Αρχαίο κείμενο

Περὶ τῆς τῶν χωρῶν πρὸς τὰ τρίγωνα καὶ πρὸς τοὺς ἀστέρας συνοικειώσεως.
Ἤδη δέ τινες καὶ ἐν ἑκάστοις τούτων τῶν ὅλων μερῶν %μορίοισ& ἰδιότροποι περιστάσεις ἠθῶν καὶ νομίμων φυσικῶς ἐξηκολούθησαν. ὥσπερ γὰρ ἐπὶ τῶν τοῦ περιέχοντος καταστημάτων καὶ ἐν τοῖς ὡς ἐπίπαν κατειλεγμένοις θερμοῖς ἢ ψυχροῖς ἢ εὐκράτοις καὶ κατὰ μέρος ἰδιάζουσι τόποι καὶ χῶραί τινες ἐν τῷ μᾶλλον ἢ ἧττον ἤτοι διὰ θέσεως τάξιν ἢ διὰ ὕψος ἢ ταπεινότητα ἢ διὰ παράθεσιν, ἔτι δὲ ὡς ἱππικοί τινες μᾶλλον διὰ τὸ τῆς χώρας πεδινὸν καὶ ναυτικοὶ διὰ τὴν τῆς θαλάσσης ἐγγύτητα καὶ ἥμεροι διὰ τὴν τῆς χώρας εὐθηνίαν, οὕτως καὶ ἐκ τῆς πρὸς τοὺς ἀστέρας καὶ τὰ δωδεκατημόρια φυσικῆς τῶν κατὰ μέρος κλιμάτων συνοικειώσεως ἰδιοτρόπους ἄν τις εὕροι φύσεις παρ' ἑκάστοις, καὶ αὐτὰς δὲ ὡς ἐπίπαν, οὐχ ὡς καὶ καθ' ἕνα ἕκαστον πάντως ἐνυπαρχούσας. ἀναγκαῖον οὖν, ἐφ' ὅσον ἂν εἴη χρήσιμον, πρὸς τὰς κατὰ μέρος ἐπισκέψεις κεφαλαιωδῶς ἐπελθεῖν.
τεσσάρων δὴ τριγωνικῶν σχημάτων ἐν τῷ ζῳδιακῷ θεωρουμένων δέδεικται διὰ τῶν ἔμπροσθεν ἡμῖν, ὅτι τὸ μὲν κατὰ τὸν Κριὸν καὶ τὸν Λέοντα καὶ τὸν Τοξότην βορρολιβικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται μὲν προηγουμένως ὑπὸ τοῦ τοῦ Διὸς διὰ τὸ βόρειον, συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ τοῦ Ἄρεως διὰ τὸ λιβικόν· τὸ δὲ κατὰ τὸν Ταῦρον καὶ τὴν Παρθένον καὶ τὸν Αἰγόκερων νοταπηλιωτικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται μὲν πάλιν προηγουμένως ὑπὸ τοῦ τῆς Ἀφροδίτης διὰ τὸ νότιον, συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ Κρόνου διὰ τὸ ἀπηλιωτικόν· τὸ δὲ κατὰ τοὺς Διδύμους καὶ τὰς Χηλὰς καὶ τὸν Ὑδροχόον βορραπηλιωτικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται μὲν προηγουμένως ὑπὸ τοῦ Κρόνου διὰ τὸ ἀπηλιωτικόν, συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ Διὸς διὰ τὸ βόρειον· τὸ δὲ κατὰ τὸν Καρκίνον καὶ τὸν Σκορπίον καὶ τοὺς Ἰχθύας νοτολιβικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται μὲν πάλιν προηγουμένως ὑπὸ τοῦ τοῦ Ἄρεως διὰ τὸ λιβικόν, συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ τῆς Ἀφροδίτης διὰ τὸ νότιον.
τούτων δὴ οὕτως ἐχόντων, διαιρουμένης δὲ τῆς καθ' ἡμᾶς οἰκουμένης εἰς τέσσαρα τεταρτημόρια τοῖς τριγώνοις ἰσάριθμα κατὰ μὲν πλάτος ὑπό τε τῆς καθ' ἡμᾶς θαλάσσης ἀπὸ τοῦ Ἡρακλείου πορθμοῦ μέχρι τοῦ Ἰσσικοῦ κόλπου καὶ τῆς ἐφεξῆς πρὸς ἀνατολὰς ὀρεινῆς ῥάχεως, ὑφ' ὧν χωρίζεται τό τε νότιον καὶ τὸ βόρειον αὐτῆς μέρος, κατὰ δὲ μῆκος ὑπὸ τοῦ Ἀραβικοῦ κόλπου καὶ Αἰγαίου πελάγους καὶ Πόντου καὶ τῆς Μαιώτιδος λίμνης, ὑφ' ὧν χωρίζεται τό τε ἀπηλιωτικὸν καὶ τὸ λιβικὸν μέρος, γίνεται τεταρτημόρια τέσσαρα, σύμφωνα τῇ θέσει τῶν τριγώνων· ἓν μὲν τὸ πρὸς βορρόλιβα τῆς ὅλης οἰκουμένης κείμενον, τὸ κατὰ τὴν Κελτογαλατίαν, ὃ δὴ κοινῶς Εὐρώπην καλοῦμεν· τούτῳ δὲ ἀντικείμενον καὶ πρὸς νοταπηλιώτην τὸ κατὰ τὴν Ἑῴαν Αἰθιοπίαν, ὃ δὴ τῆς Μεγάλης Ἀσίας νότιον ἂν μέρος καλοῖτο· καὶ πάλιν τὸ μὲν πρὸς βορραπηλιώτην τῆς ὅλης οἰκουμένης τὸ κατὰ τὴν Σκυθίαν, ὃ δὴ καὶ αὐτὸ βόρειον μέρος τῆς Μεγάλης Ἀσίας γίνεται· τὸ δὲ ἀντικείμενον τούτῳ καὶ πρὸς λιβόνοτον ἄνεμον, τὸ κατὰ τὴν Ἑσπερίαν Αἰθιοπίαν, ὃ δὴ κοινῶς Λιβύην καλοῦμεν. πάλιν δὲ καὶ ἑκάστου τῶν προκειμένων τεταρτημορίων τὰ πρὸς τῷ μέσῳ μᾶλλον ἐσχηματισμένα τῆς ὅλης οἰκουμένης τὴν ἐναντίαν λαμβάνει θέσιν πρὸς αὐτὸ τὸ περιέχον τεταρτημόριον ἥνπερ ἐκεῖνο πρὸς ὅλην τὴν οἰκουμένην· τοῦ γὰρ κατὰ τὴν Εὐρώπην πρὸς βορρόλιβα κειμένου τῆς ὅλης οἰκουμένης τὰ περὶ τὸ μέσον αὐτοῦ καὶ ἀντιγώνια πρὸς νοταπηλιώτην αὐτοῦ τοῦ τεταρτημορίου τὴν θέσιν ἔχοντα φαίνεται καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὡς ἐκ τούτων ἕκαστον τῶν τεταρτημορίων δυσὶ καὶ τοῖς ἀντικειμένοις τριγώνοις συνοικειοῦσθαι, τῶν μὲν ἄλλων μερῶν πρὸς τὴν καθόλου πρόσνευσιν ἐφαρμοζομένων, τῶν δὲ περὶ τὸ μέσον πρὸς τὴν κατ' αὐτὸ τὸ μέρος ἀντικειμένην, συμπαραλαμβανομένων πρὸς τὴν οἰκείωσιν καὶ τῶν ἐν τοῖς οἰκείοις τριγώνοις τὴν οἰκοδεσποτείαν ἐχόντων ἀστέρων, ἐπὶ μὲν τῶν ἄλλων οἰκήσεων πάλιν αὐτῶν μόνων, ἐπὶ δὲ τῶν περὶ τὸ μέσον τῆς οἰκουμένης κἀκείνων καὶ ἔτι τοῦ τοῦ Ἑρμοῦ διὰ τὸ μέσον καὶ κοινὸν αὐτὸν ὑπάρχειν τῶν αἱρέσεων.
ἐκ δὴ τῆς τοιαύτης διατάξεως τὰ μὲν ἄλλα μέρη τοῦ πρώτου τῶν τεταρτημορίων, λέγω δὲ τοῦ κατὰ τὴν Εὐρώπην, τὰ πρὸς βορρόλιβα κείμενα τῆς ὅλης οἰκουμένης συνοικειοῦται μὲν τῷ βορρολιβικῷ τριγώνῳ τῷ κατὰ Κριὸν καὶ Λέοντα καὶ Τοξότην, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπὸ τῶν κυρίων τοῦ τριγώνου Διὸς καὶ Ἄρεως ἑσπερίων. ἔστι δὲ ταῦτα καθ' ὅλα ἔθνη λαμβανόμενα Βρεττανία Γαλατία Γερμανία Βασταρνία Ἰταλία Γαλλία Ἀπουλία Σικελία Τυρρηνία Κελτικὴ Σπανία. εἰκότως δὲ τοῖς προκειμένοις ἔθνεσιν ὡς ἐπίπαν συνέπεσε, διά τε τὸ ἀρχικὸν τοῦ τριγώνου καὶ τοὺς συνοικοδεσποτήσαντας ἀστέρας ἀνυποτάκτοις τε εἶναι καὶ φιλελευθέροις καὶ φιλόπλοις καὶ φιλοπόνοις καὶ πολεμικωτάτοις καὶ ἡγεμονικοῖς καὶ καθαρίοις καὶ μεγαλοψύχοις.
