίῳ ἢ ἐναντίῳ σχή ματι ἐπιβλέψει τούτους κατὰ πῆξιν ἢ κατὰ πάροδον, δηλοῖ διαφθορὰν καὶ ἐρήμωσιν τοῦ εἴδους ἐκείνου· ὅτε μέντοι ὁ Κρόνος δηλώσει ἐναντία, ὑπάρχει δὲ ἡ ἐναλλαγὴ ἡμερινή, διὰ τὸ ἐν τῇ οἰκείᾳ αἱρέσει εἶναι τάχιον ἐλεύσεται τὰ δεινά. Εἰ δὲ τοῦ Κρόνου χρονοκράτορος ὄντος καὶ ὁ Ζεὺς σὺν αὐτῷ κεκακωμένος ᾖ κατά τε πῆξιν καὶ κατὰ πάροδον, ἑξαγωνίζει δὲ τοῦτον ἢ τριγωνίζει ὢν ἐν τόπῳ φαύλῳ, δηλοῖ τῷ χρόνῳ ἐκείνῳ κατάλυσιν οἰκίας τινὸς αὐτοῦ ἢ κτήματος καὶ ἀπώλειαν μέρους πλούτου καὶ ἀδοξίαν καὶ ἀμέλειαν περὶ τὰ δέοντα. εἰ δὲ ἐν τοῖς δυσὶ καιροῖς ἐφορᾷ τοῦτον ἀπὸ τετραγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακω μένοι, δηλοῖ ἐλάττωσιν πλούτου τῷ ἔτει ἐκείνῳ καὶ δυς χέρειαν ἐν πᾶσι τοῖς ἐπιχειρήμασι· βλαβήσονται δὲ καὶ οἱ γονεῖς αὐτοῦ. εἰ δὲ ὁ Ζεὺς ἀπὸ διαμέτρου ἴδῃ ἐν τοῖς δυσὶ καιροῖς τὸν Κρόνον καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἔσται ἐν ἐκείνῳ τῷ ἔτει δυσχέρειαν ἔχων ἐν πᾶσι τοῖς ἐπιχειρήμασι καὶ λυπηθήσεται διὰ τέκνα. εἰ δὲ ἐν τοῖς δυσὶ καιροῖς συνοδεύσουσι, δηλοῖ ἀπώλειαν πλούτου καὶ ζημίαν καὶ ἔριδας· εἰ δὲ ἥ τε σύνοδος καὶ οἱ σχηματισμοὶ ὑπ άρχουσιν ἐν ἑνὶ καιρῷ, κουφότερα ἔσται τὰ δεινά. Εἰ δὲ ὁ Κρόνος ὑπάρχει χρονοκράτωρ καὶ ὦσιν αὐτός τε καὶ ὁ Ἄρης κεκακωμένοι κατά τε πῆξιν καὶ πάροδον καὶ συσχηματισθῇ τούτῳ οἱῳδήποτε σχήματι καὶ ὑπάρχουσιν ἀμφότεροι ἐν ἀνθρωποειδέσι ζῳδίοις, δηλοῖ συμπτώματα γενέσθαι περὶ τὸν ἔχοντα τὴν ἐναλλαγὴν τῷ ἔτει ἐκείνῳ καὶ φυλακὴν παρὰ ἐχθρῶν ἢ παρά τινος τῶν στρατηγῶν· λυπηθήσεται δὲ καὶ δι ἀδελφούς. εἰ δὲ ἐκ τριγώνου ἢ ἑξαγώνου ἐφορᾷ ὁ Ἄρης τὸν Κρόνον ἐν τοῖς δυσὶ καιροῖς καὶ ὦσι κεκακωμένοι, δηλοῖ ἀμέλειαν τῷ ἔτει ἐκείνῳ ἀδελφῶν καὶ πάθῃ ὁ ἔχων τὴν ἐναλλαγὴν συμφορὰν μεγί στην ἅμα τοῖς ἀδελφοῖς αὐτοῦ. εἰ δὲ ὁ Ἄρης ἀπὸ τετρα γώνου τοῦτον θεάσηται ἐν τοῖς δυσὶ καιροῖς, καθυπερτερεῖ δὲ τοῦτον ὁ Κρόνος, ἀρρωστήσει ἀπὸ θερμασίας καὶ πυ ρετοῦ καὶ φθαρήσεται ἡ περιουσία τοῦ πατρὸς αὐτοῦ καὶ τελευτήσει τις τῶν ἀδελφῶν αὐτοῦ· εἰ δὲ ὁ Ἄρης καθ υπερτερεῖ τὸν Κρόνον, φθονήσει τοῖς συγγενέσι αὐτοῦ καὶ ἀρρωστήσει ἀρρωστίαν μεγίστην καὶ τὰ κατ αὐτὸν κακῶς διατεθήσεται, πρὸς δὲ καὶ τὰ κατὰ τὸν πατέρα αὐτοῦ. εἰ δὲ ὁ Ἄρης ἐν τοῖς δυσὶ καιροῖς ἐπιβλέψει τοῦτον ἀπὸ διαμέτρου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἐλαττω θήσεται ἐν τῷ ἔτει ἐκείνῳ ὁ πλοῦτος αὐτοῦ καὶ μέγιστα ὑποστήσεται συμπτώματα καὶ ἀρρωστήσει καὶ ὑποστή σεται ἀνάγκας διὰ φθόνον καὶ συκοφαντίαν καὶ διαφορὰς ἕξει μετὰ τῶν συγγενῶν αὐτοῦ· καὶ εἰ ὑπάρχουσιν ἐν ὑδατώ δει ζῳδίῳ, ἔσονται τὰ συμπτώματα ἀπὸ ὕδατος καὶ ὑγρό τητος· εἰ δὲ ἐν τετραπόδῳ, ἔσται τὸ σύμπτωμα ἀπὸ κρούς ματος ἢ δήγματος ἢ δηλητηρίου. εἰ δὲ συνοδεύσει τούτῳ ὁ Ἄρης ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκα κωμένοι, ἔσται τῷ ἔτει ἐκείνῳ πολύσπορος καὶ κακοήθης καὶ κακῶς διοικῶν καὶ δυσχερεῖς ἔχων τὰς ἐπιχειρήσεις καὶ οἱ μέγιστοι αὐτοῦ ἀδελφοὶ βλαβήσονται· εἰ δὲ καλῶς ἔχου σιν ἐν τοῖς δυσὶ καιροῖς, μέτρια ἔσται τὰ δεινά. Εἰ δὲ ὁ Κρόνος ἐστὶν χρονοκράτωρ καὶ ᾖ ἅμα τῷ Ἡλίῳ κεκακωμένος κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχη ματισθῇ τούτῳ ἀφ οἱουδήποτε σχήματος, δηλοῖ τῷ ἔτει ἐκείνῳ λύπας καὶ ὕβρεις καὶ συκοφαντίας καὶ βλάβην τῶν πατρῶν καὶ ἐλάττωσιν τοῦ πλούτου αὐτοῦ. εἰ δέ ἐστι μετὰ τοῦ κλήρου τοῦ πατρὸς ἢ μετὰ τοῦ κυρίου αὐτοῦ ἢ κακοῦνται παρ ἑτέρων, δηλοῖ βλάβην τῶν πατρῶν καὶ τῶν θείων ἢ βλαβήσεται παρ ἐκείνων ὁ ἔχων τὴν ἐναλλαγὴν ἢ ἐξ αἰτίας αὐτῶν. εἰ ὁ Ἥλιος ἐφορᾷ τὸν Κρόνον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, καὶ μάλιστα νυκτερινῆς οὔσης τῆς ἐναλλαγῆς, βλαβήσεται αὐτός τε καὶ ὁ πατὴρ αὐτοῦ ἐν ἐκείνῳ τῷ χρόνῳ βλάβας διαφόρους εἴς τε πλοῦτον καὶ εἰς τὴν ἀξίαν καὶ περιεσπασμένος ἔσται. εἰ δὲ ὁ Ἥλιος ἐφορᾷ τὸν Κρόνον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τετραγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι καὶ ἐπιδεκατεύει τοῦ τον ὁ Ἥλιος, ἀφανισθήσεται τῷ ἔτει ἐκείνῳ πάντα ὅσα ἐκληρονόμησεν ἀπὸ πατρῶν καὶ ἀρρωστήσει ψυχρὰς ἀρρωστίας· ἴσως δὲ καὶ ἱερᾷ νόσῳ περιπεσεῖται καὶ πό νοις καὶ μόχθοις δεινοπαθήσει. εἰ δὲ ὁ Κρόνος ἐπιδεκα τεύει τὸν Ἥλιον, ὑποστήσεται λύπας ἐν αἷς ἀπορήσει καὶ φυλακῇ ἐμπεσεῖται καὶ αἰχμαλωτισθήσεται καὶ ἀργήσει ἐκ πάντων τῶν λυσιτελούντων ἔργων. εἰ δὲ ὁ Ἥλιος ἐπι βλέψει τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ διαμέτρου καὶ ὑπ άρχουσιν ἄμφω κεκακωμένοι, γενήσεται περί τε αὐτὸν καὶ τὸν πατέρα αὐτοῦ πάθος χρόνιον. εἰ δὲ ὁ Κρόνος ἐν τοῖς δυσὶ καιροῖς ὕπαυγός ἐστιν, ἐν ἐκείνῳ τῷ χρόνῳ σκορπίσει τὸν πλοῦτον τοῦ πατρὸς αὐτοῦ καὶ ἔσται ἐναντία ἡ ἀπό βασις τῶν κατ αὐτὸν πραγμάτων· εἰ δὲ νυκτερινή ἐστιν ἡ ἐναλλαγή, χεῖρον ἔσται· πείσεται γὰρ αὐτός τε καὶ ὁ πατὴρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ ἐναντία πολλά. εἰ δὲ ὁ Ἥλιος ἐλαττό νων ἐστὶ μοιρῶν, χείρων ἐν πᾶσι τοῖς εἰρημένοις· ἐκπε σεῖται γὰρ τῆς ἀξίας αὐτοῦ καὶ ἕτοιμος ἔσται πρὸς πᾶσαν ἔριδα καὶ φιλονεικίαν καὶ πόλεμον. εἰ δὲ εἴτε σύνοδος εἴτε σχηματισμὸς ἐν τῷ ἑνὶ μόνῳ ἐστὶ καιρῷ καὶ ὑπάρχουσιν ἀκάκωτοι, ἐλάττονα ἔσται τὰ δεινά. Εἰ δὲ ὁ Κρόνος ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχει ἅμα τῇ Ἀφροδίτῃ κεκακωμένος κατά τε πῆξιν καὶ κατὰ πάροδον, συσχηματίζεται δὲ τούτῳ ἡ Ἀφροδίτη, κακοῦται δὲ καὶ ὁ κλῆρος τοῦ γάμου ἢ ὁ κύριος αὐτοῦ διὰ συνόδου τῶν κακοποιῶν ἢ συσχηματισμοῦ αὐτῶν, πείσονται αἱ γυναῖκες πολλὰ δεινὰ ἢ προφάσει αὐτῶν πείσεται ἐκεῖνος καὶ γενή σεται βλάβη εἰς τὰ μυριστικὰ αὐτοῦ καὶ τὰ ἐφαπλώματα καὶ τὰ χρήματα. εἰ δὲ ἐν τοῖς δυσὶ καιροῖς ἐφορᾷ τοῦτον ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὦσι κεκακωμένοι, ῥυπαροῖς ἐνδιατρίψει τόποις τῷ ἔτει ἐκείνῳ καὶ φθαρήσονται τὰ τούτου χρήματα καὶ ἔσται τεθολωμένος τὴν βιοτὴν καὶ φιλιωθήσεται εὐτελέσιν ἀνδράσιν καὶ εὐτελέσι γυναιξὶ καὶ βλαβήσεται διὰ εὐτελῶν ἀνδρῶν καὶ γυναικῶν. εἰ δὲ ἐφορᾷ τοῦτον ἡ Ἀφροδίτη ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τετραγώνου καὶ ὑπάρχωσιν ἄμφω κεκακωμένοι, τοῦ Κρόνου καθυπερ τεροῦντος, ὁ ἔχων τὴν ἐναλλαγὴν οὐκ εὐφρανθήσεται τῷ χρόνῳ ἐκείνῳ ἐπὶ γυναιξίν, ἀλλά τινες ἐξ αὐτῶν βλαβή σονται ἢ μάχην ἕξει μετ αὐτῶν καὶ χωρισμὸν καὶ ἀπο σχισμόν· εἰ δὲ ἡ Ἀφροδίτη καθυπερτερεῖ τὸν Κρόνον, ὑπο ταγήσονται αὐτῷ αἱ γυναῖκες καὶ ἀγαπήσουσιν αὐτὸν ὡσαύτως ἀγαπηθήσονται καὶ παρ αὐτοῦ. εἰ δὲ ἡ Ἀφρο δίτη ἐπίδῃ τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ διαμέτρου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἐν ἐκείνῳ τῷ χρόνῳ ἔσται ἀθυμῶν καὶ ὀλιγοεύφραντος καὶ βλαβήσεται παρὰ γυναι κῶν ἢ ἀρρωστήσει ἢ τελευτήσει τις τῶν γυναικῶν αὐτοῦ. εἰ δὲ συνοδεύσει τούτῳ ἡ Ἀφροδίτη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσι κεκακωμένοι, ἐν ἐκείνῳ τῷ χρόνῳ πόρναις γυναιξὶ συνουσιάσει καὶ εὐτελέσιν ἢ γυναῖκα προσλήψεται στείραν ἢ ἀφ ἑτέρας εἰς ἑτέραν μεταβήσεται καὶ οὔτε αὐτὸν ἀγαπήσουσιν οὔτε αὐτὸς ἀγαπήσει αὐτάς· εἰ δὲ συνοδεύσει αὐτῷ ἡ Ἀφροδίτη ἢ συσχηματισθῇ ἐν τῷ ἑνὶ καιρῷ, ἔσται τὰ τοιαῦτα ἐλάττονα. Εἰ δὲ ὁ Κρόνος ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐ τός τε καὶ ὁ Ἑρμῆς κεκακωμένοι κατὰ τε πῆξιν καὶ κατὰ πάροδον καὶ ἐπιβλέψει τοῦτον ἀφ οἱουδήποτε σχήματος ὁ Ἑρμῆς καὶ ὑπάρχει ὁ κλῆρος τῶν τέκνων ἢ ὁ κλῆρος τῶν δούλων ἢ ὁ κλῆρος τῆς πράξεως ἢ οἱ κύριοι αὐτῶν κεκακωμένοι, δηλοῖ τῷ ἔτει ἐκείνῳ βλάβην καὶ δια φθορὰν καὶ λύπας καὶ ἀκηδίας καὶ ἐπιμελείας καὶ φρον τίδας ἕνεκε τῶν δούλων καὶ τῶν τέκνων καὶ τῶν κοινω νῶν καὶ τῶν ἀνὰ χεῖρα πραγμάτων ἢ πείσεται ταῦτα ἐξ αἰτιῶν τοιούτων καὶ διὰ κυβερνήσεις ἐναντίας καὶ ἀσυνέ τους. εἰ δὲ ἐπιβλέψει τοῦτον ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακω μένοι, ὑποστήσεται λύπας διὰ ψήφους καὶ γράμματα καὶ μαθήματα καὶ πλοῦτον καὶ ἔσται ῥάθυμος καὶ ἀμελὴς καὶ κακοδιεξάγωγος καὶ τοῦ οἰκείου συμφέροντος ἀμελῶν. εἰ δὲ ὁ Ἑρμῆς ἔπιδε τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τετρα γώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, καθυπερτερεῖ δὲ ὁ Κρόνος τὸν Ἑρμῆν, ὑποστήσεται λύπας καὶ συμ πτώματα ἐν τῇ βιοτῇ αὐτοῦ καὶ τῷ πλούτῳ καὶ ἀπολέσει τὴν πρᾶξιν ἣν ἐνεχειρίζετο καὶ δουλεύσει τισὶ διὰ τὴν εἰς αὐτοὺς χρείαν καὶ ὑποστήσεται ἀνάγκας διὰ λόγους καὶ ἀλγήσει τὸ στόμα ἢ τὸ ὠτίον· εἰ δὲ ὁ Ἑρμῆς καθυπερτε ρεῖ τοῦτον, ἐλάττονα ἔσται τὰ δεινά. εἰ δὲ διαμετρήσει τοῦ τον ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, γενήσεται ἄλγημα ἐν τῷ στόματι αὐτοῦ καὶ τῇ γλώσσῃ καὶ βλαβήσεται διὰ λόγους καὶ παρεμποδισθή σεται ἐν ταῖς πράξεσιν αὐτοῦ καὶ ἔσται τὴν κράσιν ψυχρὸς καὶ ὁ νοῦς αὐτοῦ διεφθαρμένος, πρὸς δὲ καὶ ἡ διάνοια· ἀρρωστήσει δὲ δι ἐμπνευμάτωσιν καὶ λυπηθήσεται διά τινα κλοπὴν καὶ ὑποστήσεται ἀνάγκας περὶ πάντων τῶν ἀντεριζόντων αὐτῷ καὶ ἐκκοπήσονται αἱ ἐλπίδες αὐτοῦ καὶ τὸν ἐρημικὸν ἀσπάσεται βίον καὶ λυπηθήσεται διὰ πλοῦ τον καὶ διά τινα παρῳχηκότα πράγματα. εἰ δὲ συνοδεύσει τούτῳ ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ὑποστήσεται λύπας διαφόρους καὶ ἔσται ἄπονος καὶ φοβερὸσ [καὶ] τοὺς λόγους καὶ τὰς πρά ξεισ καὶ κατακυριεύσουσιν αὐτοῦ πονηροὶ λογισμοὶ καὶ τεταραγμένος ἔσται τὸν νοῦν καὶ λέγων οὐ πιστευθήσεται παρὰ πολλῶν καὶ ἀρρωστήσει καὶ βλαβήσονται οἱ παῖδες αὐτοῦ καὶ οἱ δοῦλοι καὶ πᾶν εἶδος κακῶν ὑποστήσεται τῷ ἔτει ἐκείνῳ. σὺν τούτοις δὲ πᾶσιν εἰ συνοδεύσει τούτῳ ἢ συσχηματίζεται ἐν τῷ ἑνὶ καιρῷ ἢ ὑπάρχουσιν ἀκάκωτοι, ἔσται πάντα τὰ ῥηθέντα ἐλάττονα. Εἰ δὲ ὁ Κρόνος ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ἡ Σελήνη κεκακωμένοι κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματίζονται ἀλλήλοις ἐν τοῖς β και ροῖς οἱῳδήποτε σχήματι, μάλιστα δὲ εἰ καὶ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς ἀφαιρετική ἐστι τοῖς τε φωσὶ καὶ τοῖς ἀριθμοῖς, δηλοῖ τῷ ἔτει ἐκείνῳ σωματικὴν ἀρρωστίαν καὶ λύπας ἕνεκε μητέρων καὶ διὰ φήμας ἐναντίας. εἰ δὲ ἐπι βλέψει τοῦτον ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ὑπο στήσεται λύπας τῷ ἔτει ἐκείνῳ προφάσει ἀρχόντων καὶ βασιλέων καὶ περὶ πολλῶν κατηγορηθήσεται. εἰ δὲ συ σχηματισθῇ τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τετραγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, καθυπερ τερεῖ δὲ ταύτην ὁ Κρόνος, ἔσται ῥάθυμος καὶ ἀκατευ όδωτος ἐν οἷς πράττει καὶ διασκορπίσει τὸν πλοῦτον τῶν γονέων αὐτοῦ· εἰ δὲ ἡ Σελήνη τὸν Κρόνον καθυπερτερεῖ, μάχαις προσπαλαίσει καὶ ἔχθρας καὶ διαφορὰς πρός τινας ἕξει καὶ νοσήσει καὶ τὸν πλοῦτον τῶν γονέων σκορπίσει καὶ διὰ τέκνον λυπηθήσεται. εἰ δὲ ἡ Σελήνη κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς ἐν θηλυκῷ ὑπάρχει ζῳδίῳ, ἐχθρῶς διακείσεται πρὸς αὐτὸν ἡ τούτου ὁμευνέτις καὶ ἐπιζητή σει τὴν βλάβην αὐτοῦ. εἰ δὲ ἡ Σελήνη ἐπιβλέψει τῷ Κρόνῳ ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ διαμέτρου καὶ ὑπάρχου σιν ἄμφω κεκακωμένοι, ἐνσκήψει νόσος τοῖς γονεῦσιν αὐτοῦ ἐν τόπῳ κρυφίῳ καὶ καταναλωθήσεται παρ αὐτοῦ ἡ περιουσία αὐτοῦ καὶ ἔσται κακοήθης καὶ λυπηρὸς καὶ βλαβήσεται ἐν τῷ πλούτῳ αὐτοῦ καὶ τῇ βιοτῇ· εἰ δὲ ἄμφω ἐν τετράποσιν ὑπάρχουσι ζῳδίοις, πείσεται δεινὰ ἀπὸ τετραπόδων· τῷ αὐτῷ δὲ τρόπῳ ἀποτελεστέον καὶ εἰ ἐν θηριώδεσιν ὑπάρχουσι ζῳδίοις ἢ ἀνθρωποειδέσιν. εἰ δὲ συνοδεύσει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, δηλοῖ νόσον τῆς μητρὸς καὶ ἀδυναμίαν αὐτῆς. εἰ δὲ συνοδεύσει ἢ συσχη ματίζεται τούτῳ ἡ Σελήνη ἐν τῷ ἑνὶ καιρῷ ἢ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, ἔσται τὰ εἰρημένα ἐλάττονα. Καὶ αὗται μέν εἰσιν αἱ τοῦ Κρόνου σημασίαι ὅτε χρονο κράτωρ ἐστὶ καὶ ὑπάρχει ἀκάκωτος ἐν τοῖς δυσὶ καιροῖς καὶ ἐπιβλέψουσιν τοῦτον ἀγαθοποιοί, καὶ ὅτε ὑπάρχει κεκακωμένος ἐν τοῖς δυσὶ καιροῖς καὶ συσχηματισθῶσι τούτῳ κακοποιοί. εἰ δὲ ὁ τοιοῦτος ἀστὴρ χρονοκράτωρ ἐστὶ καὶ ὑπάρχει ἀκάκωτος ἐν τοῖς δυσὶ καιροῖς, ἐφορᾷ δὲ τοῦτον ἀστὴρ κακυνόμενος, ἐλαττοῦται ἡ σημασία τῶν δηλουμένων ἀγαθῶν· εἰ δέ ἐστιν ὁ σχηματισμὸς ἀπὸ τρι γώνου ἢ ἑξαγώνου, οὐκ ἐλαττώσει μέν, μετὰ κόπου δὲ γενέσθαι παρασκευάσει· εἰ δὲ ἀπὸ τετραγώνου ἢ δια μέτρου ἐστὶν ὁ συσχηματισμός, ἐλάττωσιν δηλοῖ καὶ βλά βην. εἰ δὲ ὁ Κρόνος χρονοκράτωρ ὢν καὶ ἐν τοῖς δυσὶ καιροῖς κεκακωμένος [οὐ] συσχηματισθῇ ἀστέρι ἀγαθυ νομένῳ, καὶ αὐτὸς ἀγαθύνεται· εἰ δὲ ὁ σχηματισμός ἐστιν ἀπὸ τριγώνου ἢ ἑξαγώνου, ἔσται τὸ ἀγαθὸν πολὺ πλὴν μετὰ κόπου καὶ λύπης. εἰ δὲ ὁ ἀστὴρ ἐφορῶν κατὰ μὲν τὸν ἕνα καιρὸν ὑπάρχει ἀγαθυνόμενος, κατὰ δὲ τὸν ἕτερον κακυνόμενος, ἀφαιρεῖται τῆς οἰκείας σημασίας μετρίως εἴτε ἀγαθή ἐστιν εἴτε κακή. εἰ δὲ τὸν χρονοκράτορα ἐπιβλέψει τις κατὰ πῆξιν τῶν ἀστέρων ἀπὸ τετραγώνου ἢ διαμέτρου καὶ ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς ἐπιβλέψει τοῦτον ἀπὸ ἑξαγώνου ἢ τριγώνου, δεῖ συγκιρνᾶν τὰ ἀπο τελέσματα· ὁ γὰρ τριγωνισμὸς μείζονα δύναμιν ἔχει εἰς τὸ βλάπτειν ἤπερ τὸ τετράγωνον, πλὴν εἰς τὰς ἔχθρας ἀσθενέστερόν ἐστι τοῦ τετραγώνου. εἰ δὲ ἐπιβλέψουσι τὸν χρονοκράτορα διάφοροι ἀστέρες, δεῖ ἀποτελεῖν περὶ ἑκάστου αὐτῶν κατὰ τὴν οἰκείαν διάθεσιν καὶ σημασίαν καὶ τὸν τόπον καθὼς προείπομεν. ἡ δὲ πρὸς τοὺς ἀστέρας σύνοδος τοῦ χρονοκράτορος καὶ αἱ σύνοδοι τῶν ἀστέρων πρὸς ἀλλήλους εἰ μὲν γένωνται σύμφωνοι, δηλοῦσιν ἀγαθὰ καὶ εὐτυχίαν· εἰ δὲ ἀσύμφωνοι, δηλοῦσιν ἐναντία. τὸ δὲ μέγεθος καὶ ἡ ποιότης τοῦ ἀποτελέσματος διαγινώσκε ται ἀπὸ τοῦ χρονοκράτορος αὐτοῦ καθ ἑαυτὸν καὶ ἀπὸ τῶν συσχηματιζομένων αὐτῷ ἀστέρων ἢ συνοδευόντων καὶ τῆς τοποθεσίας αὐτῶν. Ὁ μὲν οὖν [ὁ] Κρόνος εἰ ὑπάρχει κατά τε πῆξιν καὶ κατὰ πάροδον κεκακωμένος καθὼς προείπομεν, πολλὰ ποιήσει δυσχερῆ τῷ ἔτει ἐκείνῳ καὶ ἐπιτείνει τὴν κακοπάθειαν· εἰ δὲ ὁ Κρόνος ἐν μὲν τῇ ἐναλλαγῇ κακοῦται, κατὰ δὲ πῆ ξιν εὖ ἔχει, ἐλαττοῖ τὰ δεινά· εἰ δὲ σὺν τούτῳ καὶ ἀγαθο ποιοὶ τούτῳ συσχηματισθῶσι, τέλεον ῥυσθήσεται ἐκ τῶν κινδύνων ὁ τὴν ἐναλλαγὴν ἔχων, καὶ μάλιστα ἡμερινῆς ταύτης οὔσης καὶ τοῦ Κρόνου ὑπὲρ γῆν διοδεύοντος· εἰ δὲ κατὰ πῆξιν κεκακωμένος ἐστίν, ἀγαθύνεται δὲ κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς, ἕξει μεσότητα τὰ δεινά. ὅτε δηλώσει ὁ ἀστὴρ ἀγαθόν τι ἢ κακὸν κατὰ πῆξιν καὶ δη λώσει πάλιν τὸ αὐτὸ κατὰ πάροδον, ἔσται τοιοῦτον τέ λειον καὶ πολὺ καὶ ἰσχυρὸν καὶ ἀμετάθετον· εἰ δὲ κατὰ πῆξιν σημαίνει τι ἔσεσθαι, κατὰ πάροδον δηλοῖ δὲ πάλιν τὸ αὐτὸ μὴ ἔσεσθαι, ἢ ἀνάπαλιν κατὰ μὲν πάροδον δηλώ σει τι ἔσεσθαι, κατὰ δὲ πῆξιν μὴ γενέσθαι, ποίησον ἀντεξέτασιν τῶν β σημασιῶν καὶ πρὸς τὴν ἰσχυροτέραν ἀποφαίνου. εἰ δὲ ἰσάζουσι, μέσον ἔσται καὶ τὸ ἀποτέλε σμα· ἐὰν μὲν οὖν ἡ κατὰ πῆξιν σημασία δυνατωτέρα ἐστίν, ὑπερβαίνει τὸ ἀποτέλεσμα τὴν μεσότητα· εἰ δὲ ἡ κατὰ πάροδον σημασία ἰσχυροτέρα ἐστίν, ὑποβαίνει. εἰ δὲ μόνη ἡ ἐναλλαγὴ δηλώσει τι ἀνισχύρως, ἔσται μηδαμινὸν καὶ εὐτελὲς τὸ ἀποτέλεσμα ἢ μόνη κίνησις ἀτέλεστος γενήσε ται. σὺν τούτοις πᾶσιν αἱ σημασίαι τῶν ἐναλλαγῶν μέχρις ἑνὸς ἔτους περιορίζονται ἢ ἄχρις ὅτου ὁ σημειωτι κὸς ἀστὴρ ἐνδύναμος ᾖ. ὅτε δὲ σημαίνει ὁ ἀστὴρ ὁ συσχηματιζόμενος τῷ χρονοκράτορι ἀγαθόν τι ἢ κακόν, τότε ἐνδείξεται τὴν οἰκείαν σημασίαν, ὅτε κυβερνήσει μέρος τι τῶν καιρῶν τοῦ ἔτους, καὶ μάλιστα ὅτε συσχη ματισθῇ ἐν ἐκείνῳ τῷ καιρῷ τῷ χρονοκράτορι ἢ τῷ ζῳ δίῳ ἐν ᾧ ἦν κατὰ πῆξιν ὁ χρονοκράτωρ ἢ κατὰ πάροδον ἢ ἐπιβλέψει τῷ ζῳδίῳ τῆς ἐναλλαγῆς ἢ τῷ ὡροσκόπῳ καὶ τῷ κυρίῳ αὐτοῦ ἢ τῷ κυβερνήτῃ τοῦ μηνὸς ἢ τῷ κυβερ νήτῃ τῆς ἡμέρας. Καὶ αὗται μέν εἰσιν αἱ τοῦ Κρόνου σημασίαι καθ ἑαυτὸν καὶ τῶν συσχηματιζομένων αὐτῷ ἀστέρων ἢ τῶν συν οδευόντων· εἰσὶ δὲ τρόποι η· εἷς μὲν ὅτε ἀγαθύνεται καθ ἑαυτὸν ὁ ἀστήρ· ἕτερος ὅτε κακύνεται· γ καὶ δ ὅτε κακύνεται ἀπὸ ἑτέρων ἀστέρων καὶ ἀγα θύνεται· ε ὅτε καθ ἑαυτὸν μὲν ἀγαθύνεται, παρ ἑτέρων δὲ ἀστέρων οὐκ ἀγαθύνεται· ὅτε καθ ἑαυτὸν κακύνεται, ὑπὸ δὲ τοῦ συσχηματί ζεσθαι ἀγαθοποιοῖς ἀγαθύνεται· ζ ὅτε συνοδεύουσιν αὐτῷ οἱ ἀστέρες· η ἡ τοποθεσία αὐτοῦ περὶ ἧς ὅσον οὔπω λεκτέον.
