Περὶ τοῦ ἀριθμοῦ τῶν σημαντήρων τοῦ ἔτους.
Ἰστέον ὅτι τὸ ἓν ἔτος διαιρεῖται εἰς μῆνας καὶ εἰς ἡμέ ρας καὶ εἰς ὥρας, καὶ ἑκάστῳ τούτων εἰσὶ πολλοὶ σημαν τῆρες. καὶ οἱ ἀστέρες τῇ διαφορότητι τῶν διαθέσεων αὐτῶν δηλοῦσι ἑκάστοτε διαφόρους διαθέσεις· καὶ οἱ μὲν δηλοῦσι κατὰ τὸν τῆς ἐναλλαγῆς καιρὸν τὴν τοῦ χρόνου ποιότητα, εἴτε ἀγαθὴ εἴτε ἐναντία· ἔστι δὲ αὕτη ἡ σημα σία ἡ καθολική· οἱ δὲ ἰδιοτάτην τινὰ ἔχουσι σημασίαν κατά τινα καιρὸν μερικὸν τοῦ ἔτους διὰ τῶν ἐπιβάσεων αἵτινες δηλοῦσι τὰς ἐπιτάσεις καὶ ἀνέσεις τῶν ἀγαθῶν καὶ τῶν κακῶν·
Τμῆμα ζ. Περὶ τῶν δηλωτικῶν περὶ τῶν ἡμερῶν καὶ τῶν ὡρῶν καὶ τῆς τούτων σημασίασ
4361, 008, 229, 4 Τὰς ἡμέρας καὶ τὰς ὥρας εἰς ἐννέα διαιρέσεις διαιροῦμεν· ἀρχόμεθα δὲ ἀπὸ τῶν ἡμερῶν τῶν τῆς ἑβδομάδος δηλωτικῶν, αἵτινες συμφωνοῦσι τῷ ἀριθμῷ τῶν ἑπτὰ ἀστέρων.καὶ ὁ μὲν πρῶτος ἐκ τούτων δηλωτικός ἐστιν ἵνα ἐπιβλέπῃ%σ& πρὸς πάσας τὰς ἡμέρας τοῦ κυηθέντος ἀπ' ἀρχῆς τοῦ καιροῦ τῆς αὐτοῦ γεννήσεως καὶ ἄχρι περαιώσεως ἐνιαυτοῦ. καὶ ἐπιμερίζῃς ταύτας κατὰ τὴν ποσότητα τῶν ἑπτά· καὶ ὅσα γίνονται ἀπὸ τοῦ ἐπιμερισμοῦ, ταῦτά εἰσιν αἱ περίοδοι τῶν ἑβδομάδων· ὅσα δὲ λοιπάζονται πρὸς τὸ ἕβδομον ἀριθμόν εἰσιν ἀπὸ τῶν ἡμερῶν τῆς ἑβδομάδος. ἔπειτα ἵνα ἐπιδώσεις ἑνὶ ἑκάστῳ
Περὶ τῆς τῶν ἀστέρων ἐπεμβάσεως· διαιρεῖται δὲ εἰς τμήματα ὀκτώ
%Πρῶτον&.
4361, 008, 207, 5 Ἡ ἐν τῇ ἐναλλαγῇ τῶν ἐτῶν ἐπέμβασις τῶν ἀστέρων ἐπὶ τοὺς κατὰ πῆξιν αὐτῶν τόπους καὶ ἐπὶ τοὺς κατὰ πῆξιν
ἑτέρων τόπους ἔχει τινὰς ἀπορρήτους σημασίας ἀγαθῶν τε καὶ κακῶν. ἐπισκοπεῖν οὖν δεῖ τοὺς τόπους αὐτῶν.καταντᾷ γὰρ ὁ ἀστὴρ πολλάκις ἐν τῇ ἐναλλαγῇ τοῦ ἔτους εἰς τὴν κατὰ πῆξιν μοῖραν αὐτοῦ, πολλάκις δὲ ἐπὶ τὸ ζῴδιον, οὐ μὴν τὴν μοῖραν. ὅτε δὲ καταντήσει ἐν τῇ τοῦ ἔτους ἐναλλαγῇ ἐπὶ τὴν μοῖραν ἐν ᾗ ἦν κατὰ πῆξιν ἢ εἰς τὸ ὅριον ἐν ᾧ ἦν, τότε ἔσται τελεία ἡ σημασία αὐτοῦ·
ΛΟΓΟΣ Δ
Ἀπὸ τῆς βίβλου τοῦ Ἀπομάσαρ περὶ τῆς τῶν ἐτῶν ἐναλλαγῆς· περὶ τῶν φαρταριτῶν ἤτοι τῶν κύκλων, καὶ διαιρεῖται εἰς τμήματα <ζ>
Τμῆμα πρῶτον. Περὶ τῆς φαρταρίας τοῦ Ἡλίου
4361, 008, 181, 7 Ἕκαστος ἀστὴρ τῶν <ζ> καὶ ὁ Ἀναβιβάζων καὶ ὁ Καταβιβάζων ἔχουσι χρόνους τινὰς ὡρισμένους καὶ διοικεῖ ἕκαστος ἀστὴρ τὸν γεννηθέντα κατὰ τὴν οἰκείαν φαρταρίαν. τοῦ μὲν οὖν Ἡλίου ἡ φαρταρία ἐστὶν ἔτη <ι>, τῆς δὲ Ἀφροδίτης <η>, τοῦ δὲ Ἑρμοῦ <ιγ>, τῆς δὲ Σελήνης <θ>, τοῦ δὲ Κρόνου <ια>, τοῦ Διὸς <ιβ>, τοῦ Ἄρεως <ζ>, τοῦ Ἀναβιβάζοντος τρία, τοῦ δὲ Καταβιβάζοντος <β>· ὁμοῦ τὰ πάντα <οε>. Ἐπὶ μὲν οὖν τῶν ἡμερινῶν γενέσεων λαμβάνει τὴν κυβέρνησιν τῆς πρώτης φαρταρίας ὁ Ἥλιος, ἔνθα ἂν καὶ ὑπάρχῃ, εἶτα ἡ Ἀφροδίτη, εἶτα ὁ Ἑρμῆς, εἶτα ἡ Σελήνη, 4361, 008, 182, 1 εἶτα ὁ Κρόνος κατὰ τὴν τῶν ζωνῶν αὐτῶν τάξιν.
