Περὶ τῶν περιπάτων τῶν ἐν ταῖς ἐναλλαγαῖς λαμβανομένων· διαιρεῖται δὲ εἰς τμήματα δέκα, ὧν πρῶτον τμῆμα περί τε τοῦ περιπάτου καὶ τοῦ μερισμοῦ καὶ τοῦ ἐπιμερίζοντος καὶ τοῦ κοινωνοῦντος ἀστέρος τῷ ἐπιμερίζοντι
 Δεῖ ἐν ταῖς ἐναλλαγαῖς τῶν χρόνων πολλῶν τόπων ποιῆσαι περίπατον  τῶν μὲν κατὰ πῆξιν, τῶν δὲ κατὰ πάροδον. ἔχει γὰρ ἕκαστος ἰδίαν σημασίαν ἥνπερ ὁ ἕτερος οὐ σημαίνει. εἰ γὰρ δηλώσει κατὰ πῆξιν ἀστὴρ ἢ τόπος ἀγαθὸν ἢ κακόν, τότε ἐμφαίνεται ἡ σημασία ὅτε κυριεύσει ὁ ἀστὴρ τοῦ μερισμοῦ κατά τινας ἐτῶν περιόδους καὶ ὅτε κυβερνήσει σωματικῶς ἢ ἀκτινοβολικῶς ἢ καταντήσει εἰς τοὺς ἀγαθοποιοὺς ἢ κακοποιούς. δεῖ οὖν τῶν ε ἀφετῶν ποιεῖν τὸν περίπατον ἰδίᾳ· ὁ μὲν πρῶτος ἀφέτης δηλοῖ τὸν χρόνον τῆς ζωῆς καὶ τὰς νόσους καὶ τοῦ θανάτου ποιότητα, οἱ δὲ λοιποὶ ἀφέται δηλοῦσιν ὑγείαν ἢ νόσον ἢ συμπτώματα καὶ τὰ λοιπὰ πάθη ὧν ἐν τοῖς ἑξῆς μνημονεύσομεν. ὡσαύ
τως δεῖ ποιεῖν τὸν περίπατον τῶν κλήρων πάντων καὶ τῶν δωδεκατημορίων καὶ τῶν δώδεκα των τόπων κατά τε πῆξιν καὶ κατὰ πάροδον, ποιεῖν δὲ καὶ τὰ θέματα τῶν μηνῶν καὶ ποιεῖν τὸν περίπατον τούτων καὶ λαμβάνειν τὰς μὲν μοίρας ἐπὶ τοῦ κατὰ πῆξιν ὡροσκόπου ἀντὶ ἐτῶν, ἐπὶ  δὲ τοῦ θέματος τῆς ἐναλλαγῆς ἀντὶ μηνῶν ἢ ἡμερῶν, ἐπὶ τοῦ θέματος δὲ τῶν μηνῶν ἀντὶ ἡμερῶν ἢ ὡρῶν.
Τὸν δὲ περίπατον πρὸς τὸ γνῶναι τὸν τόπον τοῦ μερισμοῦ καὶ τὸν ἐπιμερίζοντα ἐν ταῖς τῶν χρόνων ἐν αλλαγαῖς οὕτως ποιητέον. ἰδὲ τὴν μοῖραν τοῦ ὡροσκόπου τῆς καταρχῆς τίνος ὅριόν ἐστιν ἀστέρος καὶ πόσον κατα λέλειπται ἐκ τῶν μοιρῶν τῶν ὁρίων τοῦ ἀστέρος, καὶ μετάστρεψον ταύτας ἐπὶ τὰς μοίρας τῶν ἀναφορῶν τῆς πόλεως ἐν ᾗ ὁ τεχθεὶς ἐγεννήθη, καὶ τὰ γινόμενα ἀπόγραψον· εἶτα ἰδὲ τὰ ἑπόμενα ὅρια πόσων μοιρῶν εἰσι, καὶ μετάστρεψον καὶ ταύτας ἐπὶ τὰς ἀναφορικάς, καὶ οὕτως ποίει καθ ἕκαστα ὅρια ἀπό τε τοῦ ὡροσκόπου καὶ τῶν λοιπῶν ἀφετῶν, ἔτι δὲ καὶ τῶν ἀστέρων καὶ τῶν κλήρων ὡς ἂν γένηται τέλειος ὁ περίπατος. τὸ δὲ ὅριον ἔνθα καταντᾷ τὸ ἔτος, ἐκεῖνό ἐστιν ὁ τοῦ μερισμοῦ τόπος· ὁ δὲ κύριος αὐτοῦ ἐστιν ὁ ἐπιμερίζων, εἴτε ἐφορᾷ τοῦτον εἴτε καὶ μή.