Ἕκτον. Περὶ τῆς σημασίας τοῦ Κρόνου ὅτε ὑπάρχει χρονοκράτωρ ἀπὸ τῶν τόπων ἐν οἷς τυγχάνει
Ὅτε ἐστὶ χρονοκράτωρ ὁ Κρόνος καὶ τύχῃ ἐν τοῖς δυσὶ καιροῖς ἀκάκωτος ἐν ἰδίῳ οἴκῳ ἢ ὑψώματι ἢ τριγώνῳ καὶ ὑπάρχει ἐπίκεντρος εἴτε πρὸς τὸ κατὰ πῆξιν θεμάτιον εἴτε πρὸς τὸ κατὰ τὸ ζῴδιον τῆς ἐναλλαγῆς εἴτε πρὸς τὸν ὡροσκόπον τῆς ἐναλλαγῆς, καὶ εἰ μὲν τύχῃ τὸ κέντρον ἐκεῖνο τὸ μεσουρανοῦν, ἐκείνῳ τῷ ἔτει ἐπικτήσεται κτή ματα καὶ κτίσει κτίσματα καὶ ὀχετοὺς διορύξει· καὶ εἴπερ ἐστὶν ἐν ἀλλοτρίῳ ζῳδίῳ, ἐγχειρισθήσεται ταῦτα παρ ἑτέρου προσώπου ὡς πιστὸς καὶ ἐπιστάτης καὶ ἐπαινεθήσεται καὶ εὑρήσει κέρδος· εἰ δὲ ἐν ἀλλοτρίῳ ᾖ ζῳδίῳ καὶ σὺν τούτῳ κεκακωμένος, εἰ μὲν μετρία ἡ κάκω σις ᾖ, μέμψεις ἕξει διὰ τὰ τοιαῦτα· εἰ δὲ μείζων, καὶ βλάβην.
Εἰ δὲ ὑπάρχει χρονοκράτωρ ὁ Κρόνος καὶ ᾖ ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ια ἢ τῷ ε ἀκάκωτος καὶ ἐν τῷ ἰδίῳ οἴκῳ, εὐφρανθήσεται τῷ ἔτει ἐκείνῳ ἐπὶ τοῖς οἰκείοις φίλοις καὶ πακτεύσεταί τινα καὶ κτίσει καὶ προνοήσεται ἐγγαίων· εἰ δὲ ἐν ἀλλοτρίῳ ἐστὶ ζῳδίῳ, λυπηθήσεται διὰ τέκνα καὶ φίλους καὶ ψόγον ὑποστήσεται καὶ στενοχωρίαν ἐν τῇ ὑποστάσει. εἰ δὲ πρὸς τούτῳ καὶ ἀναποδίζει, καταλυθή σεται οἴκημα αὐτοῦ καὶ ἐλαττωθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ αἱ εἴσοδοι. εἰ δὲ ὁ Ἄρης ἐπιβλέψει τοῦτον ἐναντίῳ σχήματι, βλαβήσεται ὁ πλοῦτος αὐτοῦ καὶ φθαρήσονται οἱ φίλοι αὐτοῦ καὶ λυπηθήσεται ἐπὶ τέκνοις. Εἰ δὲ ὁ Κρόνος ὑπάρχει χρονοκράτωρ καὶ ᾖ ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ τρίτῳ ἢ ἐν τῷ ἐννάτῳ ἐν ἰδίῳ οἴκῳ καὶ ἀκάκωτος, παρέξει ἔργον ἐν ἐκείνῳ τῷ ἔτει ἐφ ᾧ ἐλπίσει μισθὸν παρὰ Θεοῦ καὶ ὠφέλειαν παρά τινος τῶν ἀνθρώ πων ἐν τῷ μέλλοντι καὶ κτίσει τινὰ κτίσματα ἑαυτῷ ἤ τινι τῶν παρ αὐτοῦ προνοουμένων καὶ ἀποδημήσει εἴς τινα χώραν ἐγνωσμένην αὑτῷ καὶ κοπιάσει δι ἐλπιζομέ νην ὠφέλειαν καὶ προνοήσεται συγγενῶν καὶ ἀδελφῶν καὶ ξένων· καὶ εἴπερ ἐστὶν ἐν τοῖς δυσὶ τούτοις τόποις, ὑπάρ χουσι δὲ ἀλλότριοι, δηλοῖ [κατὰ] τὰ τοιαῦτα πλὴν ἀπο δημήσει μακρὰν ἀποδημίαν καὶ ὠφεληθήσεται ἐν αὐτῇ. εἰ δὲ μετρίως ᾖ κεκακωμένος, ἐναντίαι περὶ αὐτοῦ φῆμαι γενήσονται διὰ τὸ δόγμα καὶ τὴν θρησκείαν καὶ ἐννοίαις περιπεσεῖται, ξενιτείαν δεινὴν πείσεται, καὶ ἕξει διαφορὰς πρὸς συγγενεῖς καὶ ἰδίους. εἰ δὲ ὁ Κρόνος ἀναποδίζει, ταραχθήσεται ἡ διάνοια αὐτοῦ καὶ ἐνδοιάσει περὶ τοῦ δόγματος καὶ πράξει πρᾶξιν δι ἣν ὑπολήψονταί τινες περὶ αὐτοῦ ὡς ἀσεβὴς ἔσται. εἰ δὲ ἐν τοιαύτῃ καταστάσει ὄντος τοῦ Κρόνου ἐπιβλέψει τοῦτον καὶ ὁ Ἄρης ἐν αντίῳ σχήματι, ὑποστήσεται βλάβην ἀπὸ κλοπῆς ἢ πυρός. Εἰ δὲ χρονοκράτωρ ὢν ὁ Κρόνος ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἀκάκωτος ἐν τῷ β οἴκῳ ἐν ἰδίῳ οἴκῳ, προς τεθήσεται ὁ πλοῦτος αὐτοῦ τῷ ἔτει ἐκείνῳ καὶ εὖ ἕξει τὰ κατ αὐτοῦ· εἰ δὲ ἐν ἀλλοτρίῳ ὑπάρχει ζῳδίῳ, προστεθή σεται ὁ πλοῦτος αὐτοῦ ἐκ πόρου ἀνελπίστου καὶ ἀγνώ στου καὶ [προφάσει] διὰ σπορᾶς εὐτυχήσει. εἰ δὲ πρὸς τούτῳ κεκακωμένος ἐστί, φθαρήσεται ὁ πλοῦτος αὐτοῦ ἀπὸ ποντισμοῦ. Εἰ δὲ χρονοκράτωρ ὢν ὁ Κρόνος ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει ἐν τῷ η ἐν οἴκῳ ἰδίῳ, προφάσει νεκρικῶν ὠφε ληθήσεται τῷ ἔτει ἐκείνῳ· εἰ δὲ κεκακωμένος ἐστίν, ἐλατ τωθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ λυπηθήσεται δι ἀποι χομένων. Εἰ δὲ ὁ τοιοῦτος ἀστὴρ χρονοκράτωρ ὢν ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει ἐν τῷ ἀκάκωτος, ἐν ἐκείνῳ τῷ ἔτει ἀρρωστήσει μακρὰς ἀρρωστίας ἀπὸ ψυχρότητος καὶ ὑγρότητος· εἰ δὲ κεκακωμένος ἐστί, φρενίτιδας καὶ νόσους μακράς· καὶ εἰ ἐφορῶσι τοῦτον ἀγαθοποιοί, ὑγιανεῖ καὶ ὠφεληθήσεται ταῖς ἰατρείαις. εἰ δὲ σὺν τούτῳ ὑπάρχει κεκακωμένος ὁ κύριος τοῦ τόπου, ἀπολεσθήσονται τὰ ὑποζύγια αὐτοῦ καὶ οἱ δοῦλοι αὐτοῦ· εἰ δὲ ἀκάκωτος ὑπάρχει ὁ κύριος τοῦ τόπου, ἀρρωστήσουσι μέν, ἀλλὰ σωθήσονται. Εἰ δὲ ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει ἐν τῷ ιβ ἐν ἰδίῳ οἴκῳ ἀκάκωτοσ, ἐπικρατήσει τῶν ἐχθρῶν καὶ φιλιω θήσονται αὐτῷ καὶ ἐπαινήσουσιν αὐτὸν πλὴν οὐ φροντίσει τῶν βιωφελῶν πραγμάτων· εἰ δὲ ἐν ἀλλοτρίῳ τόπῳ ἐστὶν ἢ ἀναποδίζων, εἱρκτῇ καὶ φρουρᾷ περιπεσεῖται καὶ ἀνάγ κας ὑποστήσεται παρὰ τῶν ἐχθρῶν αὐτοῦ. εἰ δὲ κεκακω μένος ἐστὶν ἢ τῷ Ἄρει συσχηματιζόμενος ἐναντίῳ σχή ματι, καὶ τιμωρίαν καὶ βλάβην μεγίστην ὑποστήσεται. Εἰ δὲ ὁ Κρόνος χρονοκράτωρ ὢν ὑπάρχει ἐν ἑνὶ τῶν τες σάρων ἀποκλιμάτων τῶν ἀσυνδέτων τῷ ὡροσκόπῳ ἤτοι τῷ β, τῷ , τῷ η, τῷ ιβ καὶ ὑπάρχει κεκακωμένος, δηλοῖ σχολὴν καὶ νωχελίαν καὶ ἀπόγνωσιν τῶν ἐλπιζομέ νων καὶ τῶν βιωφελῶν πραγμάτων· εἰ δὲ σὺν τούτοις καὶ ἐν ἀλλοτρίῳ ἐστὶ τόπῳ, ἐπιταθήσεται τὰ δεινὰ καὶ ἀνάγ κας ὑποστήσεται καὶ εἴπωσί τινες τὰ κακὰ καὶ κατηγορή σουσιν αὐτῷ καὶ ἀρρωστήσει νόσον ἀπὸ ψυχρότητος καὶ ὑγρότητος ἢ ἀπὸ ψυχρότητος καὶ ξηρότητος. εἰ δὲ ἐν τοῖς τοιούτοις τόποις ὢν ὑπάρχει ἀνατολικὸς ἢ ἐν ἰδίῳ οἴκῳ, ἐν εὐεξίᾳ ὑπάρξει πλὴν ἔσται εὔκαιρος σχολὴν ἄγων. Εἰ δὲ ὁ Κρόνος ἐστὶ κατὰ μὲν πῆξιν ἔν τινι τόπῳ, κατὰ δὲ πάροδον εὑρεθῇ ἐν τῷ αὐτῷ τόπῳ εἴτε ἀπὸ τοῦ ζῳδίου τῆς ἐναλλαγῆς εἴτε ἀπὸ τοῦ ὡροσκόπου τοῦ ἔτους, πλείονα ἕξει τὴν σημασίαν καὶ βεβαιοτέραν καὶ ἐκφαντικωτέραν τὴν φύσιν ἐνδείξεται τοῦ τόπου, καὶ μάλιστα εἰ ἐφορᾷ τὸν τόπον τῆς καταρχῆς. εἰ δὲ ἐν ἄλλῳ μέν ἐστι τόπῳ κατὰ πῆξιν, ἐν ἑτέρῳ δὲ κατὰ πάροδον, ποίησον σύγκρασιν κατὰ τὰς μεθοδείας ἅς σοι ὑπέδειξα τῶν τόπων ὡς· ἂν βέβαιον ὑπάρχῃ σοι τὸ ἀποτέλεσμα. τοιουτοτρόπως οὖν στοχάζου καὶ τὰς σημασίας τῶν λοιπῶν ἀστέρων ἀπὸ τῆς τῶν τόπων ἐν οἷς εἰσι διαθέσεως. καὶ ἡμεῖς δὴ καθ άπερ ἐμνήσθημεν τοῦ Κρόνου καὶ τῆς σημασίας αὐτοῦ, ἰδίᾳ καὶ τῆς τῶν ἀστέρων πρὸς αὐτὸν συσχηματίσεως ἢ συνόδου καὶ τῆς τῶν τόπων θέσεως, οὕτως μνημονεύσο μεν καὶ τῶν λοιπῶν ἀστέρων.
Ἕβδομον. Περὶ τῆς σημασίας τοῦ Διὸς ὅτε ὑπάρχει χρονοκράτωρ καὶ ᾖ ἀκάκωτοσ
Ὅτε ἐστὶ χρονοκράτωρ ὁ Ζεὺς καὶ ὑπάρχει ἀκάκωτος κατά τε πῆξιν καὶ κατὰ πάροδον, ἐν ἐκείνῳ τῷ ἔτει φιλιωθήσεται βασιλεῦσι καὶ ἄρχουσι καὶ ἔσται καλῶς διοικῶν τὰ ἑαυτοῦ καὶ ὁδηγούμενος ἐπὶ τὰ συμφέροντα ἔχων τὴν ἀπόβασιν ἀγαθήν, ἐν ἡσυχίᾳ διάγων τι πρὸς πάντας φιλίᾳ· προστεθήσεται δὲ ἡ δόξα αὐτοῦ καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ μεταχειρισθήσεται πρᾶξιν ἐν τῇ ἰδίᾳ πατρίδι· εἰ δὲ σημαίνει ἡ καταρχὴ τεκνογονίαν, ἕξει τέκνον ἐν ἐκείνῳ τῷ χρόνῳ· καὶ ὠφε ληθήσεται καὶ εὐφρανθήσεται ἀπὸ διαφόρων καὶ ἐπικτή σεται πλοῦτον ἀπὸ δωρεῶν καὶ ἀφ ἑτέρων, πολλάκις δὲ καὶ κληρονομήσει τὸν ἴδιον πατέρα· εἰ δέ ἐστιν ὁ ἔχων τὴν ἐναλλαγὴν ἐν ἀξιώματι περιδόξῳ, ἐν ἐξουσίᾳ ἔσται τῷ ἔτει ἐκείνῳ καὶ ἄρξει πολλῶν καὶ ἐπικτήσεται πάμ πολλα· εἰ δὲ τῆς μέσησ τύχης ἐστὶν ὁ τὴν ἐναλλαγὴν ἔχων, ἐν ἐκείνῳ τῷ ἔτει ἄρξει τῷν ὁμοίων αὐτῷ καὶ εὐφρανθήσεται ἐπὶ διαφόροις πράγμασι καὶ κέρδεσι καὶ εὐτυχίαις, καὶ μάλιστα ἐὰν ὁ Ζεὺς ὑπάρχῃ ἐν ἰδίῳ οἴκῳ ἢ ὁρίῳ ἢ τριγώνῳ. ἰδὲ δὲ καὶ τὰς ἀκτῖνας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια οἷς συνοδεύει ὁ Ζεὺς ἢ ἐφορᾷ ἐν τοῖς δυσὶ καιροῖς· εἰ γὰρ ἀγαθῷ σχήματι συσχηματίζε ται τούτοι, δηλοῖς ὠφέλειαν κατὰ φύσιν ἐκείνων. Εἰ δέ ἐστιν ὁ Ζεὺς χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ὁ Ἄρης ἀκάκωτοι κατά τε πῆξιν καὶ κατὰ πάροδον, συσχηματίζονται δὲ ἀλλήλοις ἀπὸ τριγώνου ἢ ἑξαγώνου σχήματος, ἔσται ὁ ἔχων τὴν ἐναλλαγὴν ἐν ἐκείνῳ τῷ ἔτει αὐθεντικὸς εἰδήμων τῶν πρακτέων καὶ προσκείμενος τοῖς ἔργοις, τεύξεται δὲ τιμῆς καὶ ἀξίας ὑψηλῆς καὶ ὠφελείας ἀπό τινος ἀρχῆς καὶ φημήσει τοῦτον ὁ κοινὸς λαὸς τοῖς ἐπαίνοις. εἰ δὲ συνοδεύει τούτῳ ὁ Ἄρης ἐν τοῖς δυσὶ και ροῖς καὶ ὑπάρχουσιν οἱ β ἀκάκωτοι, ἐν ἐκείνῳ τῷ ἔτει λήψεται βαθμὸν καὶ ἀξίαν ἐν τῇ ἰδίᾳ πατρίδι καὶ ἔσται εὔθυμος· εἰ δὲ ἐν ἀλλήλων οἴκοις ὦσιν ἀκάκωτοι, ἔσται τῷ ἔτει ἐκείνῳ ἐνδύναμος καὶ τεύξεται ἐξουσίας. εἰ δὲ ἐν τῷ ἑνὶ καιρῷ συνοδεύσει τούτῳ ὁ Ἄρης ἢ συσχηματίζεται, ἔσται ἐλάττονα τὰ εἰρημένα. Εἰ δὲ τοῦ Διὸς χρονοκράτορος ὄντος ὑπάρχει καὶ ὁ Ἥλιος ἅμα τούτῳ ἀκάκωτος κατά τε πῆξιν καὶ κατὰ πάροδον, συσχηματίζονται δὲ ἀλλήλοις ἀπὸ ἑξαγώνου, ἐπιταθήσεται ἡ εὐτυχία τῷ ἔτει ἐκείνῳ τοῦ ἔχοντος τὴν ἐναλλαγὴν καὶ ἐν ἀνέσει βίου ἔσται καὶ τεύξεται γάμου χρηστοῦ καὶ τέκνου ἀγαθοῦ· εἰ δὲ ἐκ τριγώνου ὁ Ἥλιος συσχηματίζεται τούτῳ ἀναποδίζοντι ἢ ἐν τῷ ἑνὶ καιρῷ τούτῳ συσχηματίζεται, ἔσται τὰ εἰρημένα ἐλάττονα. εἰ δὲ συνοδεύσει ὁ Ἥλιος τούτῳ ἐν τοῖς δυσὶ καιροῖς ὥστε τοῦτον ἑῷον εἶναι, τεύξεται ἀξίας καὶ διαφόρων ὠφελειῶν καὶ εὐφρανθήσονται ἐπ αὐτῷ οἱ γονεῖς αὐτοῦ καὶ ὠφελη θήσονται δι αὐτοῦ. εἰ δὲ ἐν τῷ ἑνὶ καιρῷ συνοδεύσει τούτῳ καὶ ὑπάρχει ἑῷος, ἐλάττονα ἔσται τὰ εἰρημένα. εἰ δὲ συνοδεύσει τούτῳ ὁ Ἥλιος ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρ χει ὕπαυγος, ὑποστήσεται ἀνάγκας τῷ ἔτει ἐκείνῳ κατὰ τὰς σημασίας τοῦ Διός. εἰ δὲ ὁ Ἥλιος ὑπάρχει δυνα μικώτερος καὶ κακώμενος, πλείων ἔσται ἡ κάκωσις καὶ δέος μή ποτε τελευτήσει· εἰ δὲ ἀκάκωτός ἐστιν ὁ Ἥλιος, ἔσται ἐλάττονα τὰ κακά. εἰ δὲ καὶ ὁ Ζεὺς δυναμικώτερος ᾖ, ἐλάττων ἔσται ἡ διαφθορά. Εἰ δὲ ὁ Ζεὺς ὑπάρχει χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ἡ Ἀφροδίτη ἀκάκωτοι κατά τε πῆξιν καὶ κατὰ πάροδον, καὶ συσχηματισθῇ τούτῳ ἡ Ἀφροδίτη οἱῳδήποτε σχήματι, δηλοῖ τῷ ἔτει ἐκείνῳ προσθήκην πλούτου ἀπὸ γυναικῶν καὶ διὰ μεσιτείας ἐνδόξων ἀνδρῶν καὶ περιφανῶν καὶ φίλων καὶ εὐφρανθήσεται ἐπὶ γυναιξὶ καὶ ὠφεληθήσεται ἐξ αὐτῶν. εἰ δὲ συσχηματίζε ται τούτῳ ἡ Ἀφροδίτη ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, ἐν ἐκείνῳ τῷ ἔτει προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἡ ἀξία καὶ ὁ πλοῦτος καὶ ὁ ἱματισμὸς καὶ ὁ καλλωπισμὸς καὶ ἡ εὐφρο σύνη καὶ ἡ ἀγαλλίασις, καὶ ταῦτα προφάσει γυναικῶν· πολλάκις δὲ τεχθήσεται αὐτῷ παιδίον ἢ εὐφρανθήσεται ἐπὶ οἰκείῳ παιδὶ ἢ ὠφεληθήσεται διὰ παίδων βασιλέων. εἰ δὲ λόγον ἔχει ἡ Ἀφροδίτη ἐν ᾧ ἐστι ζῳδίῳ, ἔσται ἡ ὠφέλεια ἀπό τινων γνωρίμων καὶ φίλων καὶ μάλιστα γυ ναικῶν· εἰ δὲ ἐν ἀλλοτρίῳ ὑπάρχει ζῳδίῳ, ἔσται ἡ ὠφέ λεια ἀπὸ ξένων ἢ ἐχθρῶν ἀνδρῶν καὶ γυναικῶν. εἰ δὲ συνοδεύει τούτῳ ἡ Ἀφροδίτη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὦσιν οἱ β ἀκάκωτοι, ἐν ἐκείνῳ τῷ ἔτει ὁ τὴν ἐν αλλαγὴν ἔχων εὔκλειαν ἐπικτήσεται παρὰ τοῖς ἐξουσια σταῖς καὶ διοικηταῖς καὶ ἔντιμος ἔσται παρὰ ἀνθρώποις καὶ φίλους ἐπικτήσεται πλείονας τῶν προτέρων καὶ ἐπαι νεθήσεται παρὰ πολλῶν ἐπ ἀγαθοῖς [καὶ φίλους ἐπικτήσεται κρείττονας τῶν προτέρων] καὶ ὠφεληθήσεται προφάσει θαυμάτων καὶ τεράτων καὶ τόπων ἐκκλησιαστι κῶν καὶ ἱλαστηρίων καὶ εὐφρανθήσεται ἐπὶ γυναιξὶ καὶ γάμῳ καὶ τέκνοις. εἰ δὲ διαμετρήσει τοῦτον ἡ Ἀφροδίτη ἢ τὰ εἰρημένα σχήματα ἐν τῷ ἑνὶ καιρῷ ὑπάρχουσιν, ἐλάττονα ἔσται ἅπαντα τὰ δηλωθέντα. Εἰ δὲ τοῦ Ζηνὸς ὄντος χρονοκράτορος συσχηματίζεται τούτῳ ὁ Ἑρμῆς ἀκάκωτος ὢν καὶ αὐτὸς κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀπὸ τριγώνου ἢ ἑξαγώνου, ἐν ἐκείνῳ τῷ χρόνῳ ὁ τὴν ἐναλλαγὴν ἔχων ἐπικτήσεται δι ἐμπει ρίας καὶ πραγματειῶν καὶ πράσεως καὶ ἀγορασίας καὶ γραμμάτων καὶ διοικήσεως καὶ οἰκονομίας· ἔσται δὲ τῶν μυστηρίων συντηρητικὸσ καὶ τοῦ πλούτου φυλακτι κὸς πεπυκνωμένος καὶ συνετὸς καὶ διάγνωσιν ἱκανὴν ἔχων τῶν πραγμάτων· ὑπερτερήσει τε τῶν κατ αὐτὸν διὰ τῆς ἀξίας καὶ τῆς δόξης καὶ τῶν γραμμάτων καὶ τῶν διορισμῶν καὶ τῆς διαγνώσεως, ἐγχειρισθήσεται δὲ καὶ διοικήσεις πραγμάτων τινῶν ἀρχόντων καὶ ἔσται ἐπαινετὸς παρὰ πᾶσιν ἀνθρώποις καὶ ἀρεστὸς αὑτῷ ἐπιμενεῖ καὶ προσκαρτερή σει ταῖς εὐχαῖς καὶ τοῖς ὁμοίοις τούτοις καὶ τῷ δόγματι· καὶ εἰ μέν ἐστιν ὁ τὴν ἐναλλαγὴν ἔχων τῆς κάτω τύχης καὶ τῶν βαναύσων, ὠφεληθήσεται διὰ τῆς τέχνης αὐτοῦ καὶ τοῦ ἔργου τῶν χειρῶν αὐτοῦ. καὶ εἴπερ συνοδεύσει τούτῳ ὁ
Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς, ὑπάρχουσι δὲ καὶ οἱ δύο ἀκάκω τοι, ὠφεληθήσεται ἐν ἐκείνῳ τῷ ἔτει καὶ προστεθήσεται ὁ βίος αὐτοῦ καὶ ἡ πρὸς Θεὸν πίστις καὶ ἡ λογικότης καὶ τὸ ἐπίβουλον τῆς διανοίας καὶ τὸ ῥητορικώτερον ἐν λόγοις καὶ ὠφεληθήσεται διὰ τῶν τοιούτων ὡσαύτως ὠφεληθή σεται καὶ δι ἑτέρων πραγμάτων διαφόρων, συνομιλήσει δὲ καὶ μεγαλοδόξοις νοταρίοις καὶ ἐγχειρισθήσεται τὴν διοίκησιν τῶν πραγμάτων αὐτῶν. εἰ δὲ τῷ ἑνὶ καιρῷ συν οδεύσει τούτῳ ὁ Ἑρμῆς ἢ ἑτέρῳ σχηματισθῇ σχήματι, ἀφαιρεῖται ἐκ πάντων ὧν προείπομεν. Εἰ μὲν ὁ Ζεύς ἐστι χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ἡ Σελήνη ἀκάκωτοι κατά τε πῆξιν καὶ κατὰ πάρ οδον, συσχηματίζονται δὲ ἀλλήλοις ἀπὸ τριγώνου ἢ ἑξα γώνου, δηλοῖ ὡς ἐν ἐκείνῳ τῷ ἔτει προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἡ ἀξία καὶ ἐπικτήσεται παρὰ ἀνθρώπων εὐφη μίαν καὶ ἔπαινον καὶ οἱῳδήποτε ἐπιχειρήσει ἔργῳ ἢ οἱᾳδή ποτε πράξει, τελειωθήσεται· καὶ εἰ ἐπιζητεῖ τεκνογονίαν, τεχθήσονται αὐτῷ τέκνα τῷ ἔτει ἐκείνῳ ἢ συλλήψονται αἱ τούτου γυναῖκες· καὶ κληρονομήσει τοῦ πατρῴου πλού του· καὶ εἴ ἐστιν ὁ ἔχων τὴν ἐναλλαγήν τις τῶν βασι λέων, εἰ τύχῃ δὲ καὶ ἡ Σελήνη αὐξιφωτοῦσα, τεύξεται δόξης ἀξιολόγου· εἰ δὲ τῆς μέσης ὑπάρχει τύχης, ἐγχει ρισθήσεταί τινα ἀρχὴν κατὰ πλήθους λαοῦ καὶ χρήσεται εἰς αὐτοὺς δικαιοσύνῃ καὶ τὸν εὐϋπόληπτον καὶ ἄμεμπτον ἀσπάσεται βίον· εἰ δ ἐστι τῆς κάτω τύχης, ὑπερτερήσει τῶν ὁμοίων αὐτῷ κατὰ τὴν τύχην καὶ προτερήσει ἐν ἐκεί νοις οἷς προείπομεν· σημαίνει δὲ καὶ ὡς ὠφεληθήσεται διὰ πράσεως καὶ ἀγορασίας καὶ πραγματειῶν. καὶ εἴπερ συνοδεύσει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν οἱ β ἀκάκωτοι, προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἡ ἀξία καὶ ὁ πλοῦτος, καὶ μάλιστα ἐὰν ἡμερινὴ ὑπάρχῃ ἡ ἐναλλαγή. εἰ δὲ συνοδεύει τούτῳ ἡ Σελήνη ἢ ἑτέρῳ συσχηματισθῇ σχήματι καθ ἕνα τῶν δύο καιρῶν, ἀφαιρεῖται ἐκ πάντων ὧν προείπομεν.
