Καὶ βλέψαι τὸν πίνακα ὃν Κέβητοσ γράψας, καὶ ὁ τρίς-μεγας Πλάτων, καὶ ὁ μυριόμεγας Ἑρμῆς, ὅτι Θώυθοσ ἑρμηνεύεται τῇ ἱερατικῇ πρώτῃ φωνῇ, ὁ πρῶτος ἄνθρωπος

ἑρμηνεὺς πάντων τῶν ὄντων, καὶ ὀνοματοποιὸς πάντων τῶν σωματικῶν. Οἱ δὲ Χαλδαῖοι καὶ Πάρθοι καὶ Μῆδοι καὶ Ἑβραῖοι καλοῦσιν αὐτὸν Ἀδὰμ, ᾧ ἐστιν ἑρμηνεία γῆ παρθένος, καὶ γῆ αἱματώδης, καὶ γῆ πυρά, καὶ γῆ σαρκίνη. Ταῦτα δὲ ἐν ταῖς βιβλιοθήκαις τῶν Πτολεμαίων ηὕρηνται· ὃν ἀπέθεντο εἰς ἕκαστον ἱερὸν, μάλιστα τῷ Σαραπείῳ, ὅτε παρεκάλεσεν Ἀσενὰν τῶν ἀρχιεροσολύμων πέμψαντα Ἑρμῆν ὃς εἱρμηνεύσε πᾶσαν τὴν Ἑβραΐδαἑλληνιστὶ καὶ αἰγυπτιστί.  
Οὕτως οὖν καλεῖται ὁ πρῶτος ἄνθρωπος ὁ παρ' ἡμῖν Θωΰθ, καὶ παρ' ἐκείνοις Ἀδὰμ, τῇ τῶν ἀγγέλων φωνῇ αὐτὸν καλέσαντες.
Οὐ μὴν δὲ ἀλλὰ καὶ συμβολικῶς διὰ τεσσάρων στοιχείων ἐκ πάσης τῆς σφαίρας αὐτὸν εἰπόντες κατὰ τὸ σῶμα. Τὸ γὰρ ἄλφα αὐτοῦ στοιχεῖον νατολὴν δηλοῖ, τὸν ἀέρα· τὸ δὲ δέλτα αὐτοῦ στοιχεῖον δύσιν δηλοῖ τὴν κάτω καταδύσασαν διὰ τὸ βάρος· τὸ δὲ Μ στοιχεῖον μεσημβρίαν δηλοῖ, τὸ μέσον τούτων τῶν σωμάτων πεπαντικὸν πῦρ τὸ εἰς τὴν μέσην τετάρτην ζώνην. Οὕτως οὖν ὁ σάρκινος Ἀδὰμ κατὰ τὴν φαινομένην περίπλασιν Θωῢθ καλεῖται· ὁ δὲ ἔσω αὐτοῦ ἄνθρωπος ὁ πνευματικὸς, ὄνι καὶ κύρομα ἐχειον καὶ προσηγορικόν. Τὸ μὲν οὖν κύριον ἀγνοῶν διὰ τὸ τέως· μόνος γὰρ Νικόθεοσ ὁ ἀνεύρετος ταῦτα οἶδεν· τὸ δὲ προσηγορικὸν αὐτοῦ ὄνομα φῶς καλεῖται, ἀφ' οὗ καὶ φῶτας παρηκολούθησε λέγεσθαι τοὺς ἀνθρώπους.
Ὅτε ἦν φῶς ἐν τῷ Παραδείσῳ διαπνεόμενος ὑπὸ τῆς εἱμαρμένης, ἔπεισαν αὐτὸν ὡς ἄκακον καὶ ἀνενέργητον ἐνδύσασθαι τὸν παρ' αὐτοῦ Ἀδὰμ, τὸν ἐκ τῆς εἱμαρμένης, τὸν ἐκ τῶν τεσσάρων στοιχείων. Ὁ δὲ διὰ τὸ ἄκακον οὐκ ἀπεστράφη. Εἰ δὲ ἐκαυχῶντο ὡς δεδουλαγωγημένου αὐτοῦ τὸν ἔξω ἄνθρωπον, δεσμὸν εἶπεν ὁ Ἡσίοδος, ὃν ἔδησεν ὁ Ζεὺς τὸν Προμηθέα. Εἶτα μετὰ τοῦτον τὸν δεσμὸν, ἄλλον αὐτῷ δεσμὸν ἐπιπέμπει τὴν Πανδώρην
ἣν οἱ Ἑβραῖοι καλοῦσιν Εὔαν. Ὁ γὰρ Προμηθεὺς καὶ Ἐπιμηθεὺς εἷς ἄνθρωπός ἐστι κατὰ τὸν ἀλληγορικὸν λόγον, τουτέστι ψυχὴ καὶ σῶμα.

Google Plus

nooriya blogger facebook pinterest

Παροχή Υπηρεσιών

  • Αστρολογία
  • Χαρτομαντεία
  • Αραβική μαγεία
  • Φυλαχτά
  • Ξόρκια
  • Ενεργ. κόσμημα
  • Πολύτιμοι λίθοι
 

Επικοινωνήστε:

Τηλέφωνo: 210-8613027 σε ώρες λειτουργίας καταστήματος

info@astro.gr