Τοῦ δὲ ὡροσκόπου καὶ τῶν ἐν τῷ ὡροσκόπῳ γίνεται ὁ περίπατος διὰ τῶν ἀναφορῶν τῆς πόλεως ἐν ᾗ τις ἐγεννήθη· τῶν δὲ ἐν τῷ μεσουρανίσματι ἢ ἐν τῷ δ τόπῳ γίνεται ὁ περίπατος διὰ τῶν τῆς ὀρθῆς σφαίρας ἀναφορῶν· τῶν δὲ ἐν ἑτέροις τόποις γίνεται ὁ περίπατος καθὼς προεδείξαμεν ἐν τοῖς ἡμετέροις συγγράμμασιν. καὶ ἰδὲ πόσαι μοῖραι συνάγονται, καὶ ποίει ἑκάστην μοῖραν  ἔτος ἕν, καὶ τὰ ε λεπτὰ μῆνα, καὶ τὸ λεπτὸν ἡμέραι , καὶ τὰ ι δευτέρα λεπτὰ ἡμέραν, καὶ τὰ κε τρίτα λεπτὰ ὥραν μίαν. οἱ δὲ Πέρσαι ὠνόμαζον τὸν ἐπιμερίζοντα τὸν ἀπὸ τοῦ περιπάτου τῆς μοίρας τοῦ ὡροσκόπου διὰ τῶν ἀναφορῶν ζαμοκτάρ, καὶ τῷ τοιούτῳ ὀνόματι οὐκ ὠνόμαζον ἕτερον ἐπιμερίζοντα.
Δεῖ δέ σε ποιοῦντα τὸν περίπατον τῶν ὁρίων ἐπισκέψασθαι καὶ τοὺς τόπους τῶν ἀστέρων καὶ τὰς ἀκτινοβολίας. πολλάκις γὰρ τυγχάνει ἐν τῷ τόπῳ σῶμα ἀστέρος ἢ ἀκτίς· καὶ ὅτε καταντήσει ὁ περίπατος ἐπί τινα τούτων, κοινωνὸν ὁ τοιοῦτος ἀστὴρ προσλαμβάνεται τῷ ἐπιμερίζοντι ἕως ὅτου συναντήσει ἕτερος ἀστὴρ σωματικῶς ἢ ἀκτινοβολικῶς, καὶ τότε μεθίσταται ἡ κυβέρνησις ἀπὸ τοῦ α ἀστέρος ἐπὶ τὸν β· καὶ γίνεται οὗτος ὁ κοινωνὸς τοῦ ἐπιμερίζοντος εἴτε σωματικῶς εἴτε ἀκτινοβολικῶς γένηται ἡ συνάντησις. δεῖ δέ σε γινώσκειν καὶ τοὺς τόπους τῶν κλήρων καὶ τῶν δωδεκατημορίων καὶ ἔνθα κατήντησεν ὁ περίπατος αὐτῶν. ὅτε γὰρ εἴτε εἰσ ἀγαθοποιοὺς εἴτε εἰς κακοποιοὺς καταντήσει σωματικῶς ἢ ἀκτινοβολικῶς, ἐμφαίνεται ἡ σημασία αὐτῶν εἴτε καλὴ εἴτε φαύλη. Ποιητέον οὖν ὑπόδειγμα πρὸς δήλωσιν τοῦ περιπάτου καὶ τοῦ μερισμοῦ καὶ τοῦ ἐπιμερίζοντος καὶ τὴν κυβέρνησιν τῶν κλήρων καὶ τῶν δωδεκατημορίων. ἐγεννήθη τις ἐν τῷ δ κλίματι ἔν τινι πόλει ἧς τὸ πλάτος λ. ἦν δὲ ὁ ὡροσκόπος ὁ Ταῦρος μοίραις β λεπτοῖς νδ, καὶ ἡ Σελήνη ἐν αὐτῷ μοίραις ιβ λεπτοῖς μγ· ὁ δὲ Ἄρης ἐν τῷ Λέοντι  μοίραις ι λεπτοῖς κθ, ὁ δὲ Ἥλιος ἐν Λέοντι μοίραις ιε λεπτοῖς νζ, ὁ δὲ Ἑρμῆς ἐν τῷ Λέοντι μοίραις κβ λεπτοῖς ζ ἀναποδίζων, ἡ δὲ Ἀφροδίτη ἐν Ζυγῷ μοίραις β λεπτοῖς νδ, ὁ δὲ Ζεὺς ἐν Αἰγοκέρωτι μοίραις κ  λεπτοῖς κ ἀναποδίζων, ὁ δὲ Κρόνος ἐν Ὑδροχόῳ μοίραις κγ λεπτοῖς κ ἀναποδίζων, ὁ δὲ Ἀναβιβάζων ἐν Παρθένῳ μοίραις κα λεπτοῖς κδ. ἐποιήσαμεν δὲ καὶ θέματα καὶ τὰς ἀκτινοβολίας ἐτάξαμεν ἐν αὐτῷ καὶ τὰ λοιπά, ἀρκεσθέντες εἰς τὸ παρὸν ὑπόδειγμα ταῖς ἐποχαῖς τῶν ζ ἀστέρων καὶ ταῖς ἀκτινοβολίαις καὶ τοῖς κλήροις τοῖς ἐμπεσοῦσιν εἰς τὸν ὡροσκόπον ὡς ἂν εὐχερεστέρα γένηται ἡ τούτων διάγνωσις.