Περὶ δὲ τοῦ σχηματισμοῦ τῶν ἀστέρων πρὸς τὸν Δία ἀπὸ τετραγώνου ἢ διαμέτρου ἀκακώτων καὶ αὐτῶν παρ εχόντων οὐδὲν διεξήλθομεν δι αἰτίαν τοιαύτην, ἐπειδὴ ἐν τῷ τοιούτῳ τμήματι περὶ ἀγαθύνσεως διελάβομεν τοῦ Διὸς καὶ τῶν σὺν αὐτῷ ἀστέρων, τὰ δὲ τετράγωνα καὶ διάμετρα τὰ πρὸς αὐτὸν τῶν ἀστέρων πολλάκις ἐναντία τινὰ δηλοῖ περὶ ὧν μὲν νῦν οὐ πρόκειται λέγειν, ἐν δὲ τοῖς ἐφεξῆς ἀριδηλότερον σαφηνίσονται.
Ὄγδοον. Περὶ τῆς σημασίας τοῦ Διὸς ὅτε ὑπάρχει χρονοκράτωρ καὶ ᾖ κεκακωμένοσ
Ὅτε ὑπάρχει ὁ Ζεὺς χρονοκράτωρ καὶ τύχῃ κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀναποδίζων ἢ ὕπαυγος ἢ ἐν ἀλ λοτρίῳ τόπῳ ἢ ἑσπέριος ἢ ἐν οἴκῳ κακοποιοῦ ἢ ἀποκεκλι κὼς τῶν κέντρων καὶ ἐν τόποις ἐναντίοις, ἀφαιρεῖται τὴν φαιδρότητα τοῦ ἔχοντος τὴν ἐναλλαγὴν καὶ ἐλαττοῖ τὴν εὐτυχίαν αὐτοῦ καὶ καταβάλλει τὴν δόξαν αὐτοῦ καὶ προς τίθησι ταῖς λύπαις αὐτοῦ· δηλοῖ δὲ καὶ πλῆθος ἐξόδων καὶ πλούτου κένωσιν ἄκαιρον, καὶ ταῦτα ἑκούσια καὶ αὐτο προαίρετα βουλήσει διὰ τὸ ἐφίεσθαι τοῦ παρὰ τῶν πολ λῶν ἐπαίνου· λυπηθήσεται δὲ διὰ γονεῖς καὶ παῖδας καί τινα ἔνδοξα πρόσωπα καὶ διάφορα πράγματα καὶ διὰ τὸ βίαιον τοῦ κατ αὐτὸν βίου, καὶ μάλιστα εἰ τύχῃ ὁ Ζεὺς ἐν τῷ . εἰ δὲ συνοδεύσουσι τούτῳ οἱ κακοποιοὶ ἢ συσχη ματισθῶσιν ἀπὸ τετραγώνου ἢ διαμέτρου ἢ καθυπερ τεροῦσιν αὐτὸν ὄντα κεκακωμένον καὶ ἐν τῷ τόπῳ τῶν γονέων ἢ ἐν τῷ τόπῳ τῶν τέκνων ἢ ἔχοντα λόγον ἐν τοῖς τοιούτοις τόποις, τύχῃ δὲ ὁ κλῆρος τοῦ πατρὸς καὶ ὁ κλῆ ρος τῆς μητρὸς καὶ ὁ κλῆρος τῶν τέκνων ἢ οἱ κύριοι αὐτῶν κεκακωμένοι, δηλοῖ ὡς ὁ τῆν ἐναλλαγὴν ἔχων λυ πηθήσεται διὰ θάνατον παίδων ἢ πατρὸς ἢ μητρὸς κατὰ τὴν φύσιν τοῦ ζῳδίου ἐν ᾧ ἐστιν ὁ Ζεὺς ἢ τὴν φύσιν τοῦ κλήρου καὶ τοῦ κυρίου αὐτοῦ. εἰ δὲ συνοδεύσει τινὶ τῶν κλήρων ἤ τινι τῶν ἀκτίνων ἢ δωδεκατημορίων ἐν τοῖς δυσὶ καιροῖς ἢ ἐπιβλέψει τούτοις ἐναντίῳ σχήματι, δηλοῖ λύπας καὶ ἀκαταστασίας ἐπ ἐκείνοις ὧν εἰσι δηλωτικὰ τὰ προειρη μένα. σκεπτέον δὲ καὶ τοὺς πρὸς αὐτὸν σχηματισμοὺς τῶν ἀστέρων καὶ τὰς συνόδους· εἰ γὰρ τοιουτοτρόπως δια κείμενον θεάσονται αὐτὸν οἱ κακοποιοὶ ἀστέρες ἀπὸ τρι γώνου ἢ ἑξαγώνου, οὐ δηλώσει μέγιστον σύμπτωμα διὰ τὸ τοῦ σχηματισμοῦ σύμφωνον καὶ τὸ φίλιον τῆς κρά σεως, πλὴν διὰ τὴν οἰκείαν ἀδυναμίαν καὶ τὴν κάκωσιν οὐ δύναται καταλαβεῖν τὸ τῆς εὐτυχίας τέλειον. ὁ δὲ κεκα κωμένος ἀστὴρ προστίθησι τῇ κακώσει αὐτοῦ ἐπ ἐκεί νοις τοῖς πράγμασιν ὧν ἐστι δηλωτικός· λυπηθήσεται γὰρ ὁ τὴν ἐναλλαγὴν ἔχων ἐπὶ τοῖς τοιούτοις καὶ μόχθον καὶ κόπον ὑποστήσεται· τὸ δὲ τετράγωνον καὶ διάμετρος τὸ ἀνάπαλιν, περὶ ὧν ἐν τοῖς ἑξῆς ἐροῦμεν. Τοῦ μὲν οὖν Διὸς ὄντος χρονοκράτορος καὶ τοῦ Ἄρεως εὖ ἔχοντος κατὰ πῆξιν καὶ κατὰ πάροδον, συσχηματιζομέ νου τούτου ἐκ τετραγώνου καὶ καθυπερτεροῦντος αὐτὸν τοῦ Διός, στηρίζεται ἡ βάσις αὐτοῦ καὶ ἄρξει τῆς ἰδίας πόλεως πολλάκις καὶ τεύξεται παρὰ βασιλέων καὶ στρατη γῶν ἀξίας καὶ ὠφελείας, πλὴν λυπηθήσεται διὰ τέκνα καὶ πλοῦτον καί τι μέρος βλαβήσεται πλούτου τῶν γονέων αὐτοῦ. εἰ δὲ συσχηματισθῶσιν τοιούτῳ σχήματι ἐν τοῖς δυσὶ καιροῖς καὶ τύχωσιν ἄμφω κεκακωμένοι, ἀφαιρεῖται ἃς προείπομεν εὐτυχίας καὶ ὑποστήσεται ὁ τὴν ἐναλλα γὴν ἔχων ἐναντιότητας καὶ ἐξόδους ἀφορήτους. εἰ δὲ ὁ Ἄρης καθυπερτερεῖ αὐτοῦ καὶ ὦσιν οἱωσδήποτε, βλαβή σεται ὁ τὴν ἐναλλαγὴν ἔχων παρὰ μεγιστάνων καὶ ἐξου σιαστῶν καὶ ἀρχόντων τῶν μετάλλων· λυπηθήσεται δὲ καὶ διὰ στέρησιν ὠφελειῶν καὶ πλούτου καὶ ἀναστροφῆς καὶ τέκνου καὶ διά τινα δόλον καὶ πανουργίαν καὶ φθόνον καὶ συκοφαντίαν καὶ ἔριδα καὶ πλεονάσει ὁ κόπος αὐτοῦ· πρὸς τούτοις εἰ ἀκάκωτοι ὦσι συσχηματιζόμενοι τοιούτῳ σχήματι ἐν τοῖς δυσὶ καιροῖς, ἔσται ἐλάττονα τὰ δεινά. εἰ δὲ ἐπιβλέψει τοῦτον ὁ Ἄρης ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ δια μέτρου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ὑποστήσεται τῷ ἔτει ἐκείνῳ λύπας διὰ δόξαν καὶ γυναῖκας καὶ τέκνα καὶ [καὶ] ὄψεται θάνατόν τινος τῶν ἀντιλαμβα νομένων παρ αὐτοῦ· ἴσως δὲ καὶ συζευχθήσεται γυναικὶ ἢ τεχθήσεται αὐτῷ παῖς· πληθύνουσι δὲ αἱ ἔριδες αὐτοῦ καὶ τὰ κατ αὐτὸν πράγματα συνταραχθήσονται καὶ δια φθερεῖ πλοῦτον καὶ ἐπικτήσεται ἕτερον· κἀκείνῳ τῷ ἔτει ἕξει ἀκαταστασίας ἄχρις τῆς ἡμισείας αὐτοῦ. εἰ δὲ ἄμφω ὑπάρχουσιν ἀκάκωτοι ἐν τοῖς δυσὶ καιροῖς, ὀλίγα τινὰ τῶν προφασισθέντων συμβήσεται ἢ προφάσει τῶν τοιού των πολλὰς ὀχλήσεις καὶ κινήσεις ὑποστήσεται καὶ ὑπο πτεύσει παθεῖν μέγιστα ἐναντιώματα, πλὴν οὐ πείσεται. Εἰ δὲ τοῦ Διὸς ὄντος χρονοκράτορος ὑπάρχει σὺν αὐτῷ ὁ Ἥλιος ἀκάκωτος κατά τε πῆξιν καὶ κατὰ πάροδον, συσχηματίζεται δὲ τούτῳ ἐκ τετραγώνου καὶ ἐπιδε κατεύει τοῦτον ὁ Ἥλιος, προστεθήσεται ἐν ἐκείνῳ τῷ ἔτει ἡ δόξα αὐτοῦ καὶ ἡ δόξα τοῦ πατρὸς αὐτοῦ καὶ ὠφε ληθήσεται ἐν διαφόροις πράγμασιν· εἰ δὲ κεκακωμένοι εἰσίν, ὑποστήσεται αὐτός τε καὶ οἱ γονεῖς αὐτοῦ ἔνδειαν καὶ στενοχωρίαν ἐν πλούτῳ καὶ ξενωθήσονται καὶ ἀπο δημήσουσιν ἀποδημίαν ἀνεύφραντον καὶ πρὸς ὑπερέχοντα πρόσωπα διαφορὰς ἕξουσιν· ἔσται δὲ τὰ τοιαῦτα πρός ωπα γνώριμα αὐτοῖς ἢ γειτονοῦντα ἢ συγγενικὰ καὶ φθονη θήσονται παρ αὐτῶν. εἰ δὲ ὁ Ζεὺς ἐπιδεκατεύει τὸν Ἥλιον καὶ ὑπάρχωσιν ἄμφω ἀκάκωτοι ἐν τοῖς δυσὶ και ροῖς, εὑρήσει ὁ τὴν ἐναλλαγὴν ἔχων ἀγαθὰ τῷ ἔτει ἐκείνῳ πρὸς δὲ καὶ οἱ γονεῖς αὐτοῦ καὶ ὠφελείας καὶ δό ξας καὶ ἀξίας καὶ τιμὴν ὑπερέχουσαν· εἰ δὲ κεκακωμένοι εἰσί, λυπηθήσονται ταῖς τῶν τοιούτων προφάσεσι. εἰ δὲ ὁ Ἥλιος ἐπιβλέπει τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ διαμέτρου καὶ [ὑ] ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, ἔσται ἐν ἐκείνῳ τῷ ἔτει εὐφρόσυνος ἐν πᾶσι τοῖς κατ αὐτὸν καὶ προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἐγχειρισθήσεται παρὰ ἐξουσιαστοῦ καὶ παρά τινων ἐνδόξων προσώπων μυστικὰς ὑποθέσεις καὶ συμβουλεύσονται τούτῳ οἱ βασιλεῖς εἰς τὰς οἰκείας ὑπο θέσεις καὶ ὑπακούσουσι ταῖς βουλαῖς αὐτοῦ· εἰ δὲ τῷ προειρημένῳ συσχηματισθῶσι σχήματι καὶ ὑπάρχουσι κε κακωμένοι, οὐ μόνον ἐλαττωθήσεται πάντα τὰ προειρη μένα, ἀλλὰ καὶ βλάβην τῇ προφάσει τῶν τοιούτων ἕξου σιν. Εἰ δὲ τοῦ Διὸς ὄντος χρονοκράτορος ὑπάρχουσιν αὐτός τε καὶ ἡ Ἀφροδίτη ἀκάκωτοι κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματισθῶσιν ἀλλήλοις ἀπὸ τετραγώ νου, τοῦ Διὸς ἐπιδεκατεύοντος αὐτήν, ἐν ἐκείνῳ τῷ ἔτει προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ὠφεληθήσεται διὰ γυ ναικῶν καὶ ἔσται εὐβίοτος καὶ χρήσεται καθαρότητι καὶ ἀνθέξεται τοῦ οἰκείου δόγματος καὶ τῶν ἑπομένων αὐτῷ καὶ ἔργα ποιήσει ὁσιότητος καὶ δικαιοσύνης· εἰ δὲ ὑπ άρχουσι κεκακωμένοι, ὑποστήσεται πειρασμοὺς προφάσει τῶν εἰρημένων. εἰ δὲ ἡ Ἀφροδίτη ἐπιδεκατεύει τὸν Δία καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι ἐν τοῖς δυσὶ καιροῖς, ἀγωνισθήσεται ὁ ἔχων τὴν ἐναλλαγὴν τῷ ἔτει ἐκείνῳ περὶ τὰς παιδιὰς καὶ περὶ τὴν τῶν γυναικῶν ὁμιλίαν δι ἃς καὶ λυπηθήσεται· κτήσεται δὲ καὶ παρ ἑτέρων γυναικῶν πλοῦτον· βλάψει δὲ καί τινας καὶ ἀγανακτήσει ἐπί τινι τῶν φίλων αὐτοῦ καί τινα τῶν χρημάτων αὐτοῦ διαφθαρήσον ται ὡσαύτως καὶ τῶν ἐδεσμάτων· εἰ δὲ ἄμφω ὑπάρχουσιν ἀκάκωτοι, ὠφεληθήσεται καὶ εὐφρανθήσεται ἐπὶ πᾶσιν οἷς προείπομεν. εἰ δὲ ἐκ διαμέτρου ἐπιβλέψει τοῦτον ἡ Ἀφροδίτη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ εὐχαρι στηθήσεται παρὰ πολλῶν καὶ ἐπαινεθήσεται καὶ ἀγαπη θήσεται καὶ ἄρξει τῶν ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐπικτή σεται πλοῦτον καὶ συντηρήσει αὐτόν· εἰ δὲ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἐλαττωθήσονται πάντα ὅσα προ είπομεν καὶ λυπηθήσεται τῇ τούτων προφάσει. Εἰ δὲ ὁ Ζεύς ἐστι χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ὁ Ἑρμῆς ἀκάκωτοι κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματισθῶσιν ἀλλήλοις ἀπὸ τετρα γώνου, τοῦ Διὸς ἐπιδεκατεύοντος αὐτόν, προστεθήσεται ὁ τὴν ἐναλλαγὴν ἔχων τῇ μαθήσει τῶν γραμμάτων καὶ συνεργήσει πολλοῖς καὶ διὰ τὴν ἐνέργειαν αὐτοῦ ἐπικτή σεται ἀγαθὰ καὶ ὠφέλειαν· εἰ δὲ ὑπάρχωσιν ἄμφω κεκα κωμένοι, ἐλαττωθήσεται τὰ εἰρημένα καὶ λυπηθήσεται προφάσει αὐτῶν. εἰ δὲ ὁ Ἑρμῆς ἐπιδεκατεύει τοῦτον ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἐστε νοχωρημένος ἔσται κατὰ τὴν τοῦ πλούτου ἐπίκτησιν· εὐφρανθήσεται δὲ καὶ ἐπὶ κέρδει εὐτελεῖ καὶ ὠφελείᾳ μηδαμινῇ καὶ ἔσται ἀχάριστος πρὸς τοὺς ἀνθρώπους καὶ δυσχεραίνων ἐπὶ τῇ σὺν τούτοις ἀναστροφῇ καὶ βλάψει τινὰς καὶ ἀδικήσει· εἰ δὲ ἀκάκωτοι ὦσιν, ὠφεληθήσεται καὶ εὐφρανθήσεται ἐπὶ πᾶσιν οἷς προείπομεν. εἰ δὲ ὁ Ἑρμῆς ἐπιβλέψει τὸν Δία ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ δια μέτρου καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, προστεθήσεται ἐν ἐκείνῳ τῷ ἔτει ἡ τούτου παίδευσις καὶ ἡ γνῶσις καὶ διαγνώσεται μυστήρια κρύφια καὶ μεταχειρίσ[θησ]εται πράσεις καὶ ἀγορασίας καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ ἀγαπηθήσεται παρὰ τῶν ἐν τῷ οἴκῳ αὐτοῦ· εἰ δὲ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἐλαττωθήσονται πάντα ὅσα προείπομεν καὶ ἕνεκε τούτων λυπηθήσεται. Εἰ δὲ τοῦ Διὸς ὄντος χρονοκράτορος αὐτός τε καὶ ἡ Σελήνη ἀκάκωτοι κατά τε πῆξιν καὶ κατὰ πάροδον, συσχη ματίζονται δὲ ἀλλήλοις ἀπὸ τετραγώνου, καθυπερτερεῖ δὲ ταύτην ὁ Ζεὺς εἴτε νυκτερινή ἐστιν ἡ ἐναλλαγὴ εἴτε ἡμε ρινή, ὁ τὴν ἐναλλαγὴν ἔχων καὶ οἱ γονεῖς αὐτοῦ ἐν ἀγαθοῖς ἔσονται τῷ ἔτει ἐκείνῳ καὶ παρὰ πάντων ἐπαινούμενοι· ὠφεληθήσονται δὲ καὶ παρὰ συγγενῶν καὶ προσθήκην δέξονται δόξης· εἰ δὲ κεκακωμένοι εἰσίν, ὕφεσιν δέξονται τὰ εἰρημένα καὶ τῇ τούτων προφάσει λυπηθήσονται. εἰ δὲ ἡ Σελήνη καθυπερτερεῖ αὐτὸν καὶ ὑπάρχουσιν ἀκάκω τοι, ἐπαινεθήσονται παρὰ πολλῶν καὶ τιμηθήσονται παρὰ ἀρχόντων καὶ ἰδιωτῶν· εἰ δὲ κεκακωμένοι εἰσίν, ἐλλείψουσι τὰ εἰρημένα καὶ ἔριδας ὑποστήσονται καὶ δόξης καὶ πλού του ἐλάττωσιν καὶ ἁμαρτήσονται περὶ τῆς ἰδίας οἰκονο μίας. εἰ δὲ ἐφορᾷ τοῦτον ἡ Σελήνη ἀπὸ διαμέτρου ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, εἰ δὲ ἡ Σελήνη ἐλαττόνων μοιρῶν, ἐν ἐκείνῳ τῷ ἔτει προστεθήσε ται ἡ δόξα αὐτοῦ καὶ ἐπικτήσεται πλοῦτον καὶ εὐφρανθή σεται ἐπὶ συγγενέσι καὶ τέκνοις καὶ ὁμιλήσει βασιλεῦσι καὶ ἄρχουσι καὶ ἐν εὐεξίᾳ ἔσται καὶ οἴησιν ἕξει περὶ αὐτοῦ καὶ τῷ οἰκείῳ λογισμῷ ἀρκεσθήσεται μὴ συμβουλευόμενος ἑτέρῳ· εἰ δὲ καὶ ἀποδημήσει, ὑποστρέψει· εἰ δὲ κεκακω μένοι ὦσιν ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχει ἡ Σελήνη πλειόνων μοιρῶν, ἐλάττωσιν ὑποστήσεται πλούτου καὶ λυπηθήσεται διὰ διαφόρους αἰτίας καὶ μάλιστα κατὰ τὴν τοῦ χρόνου ἀρχήν.
Περὶ δὲ τοῦ συσχηματισμοῦ τοῦ Κρόνου πρὸς αὐτὸν προείπομεν ἐν οἷς διεξήλθομεν περὶ τῆς τοῦ Κρόνου δια θέσεως. καὶ αὗται μέν εἰσιν αἱ τοῦ Διὸς σημασίαι ὅτε ἀγα θύνεται καὶ συνοδεύουσιν αὐτῷ ἢ συσχηματίζονται ἀστέ ρες ἀγαθοποιοὶ ἢ ὅτε κακύνεται καὶ συνοδεύουσι τούτῳ ἢ ἐφορῶσιν ἀστέρες κακοποιοί. εἰ δὲ ἀγαθυνόμενος ὁ Ζεὺς ἐφορᾶται ὑπὸ ἀστέρος κακοποιοῦ ἢ κακυνόμενος συσχη ματίζεται ἀστέρι ἀγαθοποιῷ, τὰ αὐτὰ σημαίνει οἷα καὶ ἐπὶ τοῦ Κρόνου προείπομεν.