διὰ μέντοι τὸν ἑσπέριον συσχηματισμὸν Διὸς καὶ Ἄρεως καὶ ἔτι διὰ τὸ τοῦ προκειμένου τριγώνου τὰ μὲν ἐμπρόσθια ἠρρενῶσθαι, τὰ δὲ ὀπίσθια τεθηλῦσθαι πρὸς μὲν τὰς γυναῖκας ἀζήλοις αὐτοῖς εἶναι συνέπεσε καὶ καταφρονητικοῖς τῶν ἀφροδισίων, πρὸς δὲ τὴν τῶν ἀρρένων συνουσίαν κατακορεστέροις τε καὶ μᾶλλον ζηλοτύ- ποις αὐτοῖς τε τοῖς διατιθεμένοις μήτε αἰσχρὸν ἡγεῖσθαι τὸ γινόμενον μήτε ὡς ἀληθῶς ἀνάνδροις διὰ τοῦτο καὶ μαλακοῖς ἀποβαίνειν ἕνεκεν τοῦ μὴ παθητικῶς διατίθεσθαι, συντηρεῖν δὲ τὰς ψυχὰς ἐπάνδρους καὶ κοινωνικὰς καὶ πιστὰς καὶ φιλοικείους καὶ εὐεργετικάς. καὶ τούτων δὲ αὐτῶν τῶν χωρῶν Βρεττανία μὲν καὶ Γαλατία καὶ Γερμανία καὶ Βασταρνία μᾶλλον τῷ Κριῷ συνοικειοῦνται καὶ τῷ τοῦ Ἄρεως, ὅθεν ὡς ἐπίπαν οἱ ἐν αὐταῖς ἀγριώτεροι καὶ αὐθαδέστεροι καὶ θηριώδεις τυγχάνουσιν· Ἰταλία δὲ καὶ Ἀπουλία καὶ Σικελία καὶ Γαλλία τῷ Λέοντι καὶ τῷ ἡλίῳ, διόπερ ἡγεμονικοὶ μᾶλλον οὗτοι καὶ εὐεργετικοὶ καὶ κοινωνικοί· Τυρρηνία δὲ καὶ Κελτικὴ καὶ Σπανία τῷ Τοξότῃ καὶ τῷ τοῦ Διός, ὅθεν τὸ φιλελεύθερον αὐτοῖς καὶ ἁπλοῦν καὶ φιλοκάθαρον.
τὰ δὲ ἐν τούτῳ μὲν ὄντα τῷ τεταρτημορίῳ μέρη, περὶ δὲ τὸ μέσον ἐσχηματισμένα τῆς οἰκουμένης, Θρᾴκη τε καὶ Μακεδονία καὶ Ἰλλυρία καὶ Ἑλλὰς καὶ Ἀχαΐα καὶ Κρήτη, ἔτι δὲ καὶ %αἱ& Κυκλάδες καὶ τὰ Παράλια τῆς Μικρᾶς Ἀσίας καὶ Κύπρος, πρὸς νοταπηλιώτην κείμενα τοῦ ὅλου τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ νοταπηλιωτικοῦ τριγώνου τοῦ τε κατὰ τὸν Ταῦρον καὶ τὴν Παρθένον καὶ τὸν Αἰγόκερων, ἔτι δὲ συνοικοδεσποτοῦντας τόν τε τῆς Ἀφροδίτης καὶ τὸν τοῦ Κρόνου καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ, ὅθεν οἱ κατοικοῦντες τὰς χώρας ἐκείνας συγκατεσχηματισμένοι μᾶλλον ἀπεφάνθησαν καὶ κεκραμένοι τοῖς τε σώμασι καὶ ταῖς ψυχαῖς, ἡγεμονικοὶ μὲν καὶ αὐτοὶ τυγχάνοντες καὶ γενναῖοι καὶ ἀνυπότακτοι διὰ τὸν τοῦ Ἄρεως, φιλελεύθεροι δὲ καὶ αὐτόνομοι καὶ δημοκρατικοὶ καὶ νομοθετικοὶ διὰ τὸν τοῦ Διός, φιλόμουσοι δὲ καὶ φιλομαθεῖς καὶ φιλαγωνισταὶ καὶ καθάριοι ταῖς διαίταις, διὰ τὸν τῆς Ἀφροδίτης κοινωνικοί τε καὶ φιλόξενοι καὶ φιλοδίκαιοι καὶ φιλογράμματοι καὶ ἐν λόγοις πρακτικώτατοι διὰ τὸν τοῦ Ἑρμοῦ, μυστηρίων δὲ μάλιστα συντελεστικοὶ διὰ τὸν τῆς Ἀφροδίτης ἑσπέριον σχηματισμόν. πάλιν δὲ κατὰ μέρος καὶ τούτων αὐτῶν οἱ μὲν περὶ τὰς Κυκλάδας καὶ τὰ Παράλια τῆς Μικρᾶς Ἀσίας καὶ Κύπρον τῷ τε Ταύρῳ καὶ τῷ τῆς Ἀφροδίτης μᾶλλον συνοικειοῦνται, ὅθεν ὡς ἐπὶ τὸ πλεῖστον τρυφηταί εἰσι καὶ καθάριοι καὶ τοῦ σώματος ἐπιμέλειαν ποιούμενοι· οἱ δὲ περὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀχαΐαν καὶ τὴν Κρήτην τῇ τε Παρθένῳ καὶ τῷ τοῦ Ἑρμοῦ, διὸ μᾶλλον λογικοὶ τυγχάνουσι καὶ φιλομαθεῖς καὶ τὰ τῆς ψυχῆς ἀσκοῦντες πρὸ τοῦ σώματος· οἱ δὲ περὶ τὴν Μακεδονίαν καὶ Θρᾴκην καὶ Ἰλλυρίαν τῷ τε Αἰγόκερῳ καὶ τῷ τοῦ Κρόνου, διὸ φιλοκτήματοι μέν, οὐχ ἥμεροι δὲ οὕτως οὐδὲ κοινωνικοὶ τοῖς νομίμοις.