Βουληθεὶς οὖν διαγνῶναι τόν τε τόπον τοῦ ἐπιμερισμοῦ καὶ τὸν ἐπιμερίζοντα ὃς ὀνομάζεται ζαμοκτάρ, καὶ ποιῆσαι τὸν περίπατον τῆς μοίρας τοῦ ὡροσκόπου πρὸς τὸ γνῶναι πότε καταλαμβάνει τά τε τῶν ἀγαθοποιῶν καὶ τῶν κακοποιῶν σώματα καὶ τὰς ἀκτῖνας καὶ τὰ δωδεκατημόρια καὶ τοὺς κλήρους, εὗρον τὸν ὡροσκόπον Ταῦρον μοίραις β λεπτοῖς νδ ὅπερ ἦν ὅριον τῆς Ἀφροδίτης, καὶ οὐχ εὗρον ἀπὸ τῆς ἀρχῆς τοῦ ζῳδίου καὶ μέχρι τῆς ὡροσκοπούσης μοίρας σῶμα ἀστέρος ἢ ἀκτῖνα. καὶ εἴ γε εὗρόν τι τοιοῦτον, εἶπον ἂν ὡς ἡ μοῖρα τοῦ ὡροσκόπου διέπεται ὑπὸ τοῦ ἀστέρος ἐκείνου καὶ ἐλάμβανον τὸν ἀστέρα κοινωνὸν τοῦ ζαμοκτὰρ ἤτοι τοῦ ἐπιμερίζοντος. ἐπεὶ δὲ ἀπ ἀρχῆς τοῦ ζῳδίου ἄχρις τῆς ὡροσκοπούσης μοίρας οὐχ εὗρον οὔτε σῶμα ἀστέρος οὔτε ἀκτῖνα, προσελαβόμην μόνην τὴν Ἀφροδίτην ἐπιμερίζουσαν.
 Εὗρον δὲ μεταξὺ τῆς ὡροσκοπούσης μοίρας καὶ τοῦ κλήρου τῆς ἀνδρείας μοίρας δ λεπτὰ κ, γινόμενα διὰ τῶν ἀναφορῶν τοῦ δ κλίματος μοίρας γ λεπτὰ β. ἐπιμερίζει οὖν ἡ Ἀφροδίτη κατὰ τὰ ὅρια αὐτῆς ἔτη γ ἡμέρας ιβ· εἶτα κολλᾷ ἡ μοῖρα τοῦ ὡροσκόπου τῷ κλήρῳ τῆς ἀνδρείας καὶ τῆς τόλμης, ἔτι καταλειπομένων τῇ Ἀφροδίτῃ ἐκ τῶν ὁρίων αὐτῆς λεπτῶν μ, γινομένων διὰ τῶν ἀναφορῶν λεπτῶν λβ καὶ ιβ δευτέρων λεπτῶν. καὶ διὰ τοῦτο εἴπομεν ὡς ἡ Ἀφροδίτη διέπει τῷ οἰκείῳ ἐπιμερισμῷ τὸν κλῆρον τῆς ἀνδρείας καὶ τῆς τόλμης μῆνας ἡμέρας ιγ· ὁμοῦ τὰ πάντα ἔτη γ μῆνες ἓξ ἡμέραι εἰκοσιπέντε ἔγγιστα. Εἶτα καταντᾷ ὁ περίπατος εἰς τὰ ὅρια τοῦ Ἑρμοῦ, καὶ λαμβάνομεν τοῦτον ἐπιμερίζοντα· καὶ διοικεῖ τὸν κλῆρον τῆς ἀνδρείας καὶ τῆς τόλμης ἔτος α καὶ ἡμέρας η ἔγγιστα. καταλαμβάνει δὲ ὁ περίπατος ἐπὶ τὴν ἑξάγωνον ἀκτῖνα τοῦ Κρόνου μετὰ ἔτη δ καὶ μῆνας ζ καὶ ἡμέρας γ ἔγγιστα, καὶ κυβερνᾷ ὁ Κρόνος διὰ τῆς ἑξαγωνικῆς αὐτοῦ ἀκτῖνος ἐν τῷ ἐπιμερισμῷ τοῦ Ἑρμοῦ τὸν κλῆρον τῆς ἀνδρείας καὶ τῆς τόλμης ἔτος ἓν μῆνας ι ἡμέρας ιζ ἔγγιστα. καὶ τότε συναντᾷ ὁ κλῆρος τῆς προκοπῆς καὶ τῆς νίκης ἤτοι μετὰ ἔτη καὶ μῆνας καὶ ἡμέρας κβ ἔγγιστα, καὶ κυβερνᾷ ὁ Κρόνος διὰ τῆς ἑξαγωνικῆς αὐτοῦ ἀκτῖνος τοὺς δύο κλήρους, τόν τε κλῆρον τῆς ἀνδρείας καὶ τῆς τόλμης καὶ τὸν κλῆρον τῆς προκοπῆς καὶ τῆς νίκης, σὺν καὶ τῷ ἐπιμερισμῷ τοῦ Ἑρμοῦ, μῆνας ε ἡμέρας κθ, ὁμοῦ γινόμενα ἔτη ζ ἡμέρας κα ἔγγιστα. εἶτα παραλαμβάνει ἡ Σελήνη τὴν κυβέρνησιν σωματικῶς ἀπὸ τῆς ἑξαγωνικῆς ἀκτῖνος τοῦ Κρόνου, καὶ διοικεῖ τοὺς β κλήρους τῷ οἰκείῳ σώματι καὶ τῷ ἐπιμερισμῷ τοῦ Ἑρμοῦ μῆνας ια ἡμέρας ι· καὶ τελειοῦται ὁ ἐπιμερισμὸς τοῦ Ἑρμοῦ μετὰ ἔτη ζ μῆνας ια ἡμέρας κζ ἔγγιστα.
Εἶτα μεταβαίνει ὁ ἐπιμερισμὸς εἰς τὸν Δία, καὶ διοικεῖ ἅμα τῇ Σελήνῃ τὸν κλῆρον τῆς ἀνδρείας καὶ τῆς τόλμης καὶ τὸν κλῆρον τῆς προκοπῆς καὶ τῆς νίκης μῆνας δ ἡμέρας κδ· καὶ καταντᾷ ὁ περίπατος εἰς τὸν κλῆρον τῆς φρονήσεως καὶ τῆς συνέσεως μετὰ ἔτη η μῆνας δ ἡμέρας κ καὶ α ἔγγιστα. εἶτα κυβερνᾷ ἡ Σελήνη σωματικῶς διὰ τοῦ ἐπιμερισμοῦ τοῦ Διὸς τὸν κλῆρον τῆς φρονήσεως καὶ τῆς συνέσεως καὶ τοὺς δύο κλήρους τοὺς πρώτους ὧν ἐμνήσθημεν λέγω δὴ τὸν κλῆρον τῆς ἀνδρείας καὶ τῆς τόλμης καὶ τὸν κλῆρον τῆς προκοπῆς καὶ τῆς νίκης ἔτος ἓν μῆνας ἡμέρας η. καὶ παραλαμβάνει τὴν σωματικὴν κυβέρνησιν τῆς Σελήνης τὸ δεξιὸν τετράγωνον τοῦ Ἄρεως μετὰ ἔτη θ μῆνας ια ἔγγιστα, καὶ κυβερνᾶ ὁ Ἄρης τοὺς κλήρους διὰ τῆς τετραγωνικῆς αὐτοῦ ἀκτῖνος καὶ τοῦ ἐπιμερισμοῦ τοῦ Διὸς ἄχρι τῶν ιδ ἐτῶν καὶ μηνῶν β καὶ τριῶν ἡμερῶν ἔγγιστα.