Ἔννατον. Περὶ τῆς σημασίας τοῦ Διὸς χρονο κράτορος ὄντος κατὰ τὴν ἐν τοῖς τόποις αὐτοῦ πάροδον
Ὅτε ὑπάρχει χρονοκράτωρ ὁ Ζεὺς καὶ ᾖ κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀκάκωτος καὶ ἐν ἰδίῳ οἴκῳ ἢ ἐν ᾧ ἔχει λόγον καὶ ὑπάρχει ἐν ἑνὶ τῶν τεσσάρων κέντρων εἴτε τῶν κατὰ πῆξιν εἴτε τῶν κατὰ πάροδον τῆς ἐναλλα γῆς εἴτε τῶν κατὰ τὸν ὡροσκόπον τῆς ἐναλλαγῆς, ἔσται περίφημος ἐν ἐκείνῳ τῷ ἔτει καὶ προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἡ ἀξία καὶ ὁ πλοῦτος. καὶ εἰ μέν ἐστιν ἐν τῷ μεσουρανίσματι, ἔσονται τὰ τοιαῦτα προφάσει μεγιστάνων· εἰ δὲ ἐν τῷ ὡροσκόπῳ, ἐξ ἰδίας κινήσεως καὶ ἀγῶνος καὶ οἰκείου ἔργου· εἰ δὲ ἐν τῷ δύνοντι, ἔσται τὰ τοιαῦτα προφάσει γυναικῶν καὶ ἐναντίων· εἰ δὲ ἐν τῷ ὑπογείῳ, προφάσει γονέων καὶ συγγενῶν καὶ ἐγγαίων καὶ οἰκημά των. εἰ δὲ ἐν τοῖς τοιούτοις τόποις ὑπάρχει κεκακωμένος ἢ ἀναποδίζων, δηλοῖ δόξης ὕφεσιν καὶ διαφθορὰν πλούτου καὶ ἀμέλειαν αὐτοῦ περὶ τὰς ἐπικτήσεις· λυπηθήσεται δὲ κατὰ τὴν σημασίαν τοῦ κέντρου ἐν ᾧ ἐστιν. Εἰ δὲ ὁ Ζεὺς χρονοκράτωρ ὢν καὶ ἐν τοῖς δυσὶ καιροῖς ἀκάκωτος ὑπάρχει ἐν τῷ ια, ἐν ἐκείνῳ τῷ χρόνῳ ἔσται εὐβίωτος καὶ ἐν ἀνέσει πάσῃ καὶ παρὰ πολλῶν ἐπαινε θήσεται καὶ ὠφεληθήσονται οἱ φίλοι αὐτοῦ δι αὐτοῦ· εἰ δὲ κεκακωμένος ἐστίν, ἔσται πολύφροντις καὶ κακοϋπόληπτος, μὴ ποιῶν ἔργον ὠφέλιμον· λυπηθήσεται δὲ καὶ διὰ φίλους καὶ διά τινας ἐλπίδας. Εἰ δὲ ὁ Ζεὺς χρονοκράτωρ ὢν ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ε ἀκάκωτος, τέκνων εὐμοιρήσει γονῆς εἴπερ ἡ καταρχὴ ἐδήλου τέκνων γένεσιν· καὶ εὐφραν θήσεται ἐπὶ τέκνοις εἴ γε ἔχει τέκνα· εἰ δὲ κεκακω μένος ἐστί, λυπηθήσεται διὰ τέκνα καί τινας πρεσβείας καὶ δεξιώματα. Εἰ δὲ ὁ Ζεὺς χρονοκράτωρ ὢν ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει ἐν τῷ θ ἢ τῷ τρίτῳ ἀκάκωτος, ἐπαινεθήσεται τῷ ἔτει ἐκείνῳ ἐπ εὐσεβείᾳ καί τινα ποιήσεται ἀποδημίαν ἕνεκε τῆς πρὸς Θεὸν θρησκείας καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ εὐφρανθήσεται ἐπ ἀδελφοῖς καὶ ἐπὶ φήμαις τισίν· εἰ δὲ κεκακωμένος ἐστίν, ἔσται κενόδοξος ἐν ἐκείνῳ τῷ ἔτει καὶ φήμας δέξεται ἐναντίας καὶ βλάβας καὶ λύπας δέξεται προφάσει ἀδελφῶν καὶ καταφρονήσει τῆς ἰδίας πίστεως καὶ ἐνδοιάσει περὶ αὐτῆς· εἰ δὲ καὶ ἀποδημήσει, πράγμασιν ἀπευκταίοις συναντήσει. Εἰ δὲ ὁ Ζεὺς ἀκάκωτος ὢν ὑπάρχει ἐν τοῖς δυσὶ και ροῖς ἐν τῷ β ἢ τῷ η τόπῳ ἀργίαν καὶ σχολὴν δηλοῖ, πλὴν τεύξεται ὠφελειῶν τινων ἄνευ ζητήσεως καὶ χωρὶς ἀγῶνος ἢ προφάσει νεκρῶν· εἰ δὲ κεκακωμένος ἐστίν, δη λοῖ ἐξόδους πολλὰς ἀπροαιρέτους καὶ λύπας καὶ ἔριδας προφάσει ἐπικτήσεως πλούτου. Εἰ δὲ ὁ Ζεὺς χρονοκράτωρ ὢν ὑπάρχει ἐν τοῖς δυσὶ και ροῖς ἐν τῷ ἢ τῷ ιβ τόπῳ ἀκάκωτος, ἐπαινεθήσεται παρά τινος εὐτελοῦς καὶ συρφετώδους ὄχλου καὶ ὠφελη θήσεται δι ἐναποκλείστων καὶ εἰρηνεύσει μετὰ οἰκείων ἐχθρῶν· εἰ δὲ κεκακωμένος ὑπάρχει ἐν τοῖς δυσὶ τόποις τούτοις, νόσους ὑποστήσεται πνευματώδεις καὶ ἑτέρας τινὰς καὶ λύπας ἕνεκεν ἐχθρῶν καὶ φυλακήν. Εἰ δὲ ὁ Ζεὺς κατὰ πῆξιν ἔν τινι τόπῳ ὢν τύχῃ ἐν ἑτέρῳ τόπῳ κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς εἴτε τὴν αὐτὴν διά θεσιν ἔχων τῇ κατὰ πῆξιν διαθέσει ἢ καὶ ἑτεροῖαν, δεῖ σε σύγκρασιν ποιήσασθαι τῶν διαθέσεων αὐτοῦ τῶν ἐν τοῖς δυσὶ καιροῖς καθὼς προείπομεν ἐν τῷ περὶ τοῦ Κρόνου λόγῳ καὶ κατὰ [πῆξιν] ταύτην ἀποφήνασθαι. εἰ δὲ ὁ Ζεὺς χρονοκράτωρ ὢν ὑπάρχει μάλιστα κατὰ τὸν τῆς ἐναλλαγῆς καιρὸν ἐν τοῖς τέσσαρσι τόποις τοῖς ἀσυνδέτοις τῷ ὡροσκόπῳ, ἐν ἐκείνῳ τῷ ἔτει ὁ τὴν ἐναλλαγὴν ἔχων ἄδοξος ἔσται καὶ οὐ προστεθήσεται αὐτῷ ὠφέλεια καὶ πολλοὶ τῶν φίλων αὐτοῦ καὶ γνωρίμων περιφρονήσουσιν αὐτόν· καταγενήσεται δὲ καὶ περί τινα ἀλυσιτελῆ αὐτῷ πράγματα· τῶν δὲ ὠφελίμων μικρὸν ἢ μηδαμινὸν ποιήσεται λόγον· εἰ δὲ κεκακωμένος ἐστὶν ἐν τοῖς τοιού τοις τόποις, ὑποστήσεται λύπας τῇ τῶν τοιούτων προφάσει.
Δέκατον. Περὶ τῆς σημασίας τοῦ Ἄρεως ὅτε χρονοκράτωρ ἐστὶ καὶ ἀκάκωτοσ
Ὅτε ἐστὶ χρονοκράτωρ ὁ Ἄρης καὶ ὑπάρχει κατά τε πῆξιν καὶ κατὰ πάροδον ἐν τῷ οἰκείῳ φωτὶ προποδίζων καὶ προσθετικὸς τοῖς ἀριθμοῖς καὶ ἐν ἀγαθοῖς τόποις καὶ ἐν οἰκείᾳ αἱρέσει καὶ ἐν ζῳδίῳ ἐν ᾧ ἔχει λόγον, ποιεῖ τὸν ἔχοντα τὴν ἐναλλαγὴν ἐνδύναμον τὴν ψυχὴν καὶ ἀποτρέπει πάντα ὄκνον καὶ ῥαθυμίαν καὶ λύπην, καὶ ἀγχίνους ἔσται καὶ εὐεπίβουλος καὶ πρόθυμος περὶ τὰ ἔργα καὶ ἀνυστικὸς πραγμάτων διαφόρων καὶ δραστήριος ἐν τοῖς ἔργοις καὶ ἀγωνιστικὸς περὶ τὰς ἐπικτήσεις καὶ τεύξεται τῶν ἐπι ζητουμένων παρὰ τῶν ἐξουσιαστῶν καὶ ἔνδοξος ἔσται παρὰ τοὺς κατ αὐτὸν καὶ μεγάλας ὠφεληθήσεται ὠφελείας ἐξ ὧν διαπράττεται καὶ ἡ ἀπόβασις τῶν κατ αὐτὸν πραγμά των ἔσται ἀγαθή. εἰ δὲ ἀκάκωτος ὢν ὁ Ἄρης ἐν ἀλλοτρίῳ ὑπάρχει ζῳδίῳ ἔσται ἡ ὠφέλεια αὐτοῦ παρὰ ἐπηλύδων καὶ ξένων· εἰ δὲ ἐν οἰκείῳ ζῳδίῳ ὑπάρχει, γενήσεται ἡ ὠφέ λεια παρὰ φίλων καὶ γνωρίμων. καὶ εἰ ἔστιν ἐν ἀνθρω ποειδεῖ ζῳδίῳ, ἐπικτήσεται παρὰ ἀνθρώπων φιλίας καὶ εὐφροσύνην καὶ ὠφεληθήσεται δι αὐτῶν καὶ ἐπαινεθή σεται· καὶ εἰ ἔστιν ἐν ὑδατώδει ζῳδίῳ, ἔσται ἡ ὠφέλεια προφάσει ὑδάτων καὶ ὑγρῶν· καὶ τοιουτοτρόπως στοχά ζου καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων. πρόσεχε δὲ καὶ ταῖς ἀκ τινοβολίαις καὶ τοῖς κλήροις καὶ τοῖς δωδεκατημορίοις οἷς συνοδεύει ὁ Ἄρης ἢ συσχηματίζεται ἐν τοῖς δυσὶ καιροῖς σχήμασι συμφώνοις καὶ φίλοις καὶ ποίαν σημασίαν ἔχουσιν οἱ κύριοι αὐτῶν· καὶ κατ ἐκεῖνο τὸ εἶδος ἀποφαίνου τὴν ὠφέλειαν. Εἰ δέ ἐστιν ὁ Ἄρης χρονοκράτωρ καὶ ὑπάρχει ἅμα τῷ Διῒ ἀκάκωτος κατά τε πῆξιν καὶ κατὰ πάροδον ἢ συσχη ματίζεται τούτῳ ἀπὸ τριγώνου ἢ ἑξαγώνου, ὑπάρχει δὲ ὁ τὴν ἐναλλαγὴν ἔχων ἐκ τῶν πολυχρονίων τὴν εὐτυχίαν, προστεθήσεται ἡ εὐτυχία αὐτοῦ καὶ ἡ δόξα καὶ οἱ ὑπ ήκοοι καὶ οἱ ὑποχείριοι καὶ οἱ ὀπαδοὶ καὶ ὁ στρατὸς καὶ ὁδηγήσει στρατεύματα καὶ ἄρξει ἀνθρώπων πολλῶν καὶ ὑποταγήσονται αὐτῷ οἱ ἐχθροὶ αὐτοῦ· εἰ δέ ἐστιν ὁ Ἄρης ἐν τῷ Κριῷ ἢ ἐν τῷ Αἰγοκέρωτι, ἄρξει τῶν ἐχθρῶν αὐτοῦ καὶ προστεθήσεται ἡ δύναμις αὐτοῦ καὶ ἡ συμμαχία καὶ τὰ ὑποζύγια καὶ τὰ ὅπλα καὶ πάντα ὅσα ὁ Ἄρης δηλοῖ. εἰ δέ ἐστιν ὁ τὴν ἐναλλαγὴν ἔχων τῆς μέσης τύχης καὶ ὧν ὁ κατὰ πῆξιν ὡροσκόπος οὐ δηλοῖ τηλικαύτας εὐτυχίας, φιλιωθήσεταί τισιν ἐνδόξοις καὶ περιφανέσι καὶ στρατηγοῖς καὶ στρατιωτικοῖς μεγάλοις προσώποις καὶ ὠφεληθήσεται δι αὐτῶν· εἰ δὲ τῆς κάτω ἐστὶ τύχης, τεύξεται ὠφελείας παρὰ στρατιωτικῶν προσώπων καὶ παρὰ τῶν μετερχο μένων [παρὰ] τὰς ἀρεϊκὰς τέχνας. ἐπισκέπτου καὶ τὸ ζῴδιον ἐν ᾧ ἐστιν ὁ Ἄρης κατά τε πῆξιν καὶ κατὰ πάροδον εἴτε τῶν βασιλικῶν ζῳδίων ἐστὶν εἴτε τῶν τῆς μέσης τύχης εἴτε τῶν εὐτελῶν, καὶ ποίει σύγκρασιν αὐτοῦ τε καὶ τῆς φύσεως τοῦ ζῳδίου. Εἰ δὲ ὁ Ἥλιος ἐφορᾷ τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἡ εὐτυχία καὶ ὁ πλοῦτος· γάμῳ προσομιλήσει καὶ τέκνων τεύξεται καὶ προσθήκην δόξης ἐπικτήσεται παρὰ ἐξουσιαστῶν καὶ μεγιστάνων καὶ στρατιωτῶν καὶ στρατηγῶν καὶ παρὰ πολλῶν ἐπαινε θήσεται. Εἰ δὲ ἡ Ἀφροδίτη ἐφορᾷ τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, ὑπάρχει δὲ καὶ ὁ κύριος τοῦ κλήρου τοῦ γάμου ἐν τῷ ζ συσχηματιζόμενος ἀγαθοποιοῖς, προστεθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ αἱ ὠφέλειαι καὶ γάμῳ συναφθήσεται καὶ ἐνηδυνθήσεται τῇ τῶν γυναικῶν ὁμιλίᾳ καὶ τῇ τούτων συνουσίᾳ καὶ εὐφρανθήσεται ἐπ αὐταῖς καὶ ὠφεληθήσεται δι αὐτῶν καί τισι συνουσιάσει κρύφα καὶ προσθήκην δέξονται τὰ τέκνα αὐτῶν ὡσαύτως καὶ ὁ ἱματισμ[εν]ὸς καὶ φιλιωθήσεται ἄρχουσι καὶ ἐξουσιασταῖς καὶ γυναιξίν· εἰ δὲ ὁ Ἄρης καὶ ἡ Ἀφροδίτη εἰσὶν ἐν ζῳδίῳ ἐν ᾧ ἔχουσι λόγον, ἔσται ταῦτα προφάσει τῆς γυναικὸς αὐτοῦ ἢ τῶν γνωρίμων αὐτοῦ· εἰ ἐν ἀλλοτρίῳ ζῳδίῳ εἰσίν, ἔσται ταῦτα ἐν ἀλλοτρίᾳ γῇ καὶ διὰ ξένων προσώπων. Εἰ δὲ ὁ Ἑρμῆς θεωρήσει τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὦσιν ἀμφότεροι ἀκάκωτοι, προστεθήσεται ἡ εὐφυΐα καὶ ἡ ἀγχίνοια τοῦ τὴν ἐναλλα γὴν ἔχοντος καὶ ἀγωνιστικός ἐστι περὶ τὰ πρακτέα καὶ ταχυκίνητος περὶ τὰ πράγματα καὶ ἐπαινούμενος καὶ προστεθήσεται ἡ λογιότης αὐτοῦ καὶ ἡ παίδευσις καὶ ἡ γνῶσις καὶ ἡ κατανόησις. Καὶ ἐὰν ἐπιθεωρήσῃ τοῦτον ἡ Σελήνη ἐν τοῖς δυσὶ και ροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω ἀκά κωτοι, ᾖ δὲ καὶ ἡ ἐναλλαγὴ νυκτερινὴ καὶ ἡ Σελήνη λειψιφωτοῦσα, σημαίνει ἐπίκτησιν ἀγαθῶν καὶ ὠφελείας καὶ εὐόδωσιν ἐν ταῖς ἀνὰ χεῖρα δουλείαις καὶ εὐφροσύνην ἐφ οἷς μεταχειρίζεται πράγμασι. τῆς δὲ συνοδίας τῶν ἀστέρων πρὸς αὐτὸν καὶ τῶν λοιπῶν σχματισμῶν οὐκ ἐμνήσθη διὰ τὸ ἐναντίον δηλοῦν, τοῦ προκειμένου σκόπου ὄντος περὶ σχημάτων ἀγαθῶν.

ια. Περὶ τῆς τοῦ Ἄρεως σημασίας ὅτε ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχει κεκακωμένοσ
Ὅτε ἐστὶν ὁ Ἄρης χρονοκράτωρ καὶ ὑπάρχει κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀναποδίζων ἢ ὕπαυγος ἢ ἐγκάρ διος ἢ ἑσπέριος ἢ ἐν ἀλλοτρίῳ τόπῳ καὶ τῶν κέντρων ἀποκεκλικὼς καὶ ἐν κακοῖς τόποις, δηλοῖ τῷ ἔτει ἐκείνῳ ὀξυθυμίαν τοῦ ἔχοντος τὴν ἐναλλαγὴν καὶ τοῦ φρονήματος αὐτοῦ κλυδωνισμὸν καὶ ταραχὴν καὶ ἀφροσύνην τοῦ λογις μοῦ καὶ τὸ ταραχῶδες τῆς διανοίας καὶ τὸ πεφυρμένον καὶ τὸ ἄπορον ἐν τοῖς πρακτέοις· βλαβήσεται δὲ ἀπὸ θηρίων καὶ ἀλόγων καὶ πυρὸς καὶ θερμασίας καὶ αἵματος καὶ νό σων διαφόρων καὶ ἀποδημιῶν ἀσυμφόρων καὶ ἀχρήστων ξενιτειῶν καὶ βλάβην τῶν ἀδελφῶν τῶν τε ἀρρένων καὶ τῶν θηλείων· ταῦτα δὲ πάντα γενήσονται κατὰ τὴν ση μασίαν τοῦ Ἄρεως καὶ τοῦ ζῳδίου ἐν ᾧ ἐστι. καὶ εἰ μέν ἐστιν ὕπαυγος, δηλοῖ βλάβην ἀπὸ πυρὸς καὶ ἐμπρησμοῦ καὶ κλοπῆς καὶ κρυφίων πραγμάτων καὶ σκαιωρημάτων καὶ δόλων καὶ νόσων ἐνδοτέρων· εἰ δὲ κακοῦται ὁ Ἄρης ἑτέρῳ προσώπῳ ὧν προείπομεν, δεῖ ποιῆσαι σύγκρασιν αὐτοῦ καὶ τοῦ ζῳδίου ἐν ᾧ εἰσιν αὐτός τε καὶ ὁ βλάπ των αὐτὸν κακοποιός· καὶ κατὰ τοῦτο ἀποτελεῖν. εἰ μὲν γὰρ ὦσιν ἐν ἀνθρωποειδέσι ζῳδίοις, ἔσται ἡ βλάβη ἀπό τινων ἔργων οἰκείων καί τινων λόγων ἰδίων καὶ μάχης καὶ ἀδικίας καὶ ἐχθρῶν καὶ κλοπῆς καὶ λῃστουργίας· εἰ δὲ σὺν τούτοις ὁ Ἄρης στηρίζει ἢ βραδυκίνητός ἐστιν, ἐπιτείνει τὰ δεινά· δηλοῖ δὲ καὶ πληγὰς καὶ δεσμὰ καὶ φυλακὴν καὶ ὀργάς, καὶ μάλιστα εἰ ὑπάρχει ἐν ἐχθροῦ ζῳδίῳ. εἰ δέ ἐστιν ἐν ζῳδίῳ θηριώδει ἢ ἑρπετώδει, ἔσται ἡ βλάβη ἀπὸ θηρίων καὶ ἑρπετῶν· εἰ δέ ἐστιν ἐν ἑτέρῳ ζῳδίῳ, δηλοῖ ῥεῦσιν αἵματος καὶ τραύματα καὶ ἑλκώσεις καὶ καυστηρίας ἀπὸ πυρὸς καὶ νόσους ἀπὸ θερμότητος καὶ ἀποδημίας ἀχρή στους. εἰ δὲ πρὸς τούτοις ὑπάρχει ἐν ἰδίῳ οἴκῳ ἢ ἐν οἴκῳ φίλου αὐτοῦ, ἔσται μετριωτέρα ἡ βλάβη καὶ ἀπό τινος γνωρίμης ὑποθέσεως· εἰ δὲ ἐν ἀλλοτρίῳ ζῳδίῳ ὑπάρχει ἢ ἐν οἴκῳ ἐχθροῦ, δυναμικώτερα καὶ ἐπιμονώτερα ἔσται τὰ κακά. εἰ δὲ ἐν οἰκείᾳ αἱρέσει ἐστίν, ὀλίγη ἔσται ἡ βλάβη. εἰ δὲ κεκακωμένος ὢν ὑπάρχει καὶ ἐπίκεντρος, πλείων ἔσται ἡ διαφθορά. ἐπισκέπτου δὲ καὶ τὰς ἀκτῖνας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια οἷς συνοδεύει ὁ Ἄρης ἢ συσχηματίζεται ἐν τοῖς δυσὶ καιροῖς ἐναντίῳ σχή ματι· δηλοῦσι γὰρ καὶ ταῦτά τινα συμπτώματα. ὅτε οὖν δηλώσει τι ὁ Ἄρης σύμπτωμα ἐν ταῖς νυκτεριναῖς ἐναλ λαγαῖς, ταχέως διαλυθήσεται· εἰ δὲ τοῦ Ἄρεως ὄντος χρονοκράτορος ἐπιβλέψει τοῦτον ἀστὴρ κεκακωμένος ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου, παρεισάγει τῷ ἔχοντι τὴν ἐναλλαγὴν βλάβην κατὰ τὴν οἰκείαν φύσιν. Εἰ δὲ τοῦ Ἄρεως ὄντος χρονοκράτορος ὑπάρχει καὶ ὁ Ἥλιος ἅμα τούτῳ κεκακωμένος κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ ἐφορᾷ τοῦτον ἀπὸ τετραγώνου, τοῦ Ἄρεως καθυπερτεροῦντος αὐτόν, ἔσται ὁ ἔχων τὴν ἐναλλαγὴν ἐπισπούδατος καὶ ἀλόγιστος καὶ ἐριστικὸς καὶ περίλυπος, φροντίζων περὶ διαφόρων πραγμάτων καὶ περὶ πλούτου καὶ ἀναλωμάτων, καὶ σύμπτωμα γενήσεται δεινὸν περὶ τὰ τέκνα αὐτοῦ ἢ ἀπολεσθήσεταί τις ἐξ αὐτῶν, καὶ μάλιστα εἰ ὑπάρχει ἡμερινὴ ἡ ἐναλλαγὴ καὶ ὑπάρχουσιν ἀμφό τεροι ὑπὲρ γῆν. εἰ δὲ ὁ Ἥλιος καθυπερτερεῖ αὐτόν, περι πεσεῖται νόσοις καὶ κλιμακτῆρσι διαφόροις καὶ δεηθή σεταί τινος τῶν ἐξουσιαστῶν καὶ ὑποστήσεται παρ αὐτοῦ βλάβας. εἰ δὲ ὁ Ἥλιος ἐφορᾷ τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἡμέρας ἀπὸ διαμέτρου, κεκακωμένων ἀμφοῖν ὄντων, ὑπο στήσεται τῷ ἔτει ἐκείνῳ λύπας καὶ διάφορα συμπτώματα καὶ πεσεῖται ἀπὸ ὕψους καὶ ὑποστήσεται ὁ πατὴρ αὐτοῦ σύμπτωμα ἐναντίον ἢ βιαίῳ τελευτήσει θανάτῳ· εἰ δὲ νυκτερινή ἐστιν ἡ ἐναλλαγή, ἔσται ῥάθυμος καὶ μηδὲν κατορθῶν, ἀλλὰ καὶ εἴ τινος κατάρξεται ἔργου, οὐ τελειώ σει αὐτό· καταναλώσει δὲ πλοῦτον καὶ ὑποστήσεται στενοχωρίαν ἐν τοῖς ἀνὰ χεῖρα. εἰ δὲ συνοδεύσει τούτῳ ὁ Ἥλιος ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκα κωμένοι, ἔσται ἐν ἐκείνῳ τῷ χρόνῳ πολυμετάμελος, μὴ ἐπιμένων τινὶ πράγματι, καὶ μεμφθήσεται παρὰ πολλῶν καὶ ψεχθήσεται καὶ διαφόρους λύπας ὑποστήσεται· ἴσως δὲ καὶ παρὰ σιδήρου ἢ πυρὸς ἢ ὀργῆς βασιλικῆς πειρα θήσεται καὶ τὸν πατρικὸν διασκεδάσει πλοῦτον καὶ ἀλγή σει τοὺς ὀφθαλμοὺς ἢ σύμπτωμα περὶ τούτους γενήσεται καὶ κλιμακτῆρα ὑποστήσεται μέγαν ὁ πατὴρ αὐτοῦ ἢ φθαρήσεται, καὶ μάλιστα εἰ ὑπάρχει ἐπίκεντρος ἢ κέντρῳ ἐπαναφερόμενος. εἰ δὲ συνοδεύει αὐτῷ ὁ Ἥλιος ἢ συσχη ματίζεται ἐν τῷ ἑνὶ καιρῷ, ἔσται τὰ ῥηθέντα ἐλάττονα. Εἰ δὲ ὁ Ἄρης χρονοκράτωρ ὢν ἅμα τῇ Ἀφροδίτῃ ὑπάρχει κεκακωμένος κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχη ματισθῶσιν ἀλλήλοις ἀπὸ τετραγώνου, τοῦ Ἄρεως καθ υπερτεροῦντος αὐτήν, λυπηθήσεται ὁ τὴν ἐναλλαγὴν ἔχων προφάσει γυναικῶν καὶ ἐχθρῶν καὶ ἀνακαινισθήσονται αὐτῷ ἔχθραι καὶ βλαβήσεται, δι αὐτῶν· συνουσιάζει δὲ δουλίσιν ἢ διὰ γάμον καὶ συνουσίαν ἐπιχειρήσει αἰσχροῖς πράγμασιν. εἰ δὲ ἡ Ἀφροδίτη καθυπερτερεῖ αὐτόν, ἀμ φοτέρων τοιουτοτρόπως διακειμένων, ἔσται τὰ ῥηθέντα, πλὴν ἐλάττονα καὶ βελτίονα. εἰ δὲ ἡ Ἀφροδίτη ἐφορᾷ τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἐκ διαμέτρου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἔσται τῷ ἔτει ἐκείνῳ πολυμετάβλητος καὶ λυπηθήσεται προφάσει τέκνων καὶ ἐχθρῶν καὶ γυναι κῶν καί τινες τούτων νοσήσουσιν ἢ τελευτήσουσιν. εἰ δὲ συνοδεύει τούτῳ ἡ Ἀφροδίτη ἐν τοῖς δυσὶ καιροῖς, ἀμφο τέρων κεκακωμένων, τὰ αὐτὰ δηλοῖ οἷς ἐπὶ τοῦ τετραγωνισμοῦ εἴπομεν· εἰ δὲ συνοδεύει τούτῳ ἡ Ἀφρο δίτη ἢ συσχηματίζεται ἐν τῷ ἑνὶ καιρῷ ἢ ἀκάκωτοι ἄμφω ὑπάρχουσιν, ἐλάττονα ἔσται τὰ δεινά. Εἰ δὲ τοῦ Ἄρεως ὄντος χρονοκράτορος ὑπάρχουσιν αὐτός τε καὶ ὁ Ἑρμῆς κεκακωμένοι κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματίζονται ἀλλήλοις ἐκ τετραγώνου, τοῦ Ἄρεως ἐπιδεκατεύοντος, ἐν ἐκείνῳ τῷ ἔτει βλάψει τινὰς βλάβην φανερὰν ἄνευ τῆς οἱασοῦν προφάσεως καὶ συκο φαντήσει τινὰς καὶ κατηγορήσει καὶ μάχας ἕξει πολλάκις μετά τινων διά τινας οἰκονομίας καὶ βλαβήσεται τὰ μέγι στα προφάσει αὐτῶν καὶ προφάσει λόγων καὶ κατηγορη θήσεται ἐφ οἷς οὔτε ἔπραξεν οὔτε ἐλάλησε, καὶ μάλιστα εἰ ἡμερινὴ ὑπάρχει ἡ ἐναλλαγὴ διὰ τὸ παραιρέτην εἶναι τὸν τοῦτον τοῦ Ἄρεως· εἰ δὲ νυκτός ἐστιν ἡ ἐναλ λαγή, ἐλαττοῦται πάντα ὅσα προείπομεν. εἰ δὲ ὁ τοῦ Ἑρμοῦ καθυπερτερεῖ τὸν τοῦ Ἄρεως, ἐν ἐκείνῳ τῷ ἔτει ἀδικήσει τινὰς καὶ κακοϋπόληπτος ἔσται καὶ ἁψίκορος καὶ μνησί κακος καὶ ἅρπαξ τῶν πραγμάτων καὶ ἀγωνιστικὸς περὶ τὴν τοῦ πλούτου συναγωγήν. εἰ δὲ ὁ τοῦ Ἑρμοῦ ἐφορᾷ τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ διαμέτρου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἔσται ἐν ἐκείνῳ τῷ ἔτει ἀναιδὴς καὶ ἀναίσχυντος, τὸ ψεῦδος ἀσπαζόμενος καὶ τὴν ἀλήθειαν ἀποστρεφόμενος καὶ ἐπιχειρῶν δόλοις καὶ πανουργίαις· ἴσως δὲ καὶ δηλητήρια ψηλαφήσει διὰ τὸ βλάψαι τινὰς καὶ στενοχωρηθήσεται ἡ εἴσοδος αὐτοῦ καί τινας ἐγγυή σεται καὶ ἕξει διὰ ταῦτα φιλονεικίας καὶ κρίσεις καὶ βλαβήσεται προφάσει τῶν τοιούτων. εἰ δὲ ἔχει ὁ Κρόνος λόγον εἰς τὸν τοῦ Ἑρμοῦ τόπον, φεύξεται ὁ τὴν ἐναλ λαγὴν ἔχων ἀπὸ τῆς ἰδίας πατρίδος. εἰ δὲ συνοδεύει τού τῳ ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς, ἐν ἐκείνῳ τῷ ἔτει προς τεθήσεται ἡ γνῶσις αὐτοῦ καὶ ἀσπάσεται τοὺς δόλους καὶ τὰς πανουργίας καὶ τὰ ψεύδη καὶ τὰς φιλονεικίας. καὶ ἐὰν ὑπάρχωσι κεκακωμένοι, βλαβήσεται προφάσει τῶν τοιού των· εἰ δὲ ἀγαθύνονται, ὠφεληθήσεται δι αὐτῶν καὶ ἐπαινεθήσεται καὶ τεύξεται ὧν ἐπιθυμεῖ. εἰ δὲ ἄμφω κε κακωμένοι εἰσὶ καὶ ὕπαυγοι, κλέπταις προσομιλήσει καὶ ἐπιτηδεύσεται πλαστὰ γράμματα· εἰ δὲ ἀγαθύνονται, ὠφεληθήσεται προφάσει τῶν τοιούτων. εἰ δὲ συνοδεύει ὁ Ἑρμῆς τῷ Ἄρεϊ εἴτε συσχηματίζεται ἐν τῷ ἑνὶ καιρῷ, ἐλάττονα ἔσται τὰ εἰρημένα. Εἰ δὲ τοῦ Ἄρεως ὄντος χρονοκράτορος ὑπάρχει ἅμα καὶ ἡ Σελήνη κεκακωμένη κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματίζονται ἀλλήλοις ἀπὸ τετραγώνου, τοῦ Ἄρεως καθυπερτεροῦντος, ἐν ἐκείνῳ τῷ ἔτει βλαβήσεται ἡ μήτηρ αὐτοῦ καὶ στενωθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ ὄψεται θάνατόν τινος τῶν φιλουμένων παρ αὐτοῦ ἤ τινος τῶν συγγενῶν αὐτοῦ ἢ ἀρρωστίαν ἕξει περὶ τὸν ἐγκέφαλον δι ἧς καὶ παραφρονήσει, καὶ μάλιστα ἐὰν ὁ Ἄρης ἐν ὁρίοις τοῦ Κρόνου ᾖ καὶ ἡ Σελήνη ἐν ὁρίοις τοῦ Ἄρεως ἢ τοῦ Ἑρμοῦ. εἰ δὲ καθυπερτερεῖ ἡ Σελήνη τὸν τοῦ Ἄρεως, βλα βήσεται ἐν ἐκείνῳ τῷ ἔτει ἡ μήτηρ αὐτοῦ καὶ ἡ μήτηρ τε καὶ αὐτὸσ στενοχωρηθήσονται περὶ τὸν πλοῦτον. εἰ δὲ διαμετρήσει τοῦτον ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, δεινῇ περιπεσεῖται νόσῳ καὶ τμηθήσεται μόριόν τι αὐτοῦ διὰ σιδήρου καὶ λύπας ὑποστήσεται προφάσει γυναικῶν. εἰ δὲ συνοδεύσει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκα κωμένοι, ἔσται πολύκοπος καὶ ἀρρωστήσει δεινῶς καὶ τμηθήσεται μέλος αὐτοῦ διὰ σιδήρου· εἰ δὲ συνοδεύσει τούτῳ ἡ Σελήνη ἐν τῷ ἑνὶ καιρῷ ἢ ἀκάκωτοι ὦσιν ἀμφό τεροι, ἔσται ἐλάττονα τὰ δεινά.