τοῦ δὲ δευτέρου τεταρτημορίου τοῦ κατὰ τὸ νότιον μέρος τῆς Μεγάλης Ἀσίας τὰ μὲν ἄλλα μέρη τὰ περιέχοντα Ἰνδικὴν Ἀριανὴν Γεδρουσίαν Παρθίαν Μηδίαν Περσίδα Βαβυλωνίαν Μεσοποταμίαν Ἀσσυρίαν καὶ τὴν θέσιν ἔχοντα πρὸς νοταπηλιώτην τῆς ὅλης οἰκουμένης εἰκότως καὶ αὐτὰ συνοικειοῦται μὲν τῷ νοταπηλιωτικῷ τριγώνῳ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω· οἰκοδεσποτεῖται δὲ ὑπὸ τοῦ τῆς Ἀφροδίτης καὶ τοῦ τοῦ Κρόνου ἐπὶ ἑῴων σχημάτων. διόπερ καὶ τὰς φύσεις τῶν ἐν αὐτοῖς ἀκολούθως ἄν τις εὕροι τοῖς ὑπὸ τῶν οὕτως οἰκοδεσποτησάντων ἀποτελουμένας. σέβουσί τε γὰρ τὸν μὲν τῆς Ἀφροδίτης Ἶσιν ὀνομάζοντες, τὸν δὲ τοῦ Κρόνου Μίθραν ἢ Ἥλιον καὶ προθεσπίζουσιν οἱ πολλοὶ τὰ μέλλοντα· καθιεροῦταί τε παρ' αὐτοῖς τὰ γεννητικὰ μόρια διὰ τὸν τῶν προκειμένων ἀστέρων συσχηματισμὸν σπερματικὸν ὄντα φύσει. ἔτι δὲ θερμοὶ καὶ ὀχευτικοὶ καὶ καταφερεῖς πρὸς τὰ ἀφροδίσια τυγχάνουσιν ὀρχηστικοί τε καὶ πηδηταὶ καὶ φιλόκοσμοι μὲν διὰ τὸν τῆς Ἀφροδίτης, ἁπλοδίαιτοι δὲ διὰ τὸν τοῦ Κρόνου. ἀναφανδὸν δὲ ποιοῦνται καὶ οὐ κρύβδην τὰς πρὸς τὰς γυναῖκας συνουσίας διὰ τὸ ἑῷον τοῦ σχηματισμοῦ, τὰς δὲ πρὸς τοὺς ἄρρενας ὑπερεχθαίρουσι διὰ ταῦτα. καὶ τοῖς πλείστοις αὐτῶν συνέπεσεν ἐκ τῶν μητέρων τεκνοῦν καὶ τὰς προςκυνήσεις τῷ στήθει ποιεῖσθαι διὰ τὰς ἑῴας ἀνατολὰς καὶ τὸ τῆς καρδίας ἡγεμονικὸν οἰκείως ἔχον πρὸς τὴν ἡλιακὴν δύναμιν. εἰσὶ δὲ ὡς ἐπίπαν καὶ τὰ μὲν ἄλλα περὶ τὰς στολὰς καὶ τοὺς κόσμους καὶ ὅλως τὰς σωματικὰς σχέσεις τρυφεροὶ καὶ τεθηλυσμένοι διὰ τὸν τῆς Ἀφροδίτης, τὰς δὲ ψυχὰς καὶ τὰς προαιρέσεις μεγαλόφρονες καὶ γενναῖοι καὶ πολεμικοὶ διὰ τὸ οἰκείως ἔχειν τὸν τοῦ Κρόνου πρὸς τὸ τῶν ἀνατολῶν σχῆμα.