Περὶ τῶν περιπάτων τῶν ἐν ταῖς ἐναλλαγαῖς λαμβανομένων· διαιρεῖται δὲ εἰς τμήματα δέκα, ὧν πρῶτον τμῆμα περί τε τοῦ περιπάτου καὶ τοῦ μερισμοῦ καὶ τοῦ ἐπιμερίζοντος καὶ τοῦ κοινωνοῦντος ἀστέρος τῷ ἐπιμερίζοντι
Δεῖ ἐν ταῖς ἐναλλαγαῖς τῶν χρόνων πολλῶν τόπων ποιῆσαι περίπατον τῶν μὲν κατὰ πῆξιν, τῶν δὲ κατὰ πάροδον. ἔχει γὰρ ἕκαστος ἰδίαν σημασίαν ἥνπερ ὁ ἕτερος οὐ σημαίνει. εἰ γὰρ δηλώσει κατὰ πῆξιν ἀστὴρ ἢ τόπος ἀγαθὸν ἢ κακόν,
Πρῶτον. Περὶ τῆς ἐναλλαγῆς τῶν γενεθλίων Τοῦ Ἡλίου ὄντος ἔν τινι τόπῳ κατὰ τὸν τοῦ γενεθλίου καιρόν καὶ κινουμένου ἐν τῷ ζῳδιακῷ καὶ διερχομένου τξ μοίρας καὶ ἀποκαθισταμένου διὰ τξε ἡμερῶν καὶ μορίου γίνεται τῷ γεννηθέντι ἔτος α καὶ ἄρχεται τὸ β ἔτος· ἐν τῇ β ἀποκαταστάσει ἄρχεται τὸ γ ἔτος καὶ ἑξῆς ὁμοίως. δεῖ οὖν ἐν τῇ ἐναλλαγῇ τοῦ ἔτους στῆσαι τὸν ὡροσκόπον καὶ ποιῆσαι τοὺς ιβ τόπους καὶ ἐκθέσθαι τὰς ἐποχὰς τῶν ἀστέρων. παραλλάσσονται γὰρ οἱ ὡροσκόποι ἐν ταῖς τῶν χρόνων ἐναλλαγαῖς καὶ αἱ τῶν ἀστέρων ἐποχαί. καὶ τὸ μὲν πρῶτον ἔτος δηλοῦσιν ὁ ὡροσκόπος καὶ οἱ κατὰ πῆξιν ἀστέρες εἶτα τὸ β σημαίνει ὁ β τόπος τὸ δὲ γ ὁ γ τὸ δὲ δ ὁ δ καὶ ἑξῆς ὁμοίως. ἐπειδὴ παραλλάσσε ται τὸ ζῴδιον τῆς ἐναλλαγῆς καὶ ὁ ὡροσκόπος τῆς ἐναλ λαγῆς καὶ οἱ τόποι τῶν ἀστέρων διὰ τοῦτο διάφορα γίνεται τὰ περὶ τοὺς ἀνθρώπους συμβαίνοντα.
ΑΠΑΓΟΡΕΥΕΤΑΙ Η ΑΝΑΔΗΜΟΣΙΕΥΣΗ, η αναπαραγωγή, ολική, μερική ή περιληπτική, ή κατά παράφραση, ή διασκευή απόδοση του περιεχομένου της ηλεκτρονικής αυτής σελίδας και όλων των σελίδων
που συνδέονται με δεσμούς (links) με οποιονδήποτε τρόπο ΧΩΡΙΣ ΠΡΟΗΓΟΥΜΕΝΗ ΓΡΑΠΤΗ ΑΔΕΙΑ του ΕΚΔΟΤΗ σύμφωνα με τις διατάξεις του Νόμου 2121/1993
Copyright © ΦΑΪΖΑ ΚΩΔΩΝΑ All rights reserved