ιβ. Περὶ τῆς σημασίας τῶν τόπων ἐν οἷς τύχῃ ὁ Ἄρης χρονοκράτωρ ὤν
Ὅτε ἐστὶν ὁ Ἄρης χρονοκράτωρ καὶ ὑπάρχει κατά τε πῆξιν καὶ κατὰ πάροδον [καὶ ὑπάρχει] ἀκάκωτος ἐν ἑνὶ τῶν τεσσάρων κέντρων, ἐν ἐκείνῳ τῷ ἔτει ὁ τὴν ἐναλλαγὴν ἔχων τεύξεται ὧν βούλεται ἀπὸ τῶν ἐξουσιαστῶν καὶ τῶν στρατιωτῶν καὶ ἔσται φοβερὸς παρὰ τοῖς ὁμοίοις αὐτῷ, νικητὴς τῶν ἐναντιουμένων αὐτῷ, ἐπαινετὸς ἐν πάσαις ταῖς ἀναστροφαῖς αὐτοῦ, καὶ εὑρήσει ἀξίαν καὶ δόξαν· εἰ δὲ μεσουρανεῖ, τεύξεται παρὰ βασιλέως ὧν βούλεται· καὶ εἰ ἐν ἑτέρῳ τόπῳ ἐστίν, ἔσται αὐτῷ τὰ ἀγαθὰ κατὰ τὴν τοῦ κέντρου φύσιν. εἰ δὲ κεκακωμένος ἐστὶν ἐν τοῖς κέντροις κατά τε πῆξιν καὶ κατὰ πάροδον, ἢ ἐμπρησμὸν ὑποστήσεται ἢ λῃστείαν ἢ ἀπὸ αἵματος ἀρρω στήσει ἢ ἀπὸ θερμῆς τινος διαθέσεως. εἰ δὲ ἀναποδίζει, φεύξεται ἀπὸ τῆς ἰδίας πατρίδος καὶ κινδύνους ὑποστήσε ται καὶ δέος μὴ καὶ ἀπὸ σιδήρου πάθῃ καὶ ἐξόδους ὑπο στήσεται προφάσει ἀποδημιῶν καὶ τέκνων, καὶ μάλιστα ἐὰν ἡμερινὴ τυγχάνῃ ἡ ἐναλλαγὴ καὶ ὑπάρχει ἐν τῷ μες ουρανήματι· εἰ δὲ ἐν τῷ δύνοντί ἐστι, συμβήσονται αὐτῷ νόσοι καὶ διὰ σιδήρου τομαὶ καὶ λύπαι διάφοροι, πλὴν ἐπικρατήσει τῶν ἐχθρῶν αὐτοῦ· εἰ δὲ ἐν τῷ δ ἐστί, δια φθαρήσεται οἰκήματα αὐτοῦ καὶ ὁ οἶκος ἐν ᾧ καταμένει καὶ πλοῦτον καταναλώσει καὶ συμφορὰς ὑποστήσεται διὰ διαφόρους αἰτίας, ὕστερον δὲ τούτων ἀπαλλαγήσεται. Εἰ δέ ἐστιν ὁ Ἄρης χρονοκράτωρ καὶ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ια τόπῳ ἢ ἐν τῷ ε ἀγαθυνόμενος καὶ ἀκάκωτος, δηλοῖ εὐφροσύνην διὰ συγγενῶν καὶ προσθήκην τέκνων καὶ δόξης καὶ ἀξίας προφάσει φίλων καὶ ἔσται ταῦτα πάντα αὐτῷ διὰ στρατιωτικῶν προσώπων· ὠφελη θήσονται δὲ καὶ διὰ ἔργων πυρὸς καὶ αἵματος καὶ φρονή σει περὶ ἀποδημίας πολλάκις, ἴσως δὲ οὐ τελεσθήσεται. εἰ δὲ ὁ Ἄρης τύχῃ ἐπίκεντρος ἢ ἐν τοῖς δυσὶ τόποις τού τοις ἀκάκωτος καθὼς προείπομεν καὶ τύχῃ ὁ τὴν ἐναλλα γὴν ἔχων ἐπὶ ξένης πόρρωθεν τῆς οἰκείας πατρίδος, ὑπο στρέψει εἰς αὐτήν· εἰ δὲ ἐν τοῖς δυσὶ τόποις τούτοις ὑπάρχει ὁ Ἄρης κεκακωμένος, λύπας δηλοῖ καὶ φροντίδα παρὰ συγγενῶν καὶ τέκνων καὶ ἔχθρας φίλων. Εἰ δὲ ὁ Ἄρης χρονοκράτωρ ὢν ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ θ ἢ τῷ γ ἀκάκωτος, ἀποδημήσει ὁ τὴν ἐναλλαγὴν ἔχων καὶ εὑρήσει ἀγαθὰ καὶ ἔσται δυνατὸς καὶ ἐπαινούμενος ἐν τῇ ἀποδημίᾳ αὐτοῦ· εἰ δὲ κεκακωμένος ἐστί, κατηγορηθήσεται ἐπί τισι πράγμασιν ὧν τὰ μὲν ἔσται ἀληθῆ, τὰ δὲ ψευδῆ, καὶ ἀποδημήσει καὶ ζημιω θήσεται καὶ ἀνάγκας ὑποστήσεται καὶ ἀρρωστήσει ἀπὸ θερμῆς νόσου καὶ ἀπὸ κινδύνου καὶ ἀπὸ θηρίων βλαβή σεται, καὶ μάλιστα ἐὰν ὁ Ἄρης ὑπάρχει ἐν τῷ Λέοντι ἢ ἐν τῷ Σκορπίῳ. Εἰ δὲ ὁ Ἄρης ὑπάρχει χρονοκράτωρ καὶ ἔστιν ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ β ἀκάκωτος, τεύξεται ἀγαθῶν καὶ ὠφεληθήσεται ἀπὸ πόρων ἀγνώστων· εἰ δὲ κεκακωμένος ἐστί, διασκορπίσει τὸν οἰκεῖον πλοῦτον καὶ διασκεδάσει. Εἰ δὲ ὁ Ἄρης ὢν χρονοκράτωρ ὑπάρχει ἐν τοῖς δυσὶ και ροῖς ἐν τῷ η ἀκάκωτος, ὠφέλειαν ποιήσει ἀπὸ νεκρικῶν καὶ κληρονομιῶν· εἰ δὲ ἐν αὐτῷ ἐστι κεκακωμένος, προ φάσει τῶν τοιούτων ὁ τὴν ἐναλλαγὴν ἔχων διαφορὰς ἕξει καὶ ἔριδας καὶ τὸν ἴδιον διασκορπίσει πλοῦτον. Εἰ δὲ ὁ Ἄρης ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ιβ ἀγαθυνόμενος καὶ ἀκάκωτος, ἔσται ἐν ἐκείνῳ τῷ ἔτει ὁ τὴν ἐναλλαγὴν ἔχων μὴ σχολάζων ἐν τοῖς βιωφελέσι πράγμασιν· ὠφεληθήσεται δὲ διὰ γο νέων καὶ ἀμεριμνίαν ἕξει ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ· εἰ δὲ ἐν αὐτῷ ὑπάρχει κεκακωμένος, βλάβας ὑποστήσεται τῇ προφάσει τῶν τοιούτων. Εἰ δὲ ὁ Ἄρης ὢν χρονοκράτωρ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ἀκάκωτος καὶ ἀγαθυνόμενος, εὐεξίαν ἕξει ἐν τῷ σώματι, καθυπερτερήσει δὲ καὶ τῶν ἐναντιουμένων αὐτῷ· εἰ δὲ ἐν αὐτῷ ὑπάρχει κεκακωμένος, νόσους ἕξει ἀπὸ θερμότητος καὶ ὑγρότητος καὶ ζέσεως αἵματος· εἰ δὲ ἐπιβλέψει τοῦτον ὁ Κρόνος, γενήσεται σὺν τούτοις καὶ πύον καὶ νόσος ἀπὸ μελαίνης χολῆς. Εἰ δὲ ὁ Ἄρης ὑπάρχει κατὰ πῆξιν ἔν τινι τόπῳ τρόπον τινὰ διατεθειμένος, ὑπάρχει δὲ καὶ κατὰ πάροδον ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς ἐν ἐκείνῳ τῷ τόπῳ ἀπὸ τοῦ ζῳδίου ἐν ᾧ κατήντησε τὸ ἔτος ἢ ἀπὸ τοῦ ὡροσκόπου τῆς ἐναλ λαγῆς, ἐφορᾷ δὲ τὸν κατὰ πῆξιν αὐτοῦ τόπον ἢ ὑπάρχει ἐν αὐτῷ, ἔσται τὰ τούτου ἀποτελέσματα πάνυ ἰσχυρά· εἰ δὲ παραλλάσσει, δεῖ σύγκρασιν ποιήσασθαι τῶν σημα σιῶν τῶν τόπων καθὼς προεδείξαμεν.
ιγ. Περὶ τῆς σημασίας τοῦ Ἡλίου ὅτε ἐστὶ χρονοκράτωρ καὶ ἀκάκωτοσ
Ὅτε τύχῃ ὁ Ἥλιος χρονοκράτωρ, οὐ λαμβάνομεν αὐτὸν τὸν Ἥλιον κατὰ πρῶτον λόγον εἰς τὸ ἀποτελέσαι περὶ τοῦ ἔτους ἐκείνου, ἀλλ ὁρῶμεν τὸ ζῴδιον ἐν ᾧ κατήντησεν ὁ περίπατος ἀπὸ τοῦ ἀφέτου εἴτε αὐτὸς ὁ Ἥλιος ἀφέτης ἐστὶν εἴτε τις ἕτερος, προσλαμβάνοντες σὺν αὐτῷ καὶ τὸν κατὰ πῆξιν ἀστέρα ἢ τὸν κατὰ πάροδον καὶ τὸν συσχη ματιζόμενον τῷ Ἡλίῳ ἀστέρα μέχρις ὅτου ἐν τῷ ζῳδίῳ ἐκείνῳ ὑπάρχει ὁ Ἥλιος. εἶτα ὁρῶμεν ἐν ᾧ τόπῳ ἐστὶν ὁ Ἥλιος καὶ προσλαμβάνομεν κατὰ δεύτερον λόγον τὰ ἐξ αὐτοῦ ἀποτελέσματα. καὶ εἰ μὲν ὑπάρχει κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀκάκωτος ἐν τῷ ἰδίῳ οἴκῳ ἢ τῷ ὑψώ ματι ἢ ἐν ἑτέρῳ τόπῳ ἐν ᾧ ἔχει λόγον καὶ ὑπάρχει ὑπὲρ γῆν ἐν ἀγαθοῖς τόποις, δηλοῖ τῷ ἔτει ἐκείνῳ ἐγγύτητα πρὸς τοὺς βασιλεῖς καὶ ἐπιτυχίαν ἀξίας καὶ βαθμοῦ περι φανοῦς καὶ προσθήκην δόξης καὶ πλούτου καὶ ἀδελφῶν· ἐπαινεθήσεται δὲ καὶ παρὰ πολλῶν καὶ ἐν συνόδοις καὶ ἀγωνίσεται περὶ τὰ οἰκεῖα ἔργα καὶ τοὺς λόγους καὶ τὴν γνῶσιν καί τινας μὲν βλάψει, τινὰς δὲ ὠφελήσει, καὶ προς τεθήσεται τῇ δουλείᾳ τῶν ἐξουσιαστῶν καὶ εὖ ἕξει τὰ κατὰ τοὺς γονεῖς αὐτοῦ καὶ τὰ κατὰ τοὺς μέσους ἀδελφούς. δεῖ δὲ προσέχειν ταῖς ἀκτινοβολίαις καὶ τοῖς κλήροις καὶ τοῖς δωδεκατημορίοις οἷς συνοδεύει ὁ Ἥλιος ἢ συσχη ματίζεται ἐν τοῖς δυσὶ καιροῖς· σημαίνει γὰρ τὰ ἀποτε λέσματα τὰ κατὰ φύσιν ἐκείνων. Εἰ δὲ ὁ Ἥλιός ἐστι χρονοκράτωρ καὶ συσχηματίζεται τούτῳ ἡ Ἀφροδίτη ἑξαγωνικῶς κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ εἴσιν ἄμφω ἀκάκωτοι, ἐπαινεθήσεται παρὰ πολλῶν τῷ ἔτει ἐκείνῳ ὁ τὴν ἐναλλαγὴν ἔχων καὶ ἔσται εὐκυβέρνητος καὶ προστεθήσεται ἡ γνῶσις αὐτοῦ καὶ εὐ οδούμενος ἔσται ἔν τε λόγοις καὶ ἔργοις καὶ ὄψεται ὀνείρους ἐναργεῖς καὶ ἀληθεῖς. εἰ δὲ συνοδεύσει τούτῳ ἡ Ἀφρο δίτη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω ἀκάκω τοι, ὑπάρχει δὲ καὶ ἡ ἐναλλαγὴ νυκτερινὴ καὶ ἡ Ἀφροδίτη ἑσπερία ἢ τῆς ἐναλλαγῆς ἡμερινῆς οὔσης ὑπάρχει ἐκείνη ἑῴα καὶ κατ ἄμφω τὰς διαθέσεις πόρρωθεν ἔχουσα τῶν ἡλιακῶν ἀκτίνων καὶ φαινομένη, ἐν ἐκείνῳ τῷ ἔτει τεύξε ται εὐεργεσιῶν παρὰ βασιλέων τέκνων καὶ βασιλέων καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ εὐστοχώτατος ἔσται ἐν πάσαις ταῖς ἀναστροφαῖς αὐτοῦ, εὐφρανθήσεται δὲ καὶ ἐπί τισιν ἀφροδισιακοῖς ἔργοις· εἰ δὲ παραλλάσσει τὰ τῆς ἐναλλαγῆς κατά τε τὴν νύκτα καὶ τὴν ἡμέραν, ὑπ άρχει δὲ ὅμως ἡ Ἀφροδίτη σὺν τῷ Ἡλίῳ μὴ ὕπαυγος, ἀφαιρεῖται τῶν ῥηθέντων τινά. Εἰ δὲ ὁ Ἥλιος ὑπάρχει χρονοκράτωρ καὶ ὑπάρχει ἅμα τῷ Ἑρμῇ ἀκάκωτος κατά τε πῆξιν καὶ κατὰ πάροδον, πόρρωθεν μέντοι ᾖ ὁ Ἑρμῆς τῶν ἀκτίνων αὐτοῦ εἴτε ἑῷος εἴτε ἑσπέριος, ἐν ἐκείνῳ τῷ ἔτει ἐγχειρισθήσεταί τινα ἀρ χὴν καὶ κυριεύσει πολλῶν καὶ προσκείσεται τῷ ἀναγινώ σκειν καὶ τῷ γράφειν καὶ ὁμιλήσει νοταρίοις ἐνδόξοις καὶ ἐπαινούμενος ἔσται παρὰ πολλῶν καὶ μακαριζόμενος παρὰ πάντων καὶ ὠφεληθήσεται διὰ δούλων καὶ ὑπουργῶν. Εἰ δὲ τοῦ Ἡλίου ὄντος χρονοκράτορος ἐπιβλέψει τούτῳ ἡ Σελήνη ἀπὸ τριγώνου ἢ ἑξαγώνου κατά τε πῆξιν καὶ [καὶ] κατὰ πάροδον, ἐπικτήσεται πλοῦτον ἀξιόλογον καὶ προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ τεκνογονήσει καὶ ἔσται ἐν ἀγαθοῖς μεταχειριζόμενος τὰ πράγματα ἃ σημαίνει ἡ Σελήνη. εἰ δὲ ἐπιβλέψει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ και ροῖς ἀπὸ τετραγώνου καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, τεύξεται τιμῆς καὶ πλούτου καὶ διαφόρων ὠφελειῶν καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ εὐτυχήσει ἐν ταῖς διοική σεσιν. εἰ δὲ συσχηματισθῇ τούτῳ ἡ Σελήνη ἀπὸ διαμέ τρου ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω ἀκάκω τοι, πληθυνθήσονται ἔριδες αὐτοῦ καὶ αἱ μάχαι καὶ ἔσται πολύλογος καὶ καθυπερτερήσει τῶν ἐχθρῶν αὐτοῦ. εἰ δὲ συνοδεύσει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρ χουσιν ἄμφω ἀκάκωτοι, ὑπάρχει δὲ πόρρωθεν τῶν αὐγῶν αὐτοῦ ἡ Σελήνη, τὰ αὐτὰ δηλοῖ ἅπερ καὶ ἐπὶ τοῦ ἑξαγώ νου εἴπομεν, πλὴν ὑποστήσεται λύπας ὧν ἡ ἀπόβασις εἰς ἀγαθὸν γενήσεται, χρήσεται δὲ καὶ δόλοις καὶ πράγμασι κρυφίοις· εἰ δὲ ὕπαυγός ἐστιν ἡ Σελήνη ἐν τοῖς δυσὶ και ροῖς καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, προσκείσεται τῷ συρράπτειν δόλους καὶ δολιεύεσθαι καὶ ἀδικεῖν καὶ ἀπὸ τῶν τοιούτων βλαβήσεται. σὺν τούτοις πᾶσιν ὅτε ὑπάρ χουσιν οἱ ἀστέρες ἐγκάρδιοι καὶ ἀκάκωτοι, ἀγαθὰ ἔσται τὰ δηλούμενα· εἰ δὲ κεκακωμένοι, τὸ ἐναντίον.
ιδ. Περὶ τῆς χρονοκρατορίας τοῦ Ἡλίου ὅτε ἐστὶ κεκακωμένοσ
Ὅτε ἐστὶ χρονοκράτωρ ὁ Ἥλιος, προείπομεν ὅτι τοῦ ἐπιμερίζοντός ἐστιν ἡ σημασία καὶ τοῦ κυρίου τοῦ ζῳ δίου ἐν ᾧ ἐστιν ὁ ἐπιμερισμὸς ἀπὸ τοῦ ἀφέτου, κοινω νούντων αὐτοῖς καὶ ὧν προείπομεν πρότερον. εἰ δὲ ὁ Ἥλιός ἐστι κεκακωμένος, δηλοῖ ὡς ὁ τὴν ἐναλλαγὴν ἔχων ὑπο στήσεται ἀνάγκας ἐξ ὧν προφάσεων προείπομεν καὶ κα κῶς ἕξει τὰ κατὰ τοὺς γονεῖς καὶ τὰ περὶ τῆς δόξης καὶ τῆς ἀξίας τοῦ τὴν ἐναλλαγὴν ἔχοντος. δεῖ δὲ ἐπιτηρεῖν τὰς πρὸς τὰς ἀκτῖνας καὶ τοὺς κλήρους συνόδους αὐτοῦ καὶ τὰ δωδεκατημόρια· κατὰ γὰρ τὰ γένη τῶν σημασιῶν αὐτῶν ἔσται ἡ κάκωσις. Εἰ γοῦν ὁ Ἥλιος ὑπάρχει χρονοκράτωρ καὶ ἐπιθεωρήσει τοῦτον ἡ Ἀφροδίτη κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀπὸ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, δηλοῖ ὅτι λυπηθήσεται προφάσει ἐξουσιαστῶν καὶ γυναικῶν καὶ χρημάτων καὶ ἔσται ἐν ἀκηδίᾳ καὶ πολλῇ λύπῃ καὶ ὑπ άρξει κακοκυβέρνητος καὶ παρὰ πολλῶν ψεχθήσεται καὶ κατηγορηθήσεται. εἰ δὲ συνοδεύει τούτῳ ἡ Ἀφροδίτη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ὑπ άρχει δὲ ἡ Ἀφροδίτη ὕπαυγος, ὑποστήσεται παρὰ γυναικῶν καὶ προφάσει αὐτῶν καὶ παρὰ ἐχθρῶν καὶ διὰ πλοῦτον καὶ τέκνα λύπας καὶ κακοπαθήσει τὸ σῶμα διὰ νόσον καὶ κατηγορηθήσεται παρὰ πολλῶν καὶ χρήσεται δόλοις καὶ πανουργίαις καί τισι κρυφίοις καὶ διὰ ἀφροδισιακὰ ἔργα βλαβήσεται. Εἰ δὲ ὁ Ἥλιος ὑπάρχει χρονοκράτωρ καὶ συνοδεύσει ὁ Ἑρμῆς κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι ἢ ὕπαυγος ὁ τοῦ Ἑρμοῦ, ὑποστήσεται λύπας καὶ βλάβας διαφόρους παρὰ ἐξουσιαστοῦ καὶ παρά τινων δυναστευόντων καί τις τῶν δυναστῶν ὀργισθήσεται κατ αὐτοῦ· προστεθήσεται δὲ μηχανογραφίαις καὶ ἐπι τηδεύμασι καὶ γραφαῖς καὶ ἐξουσιασταῖς καὶ ὑποχείριος ἔσται τινὸς καὶ ἔριδας ἕξει διὰ διαφόρους ὑποθέσεις καὶ λυπηθήσεται διὰ τέκνα καὶ δούλους καὶ ὑπηκόους. Εἰ δὲ ὁ Ἥλιος ὑπάρχων χρονοκράτωρ σχηματισθῇ τῇ Σελήνῃ κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἀφαιρεῖ ται διὰ τὸ σύμφωνον σχῆμα ἐξ ὧν εἴπομεν δεινῶν, πλὴν ἔσται πολυτάραχος καὶ πολλὰ ἐγχειριζόμενος ἔργα. εἰ δὲ ἡ Σελήνη ἐπιβλέψει τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τετρα γώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἐξενεχθή σεται εἰς ἔριδας καὶ νόσους καὶ διαφθαρήσεται ὁ βίος αὐτοῦ καὶ λυπηθήσεται διὰ πλοῦτον καὶ καταδυναστεύ σουσιν αὐτοῦ τινες καὶ φθονηθήσεται παρὰ πολλῶν, πλὴν δυνήσεται βλάψαι οὓς βούλεται. εἰ δὲ ἐπιβλέψει τοῦτον ἡ Σελήνη ἀπὸ διαμέτρου ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, χωρήσει εἰς ἔριδας καὶ διενέξεις καὶ βλαβήσεται παρά τινος δυνάστου πολλάκις καὶ ὀργισθήσεται κατ αὐτοῦ καὶ λυπηθήσεται διά τινας γυναῖκας καὶ συγγενεῖς καὶ τέκνα καὶ πλοῦτον. εἰ δὲ συν οδεύσει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς, ὕπαυγος οὖσα, φόβους ὑποστήσεται καὶ διαφόρους βλάβας καὶ λυπηθήσεται παρά τινος τῶν ἐξουσιαστῶν καὶ προφάσει γονέων. εἰ δὲ οἱ δηλωθέντες σχηματισμοὶ ἐν τῷ ἑνὶ ὑπ άρχουσι καιρῷ, ἀσθενέστερα ἔσται τὰ ἀποτελέσματα.