κατὰ μέρος δὲ πάλιν τῷ μὲν Ταύρῳ καὶ τῷ τῆς Ἀφροδίτης μᾶλλον συνοικειοῦται ἥ τε Παρθία καὶ Μηδία καὶ Περσίς, ὅθεν οἱ ἐνταῦθα στολαῖς τε ἀνθιναῖς χρῶνται κατακαλύπτοντες ἑαυτοὺς ὅλους πλὴν τοῦ στήθους, καὶ ὅλως εἰσὶν ἁβροδίαιτοι καὶ καθάριοι. τῇ δὲ Παρθένῳ καὶ τῷ τοῦ Ἑρμοῦ τὰ περὶ τὴν Βαβυλωνίαν καὶ Μεσοποταμίαν καὶ Ἀσσυρίαν, διὸ καὶ παρὰ τοῖς ἐνταῦθα τὸ μαθηματικὸν καὶ παρατηρητικὸν τῶν πέντε ἀστέρων ἐξαίρετον συνέπεσε, τῷ δὲ Αἰγόκερῳ καὶ τῷ τοῦ Κρόνου τὰ περὶ τὴν Ἰνδικὴν καὶ Ἀριανὴν καὶ Γεδρουσίαν, ὅθεν καὶ τὸ τῶν νεμομένων τὰς χώρας ἐκείνας ἄμορφον καὶ ἀκάθαρτον καὶ θηριῶδες.
τὰ δὲ λοιπὰ τοῦ τεταρτημορίου μέρη περὶ τὸ μέσον ἐσχηματισμένα τῆς ὅλης οἰκουμένης, Ἰδουμαία Κοίλη Συρία Ἰουδαία Φοινίκη Χαλδαϊκὴ Ὀρχηνία Ἀραβία εὐδαίμων καὶ τὴν θέσιν ἔχοντα πρὸς βορρόλιβα τοῦ ὅλου τεταρτημορίου προσλαμβάνει πάλιν τὴν συνοικείωσιν τοῦ βορρολιβικοῦ τριγώνου, Κριοῦ Λέοντος Τοξότου, ἔχει δὲ συνοικοδεσπότας τόν τε τοῦ Διὸς καὶ τὸν τοῦ Ἄρεως καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ. διὸ μᾶλλον οὗτοι τῶν ἄλλων ἐμπορικώτεροι καὶ συναλλακτικώτεροι, πανουργότεροι δὲ καὶ δειλοκαταφρόνητοι καὶ ἐπιβουλευτικοὶ καὶ δουλόψυχοι καὶ ὅλως ἀλλοπρόσαλλοι διὰ τὸν τῶν προκειμένων ἀστέρων συσχηματισμόν. καὶ τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Κοίλην Συρίαν καὶ Ἰδουμαίαν καὶ Ἰουδαίαν τῷ τε Κριῷ καὶ τῷ τοῦ Ἄρεως μᾶλλον συνοικειοῦνται, διόπερ ὡς ἐπίπαν θρασεῖς τέ εἰσι καὶ ἄθεοι καὶ ἐπιβουλευτικοί· Φοίνικες δὲ καὶ Χαλδαῖοι καὶ Ὀρχήνιοι τῷ Λέοντι καὶ τῷ ἡλίῳ διόπερ ἁπλούστεροι καὶ φιλάνθρωποι καὶ φιλαστρόλογοι καὶ μάλιστα πάντων σέβοντες τὸν ἥλιον· οἱ δὲ κατὰ τὴν Ἀραβίαν τὴν εὐδαίμονα τῷ Τοξότῃ καὶ τῷ τοῦ Διός, ὅθεν ἀκολούθως τῇ προσηγορίᾳ τό τε τῆς χώρας εὔφορον συνέπεσε καὶ τὸ τῶν ἀρωμάτων πλῆθος καὶ τὸ τῶν ἀνθρώπων εὐάρμοστον πρός τε διαγωγὰς ἐλεύθερον καὶ συναλλαγὰς καὶ πραγματείας.
τοῦ δὲ τρίτου τεταρτημορίου τοῦ κατὰ τὸ βόρειον μέρος τῆς Μεγάλης Ἀσίας τὰ μὲν ἄλλα μέρη τὰ περιέχοντα Ὑρκανίαν Ἀρμενίαν Ματιανὴν Βακτριανὴν Κασπειρίαν Σηρικὴν Σαυροματικὴν Ὠξιανὴν Σουγδιανὴν καὶ πρὸς βορραπηλιώτην κείμενα τῆς ὅλης οἰκουμένης συνοικειοῦται μὲν τῷ βορραπηλιωτικῷ τριγώνῳ Διδύμων καὶ Ζυγοῦ καὶ Ὑδροχόου, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπό τε τοῦ %τοῦ& Κρόνου καὶ τοῦ τοῦ Διὸς ἐπὶ σχημάτων ἀνατολικῶν. διόπερ οἱ ταύτας ἔχοντες τὰς χώρας σέβουσι μὲν Δία καὶ Ἥλιον, πλουσιώτατοι δέ εἰσι καὶ πολύχρυσοι περί τε τὰς διαίτας καθάριοι καὶ εὐάγωγοι, σοφοὶ δὲ περὶ τὰ θεῖα καὶ μάγοι καὶ τὰ ἤθη δίκαιοι καὶ ἐλεύθεροι καὶ τὰς ψυχὰς μεγάλοι καὶ γενναῖοι, μισοπόνηροι δὲ καὶ φιλοστοργότατοι καὶ ὑπεραποθνῄσκοντες ἑτοίμως τῶν οἰκείων ἕνεκεν τοῦ καλοῦ καὶ ὁσίου πρός τε τὰς ἀφροδισίους χρήσεις σεμνοὶ καὶ καθάριοι καὶ περὶ τὰς ἐσθῆτας πολυτελεῖς χαριστικοί τε καὶ μεγαλόφρονες, ἅπερ ὡς ἐπίπαν ὁ τοῦ Κρόνου καὶ τοῦ Διὸς ἀνατολικὸς συσχηματισμὸς