ιε. Περὶ τῆς σημασίας τοῦ Ἡλίου ὅτε ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχει ἔν τινι τόπῳ τοῦ δια θέματοσ
Ὅτε ὑπάρχει ὁ Ἥλιος χρονοκράτωρ καὶ ᾖ κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀκάκωτος καὶ ἐπίκεντρος, ἔσται ὁ τὴν ἐναλλαγὴν ἔχων τῷ ἔτει ἐκείνῳ περίδοξος καὶ εὑρήσει ἀγαθὰ καὶ ἐπαινεθήσεται παρὰ πολλῶν. εἰ δέ ἐστιν ἐν τῷ ὡροσκόπῳ ἢ τῷ μεσουρανήματι, προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ περίφημος ἔσται παρὰ τοῖς ὁμοίοις αὐτῷ καὶ τεύξεται ἀγαθῶν παρὰ βασιλέως· καὶ εἴπερ ἐστὶν ἐν τῷ ζ, ἐγχειρισθήσεται διαφόρους κυβερνήσεις καὶ κατακυ ριεύσει τῶν ἐχθρῶν καὶ ἐν εὐρωστίᾳ ἔσται καὶ ὠφεληθή σεται παρὰ γυναικῶν· εἰ δὲ ὑπάρχει ἐν τῷ δ, ὠφεληθή σεται προφάσει οἰκημάτων καὶ γονέων καὶ γερόντων. εἰ δὲ ὁ Ἥλιος ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει ἐν τοῖς τοιούτοις τόποις κεκακωμένος, βλαβήσεται κατὰ τὴν σημασίαν τοῦ κέντρου ἐν ᾧ ἐστι καὶ φόβους ὑποστήσεται παρὰ βασιλέως. Εἰ δέ ἐστιν ὁ Ἥλιος χρονοκράτωρ καὶ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ια ἢ τῷ ε ἀκάκωτος, ἔσται ὁ τὴν ἐναλλαγὴν ἔχων ἐν ἐκείνῳ τῷ ἔτει τρυφῶν διά τε τροφῶν καὶ ἱματισμῶν καὶ ὠφεληθήσεται διὰ φίλων καὶ εὐφρανθήσεται ἐπὶ τέκνοις ἢ προστεθήσεται τέκνον καὶ πλείων ἡ εἰσφορὰ αὐτοῦ γενήσεται καὶ δέξεται δεξιώ ματα καὶ διαφόρους ἐπιστολάς. εἰ δ ἐστιν ἐν τοῖς δυσὶ τόποις τοῖς εἰρημένοις κεκακωμένος, λυπηθήσεται προ φάσει τέκνων καί τινων ἐχόντων ἐξουσίαν· κακώσουσι γὰρ αὐτοὶ καὶ ἐναντιωθήσεται τούτοις καὶ λυπηθήσεται διὰ τέκνα. Εἰ δέ ἐστιν ὁ Ἥλιος χρονοκράτωρ καὶ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ θ ἢ τῷ γ τόπῳ ἀκάκωτος, ἀποδη μήσει προφάσει ἐξουσιαστοῦ καὶ ἐπαινεθήσεται παρὰ πολ λῶν ἐν πιστότητι καὶ ὠφεληθήσονται δι αὐτοῦ οἵ τε ἀδελφοὶ καὶ οἱ συγγενεῖς· ὁμοίως δὲ καὶ οὗτος ὠφεληθή σεται παρ αὐτῶν. εἰ δέ ἐστι κεκακωμένος ἐν τοῖς ῥηθεῖσι τόποις, λοιδορηθήσεται παρὰ πολλῶν ἕνεκε δογμάτων καὶ ποιήσει ἀνόνητον ἀποδημίαν ἐν ᾗ καὶ βλαβήσεται καὶ λυπηθήσεται διά τινων ἀποδήμων καὶ δι ἀδελφῶν καὶ συγγενῶν. Εἰ δέ ἐστιν ὁ Ἥλιος χρονοκράτωρ καὶ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ β ἢ ἐν τῷ η ἀκάκωτος, δηλοῖ ἡσυχίαν καὶ ἠρεμίαν ἐν ἐκείνῳ τῷ ἔτει καί τινες εἰσφοραὶ αὐτῷ ἔσονται χωρὶς κόπου καὶ μόχθου. εἰ δὲ κεκακωμένος ἐστὶ ἐν τοῖς δυσὶ καιροῖς, εὐκαιρίαν δηλοῖ ἤγουν σχολὴν καὶ ὀλιγωφέλειαν καὶ κακουχίαν ἐν ταῖς περὶ τὸν βίον ἀνα στροφαῖς καὶ ἀμέλειαν καὶ ῥαθυμίαν καὶ περιφρόνησιν τῶν δεόντων. Εἰ δ ἐστιν ὁ Ἥλιος χρονοκράτωρ καὶ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ἀκάκωτος, δηλοῖ ἠρεμίαν καὶ σω τηρίαν. εἰ δὲ κεκακωμένος ἐστί, δηλοῖ νόσον ἀπὸ θερμό τητος καὶ ξηρότητος καὶ ἀλγηδόνα περὶ τὰ ἄνω μέρη τοῦ σώματος καὶ ἐν τῇ κεφαλῇ καὶ ἐν τοῖς ὀφθαλμοῖς. Εἰ δ ἐστιν ὁ Ἥλιος χρονοκράτωρ καὶ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ιβ ἀκάκωτος, δηλοῖ ὡς ἀκάκωτος ἔσται παρὰ τῶν ἐχθρῶν. εἰ δὲ κεκακωμένος ἐστί, δηλοῖ συνοχὴν καὶ λύπας καὶ ἐξορίαν. εἰ δὲ ὁ Ἥλιος ὑπάρχει κατά τε πῆξιν καὶ κατὰ πάροδον ἐφ ὁμοίας διαθέσεως, ἔσται τὰ ἀποτελέσματα βεβαιότερα· εἰ δὲ παραλλάσσει, ἔσται ἀσθενέστερα.
ις. Περὶ τῆς σημασίας τῆς Ἀφροδίτης ὅτε ὑπάρχει χρονοκράτωρ καὶ ᾖ ἀκάκωτοσ
Ὅτε ἐστὶν ἡ Ἀφροδίτη χρονοκράτωρ καὶ ὑπάρχει ἀκά κωτος κατά τε πῆξιν καὶ κατὰ πάροδον ἐν ἰδίῳ οἴκῳ ἢ ἐν τόπῳ ἐν ᾧ ἔχει λόγον, ἐν ἐκείνῳ τῷ ἔτει ὁ τὴν ἐναλλα γὴν ἔχων ἔσται ἐν εὐφροσύνῃ καὶ παιδιαῖς καὶ ἀκροάσει μελῳδιῶν καὶ συνουσίαις καὶ ἱματισμῶν περιβολῇ καὶ μύρων χρίσει· ὁμιλήσει δὲ φίλοις καὶ ἐπικτήσεται καὶ ἑτέρους φίλους καὶ συζευχθήσεται γυναικὶ καὶ χρήσεται καλλωπισμοῖς. καὶ εἰ μέν ἐστιν ἐν τῷ ἰδίῳ οἴκῳ, περιγε νήσονται αὐτῷ τὰ ἀγαθὰ ἀπό τινος γνωρίμου προσώπου· εἰ δὲ ἐν ἀλλοτρίῳ, καὶ ἐπὶ ξένης καὶ διὰ ξένου προσώπου. ἐπισκεπτέον δὲ καὶ τὰς ἀκτινοβολίας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια οἷς συνοδεύει ἡ Ἀφροδίτη ἢ συσχημα τίζεται ἐν τοῖς δυσὶ καιροῖς συμφώνῳ σχήματι· δηλοῖ γὰρ εὐεξίαν καὶ εὐτυχίαν κατὰ τὴν σημασίαν αὐτῶν. Καὶ εἰ ἔστιν ἡ Ἀφροδίτη χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτή τε καὶ ὁ Ἑρμῆς κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀκάκωτοι, τοῦ Ἑρμοῦ ἐφορῶντος αὐτὴν ἀπὸ ἑξαγώνου, ἐν ἐκείνῳ τῷ ἔτει ἀσπάσεται τὰς παιδιὰς καὶ τὰς ἡδονὰς καὶ προστεθήσονται τὰ τέκνα αὐτοῦ καὶ αἱ γυναῖκες· ὁμι λήσει δὲ καὶ γυναιξὶ πεπαιδευμέναις καὶ ὡραίαις καὶ ἀσχοληθήσεται ἐν εὐφροσύναις ἐπ αὐταῖς καὶ ἐγκαλλω πισμοῖς· ὁμιλήσει δὲ καὶ ἀνδράσι πεπαιδευμένοις καὶ λο γίοις καὶ ἀστείοις καὶ πολιτικοῖς καί τινα ἐπιγνώσεται τῶν κεκρυμμένων μυστηρίων καί ποτε λυπηθήσεται δι ἃ προείπομεν. εἰ δὲ ἐφορᾷ ταύτην ὁ Ἑρμῆς ἀπὸ τετρα γώνου ἐν τοῖς δυσὶ καιροῖς, τοῦ Ἑρμοῦ καθυπερτεροῦν τος αὐτὴν ἢ καὶ τῆς Ἀφροδίτης καθυπερτερούσης αὐτόν, ἐν ἐκείνῳ τῷ ἔτει ἀγαπηθήσεται παρὰ πολλῶν καὶ προς τεθήσεται τῇ τε παιδεύσει καὶ τοῖς γράμμασι καὶ τοῖς μαθήμασι καὶ τοῖς καλλωπισμοῖς καὶ ταῖς ζωγραφίαις καὶ προστεθήσεται ἡ ἀξία αὐτοῦ καὶ εὐφρανθήσεται ἐπὶ γυναιξὶν ὡραιοτάταις, πλὴν λυπηθήσεται κατά τινας καιροὺς διά τινας περικοπάς. εἰ δὲ συνοδεύσει ταύτῃ ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω ἀκά κωτοι, ἐν ἐκείνῳ τῷ ἔτει ἀσπάσεται παιδιὰς καὶ τὰς εὐφροσύνας καὶ προσανάκειται γυναιξὶ πεπαιδευμέναις καὶ εὐφρανθήσεται ἐπ αὐταῖς καὶ ἐπὶ τέκνοις καὶ ἐπιτηδεύ σεται συνθέσεις λόγων καὶ ἁρμονίας πραγμάτων τινῶν καὶ ζωγραφίας καὶ τορνεύσεις καὶ μυρωδίας καὶ προς τεθήσεται ἡ εὐφυΐα αὐτοῦ καὶ εὐεργετήσει πολλοὺς καὶ διαγνώσεται πολλὰ τῶν ἀποκρύφων μυστηρίων καὶ κόπον ὑποστήσεται καὶ ἀποδημίαν ποιήσει. Εἰ δὲ ἡ Ἀφροδίτη ἐστὶ χρονοκράτωρ καὶ σχηματισθῇ ταύτῃ ἡ Σελήνη κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀπὸ τριγώνου ἢ ἑξαγώνου, ἐν ἀγαλλιάσει ἔσται τῷ ἔτει ἐκείνῳ καὶ εὐφρανθήσεται ἐπὶ γυναιξὶν οἰκείαις τε καὶ ἀλλοτρίαις· ἴσως καὶ παίδων ἐρασθήσεται καὶ παιδιαῖς χρήσεται. εἰ δὲ ἀπὸ τετραγώνου συσχηματισθῇ ταύτῃ ἡ Σελήνη, καθ υπερτερεῖ δὲ αὐτήν, προστεθήσεται ὁ πλοῦτος ἐν ἐκείνῳ τῷ ἔτει καὶ λυπηθήσεται διὰ γυναῖκας καὶ ἡδονάς· εἰ δὲ ἡ Ἀφροδίτη καθυπερτερεῖ ταύτην, ἔσται ἐν ἐκείνῳ τῷ ἔτει ἀγαπώμενος παρὰ πολλῶν καὶ εὐοικονόμητος· πάλιν λυπηθήσεται διὰ γάμον καὶ γυναῖκας καὶ συνουσιάσει γυναιξὶν ἀγενέσι καὶ εὖ ἕξει τὰ κατὰ τὴν μητέρα αὐτοῦ. εἰ δὲ ἡ Σελήνη ἐπιβλέψει ταύτην ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ διαμέτρου, προφάσει γυναικῶν καὶ τέκνων λυπηθήσεται. εἰ δὲ συνοδεύσει ταύτῃ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς, ἔσται ἱλαρὸς καὶ εὐπαίδευτος καὶ ἀγωνισθήσεται περὶ ἀλλοτρίας γυναῖκας, τῶν οἰκείων γυναικῶν καταφρονήσας, καὶ ἀκηδιάσει πρὸς αὐτάς·
ιζ. Περὶ τῆς Ἀφροδίτης ὅτε ἐστὶ χρονοκρά τωρ καὶ ὑπάρχει κεκακωμένη
Ὅτε ἐστὶν ἡ Ἀφροδίτη κεκακωμένη καὶ ὑπάρχει χρονο κράτωρ κατά τε πῆξιν καὶ κατὰ πάροδον, πρὸς δὲ εἰ ὑπάρχει ἐν ἀλλοτρίῳ ζῳδίῳ, πείσεται ἐν ἐκείνῳ τῷ ἔτει λύπας καὶ μεγάλας περιστάσεις καὶ φανερὰς ἐν πάσαις ταῖς ἀφροδισιακαῖς ὑποθέσεσι· λυπηθήσεται δὲ ἐπὶ φί λοις καὶ τέκνοις καὶ γυναιξὶ καὶ χάριν καλλωπισμοῦ καὶ παιδιᾶς καὶ ἱματισμοῦ καὶ βρωμάτων καὶ πομάτων. καὶ εἰ μὲν ἔχει λόγον τινὰ ἐν τῷ ζῳδίῳ ἐκείνῳ, λυπηθήσεται διὰ γυναῖκας· εἰ δὲ οὐκ ἔχει, λυπηθήσεται περὶ ἀλλο τρίων. εἰ δέ ἐστιν ἐν ζῳδίῳ ἐχθροῦ αὐτῆς, ὑποστήσεται τὰ τοιαῦτα παρὰ ἐχθρῶν καὶ προφάσει αὐτῶν· εἰ δὲ ἐν ζῳδίῳ φίλου αὐτῆς, πείσεται τὰ τοιαῦτα παρὰ φίλου. εἰ δὲ μὴ ἔστι τὸ ζῴδιον ἐν ᾧ ὑπάρχει ἀνθρωποειδές, δηλοῖ ἀσθένειαν σώματος καὶ νόσον καὶ λύπας ἐπί τε γυναιξὶ καὶ μητράσι καὶ τοῖς κατ αὐτὰς πράγμασιν· καὶ εἰ ἀνα ποδίζει ἡ Ἀφροδίτη ἤ ἐστιν ὕπαυγος, βεβαιοῖς τὰ προειρη μένα καὶ θολωθήσεται ἡ εὐφροσύνη αὐτοῦ καὶ αἱ ἡδοναὶ καὶ λυπηθήσεται δι αὐτὰς καὶ ὑποστήσεται βλάβας προ φάσει τρυφῆς· εἰ δὲ τοιουτοτρόπως διακειμένη ὑπ άρχει μετὰ τοῦ κλήρου τοῦ γάμου, δηλοῖ ἀθυμίας ἕνεκε γυναικῶν. δεῖ δὲ καὶ τὰς ἀκτινοβολίας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια ἐπισκοπεῖν οἷς συνοδεύει ἡ Ἀφρο δίτη ἢ οἷς συσχηματίζεται σχήματι ἐναντίῳ. εἰ δέ ἐστιν ἡ Ἀφροδίτη χρονοκράτωρ καὶ ὑπάρχει κεκακωμένη, δηλοῖ κάκωσιν ἐν οἷς σημαίνει πράγμασιν. Εἰ δὲ χρονοκράτωρ οὖσα ἡ Ἀφροδίτη ὑπάρχει ἅμα τῷ Ἑρμῇ κεκακωμένη κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματισθῇ τούτῳ ἑξαγωνικῶς, δηλοῖ λύπας καὶ ταρα χὰς ἐν οἷς ἐσήμαινον πράγμασιν ὅτε συνεσχηματίζοντο ἀκάκωτοι ὄντες. εἰ δὲ συσχηματισθῇ ὁ Ἑρμῆς τῇ Ἀφρο δίτῃ τετραγωνικῶς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, λυπηθήσεται καὶ βλαβήσεται καὶ κακόφημος ἔσται προ φάσει γυναικῶν καὶ οἰκονομιῶν καὶ ἐπὶ πᾶσιν οἷς ἐσή μαινον πράγμασιν ὅτε τοιουτοτρόπως ἐσχηματίζοντο ἀκάκωτοι ὄντες. εἰ δὲ συνοδεύει ταύτῃ ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἀγωνι σθήσεται ἐπὶ γυναιξὶ καὶ παιδιαῖς καὶ εὐφροσύναις καὶ βλαβήσεται ἕνεκεν αὐτῶν, ἔστι δὲ καὶ ἕνεκε γραμμάτων καὶ νοταρικῶν, καὶ ἐπὶ πᾶσι τοῖς πράγμασιν οἷς ἐσήμαναν τοιούτῳ συσχηματισθέντες σχήματι καὶ ἀκά κωτοι ὄντες. Εἰ δὲ ὑπάρχει ἡ Ἀφροδίτη χρονοκράτωρ καὶ ἅμα αὐτῇ ὑπάρχει ἡ Σελήνη κεκακωμένη κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματισθῇ ταύτῃ τριγωνικῶς ἢ ἑξαγω νικῶς, ἐν ἐκείνῳ τῷ ἔτει πολυποίκιλος ἔσται περὶ τὰς συνουσίας καὶ τὰς γυναῖκας καὶ πείσεται λύπας ἕνεκεν αὐτῶν τε καὶ μητρῶν καὶ ἐπελεύσονται αὐτῷ φῆμαι λυ πηραὶ διάφοροι καὶ ἐμποδισθήσεται περὶ τὰς εὐφροσύνας αὐτοῦ καὶ τὰς ἡδονάς. εἰ δὲ ἡ Σελήνη ἐπιβλέψει ταύτην ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τετραγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμέναι, τῆς Σελήνης καθυπερτερούσης αὐ τήν, βλαβήσεται ἕνεκε γυναικῶν καὶ λυπηθήσεται ἕνεκε πλούτου· εἰ δὲ καθυπερτερεῖ ταύτην ἡ Ἀφροδίτη, κακο οικονόμητος ἔσται καὶ λυπηθήσεται διὰ βίον καὶ γάμον καὶ γυναιξὶν εὐτελέσι συνευνασθήσεται. εἰ δὲ διαμετρήσει ταύτην ἡ Σελήνη, λυπηθήσεται ἕνεκε γάμου καὶ ἀρρω στήσει ἢ τελευτήσει τις τῶν παίδων αὐτοῦ. εἰ δὲ συν οδεύσει ταύτῃ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς, ἀκηδιάσει καὶ λυπηθήσεται παρά τινων λογίων, κεκακωμένων οὐσῶν δηλονότι, καὶ διαφορὰν ἕξει μετὰ τῶν συγγενῶν καὶ οὗτος μὲν ἀλλοτρίαις μιγήσεται γυναιξίν, αἱ δὲ γυναῖκες αὐτοῦ ἀλλοτρίοις ἀνδράσι. καὶ εἰ ἔστιν ὁ συσχηματισμὸς ἐν τῷ ἑνὶ καιρῷ, ἀσθενέστερα ἔσται τὰ ἀποτελέσματα.
ιη. Περὶ τῆς Ἀφροδίτης ὅτε ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχει ἔν τινι τόπῳ τοῦ διαθέματοσ
Ὅτε ἐστὶν ἡ Ἀφροδίτη χρονοκράτωρ καὶ ὑπάρχει κατά τε πῆξιν καὶ κατὰ πάροδον ἐν τοῖς τέσσαρσι κέντροις ἀκά κωτος, δηλοῖ ὡς ὁ τὴν ἐναλλαγὴν ἔχων εὐφρανθήσεται διὰ διαφόρους αἰτίας καὶ χαρὰν ἕξει ἀπὸ ἐξουσιαστοῦ καὶ ἀρχόντων καὶ προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ὁ πλοῦτος καὶ τὰ ζῷα καὶ ταῖς πύλαις τῶν βασιλέων προσκαρτερή σει καὶ διαφόρων ἱματισμῶν ἐπαπολαύσει καὶ εὐφρανθή σεται ἐπὶ γυναιξὶ καὶ παχυνθήσεται ἡ συνουσία αὐτοῦ καὶ τεύξεται τῶν ἐπιθυμιῶν αὐτοῦ καὶ προστεθήσεται ἡ ἀκίνητος αὐτοῦ περιουσία. εἰ δὲ ἀναποδίζει ἐν τοῖς τοιού τοις τόποις, τεύξεται μὲν τῶν προειρημένων πλὴν ἀπὸ τρόπων ἀσέμνων· εἰ δὲ ὑπάρχει ἐν τοῖς τοιούτοις τόποις κεκακωμένη, ἔσται τεταραγμένος περὶ τὸν οἰκεῖον βίον καί τινας ὑποστήσεται ζημίας καί τινες λοιδορήσουσιν αὐτὸν καὶ φιλονεικίας ἕξει πρός τινας καὶ λύπας καὶ ἀθυ μίας κατὰ τὴν φύσιν τοῦ κέντρου ἐν ᾧ ὑπάρχει. καὶ εἰ μὲν κακοῦται ὑπὸ τοῦ Κρόνου, νόσοις περιπεσεῖται ψυχραῖς δια φόροις καὶ ἐναντίαις ὡς ἐπιληπτικοῖς πάθεσι καὶ ῥίγεσι καὶ φρενίτισιν· εἰ δὲ ὑπὸ τοῦ Ἄρεως κακοῦται, λυπη θήσεται προφάσει γυναικῶν καὶ συνουσίας καὶ ἐμπρησμὸν ὑποστήσεται ἢ λῃστευθήσεται καὶ ζέσις αἵματος περὶ αὐτὸν γενήσεται· καὶ εἰ ἐν τῷ τετάρτῳ ἐστί, θάνατον ὄψεται γυναικός. Ὅτε δέ ἐστι χρονοκράτωρ ἡ Ἀφροδίτη καὶ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ια ἢ τῷ ε ἀκάκωτος, προσθήκην ἕξει φίλων καὶ γυναικῶν καὶ πραγμάτων καὶ εὐφρανθή σεται ἐπὶ τέκνοις ἢ ἕξει τέκνον. εἰ δὲ κεκακωμένη ἐστί, λυπηθήσεται ἀναιτίως ἢ διὰ γυναῖκας καὶ τέκνον καὶ ἐχθροὺς ποιήσει τοὺς φίλους. Εἰ δὲ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ θ ἢ ἐν τῷ γ τόπῳ ἀκάκωτος, ἀποδημήσει τῷ ἔτει ἐκείνῳ καὶ εὑρήσει ἀγαθὰ ἐν τῇ ἀποδημίᾳ καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ ὠφεληθήσεται [διὰ πολλῶν καὶ ὠφεληθήσεται] δι ἀδελφῶν καὶ συγγενῶν καί τις τῶν γυναικῶν αὐτοῦ ἀπο δημήσει. εἰ δέ ἐστι κεκακωμένη, ἀποδημήσει ἀσύμφορον ἀποδημίαν καὶ ὡς ἄπιστον αὐτὸν δοξάσουσί τινες καὶ φιλονεικήσει τοῖς φίλοις αὐτοῦ καὶ μέρος τοῦ πλούτου αὐτοῦ ἀπολεσθήσεται. Εἰ δὲ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ η ἢ τῷ β ἀκά κωτος, ὠφεληθήσεται παρὰ εὐτελῶν ἀνθρώπων ἢ ἀπὸ κακῆς πράξεως· ἰδίως δὲ ἐν τῷ η σημαίνει πλῆθος ἐξ όδων. εἰ δὲ κεκακωμένη ἐστὶν ἐν τῷ β, σημαίνει ἀμέ λειαν αὐτοῦ καὶ ῥαθυμίαν καὶ πλούτου ἐλάττωσιν· εἰ δὲ ἐν τῷ η, δηλοῖ ἀνωφέλειαν καὶ διαμάχας. Εἰ δὲ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ἢ τῷ ιβ ἀκά κωτος, ὠφεληθήσεται διὰ εὐτελῶν ἀνθρώπων καὶ προ φάσει φαρμάκων. εἰ δέ ἐστι κεκακωμένη ἐν τῷ , δηλοῖ νόσον τῆς μὲν κακώσεως οὔσης παρὰ τοῦ Κρόνου ἀπὸ μελαίνης χολῆς, παρὰ τοῦ Ἄρεως ἀπὸ αἵματος, παρὰ δὲ τοῦ Ἡλίου ἀπὸ θερμότητος. εἰ δέ ἐστι κεκακωμένη ἐν τῷ ιβ, λυπηθήσεται παρὰ ἐχθρῶν καὶ συνοχὴν ὑποστήσεται. Καὶ εἰ μέν ἐστι κατὰ πῆξιν ἡ Ἀφροδίτη καὶ κατὰ πάρ οδον ὁμοίαν ἔχουσα διάθεσιν καὶ τῷ αὐτῷ τόπῳ ὑπάρχου σα, βεβαιότερα ἔσται τὰ ἀποτελέσματα· εἰ δὲ παραλ λάσσει, ἀσθενέστερα. ὅτε δὲ ὑπάρχει ἡ Ἀφροδίτη κατὰ τὴν ἐναλλαγὴν ἐν ἀποκλίματι, δηλοῖ ὡς ἡ εὐφροσύνη τοῦ τὴν ἐναλλαγὴν ἔχοντος συγχυθήσεται καὶ βλαβήσεται διὰ βρωμάτων καὶ πομάτων, καὶ μάλιστα εἰ ὁ χρόνος κατέλη ξεν ἐπὶ τὸν τόπον τοῦ Κρόνου ἢ ὁ Κρόνος ὑπάρχει ἔν τινι κέντρῳ τῆς ἐναλλαγῆς.