ἀπεργάζεται. καὶ τούτων δὲ πάλιν τῶν ἐθνῶν τὰ μὲν περὶ τὴν Ὑρκανίαν καὶ Ἀρμενίαν καὶ Ματιανὴν μᾶλλον συνοικειοῦται τοῖς τε Διδύμοις καὶ τῷ τοῦ Ἑρμοῦ, διόπερ εὐκινητότεροι μᾶλλον καὶ ὑποπόνηροι· τὰ δὲ περὶ τὴν Βακτριανὴν καὶ Κασπειρίαν καὶ Σηρικὴν τῷ τε Ζυγῷ καὶ τῷ τῆς Ἀφροδίτης, ὅθεν οἱ κατέχοντες τὰς χώρας πλουσιώτατοι καὶ φιλόμουσοι καὶ μᾶλλον ἁβροδίαιτοι· τὰ δὲ περὶ τὴν Σαυροματικὴν καὶ Ὠξιανὴν καὶ Σουγδιανὴν τῷ τε Ὑδροχόῳ καὶ τῷ τοῦ Κρόνου, διὸ καὶ ταῦτα τὰ ἔθνη μᾶλλον ἀνήμερα καὶ αὐστηρὰ καὶ θηριώδη.
τὰ δὲ λοιπὰ τούτου τοῦ τεταρτημορίου καὶ περὶ τὸ μέσον κείμενα τῆς ὅλης οἰκουμένης, Βιθυνία Φρυγία Κολχικὴ Συρία Κομμαγηνὴ Καππαδοκία Λυδία Κιλικία Παμφυλία, τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον αὐτοῦ τοῦ τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ νοτολιβικοῦ τεταρτημορίου Καρκίνου Σκορπίου Ἰχθύων καὶ συνοικοδεσπότας τόν τε τοῦ Ἄρεως καὶ τὸν τῆς Ἀφροδίτης καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ. διόπερ οἱ περὶ τὰς χώρας ταύτας σέβουσι μὲν ὡς ἐπίπαν τὸν τῆς Ἀφροδίτης ὡς μητέρα θεῶν ποικίλοις καὶ ἐγχωρίοις ὀνόμασι προσαγορεύοντες καὶ τὸν τοῦ Ἄρεως ὡς Ἄδωνιν ἢ ἄλλως πως πάλιν ὀνομάζοντες καὶ μυστήριά τινα μετὰ θρήνων ἀποδίδοντες αὐτοῖς· περίκακοι δέ εἰσι καὶ δουλόψυχοι καὶ πονικοὶ καὶ ὑποπόνηροι καὶ ἐν μισθοφορικαῖς στρατείαις καὶ ἁρπαγαῖς καὶ αἰχμαλωσίαις γινόμενοι καταδουλούμενοί τε ἑαυτοὺς καὶ πολεμικαῖς ἀπωλείαις περιπίπτοντες· διὰ δὲ τὸν τοῦ Ἄρεως καὶ τὸν τῆς Ἀφροδίτης κατὰ ἀνατολικὴν συναρμογήν, ὅτι ἐν μὲν τῷ τῆς Ἀφροδίτης τριγωνικῷ ζῳδίῳ τῷ Αἰγόκερῳ ὁ τοῦ Ἄρεως ὑψοῦται, ἐν δὲ τῷ τοῦ Ἄρεως τριγωνικῷ ζῳδίῳ τοῖς Ἰχθύσι ὁ τῆς Ἀφροδίτης ὑψοῦται, διὰ τοῦτο τὰς γυναῖκας συνέβη πᾶσαν εὔνοιαν πρὸς τοὺς ἄνδρας ἐνδείκνυσθαι, φιλοστόργους τε οὔσας καὶ οἰκουροὺς καὶ ἐργατικὰς καὶ ὑπηρετικὰς καὶ ὅλως πονικὰς καὶ ὑποτεταγμένας. καὶ τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Βιθυνίαν καὶ Φρυγίαν καὶ Κολχικὴν συνοικειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ. διόπερ οἱ μὲν ἄνδρες ὡς ἐπίπαν εἰσὶν εὐλαβεῖς καὶ ὑποτακτικοί, τῶν δὲ γυναικῶν αἱ πλεῖσται διὰ τὸ τῆς σελήνης ἀνατολικὸν καὶ ἠρρενωμένον σχῆμα ἔπανδροι καὶ ἀρχικαὶ καὶ πολεμικαὶ καθάπερ αἱ Ἀμαζόνες, φεύγουσαι μὲν τὰς τῶν ἀνδρῶν συνουσίας, φίλοπλοι δὲ οὖσαι καὶ ἀρρενοποιοῦσαι τὰ θηλυκὰ πάντα ἀπὸ βρέφους ἀποκοπῇ τῶν δεξιῶν μαστῶν χάριν τῶν στρατιωτικῶν χρειῶν καὶ ἀπογυμνοῦσαι ταῦτα τὰ μέρη κατὰ τὰς παρατάξεις πρὸς ἐπίδειξιν τοῦ ἀθηλύντου τῆς φύσεως. οἱ δὲ περὶ τὴν Συρίαν καὶ Κομμαγηνὴν καὶ Καππαδοκίαν τῷ τε Σκορπίῳ καὶ τῷ τοῦ Ἄρεως, διὸ πολὺ παρ' αὐτοῖς συνέπεσε τὸ θρασὺ καὶ πονηρὸν καὶ ἐπιβουλευτικὸν καὶ ἐπίπονον· οἱ δὲ περὶ τὴν Λυδίαν καὶ Κιλικίαν καὶ Παμφυλίαν τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Διός, ὅθεν οὗτοι μᾶλλον πολυκτήμονές τε καὶ ἐμπορικοὶ καὶ κοινωνικοὶ καὶ ἐλεύθεροι καὶ πιστοὶ περὶ τὰς συναλλαγάς.