ιθ. Περὶ τῆς σημασίας τοῦ Ἑρμοῦ ὅτε ὑπάρχει χρονοκράτωρ καὶ ᾖ ἀκάκωτοσ
Ὅτε ὑπάρχει ὁ Ἑρμῆς χρονοκράτωρ καὶ τυγχάνει ἀκά κωτος κατά τε πῆξιν καὶ κατὰ πάροδον, δηλοῖ τῷ ἔτει ἐκείνῳ ἐπίκτησιν πλούτου καὶ ἔπαινον παρὰ πολλῶν καὶ ὠφέλειαν προφάσει ἐμπορίας καὶ συνέσεως καὶ γνώσεως καὶ παιδεύσεως καὶ λόγων καὶ διαλέξεων καὶ ἔριδος καί τινων οἰκονομιῶν· ἀρεστὸς δὲ ὀφθήσεται παρὰ πᾶσι καὶ ἐπαινεθήσεται παρὰ πολλῶν. δεῖ δὲ ἐφορᾶν καὶ τὰς ἀκτῖ νας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια οἷς συνοδεύει ἢ συσχηματίζεται ὁ Ἑρμῆς [κατά τε πῆξιν καὶ κατὰ πάρ οδον] ἐν τοῖς δυσὶ καιροῖς· δηλοῖ γὰρ εὐτυχίαν ἐν ἐκεί νοις τοῖς πράγμασιν οἷς σημαίνουσιν. Ὅτε δέ ἐστιν ὁ Ἑρμῆς χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ἡ Σελήνη ἀκάκωτοι κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματίζονται ἀλλήλοις ἀπὸ τριγώνου ἢ ἑξαγώνου σχήματος, ὁ τὴν ἐναλλαγὴν ἔχων μετελεύσεται διάφορα μαθήματα. καὶ εἰ συσχηματίζει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τετραγώνου καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, τοῦ Ἑρμοῦ καθυπερτεροῦντος αὐτήν, προστεθήσεται ἡ γνῶσις αὐτοῦ καὶ ἡ φρόνησις καὶ λυπη θήσεται διὰ πολλούς· εἰ δὲ ἡ Σελήνη καθυπερτερεῖ αὐτόν, κοῦφος ἔσται ἐν ἐκείνῳ τῷ ἔτει καὶ πεφυρμένος καὶ ἄστατος ἐπὶ πᾶσιν. εἰ δὲ ἡ Σελήνη ἐφορᾷ τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ διαμέτρου καὶ ὑπάρχουσιν ἄμφω ἀκά κωτοι, ἔχθραν ἕξει πρός τινας καὶ καθυπερτερήσει πάν των τῶν ἀντιτασσομένων αὐτῷ καὶ ἐριζόντων. εἰ δὲ συν οδεύσει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχου σιν ἄμφω ἀκάκωτοι, ἐν ἐκείνῳ τῷ ἔτει προστεθήσεται ἡ παίδευσις αὐτοῦ καὶ ἡ γνῶσις καὶ μεταδώσει πολλοῖς τῆς οἰκείας γνώσεως καὶ ἔσται ἐπαινετὸς καὶ ὁμιλήσει τισὶν εὐτελέσιν ἀνθρώποις· καὶ εἰ ἔχει μητέρα, προστεθή σεται ἡ παίδευσις αὐτῆς καὶ ἡ φρόνησις καὶ ἡ οἰκονομία σὺν πᾶσι τούτοις. εἰ ὁ σχηματισμός ἐστιν ἐν τῷ ἑνὶ καιρῷ, πολὺ μέρος ἀφαιρεῖται τῆς σημασίας.
κ. Περὶ τοῦ Ἑρμοῦ ὅτε ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχει κεκακωμένοσ
Ὅτε ἐστὶν ὁ Ἑρμῆς χρονοκράτωρ καὶ ὑπάρχει κεκακω μένος κατά τε πῆξιν καὶ κατὰ πάροδον, ὑποστήσεται τῷ ἔτει ἐκείνῳ διαφόρους βλάβας προφάσει τέκνων ἢ δού λων ἢ εὐτελῶν ἀνθρώπων ἢ μαθημάτων ἢ κοινωνῶν καὶ ψήφων καὶ νοταρίων καὶ γραμμάτων καὶ οἰκονομιῶν καὶ λόγων καὶ ἔριδος καὶ φιλονεικίας· ἐκκοπήσεται δὲ καὶ ἡ ἐλπὶς αὐτοῦ καὶ ἀπογνώσεται πᾶσαν ὠφέλειαν. εἰ δέ ἐστιν ὁμοῦ κεκακωμένος καὶ ἑσπέριος ἅμα τῷ κλήρῳ τῶν τέκ νων, πείσονται τὰ τέκνα αὐτοῦ καὶ οἱ δοῦλοι ἐναντίως· εἰ δὲ συνοδεύει τῷ κλήρῳ τῶν φίλων, ἔσται ἡ βλάβη παρὰ φίλων· εἰ δέ ἐστι μετὰ τοῦ κλήρου τῆς πράξεως ἢ τῆς ἐξουσίας, βλαβήσεται παρά τινος ἐξουσιαστοῦ καὶ δεσμὰ σιδηρᾶ περιβληθήσεται καὶ βλάβας διαφόρους ὑποστή σεται· εἰ δὲ ἑῷός ἐστιν, ἔσται ἐλάττονα τὰ εἰρημένα. Ὅτε δὲ ὑπάρχει χρονοκράτωρ καὶ κακοῦται ἅμα τῇ Σελήνῃ κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματί ζονται ἀλλήλοις ἀπὸ τριγώνου ἢ ἑξαγώνου, λύπας ὑπο στήσεται προφάσει ἀποδημίας καὶ φίλων ἢ μαθημάτων ἢ ἀπωλείας τινῶν. εἰ δὲ ἐκ τετραγώνου, λυπηθήσεται παρὰ πολλῶν προφάσει γραμμάτων καὶ ἀποκλεισθήσεται ἢ δεσμηθήσεται· καὶ εἰ ἐπιδεκατεύει τοῦτον ἡ Σελήνη, ἔσται δειλὸς τῷ ἔτει ἐκείνῳ καὶ ἄστατος. εἰ δὲ ἀπὸ δια μέτρου συσχηματίζονται ἀλλήλοις κεκακωμένοι, ἔσται δειλὸς καὶ ἔριδας ἕξει καὶ ἔχθρας. εἰ δὲ συνοδεύει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς, παλίμβολος ἔσται καὶ πλάσεται ψευδῆ τινα καὶ βλαβήσεται διὰ εὐτελῶν ἀνθρώ πων. τὰ δὲ περὶ τοῦ συσχηματισμοῦ τοῦ Ἑρμοῦ μετὰ τῶν λοιπῶν ἀστέρων προείπομεν· σὺ δὲ διάκρινε τῷ νῷ τὰς μίξεις τῶν ἀποτελεσμάτων.
κα. Περὶ τῆς σημασίας τοῦ Ἑρμοῦ ὅτε ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχει ἔν τινι τόπω τοῦ διαθέματοσ
Ὅτε ἐστὶν ὁ Ἑρμῆς χρονοκράτωρ καὶ ὑπάρχει ἐπίκεν τρος κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀκάκωτος, ὁ τὴν ἐναλλαγὴν ἔχων εὑρήσει ἀξίαν καὶ δόξαν καὶ ὠφέλειαν ἀπὸ γραμμάτων καὶ ἐμπορίαν καὶ ἐξουσιαστοῦ δουλείαν· προστεθήσεται δὲ ἡ γνῶσις αὐτοῦ καὶ ἐπικτήσεται μαθή ματα καὶ ἐπαινεθήσεται διὰ ταῦτα, καὶ μάλιστα ἐὰν ὡροσκοπῇ ἢ μεσουρανῇ. εἰ δὲ κεκακωμένος ἐστὶν ἐν τοῖς τοιούτοις τόποις, συναντήσουσιν αὐτῷ τῷ ἔτει ἐκείνῳ λυπηρὰ προφάσει γραμμάτων καὶ ψήφων καὶ νοσήσει καὶ εἴ τινι ἐπιχειρήσει ἐμπορίᾳ, ζημιωθήσεται· ἐν δὲ τῷ ζ ὢν ἢ τῷ δ δηλοῖ ἔριδας πρὸς συγγενεῖς· καὶ εἰ ἀναποδί ζει, κατηγορηθήσεται διὰ συνουσίας καὶ νοσήσει νόσον κατὰ τὴν φύσιν τοῦ κακοῦντος αὐτὸν ἀστέρος. Εἰ δὲ ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει ἐν τῷ ια τόπῳ ἢ τῷ ε ἀκάκωτος, τεύξεται πολλῶν ἀγαθῶν τῷ ἔτει ἐκείνῳ καὶ φιλιωθήσεται δυνάσταις καὶ ἐξουσια σταῖς καὶ κερδήσει ἐν ταῖς ἐμπορίαις καὶ ταῖς πράσεσι καὶ ταῖς ἀγορασίαις· καὶ εἰ ἔχει τέκνον, εὐφρανθήσεται ἐπ αὐτῷ ἢ γενήσεται αὐτῷ παιδίον, εἴπερ τὸ γενέθλιον αὐτοῦ δηλώσει παίδων γένεσιν. εἰ δὲ ὑπάρχει ἐν τοῖς τοιούτοις τόποις κεκακωμένος, ἐχθρανθήσονται αὐτῷ οἱ φίλοι αὐτοῦ καὶ βραδυνόητος ἔσται· καὶ εἰ ἔχει παῖδα, ἀρρωστήσει, ἴσως δὲ καὶ τελευτήσει· καὶ εἰ ἀναποδίζει ὁ Ἑρμῆς, ἔσται ὁ τῆν ἐναλλαγὴν ἔχων ἐν ἀπορίᾳ τοῦ δέοντος πραχθῆναι. Εἰ δέ ἐστιν ἐν τῷ θ ἢ ἐν τῷ τρίτῳ, ἀποδημήσει τῷ ἔτει ἐκείνῳ καὶ ὄψεται ἐν τῇ ἀποδημίᾳ αὐτοῦ ἀγαθά, ἀκάκωτος ὢν δηλονότι κατά τε πῆξιν καὶ κατὰ πάροδον· θεάσεται δὲ καὶ ὀνείρους ἐναργεῖς καὶ ἐπαινεθήσεται ἐπὶ δόγματι καὶ πίστει καὶ φρονήσει καὶ ἀρίσταις οἰκονο μίαις καὶ διαγνώσεται ἀκριβῶς τὰ πράγματα καὶ ὠφελη θήσονται δι αὐτοῦ οἵ τε ἀδελφοὶ αὐτοῦ καὶ οἱ γνωστοί. εἰ δὲ κεκακωμένος ἐστὶν ἐν τοῖς τοιούτοις τόποις κατὰ τοὺς δύο καιρούς, ἀποδημήσει τῷ ἔτει ἐκείνῳ καὶ ὑποστή σεται βλάβην ἐν τῇ ἀποδημίᾳ καὶ ἐνδοιασμὸν ἕξει περὶ τῆς ἰδίας πίστεως καὶ διὰ ταῦτα λοιδορηθήσεται καὶ ὄψε ται ὀνείρους ταραχώδεις καὶ ζημιωθήσεται ἐν ταῖς ἐμπο ρίαις καὶ ἐν ταῖς πράσεσι καὶ ἀγορασίαις καὶ μάχην ἕξει πρὸς τοὺς ἀδελφοὺς καὶ τοὺς συγγενεῖς. Εἰ δέ ἐστιν ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ β ἢ η τόπῳ ἀκάκωτος, ὠφεληθήσεται διὰ πράσεως καὶ ἀγο ρασίας καὶ εὖ ἕξει τὰ κατ αὐτόν. εἰ δέ ἐστι κεκακωμένος, ζημιωθήσεται καὶ ἐν ταῖς οἰκονομίαις αὐτοῦ ἐσφαλμένος ἔσται καὶ ἔριδας ἕξει διὰ πλοῦτον. Εἰ δὲ ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει ἐν τῷ ιβ ἢ τῷ ἀκάκωτος, ἐν ἐκείνῳ τῷ ἔτει ἀμελὴς ἔσται περὶ τὴν ἐπίκτησιν τοῦ πλούτου καὶ ῥάθυμος περὶ τὰς ἐμπορίας καὶ τὰς ὠφελείας· ἐπικτήσεται δὲ ταύτας παρά τινων εὐτελῶν ἀνθρώπων καὶ πάσης πράξεως μηδαμινῆς καὶ εὐτελοῦς. εἰ δέ ἐστιν ἐν τοῖς δυσὶ καιροῖς κεκακωμένος, συμβήσον ται αὐτῷ νόσοι κατὰ τὴν φύσιν τοῦ ἀστέρος τοῦ κακοῦν τος αὐτόν· εἰ μὲν γὰρ ὁ Κρόνος τοῦτον κακοῖ, νοσήσει ἐμπνευματώσεις καὶ διὰ ψυχρότητος καὶ ἀρθρίτιδος καὶ νεύρων καὶ φλεβῶν ἀλγηδόνα· εἰ δὲ ὁ Ἄρης τοῦτον κακοῖ, νοσήσει ἀπὸ πλεονασμοῦ αἵματος καὶ τῶν ὁμοίων καὶ κατεσχηθήσεται ἐφ οἷς οὐκ ἔπραξε καὶ κατηγορηθήσεται ἐφ οἷς οὐκ ἔδρασε καὶ συνοχὰς καὶ λύπας ὑποστήσεται. Καὶ εἴπερ ἐστὶν ὁ Ἑρμῆς κατὰ πῆξιν ἔν τινι τόπῳ τοῦ διαθέματος, ὑπάρχει δὲ ἐν τῷ τῆς ἐναλλαγῆς διαθέματι ἐν τῷ τοιούτῳ τόπῳ καὶ τοιουτοτρόπως διακείμενος, βεβαιότερα ἔσται τὰ ἀποτελέσματα. εἰ δὲ παραλλάσσει, δεῖ μιγνύειν ταῦτα καὶ κατὰ τὴν κρᾶσιν ἀμφοτέρων ἀποφαίνεσθαι.
κβ. Περὶ τῆς Σελήνης ὅτε ὑπάρχει χρονοκρά τωρ καὶ ᾖ ἀκάκωτοσ
Ὅτε ἐστὶν ἡ Σελήνη χρονοκράτωρ, τὰ ἀποτελέσματα ἔσον ται κατὰ τὴν διάθεσιν τοῦ ἐπιμερίζοντος καὶ τοῦ κυρίου τοῦ ζῳδίου ἐν ᾧ ἐστιν ὁ ἐπιμερισμὸς ἀπὸ τοῦ ἀφέτου, οἱοσδή ποτέ ἐστιν ὁ ἀφέτης. συμπαραλαμβάνομεν δὲ κοινωνὸν καὶ τὸν ἀστέρα ὄντα εἴτε κατὰ πῆξιν εἴτε κατὰ πάροδον ἐν τῷ Καρκίνῳ καὶ τὸν ἀστέρα ᾧ συνάπτει ἡ Σελήνη οὖσα ἐν ᾧ ἔτυχε ζῳδίῳ· καὶ εἰ μὲν συνάπτει δυσὶν ἄστροις, μερί ζομεν τὸν ἐνιαυτὸν εἰς δύο· εἰ δὲ τρισίν, εἰς γ· εἰ δὲ πλείοσι, κατὰ τούτους· καὶ ἀποτελοῦμεν καθ ἕκαστον ἀστέρα ὡς ἔστι διακείμενος. προσλαμβάνομεν δὲ εἰς μαρτυρίαν καὶ τὰ κατ αὐτὴν τὴν Σελήνην· εἰ μὲν γὰρ καλῶς διάκειται, δηλοῖ καλῶς ἕξειν τὸν τὴν ἐναλλαγὴν ἔχοντα περὶ ἃ σημαίνει ἡ Σελήνη· εἰ δὲ κακῶς, τοὐναντίον καὶ νόσους. καὶ εἰ μέν ἐστιν ἡ Σελήνη βορεία καὶ προσθετικὴ τοῖς ἀριθ μοῖς, δηλοῖ ἀγαθά· εἰ δὲ νοτία καὶ ἀφαιρετικὴ τοῖς ἀριθμοῖς, ἐναντία, καὶ μάλιστα εἰ λειψιφωτεῖ. δεῖ δὲ ἐπιτηρεῖν καὶ τὰς συνόδους αὐτῆς πρός τε τὰς ἀκτῖνας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια τῶν ἀστέρων· τὰς δὲ σημασίας αὐτῆς ἃς σημαίνει συσχηματιζομένη πρὸς τοὺς ἀστέρας προείπομεν. Δεῖ δὲ ὁρᾶν καὶ τὸ ζῴδιον ἐν ᾧ ἐστιν ἡ Σελήνη κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς· ἔχει γὰρ δύναμιν ἴσην τῷ ὡροσκόπῳ τοῦ ἔτους. καὶ εἰ ἔστιν ἐν τῷ οἰκείῳ ζῳδίῳ ἀγαθυνομένη, πάντα ὅσα προκατάρξεται ἐν ἐκείνῳ τῷ ἔτει εὐοδωθή σεται· εἰ δὲ κεκακωμένη ἐστίν, δηλοῖ συνοχὰς κατὰ τὴν φύσιν τοῦ κακοῦντος ἀστέρος. εἰ δὲ κενοδρομεῖ καὶ ὑπ άρχει ἐν ζῳδίῳ τοῦ Κρόνου, ὠφεληθήσεται διὰ γαιῶν καὶ φρεάτων καὶ φυτῶν, ἀκωκάτου ὄντος αὐτοῦ· εἰ δὲ κεκα κωμένος ἐστί, δηλοῖ συμφορὰς καὶ λύπας καὶ τραύματα. καὶ εἰ ἔστιν ἐν τῷ οἴκῳ τοῦ Διὸς ἀκακώτου ὄντος, ἐπαι νεθήσεται παρὰ πολλῶν καὶ εἰς τέλος παράξει πάντα ὅσα κατάρξεται καὶ κληρονομήσει πλοῦτον πατρικὸν καὶ πρᾶξιν ἐγχειρισθήσεται· εἰ δὲ κεκακωμένος ἐστίν, δηλοῖ λύπας διαφόρους καὶ κατηγορηθήσεται παρά τινων. εἰ δὲ ὑπάρχει ἐν τῷ οἴκῳ τοῦ Ἄρεως, αὐτοῦ μεσουρανοῦντος τοῦ Ἄρεως, δηλοῖ βλάβας ἀπὸ ὑποζυγίων καὶ σώματος τομὴν διὰ σιδήρου καὶ ῥύσιν αἵματος. Οὐ μόνον δὲ δεῖ ἐπισκοπεῖν τὴν Σελήνην ὅτε ἐστὶ χρονο κράτωρ ἐν τίνος ζῳδίῳ ἐστίν, ἀλλὰ καὶ ὅτε ἕτερος ἀστήρ ἐστι χρονοκράτωρ, καὶ αὐτὸν δεῖ τηρεῖν τὸν χρονοκράτορα ἐν τίνος ζῳδίῳ ἐστίν. εἰ μὲν γάρ ἐστιν ἐν οἴκῳ Κρόνου ἀκακώτου ὄντος αὐτοῦ τοῦ Κρόνου δηλονότι δηλοῖ ἀγαθά· εἰ δὲ κεκακωμένος, ἐναντίον· τὸ αὐτὸ καὶ ἐπὶ τῶν λοιπῶν ἀστέρων. ὅτε δὲ ἀστὴρ ἐπιδεκατεύσει τὸν χρονοκρά τορα, ἐκφαίνει τὴν ἐνέργειαν αὐτοῦ. εἰ γὰρ τὸν Δῖα χρονο κράτορα ὄντα ἐπιδεκατεύσει ὁ Ἥλιος, δίδωσιν ἐξουσίαν· εἰ δὲ τὸν Ἄρεα, ποιεῖ ἀποδημίαν· καὶ εἰ μὲν ἀκάκωτός ἐστιν ὁ Ἥλιος, ἔσται ἀγαθὴ ἡ ἀποδημία· εἰ δὲ κεκακωμένος, τὸ ἐναντίον. εἰ δὲ ὁ Κρόνος ἐπιδεκατεύσει τὸν Ἥλιον ὄντα ἐν τῷ ιβ, δηλοῖ ἐναντία καὶ ἀχρήστους ἀποδημίας καὶ ἐξορίας ἀπὸ τόπου εἰς τόπον καὶ φυλακὰς καὶ συνοχάς.
κγ. Περὶ τῆς σημασίας τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς καὶ τοῦ κυρίου αὐτοῦ
Δευτέραν ἔχει δύναμιν μετὰ τὸν ἐνιαυτοκράτορα ὁ ἐπι μερίζων, ἀλλ ἡμεῖς ἐμνήσθημεν τοῦ ὡροσκόπου τοῦ ἔτους καὶ τοῦ κυρίου αὐτοῦ διὰ τὸ ἔχειν κοινωνίαν τούτους πρός τε τὸ ζῴδιον τῆς ἐναλλαγῆς καὶ πρὸς τὸν κύριον αὐτοῦ ὡς ἂν καθ εἱρμὸν ὁ λόγος προβῇ. δεῖ οὖν σε γνῶναι τὸν ὡροσκόπον τοῦ ἔτους καὶ τὸν τόπον τοῦ κυρίου αὐτοῦ καὶ τοὺς τόπους τῶν λοιπῶν ἀστέρων· αἱ γὰρ δυνάμεις τῶν ἀστέρων τῶν κατὰ πῆξιν καὶ κατὰ πάροδον διαγινώσκον ται ἀπὸ τοῦ θέματος τοῦ ἔτους καὶ τῶν κέντρων αὐτοῦ καὶ τῶν λοιπῶν τόπων. ἕκαστος γὰρ τόπος ἔχει ἰδίαν σημασίαν· καὶ τὰ μὲν κέντρα δηλοῖ τά τε σωματικὰ καὶ τὴν δόξαν καὶ τὰ τῶν γυναικῶν καὶ τὰ τῶν γονέων, τὰ δὲ ἑπόμενα δηλοῖ τὰ κατὰ τὸν πλοῦτον καὶ τὰ τέκνα καὶ τοὺς νεκροὺς καὶ τὴν εὐτυχίαν καὶ τοὺς φίλους καὶ τὴν εὐφημίαν, τὰ δὲ ἀποκλίματα δηλοῖ τούς τε ἀδελφοὺς καὶ τὰς νόσους καὶ τὰς ἀποδημίας καὶ τοὺς ἐχθροὺς καὶ τὰς ἔριδας καὶ τὰς δυσφημίας καὶ τὰς συνοχὰς καὶ τὰς φυλακάς. πάρεστι δὲ ἑκάστῳ ἰδία τις σημασία δήλη τοῖς ἀκριβῶς μεταχειρι ζομένοις τὴν ἀστρονομίαν. Ἐκφαίνει δὲ τὴν σημασίαν ἑκάστου οἴκου ὁ ἀστὴρ ὁ ἐπεμβαίνων αὐτῷ. ὁ γοῦν κύριος τοῦ ὡροσκόπου τοῦ ἔτους κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς ἀκάκωτος ὢν καὶ ἐν τῷ οἰκείῳ φωτί, ὁ τὴν ἐναλλαγὴν ἔχων εὑρήσει ἀγαθὰ καὶ δόξαν· καὶ εἰ ὑπάρχει ἐν τῷ ὡροσκόπῳ ἢ ἐν τῷ μεσου ρανίσματι, ἔσται ἐρρωμένος ἐν τῷ σώματι καὶ τεύξεται ἀξίας καὶ βαθμοῦ· εἰ δέ ἐστιν ἐν τῷ ζ ἢ τῷ δ, προς τεθήσονται οἱ συγγενεῖς αὐτοῦ καὶ αἱ γυναῖκες καὶ οἱ ὑπ ήκοοι. εἰ δὲ κεκακωμένος ἐστὶν ἐν τοῖς τοιούτοις τόποις, βλαβήσεται παρὰ τοιούτων προσώπων. εἶτα δεῖ ἐφορᾶν ἐν ποίῳ τόπῳ ἐστὶ τοῦ διαθέματος, καὶ τίσι τῶν ἀστέρων συνάπτει ἢ τίνες συνάπτουσιν αὐτῷ, καὶ τίνα ἔχει μόνος σημασίαν, τίνα δὲ ἕξει σημασίαν συγκρινόμενος τῷ ἐνιαυτοκράτορι καὶ τῷ ὡροσκόπῳ τῆς καταρχῆς καὶ τῷ κυρίῳ αὐτοῦ καὶ τῇ Σελήνῃ καὶ τοῖς λοιποῖς ἄστροις καὶ τοῖς τόποις τῶν ἀγαθοποιῶν ἢ κακοποιῶν τοῖς τε κατὰ πῆξιν ἢ τοῖς κατὰ πάροδον. ὅτε οὖν ἐστιν ἐν τῷ ὡροσκόπῳ τοῦ ἔτους κακοποιός, ἔσται λίαν κακός, καὶ μάλιστα εἰ βλάπτει τὴν Σελήνην ἢ τὸν ἐνιαυτοκράτορα. εἰ μὲν οὖν ἐστιν ὁ Ἄρης, δηλοῖ ὡς οἱ ἐχθροὶ αὐτοῦ ἀδικήσουσιν αὐτόν· εἰ δὲ ὁ Κρόνος ἐστί, δηλοῖ νόσον καὶ βλάβας καὶ φυλακὴν καὶ συνοχὰς καὶ τὰ ὅμοια. Δεῖ δὲ προσλαμβάνειν τούτοις καὶ τὴν φύσιν τοῦ ζῳ δίου εἰ ἔστι τις τῶν κακοποιῶν ἐν τοῖς τετραγώνοις τοῦ ὡροσκόπου τοῦ ἔτους. αὐτὸς δὲ ὁ κύριος τοῦ ὡρο σκόπου τοῦ ἔτους ἐν ἀγαθῷ τόπῳ καὶ μετὰ ἀγαθῶν συ σχηματιζόμενος τῷ ὡροσκόπῳ, πολλὰ ἀφαιρεῖται τῶν δυσχερῶν ὧν ἐσήμανεν ὁ κακοποιός. εἰ οὖν ἐστί τις τῶν β κακοποιῶν ἐν τῷ ὡροσκόπῳ τοῦ ἔτους, ὁ δὲ ἕτερος ἐν τῷ κατὰ πῆξιν ὡροσκόπῳ, δηλοῖ ἐναντίον εἶναι τὸ ἔτος καὶ πάνυ χαλεπώτατον· εἰ δὲ ὁ εἷς αὐτῶν τυγχάνοι ἀγαθοποιός, πολὺ ἀφαιρεῖται τῆς χαλεπότητος. εἰ μὲν οὖν ἐστιν ἐν τῷ ὡροσκόπῳ τῆς καταρχῆς κακοποιός, καταντήσει δὲ τὸ ἔτος μέχρις ἐκείνου, τύχῃ δὲ ὡροσκόπον εἶναι τοῦ ἔτους τὸ ζῴδιον ἐκεῖνο, ἐφορᾶται δὲ κατὰ πάροδον ὑπὸ κακοποιοῦ ἀσυμφώνῳ σχήματι, εἰ καὶ οἱ λοιποὶ ἀστέρες τύχωσιν ἀκάκωτοι, ὁμῶς τῷ ἔτει ἐκείνῳ ὑποστήσεται βλά βας καὶ νόσους κατὰ τὴν τοῦ κακοποιοῦ φύσιν. εἰ δὲ οὕτως ἔχει ὁ κακοποιὸς ὡς προείρηται καὶ σὺν τούτῳ ὁ κύριος τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς ἢ ὁ κύριος τοῦ ζῳδίου τοῦ ἔτους κακοῦται, δέος μὴ καὶ τελευτήσῃ· εἰ δὲ ὁ κακοποιὸς ἐκεῖνος ἐν τῷ δ ὑπάρχει, κακοῦται δὲ παρ αὐτοῦ ὁ κύριος τοῦ ἔτους, πλείων ἔσται ὁ φόβος. εἰ δὲ ἀντὶ κακοποιοῦ ἐστιν ἀγαθοποιὸς ἐν τῷ τόπῳ, δηλοῖ ὑγείαν καὶ σωτηρίαν καὶ εὐφροσύνην καὶ ἐπίκτησιν ἀγαθῶν κατὰ τὴν φύσιν τοῦ ἀγαθοποιοῦ. εἰ δὲ ὁ Ἄρης καὶ ὁ Κρόνος μεσουρανοῦσιν ἐν τῷ θέματι τῆς ἐναλλαγῆς, ποιοῦσιν ἀπραξίαν καὶ ὄκνον καὶ ῥαθυμίαν καὶ ἀνωφέλειαν δι ὅλου τοῦ ἔτους καὶ καταναλώσει πλοῦτον ἀχρήστως καὶ ἀν ωφελῶς· εἰ δὲ ἕτερος ἀστήρ, ἐν ἐκείνῳ τῷ ἔτει δηλοῖ γενέ σθαι ἀγαθόν, ἔσται εὐμετάτρεπτον καὶ ταχυκατάληπτον. ὅτε δέ ἐστιν ὁ Ἥλιος ἢ ἡ Σελήνη ἐν τῇ ἐναλλαγῇ μετὰ τοῦ Κρόνου ἐπίκεντρος ἐν τῷ δ τόπῳ δηλοῖ θάνατον πατρὸς ἢ μητρός. Ὅτε δὲ καταντήσει τὸ ἔτος εἰς τόπον ἀγαθόν, ὑπάρχει δὲ ὁ κύριος τοῦ ἔτους ἐν τόπῳ κακῷ, ἢ καταντήσει τὸ ἔτος εἰς τόπον κακόν, ὑπάρχει δὲ ὁ κύριος αὐτοῦ ἐν τόπῳ ἀγαθῷ, δηλοῖ μεσότητα τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν. ὅτε δὲ καταντήσει τὸ ἔτος εἰς κακοποιόν, τύχῃ δὲ ἐκεῖνος ὁ κακοποιὸς ὡροσκόπος ἐν τῷ θέματι τῆς ἐναλλαγῆς, βλάβην δηλοῖ. ὅτε δὲ καταντήσει τὸ ἔτος ἐπὶ τὸ μεσουράνισμα τῆς καταρχῆς, τύχωσι δὲ ἐκεῖσε κακοποιοί, βλάπτουσι τὴν πρᾶξιν. εἰ δὲ καταντήσει τὸ ἔτος εἰς τὸν β τόπον καὶ ὑπάρχει ἐν αὐτῷ κατὰ πῆξιν κακοποιός, δηλοῖ ζημίας καὶ ἐξόδους ἀκαίρους, καὶ μάλιστα εἰ ἐπίκεντροι ὦσιν οἱ κακο ποιοὶ ἐν τῇ ἐναλλαγῇ τοῦ ἔτους ἐκείνου ἢ τοῖς κέντροις ἐπ αναφερόμενοι· εἰ γὰρ ἐν τοῖς ἀποκλίμασιν ὦσιν, ἔσται ῥᾳ διώτερα. ὅτε δὲ καταντήσει τὸ ἔτος ἐπὶ τὸν τῆς ἀποδημίας τόπον, ὑπάρχει δὲ ἐκεῖσε κατὰ πῆξιν ὁ Κρόνος καὶ κατὰ πάροδον ἐπιβλέπει τοῦτον ἀσυμφώνως, ἐφορᾷ δὲ καὶ τὴν Σελήνην ἀπὸ τετραγώνου, τύχῃ δὲ καὶ ὁ Ἄρης στηρίζων ἐν τῷ κατὰ πῆξιν ὡροσκόπῳ, ὑπάρχει δὲ καὶ ὁ Ζεὺς ἐν τῷ ὡροσκόπῳ τοῦ ἔτους, ὁ μὲν ὡροσκόπος τοῦ Διὸς δηλοῖ ὕψος καὶ ἐξουσίαν καὶ δυναστείαν, πλὴν οὐκ ἔσται ἡ ψυχὴ αὐτοῦ ἀρεσκομένη ἐν τῇ πράξει· ὁ δὲ Κρόνος καὶ ὁ Ἄρης δηλοῦσι βλάβην καὶ συνοχὴν καὶ φυλακὴν καὶ τιμωρίαν καὶ φόβον ἀπὸ λῃστῶν καὶ ἔχθρας καὶ ἀδικίας καὶ κλαυθμοὺς καὶ οἰμωγάς. εἰ δὲ τύχῃ τὸ ζῴδιον τοῦ ἔτους τῆς ἐναλλαγῆς ἕκτον εἶναι ἐν τῷ θέματι τῆς ἐναλλα γῆς καὶ ἐφορῶσι τοῦτο κακοποιοί, μηδενὸς ἀγαθοποιοῦ τοῦτο ἐπιβλέποντος, δηλοῖ νόσον δεινήν. ὅτε δὲ καταν τήσει τὸ ἔτος εἰς τὸν ἕκτον τόπον εἴτε εἰς τὸν δω δέκατον εἴτε εἰς τὸν δ εἴτε εἰς τὸν ζ εἴτε εἰς τὸν η, οὐκ ἀγαθὸν ἔσται, καὶ μάλιστα ἐὰν ὁ κύριος αὐτοῦ ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς ἑσπέριος ὑπάρχει ἢ ἀναποδίζων ἢ ὕπαυγος ἢ κακοποιῷ συσχηματιζόμενος. εἰ δὲ καταντήσει τὸ ἔτος ἐπὶ τὸν β τόπον τῆς καταρχῆς, ὑπάρχει δὲ ἡ Ἀφροδίτη κυρία τοῦ ἔτους καὶ τύχῃ ἅμα τῷ Κρόνῳ ἐν τῷ ὑπογείῳ κέντρῳ, ὡροσκόπος δ ἔσται τῆς ἐναλλαγῆς ὁ κατὰ πῆξιν η τόπος, δηλοῖ συνοχὰς καὶ βλάβας δεινάς. ὅτε δὲ καταντήσει τὸ ἔτος εἰς τὸν δωδέκατον τόπον τῆς καταρχῆς καὶ ὑπάρχει κύριος τούτου ὁ Ζεὺς καὶ τύχῃ εἶναι τοῦτον ἅμα τῷ Κρόνῳ ἐν τῷ ζ, ἀναποδίζοντος τοῦ Κρόνου, ὑπάρχει δὲ καὶ ὁ Ἄρης ἐν τῷ ὑπὸ γῆν κέντρῳ, δηλοῖ μεγάλας βλάβας καὶ κινδύνους θανάτου ἐγγύς. ὅτε δὲ καταντήσει τὸ ἔτος εἰς τὸν τόπον τοῦ γάμου, τύχωσι δὲ κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς ὁ κύριος αὐτοῦ καὶ ἡ Σελήνη ἐναντιούμενοι τοῖς τριγώνοις αὐτῶν ἢ τοῖς ὑψώ μασιν, ὁ τὴν ἐναλλαγὴν ἔχων μισήσει τὴν οἰκείαν πατρίδα καὶ ἀποδημήσει εἰς ἀλλοτρίαν χώραν· ὅτε δὲ τύχῃ ὁ κύριος τοῦ ἔτους ἐν τῷ δυτικῷ κέντρῳ κεκακωμένος, δηλοῖ φυγὴν ἀπὸ τῆς πατρίδος καὶ κλιμακτῆρας βαρεῖς. ὅτε δὲ καταντή σει τὸ πατρικὸν ἔτος ἀπό τινος τόπου σημαίνοντος τὰ τοῦ πατρὸς εἴς τινα τόπον καὶ τύχῃ ὁ κύριος αὐτοῦ συνοδεύων τῷ κυρίῳ τοῦ τρίτου τόπου ἀπὸ τοῦ ὡροσκόπου τῆς καταρχῆς, δηλοῖ ὡς ὁ πατὴρ τεύξεται παιδὸς καὶ ὁ παῖς τεύξεται ἀδελφοῦ. ὅτε δὲ τύχῃ εἴτε τὸ ζῴδιον τοῦ ἔτους εἴτε ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς ὁ αὐτὸς τῷ ὡροσκόπῳ τῆς καταρχῆς, ὑπάρχει δὲ εἷς τῶν δύο φωστήρων κύριος τοῦ ἔτους καὶ ἐκλείπει ἢ μετὰ τοῦ Καταβιβάζοντός ἐστι, τοῦ Κρόνου αὐτὸν ἐφορῶντος, δηλοῖ βλάβας καὶ στάσεις παρὰ τοῦ κοινοῦ λαοῦ πρὸς αὐτόν. ὅτε δὲ τύχῃ ὁ τῶν τέκνων τόπος κατὰ πῆξιν ὁ Τοξότης, τύχῃ δὲ ὁ Τοξότης ὡροσκόπος τῆς ἐναλλαγῆς καὶ ἐν αὐτῷ ὁ Κρόνος κατὰ πάροδον, τύχωσι δὲ ὁ Ζεὺς καὶ ὁ Ἄρης καὶ ὁ Ἑρμῆς καὶ ἡ Ἀφροδίτη ἐν τῷ Λέοντι τῷ κατὰ πῆξιν ὡροσκόπῳ, ἐφορᾷ δὲ ὁ Ἄρης τὴν Σελήνην ἀπὸ διαμέτρου μοιρικῶς, δηλοῖ φόβον καὶ φυλακὴν καὶ συνοχὰς καὶ βλάβην παίδων καὶ σωτηρίαν ὕστερον. ὅτε δὲ τύχῃ ὁ ε τόπος κατὰ πῆξιν οἶκος τοῦ Κρόνου, γένηται δὲ κατὰ πάροδον ὑπόγειον κέντρον, δηλοῖ παίδων θάνατον ἢ μεγίστην βλάβην. εἰ δὲ καταντήσει τὸ ἔτος εἰς τὸν τοιοῦτον ε τόπον, ὑπάρχει δὲ ὁ Κρόνος κύριος ὢν τοῦ ἔτους ἀκάκωτος, βλάβην δηλοῖ παιδὸς ὀλίγην. ὅτε δὲ καταντήσει τὸ ἔτος εἰς τὸν τόπον ἐν ᾧ ἦν κατὰ πῆξιν ὁ Κρόνος ἢ ὁ Ἄρης, τύχῃ δὲ ἐν τῷ θέματι τῆς ἐναλλαγῆς τετράγωνος τοῦ ὡροσκόπου, δηλοῖ βλάβας καὶ ἀδικίας καὶ ἐμποδισμοὺς περὶ τὸν βίον. ὅτε δὲ τύχῃ ὁ κύριος τοῦ ἔτους ὁ Κρόνος ἢ ὁ Ἄρης καὶ ὑπάρχει ὡροσκοπῶν ἐν τῷ τῆς ἐναλλαγῆς ὡροσκόπῳ, μὴ μέντοι ἐν τόποις ἐν οἷς ἔχει λόγους οἰκοδεσπότου, καὶ μάλιστα εἰ κατὰ πῆξιν ὑπάρχει ἐν τῷ ὡροσκόπῳ ἢ ἐν τῷ διαμέτρῳ αὐτοῦ ἢ ἐν τῷ τετραγώνῳ, ὁ μὲν Κρόνος δηλοῖ νόσους καὶ μακρὰς ἀρρωστίας, ὁ δὲ Ἄρης δηλοῖ φόβον καὶ φυλακὴν καὶ βλάβην ἐν τῷ πλούτῳ. ὅτε δ ἐστιν ὁ Κρόνος κύριος τοῦ ἔτους καὶ ὑπάρχει ὑπὸ γῆν, καταντήσει δὲ ὁ Ἄρης ἐπὶ τὸν ἑαυτοῦ κατὰ πῆξιν τόπον καὶ τύχῃ συνοδεῦσαι ἐκεῖσε τῷ Κρόνῳ, ὑπάρχει δὲ ὁ κύριος τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς ἐν τῷ ζ τόπῳ ἢ ὕπαυγος καὶ τύχωσιν οἱ ἀγαθοποιοὶ ἐν ἀποκλίμασιν, δηλοῖ βλάβην καὶ συνοχὴν δι ὅλου τοῦ ἔτους. ὅτε δὲ καταντήσει τὸ ἔτος ἐπὶ τὸν τόπον τοῦ Διὸς καὶ ὑπάρχει κατὰ πάροδον ἀκάκωτος, ἐφορῶν τὸν κατὰ πῆξιν αὐτοῦ τόπον, τύχῃ δὲ καὶ ὁ κύριος τοῦ ἔτους ἀποκεκλικώς, δηλοῖ εὐτυχίαν καὶ δαψιλῆ ἀγαθά, καὶ ἕξει ὁ Ζεὺς πολλὴν σημασίαν ἐν τῷ ἔτει ἐκείνῳ. ὅτε δὲ τύχῃ ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς τὸ ζῴδιον ἐν ᾧ ἦν ἐν τῇ καταρχῇ κακοποιὸς ἢ τὸ ζῴδιον τοῦ ἔτους, λαβὲ τὸν κακοποιὸν ἐκεῖνον ὡς χρονοκράτορα, καὶ μάλιστα ἐὰν ὁ κύριος τοῦ ζῳδίου τοῦ ἔτους ἢ ὁ κύριος τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς μὴ ἐφορᾷ τὸν ἴδιον οἰκοδεσπότην. ὅτε δέ ἐστιν ὁ Ἄρης κύριος τοῦ ἔτους καὶ καταντήσει κατὰ πάροδον ἐπὶ τὸν τόπον τοῦ κατὰ πῆξιν Ἄρεως, ὑπάρχει δὲ ὁ Ἄρης ἐν τῇ τοῦ ἔτους ἐναλλαγῇ ἐπίκεντρος ἢ ἐπαναφερόμενος τοῖς κέν τροις καὶ τὴν Ἀφροδίτην ἐπιδεκατεύων, τῶν ἀγαθοποιῶν ἀποκεκλικότων, δηλοῖ σκληρότητα τοῦ ἔτους καὶ φόβον καὶ συνοχὰς καὶ φυλακὰς καὶ βλάβας παρ ἡγεμόνων καὶ ἀρχόντων. ὅτε δὲ τύχῃ ὡροσκόπος τοῦ ἔτους τὸ ζῴδιον ἐν ᾧ ἦν ὁ Ἥλιος ἢ ἡ Σελήνη, δεῖ λαμβάνειν τὸν οἰκοδες πότην τοῦ φωστῆρος τοῦ ἔχοντος σημασίαν πρὸς τὸ ἔτος. ὅτε δέ εἰσιν ὁ Ἥλιος καὶ ἡ Σελήνη κεκακωμένοι ἐν τῇ τοῦ ἔτους ἐναλλαγῇ καὶ ὑπάρχουσιν ἐν τῷ ζ τόπῳ ἢ ἐν τῷ δ τοῦ θέματος τῆς ἐναλλαγῆς, καὶ μάλιστα εἰ ὑπάρχουσι μετὰ τοῦ Ἀναβιβάζοντος ἢ τοῦ Καταβιβάζοντοσ, δηλοῦ σι θάνατον τῶν γονέων, καὶ μάλιστα εἰ καὶ κατὰ πῆξιν ἐδήλωσαν τὰ κατ αὐτούς. ὅτε δέ ἐστιν ὁ Ζεὺς ἐν τῇ ἐναλ λαγῇ ἐν τῷ Αἰγοκέρωτι καὶ κακοῦται παρά τε τοῦ Κρόνου καὶ τοῦ Ἄρεως καὶ τοῦ Ἡλίου, δηλοῖ βλάβας καὶ διαφθο ράν. ὅτε δὲ ὑπάρχει κακοποιὸς μετὰ τοῦ χρονοκράτορος ἐν τῷ ὡροσκόπῳ τῆς καταρχῆς καὶ κακοῖ τὴν Σελήνην, δηλοῖ κακίαν τοῦ ἔτους. ὅτε δὲ ἀναποδίζει ὁ κύριός τινος τῶν κατὰ πῆξιν τόπων ἢ τῶν κατὰ πάροδον ἢ ὕπαυγος ὑπάρχει ἢ κακοῦται παρά τινος τῶν κακοποιῶν ἢ ἔν τινι ἐναντίῳ τόπῳ ὑπάρχει, δηλοῖ βλάβην κατὰ τὴν σημασίαν τοῦ τόπου ἐκείνου εἴτε περὶ πλούτου δηλοῖ ὁ τόπος ἢ περὶ ἐγγαίων ἢ ἑτέρων τινῶν. Ὅτε δέ ἐστιν ὁ κύριος τοῦ ἔτους κακοποιὸς καὶ ὑπάρχει κατὰ πῆξιν ἐν τῷ τόπῳ, βλάπτει δὲ κατὰ πάροδον τὴν Σελήνην, ἐφορῶσι δὲ τὴν Σελήνην ἀγαθοποιοὶ κατὰ πάρ οδον ἀπὸ ἀγαθῶν τόπων, ὑπάρχει δὲ κακοποιὸς ἐν τῷ ὡροσκόπῳ τοῦ ἔτους, δηλοῖ βλάβας μεγίστας καὶ μακρὰν νόσον. ὅτε δέ ἐστιν ὁ κύριος τοῦ ἔτους ἀγαθοποιός, ὑπάρ χει δὲ ἐν τῷ ὡροσκόπῳ τῆς ἐναλλαγῆς κακοποιὸς καὶ ἐν τῷ δύνοντι ἕτερος κακοποιός, κακοῦται δὲ ἡ Σελήνη παρά τινος αὐτῶν ἢ ἑτέρου, δηλοῖ βλάβην δεινοτάτην παρ ἐχθρῶν καὶ ζημίαν μεγίστην· τμηθήσεται δὲ καὶ μέλος αὐτοῦ καὶ δέος ἔσται περὶ τῆς ψυχῆς αὐτοῦ, καὶ μάλιστα μὴ ἐφορῶντος ἀγαθοποιοῦ τὸν ὡροσκόπον. ὅτε δέ ἐστιν ὁ κύριος τοῦ ἔτους ἀγαθοποιὸς καὶ ἀναποδίζει, ἐφορῶσι δὲ αὐτὸν ὁ Ἄρης κατὰ πάροδον ἀπὸ διαμέτρου καὶ ἡ Σελήνη ἀπὸ τετραγώνου, κακοῦται δὲ καὶ ὁ ὡροσκόπος τοῦ ἔτους εἴτε διὰ τοῦ Ἡλίου εἴτε διά τινος τῶν συνδέσμων, τοῦ κυρίου αὐτοῦ μὴ ἐφορῶντος αὐτόν, δηλοῖ βλάβας μεγίστας ἐν τῷ σώματι καὶ παρὰ ἐχθρῶν καὶ λῃστῶν καὶ ζημίας καὶ ἀπώλειαν πλούτου. ὅτε δέ ἐστιν ὁ Κρόνος κύριος τοῦ ἔτους καὶ ἀποκαταστῇ εἰς τὸν κατὰ πῆξιν αὐτοῦ τόπον καὶ διαμετρήσει τοῦτον κατὰ πάροδον ὁ Ἄρης, δηλοῖ βλάβην κατὰ τὴν σημασίαν τοῦ οἴκου ἐν ᾧ τύχῃ ὁ Κρόνος· εἰ δέ ἐστιν ἐν τῷ ὡροσκόπῳ τῆς ἐναλλαγῆς ἢ μετὰ τῆς Σελήνης, δηλοῖ βλάβην σωματικήν. ὅτε δέ εἰσιν ὁ κύριος τοῦ ἔτους καὶ ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς καὶ ὁ κύριος αὐτοῦ καὶ ἡ Σελήνη κεκακωμένοι παρά τινος τῶν κακοποιῶν ἀπὸ συνόδου ἢ τετραγώνου ἢ διαμέτρου, δηλοῖ διαφθορὰν αὐτοῦ καὶ ἐπικράτησιν τῶν ἐχθρῶν αὐτοῦ καὶ ζημίαν πλούτου· εἰ δὲ ὁ Ζεὺς ἢ ἡ Ἀφροδίτη συνυπάρχει τῇ Σελήνῃ ἢ τῷ χρονοκράτορι, ῥυσθήσεται ἀπὸ τῶν δεινῶν ἐκείνων. ὅτε δέ ἐστιν ἡ Σελήνη κατὰ πάροδον ἐν τῷ Καρκίνῳ καὶ ὁ Ἥλιος ἐν τῷ Κριῷ καὶ κακοῦνται παρὰ τοῦ Ἄρεως ἀπὸ τοῦ Αἰγοκέρωτος, δηλοῖ βλάβας καὶ διαφθοράς. ὅτε δέ ἐστιν ἡ Σελήνη κατὰ πάροδον ἐν ζῳδίῳ ἀρρενοειδεῖ καὶ κακοῦται ὁμοῦ παρά τε τοῦ Κρόνου καὶ τοῦ Ἄρεως, ὑπάρχει δὲ καὶ ὁ κύριος τοῦ τόπου κακο ποιός, δηλοῖ ἐναντιότητας καὶ βλάβας. ὅτε δὲ ὁ κύριος τοῦ ἔτους βλάπτεται παρά τινος κακοποιοῦ, ἔσται ἐπίφοβον τὸ ἔτος καὶ πολυμέριμνον καὶ ἐπιζήμιον· εἰ δὲ συσχη ματισθῇ τούτῳ ὁ Ζεύς, δηλοῖ τῶν τοιούτων ἀποσόβησιν. Ὅτε δέ ἐστιν ὁ Ἑρμῆς κύριος τοῦ ἔτους καὶ ὑπάρχει κεκακωμένος παρὰ τοῦ Ἄρεως καὶ ἐν τῷ δ τόπῳ τοῦ ὡρο σκόπου τῆς ἐναλλαγῆς ἢ ἐν τῷ δ τόπῳ τοῦ ζῳδίου τοῦ ἔτους ἢ ἐν τῷ δ τόπῳ τοῦ κατὰ πῆξιν ὡροσκόπου, δηλοῖ θάνατον τῶν ἀδελφῶν· ὡσαύτως, ὅτε ἐστὶν ὁ Ἑρμῆς κύριος τοῦ ἔτους καὶ ὑπάρχει κεκακωμένος παρὰ τοῦ Ἄρεως ἐν τῷ δύνοντι κέντρῳ, δηλοῖ θάνατον ὁμοίως τῶν ἀδελφῶν. ὅτε δέ ἐστιν ὁ κύριος τοῦ ἔτους κατὰ πῆξιν ἐν τῷ δεκάτῳ, ἐν δὲ τῷ καιρῷ τῆς ἐναλλαγῆς ὡσαύ τως ἐν τῷ δεκάτῳ, δηλοῖ ἢ ἐν τῷ ια ὑπὸ ἀγαθοποιῶν ὁρώμενος εὕρεσιν πλούτου καὶ δυναστείας· ὅτε δέ ἐστιν ὁ κύριος τοῦ ἔτους ἐν τῷ δεκάτῳ κατὰ πῆξιν καὶ κατὰ πάρ οδον, δηλοῖ ἐπιτυχίαν ἐξουσίας τινός. ὅτε δέ ἐστιν ὁ κύριος τοῦ ἔτους κατὰ πῆξιν ἐν ἀποκλίματι καὶ ὕπαυγος καὶ κατὰ πάροδον ἐν τῷ ἢ ἐν τῷ η ἢ ὕπαυγος καὶ τῷ Κρόνῳ συσχηματιζόμενος, δηλοῖ διαδοχὴν πράξεως καὶ εὐκαιρίαν καὶ ἀρδείαν, ἔτι δὲ καὶ συμπτώματα θανάτῳ παρόμοια. Ὅτε δέ ἐστιν ὁ Ζεὺς κατὰ πῆξιν ἀκάκωτος, ἐν δὲ τῇ ἐναλλαγῇ ἐπίκεντρος καὶ ἐφορῶν τὸν κύριον τοῦ ἔτους, δηλοῖ ἐπιτυχίαν βαθμοῦ καὶ τιμῆς παρά τε ἐξουσιαστῶν καὶ βασιλέων· ἐγχειρισθήσεται δὲ καὶ πράξεις ὠφελίμους καὶ εὐοδωθήσεται ἐν ταῖς πράξεσιν αὐτοῦ καὶ ταῖς οἰκονο μίαις. ὅτε δέ ἐστιν ὁ κύριος τοῦ ἔτους ἑσπέριος καὶ ἐν οἴκῳ ἐχθροῦ αὐτοῦ ἢ ἐν τῷ ἢ ἐν τῷ ιβ, τῷ Κρόνῳ ἢ τῷ Ἄρεϊ συσχηματιζόμενος, τοῦ Διὸς ἀποκεκλικότος καὶ μὴ ὁρῶντος τὴν Σελήνην μήτε μὴν τὸν κύριον τοῦ ἔτους, δηλοῖ ὑποστῆναι ἀτιμίας καὶ ὕβρεις παρ ἐχθρῶν. ὅτε δὲ καταντήσει τὸ ἔτος εἰς τὸ ὑπόγειον κέντρον ἢ εἰς τὸ δυτικὸν κέντρον καὶ τύχῃ ὁ Κρόνος ἐκεῖσε ἢ ἐφορῶν τὸν τοιοῦτον τόπον ἐναντίῳ σχήματι, δέος μή ποτε τελευτή σῃ ὁ τὴν ἐναλλαγὴν ἔχων. Κανὼν δὲ ἔστω σοι τοιοῦτος ἐν ταῖς τῶν ἐτῶν ἐναλ λαγαῖς. ὅτε εὕρης ἐν τῷ ὡροσκόπῳ τῆς ἐναλλαγῆς κακο ποιὸν καὶ βλάπτει κατὰ πῆξιν ὁ κακοποιὸς τὸν ὡρο σκόπον ἢ τὴν Σελήνην ἢ τὰ κέντρα, γίνωσκε ὅτι μεγίστην ἐπάγει τὴν κάκωσιν. εἰ δὲ ὁ τοιοῦτος κακοποιὸς ὡρο σκοπεῖ κατὰ πάροδον ἢ βλάπτει τινὰ τῶν τόπων τοῦ θέματος, εὕρης δὲ τοῦτον ὅτι οὐκ ἔβλαπτεν ἐν τῇ καταρχῇ τὸν τοιοῦτον τόπον, μετρίαν ἴσθι τοῦτον ποιεῖν τὴν βλά βην. ὅτε δέ ἐστιν ὁ κακοποιὸς ἑῷος καὶ ἀγαθοποιῷ συσχηματιζόμενος καὶ λόγον ἔχει πρὸς τὸν ὡροσκόπον ἢ τὴν Σελήνην, ὠφέλειαν ἐπάγει διὰ μόχθων καὶ κόπων. ὅτε δὲ ὡροσκοποῦσιν οἱ ἀγαθοποιοὶ ἐν τῇ ἐναλλαγῇ ἢ ἐπεμ βῶσι τόποις τισὶ τῶν κατὰ πῆξιν ἀστέρων, μετρίαν δη λοῦσιν ὠφέλειαν, εἰ μή γε ἐν τῇ καταρχῇ συμφώνῳ σχήματι ἑώρων τὸν τόπον ἐκεῖνον. ὅτε δὲ ἀναποδίζει ἀγαθοποιὸς ἢ ὕπαυγός ἐστιν ἢ ἀποκεκλικώς, ἀσθενεστέρα γίνεται ἡ δόσις αὐτοῦ. ὅτε δέ ἐστιν ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς ζῴδιον ἐν ᾧ ἦν κατὰ πῆξιν κακοποιὸς ἢ ἐν ἀμφοτέροις ὑπάρχουσι κακοποιοί, δηλοῖ μετάβασιν τόπου καὶ φυγὰς καὶ ἀπωλείας. ὅτε δὲ ὑπάρχει κακοποιὸς κατὰ πῆξιν συσχηματιζόμενος ἀγαθοποιῷ, εἶτα συνοδεύσει τῷ ἀγαθοποιῷ ἐκείνῳ ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς ἢ συσχη ματισθῇ τούτῳ ἀπὸ τετραγώνου ἢ διαμέτρου, δηλοῖ βλά βην πολλήν.