τοῦ δὲ λοιποῦ τεταρτημορίου τοῦ κατὰ τὴν κοινῶς καλουμένην Λιβύην τὰ μὲν ἄλλα τὰ περιέχοντα Νουμιδίαν Καρχηδονίαν Ἀφρικὴν Φαζανίαν Νασαμονῖτιν Γαραμαντικὴν Μαυριτανίαν Γαιτουλίαν Μεταγωνῖτιν καὶ τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον τῆς ὅλης οἰκουμένης συνοικειοῦται μὲν τῷ νοτολιβικῷ τριγώνῳ Καρκίνου Σκορπίου Ἰχθύων, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπό τε τοῦ τοῦ Ἄρεως καὶ τοῦ τῆς Ἀφροδίτης ἐπὶ σχήματος ἑσπερίου. διόπερ συνέπεσε τοῖς πλείστοις αὐτῶν ἕνεκεν τῆς εἰρημένης τῶν ἀστέρων συναρμογῆς ὑπὸ ἀνδρὸς καὶ γυναικὸς δυεῖν ὁμομητρίων ἀδελφῶν βασιλεύεσθαι, τοῦ μὲν ἀνδρὸς τῶν ἀνδρῶν ἄρχοντος, τῆς δὲ γυναικὸς τῶν γυναικῶν, συντηρουμένης τῆς τοιαύτης διαδοχῆς. θερμοί τέ εἰσι σφόδρα καὶ καταφερεῖς πρὸς τὰς γυναικῶν συνουσίας, ὡς καὶ τοὺς γάμους δι' ἁρπαγῶν γίνεσθαι καὶ πολλαχῇ ταῖς γαμουμέναις τοὺς βασιλεῖς πρώτους συνέρχεσθαι, παρ' ἐνίοις δὲ καὶ κοινὰς εἶναι τὰς γυναῖκας πάντων. φιλοκαλλωπισταὶ δὲ τυγχάνουσι καὶ κόσμους γυναικείους περιζώννυνται διὰ τὸν τῆς Ἀφροδίτης, ἔπανδροι μέντοι ταῖς ψυχαῖς καὶ ὑποπόνηροι καὶ μαγευτικοί, νοθευταὶ δὲ καὶ παράβολοι καὶ ῥιψοκίνδυνοι διὰ τὸν τοῦ Ἄρεως. τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Νουμιδίαν καὶ Καρχηδονίαν καὶ Ἀφρικὴν συνοικειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ, διόπερ οὗτοι κοινωνικοί τε καὶ ἐμπορικοὶ τυγχάνουσι καὶ ἐν εὐθηνίᾳ πάσῃ διατελοῦντες· οἱ δὲ περὶ τὴν Μεταγωνῖτιν καὶ Μαυριτανίαν καὶ Γαιτουλίαν τῷ τε Σκορπίῳ καὶ τῷ τοῦ Ἄρεως, ὅθεν οὗτοι θηριωδέστεροί τέ εἰσι καὶ μαχιμώτατοι καὶ κρεωφάγοι καὶ σφόδρα ῥιψοκίνδυνοι καὶ καταφρονητικοὶ τοῦ ζῆν, ὡς μηδὲ ἀλλήλων ἀπέχεσθαι· οἱ δὲ περὶ τὴν Φαζανίαν καὶ Νασαμωνῖτιν καὶ Γαραμαντικὴν τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Διός, διόπερ ἐλεύθεροί τε καὶ ἁπλοῖ τοῖς ἤθεσι καὶ φιλεργοὶ καὶ εὐγνώμονες καθάριοί τε καὶ ἀνυπότακτοί εἰσιν ὡς ἐπίπαν καὶ τὸν τοῦ Διὸς ὡς Ἄμμωνα θρησκεύοντες.
τὰ δὲ λοιπὰ τοῦ τεταρτημορίου μέρη καὶ πρὸς τὸ μέσον ἐσχηματισμένα τῆς ὅλης οἰκουμένης, Κυρηναϊκὴ Μαρμαρικὴ Αἴγυπτος Θηβαῒς Ὄασις Τρωγλοδυτικὴ Ἀραβία Ἀζανία μέση Αἰθιοπία πρὸς βορραπηλιώτην τετραμ- μένα τοῦ ὅλου τεταρτημορίου προσλαμβάνει τὴν συνοικείωσιν τοῦ βορραπηλιωτικοῦ τριγώνου Διδύμων Ζυγοῦ Ὑδροχόου καὶ συνοικοδεσπότας διὰ τοῦτο τόν τε τοῦ Κρόνου καὶ τὸν τοῦ Διὸς καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ. ὅθεν οἱ κατὰ ταύτας τὰς χώρας κεκοινωνηκότες σχεδὸν τῆς τῶν πέντε πλανήτων οἰκοδεσποτείας ἑσπερίου φιλόθεοι μὲν γεγόνασι καὶ δεισιδαίμονες καὶ θεοπρόσπλοκοι καὶ φιλόθρηνοι καὶ τοὺς ἀποθνῄσκοντας γῇ κρύπτοντες καὶ ἀφανίζοντες διὰ τὸ ἑσπέριον σχῆμα, παντοίοις δὲ ἔθεσι καὶ νομίμοις καὶ θεῶν παντοίων θρησκείαις χρώμενοι καὶ ἐν μὲν ταῖς ὑποταγαῖς ταπεινοὶ καὶ δειλοὶ καὶ μικρολόγοι καὶ ὑπομονητικοί, ἐν δὲ ταῖς ἡγεμονίαις εὔψυχοι καὶ μεγαλόφρονες, πολυγύναιοι δὲ καὶ πολύανδροι καὶ καταφερεῖς καὶ ταῖς ἀδελφαῖς συναρμοζόμενοι καὶ πολύσποροι μὲν οἱ ἄνδρες, εὐσύλληπτοι δὲ αἱ γυναῖκες, ἀκολούθως τῷ τῆς χώρας γονίμῳ, πολλοὶ δὲ καὶ τῶν ἀρρένων σαθροὶ καὶ τεθηλυσμένοι ταῖς ψυχαῖς, ἔνιοι δὲ καὶ τῶν γεννητικῶν μορίων καταφρονοῦντες διὰ τὸν τῶν κακοποιῶν μετὰ τοῦ τῆς Ἀφροδίτης ἑσπέριον σχηματισμόν. καὶ τούτων δὲ οἱ μὲν περὶ τὴν Κυρηναϊκὴν καὶ Μαρμαρικὴν καὶ μάλιστα οἱ περὶ τὴν κάτω χώραν τῆς Αἰγύπτου μᾶλλον συνοικειοῦνται τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Ἑρμοῦ, διόπερ οὗτοι διανοητικοί τε καὶ συνετοὶ καὶ εὐεπίβολοι τυγχάνουσι περὶ πάντα καὶ μάλιστα περὶ τὴν τῶν σοφῶν καὶ θείων εὕρεσιν μαγευτικοί τε καὶ κρυφίων μυστηρίων ἐπιτελεστικοὶ καὶ ὅλως ἱκανοὶ περὶ τὰ μαθήματα· οἱ δὲ περὶ τὴν Θηβαΐδα καὶ Ὄασιν καὶ Τρωγλοδυτικὴν τῷ τε Ζυγῷ καὶ τῷ τῆς Ἀφροδίτης, ὅθεν καὶ αὐτοὶ θερμότεροί εἰσι τὰς φύσεις καὶ κεκινημένοι καὶ ἐν εὐφορίαις ἔχοντες τὰς διαγωγάς· οἱ δὲ περὶ τὴν Ἀραβίαν καὶ Ἀζανίαν καὶ μέσην Αἰθιοπίαν τῷ Ὑδροχόῳ καὶ τῷ τοῦ Κρόνου, διὸ καὶ οὗτοι κρεωφάγοι τε καὶ ἰχθυοφάγοι καὶ νομάδες εἰσίν, ἄγριον καὶ θηριώδη βίον ζῶντες.

 

Αναζήτηση

Το πιο ισχυρό μου ατού!

  • Σχετικά με τα αραβικά φυλαχτά Φάιζα Κωδωνά - Δεκέμβριος 28, 2014

    Το θέμα των τάλισμαν και των περιάπτων και εν γένει των φυλαχτών, εμφανίζεται απέραντο στον απλό άνθρωπο, είτε γιατί έχει πολυάριθμες παραλλαγές, είτε γιατί τα στοιχεία είναι ποικίλα, είτε γιατί ο ίδιος ο άνθρωπος έχει ελάχιστη γνώση για αυτά.

    Περισσότερα...

nooriyavenusLogo blogger blogger facebookgoogle sitesgoogle+pinterest