Εἶτα μεθίσταται ὁ ἐπιμερισμὸς ἐπὶ τὸν Κρόνον, καὶ διοικεῖ ὁ Ἄρης τοὺς τρεῖς κλήρους διὰ τῆς τετραγωνικῆς αὐτοῦ ἀκτῖνος καὶ τοῦ ἐπιμερισμοῦ τοῦ Κρόνου ἔτη β μῆνας ἡμέρας ἔγγιστα. καὶ παραδίδωσι τὴν κυβέρνησιν τῇ τριγωνικῇ ἀκτίνι τοῦ Διὸς μῆνας ὀκτὼ ἡμέρας η ἔγγιστα. εἶτα κυβερνᾷ ὁ Ζεὺς τοὺς τρεῖς κλήρους τῇ τριγωνικῇ αὐτοῦ ἀκτίνι καὶ τῷ ἐπιμερισμῷ τοῦ Κρόνου ἄχρις ὅτου παραδώσει τῇ τετραγωνικῇ ἀκτίνι τοῦ Ἡλίου τὴν κυβέρνησιν· καὶ τοιουτοτρόπως γίνονται οἱ περίπατοι, συγκοινωνούντων τοῖς ὁριοκράτορσι τῶν σωμάτων τῶν ἀστέρων καὶ τῶν ἀκτίνων. τοὺς δὲ κλήρους καὶ τὰ δωδεκατημόρια ὁμοίως  μετακινοῦμεν διὰ τοῦ περιπάτου ἄχρι τέλους ζωῆς τοῦ ἀνθρώπου. πολλάκις δὲ τυγχάνει διάφορά τινα ἐν τῷ ὁρίῳ τοῦ ἀστέρος ἢ ἐν τῇ κυβερνήσει τοῦ σώματος τοῦ ἀστέρος ἢ τῆς ἀκτῖνος αὐτοῦ. καὶ εἰ μέν ἐστιν ὁ διοικῶν ἤτοι ὁ κυβερνῶν ταῦτα ἀστὴρ ἀγαθοποιός, σημαίνει ἀγαθὰ κατὰ τὴν οἰκείαν φύσιν· εἰ δὲ κακοποιός, ἐναντία· εἰ δὲ διοικοῦσι διάφοροι ἀστέρες, ποίησον σύγκρασιν τῆς σημασίας αὐτῶν.

Τμῆμα δεύτερον. Περὶ τῶν σημασιῶν τῶν ἀγαθοποιῶν καὶ κακοποιῶν ὁριοκρατόρων καὶ τῶν κοινωνούντων αὐτοῖς εἴτε διὰ τοῦ οἰκείου σώματος εἴτε διὰ τῆς οἰκείας ἀκτῖνοσ
 Τοῖς ἐπιμερίζουσιν ἀγαθοποιοῖς τε καὶ κακοποιοῖς ἰδία τις πρόσεστι σημασία ἐν τῇ διοικήσει τοῦ ἐπιμερισμοῦ ὡσαύτως καὶ τοῖς κοινωνοῦσι διά τε τοῦ σώματος καὶ τῶν ἀκτίνων καὶ δύναμις παράδοξος· καὶ ἔχουσι σημασίαν ἐξαίρετον καὶ κρείττονα τοῦ χρονοκράτορος. ὁ γὰρ χρονο
κράτωρ τὰ τοῦ ἑνὸς χρόνου μόνα δηλοῖ συμπτώματα, ὁ δὲ ἐπιμερίζων δηλοῖ τὰ ἐν διαφόροις χρόνοις δηλούμενα πάθη ὡσαύτως καὶ ὁ συγκοινωνῶν αὐτῷ, συνεπιμαρτυρούντων αὐτῷ τοῦ τε ζῳδίου τῆς ἐναλλαγῆς τοῦ ἔτους καὶ τοῦ κυρίου αὐτοῦ καὶ τῆς Σελήνης καὶ τῶν λοιπῶν ὧν προείπομεν. δεῖ οὖν ἐπιβλέπειν τὸν τόπον τοῦ μερισμοῦ καὶ σκοπεῖν τίνος ὅριόν ἐστι καὶ πῶς διάκειται ὁ τούτου  κύριος κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ εἰ ἑῷος ἢ ἑσπέριος καὶ εἰ προποδίζων ἢ ἀναποδίζων καὶ εἰ εὖ διάκειται ἢ κακῶς καὶ ἐν ποίῳ μέν ἐστι τόπῳ τὸ ὅριον ἀπὸ τοῦ ὡροσκόπου τῆς καταρχῆς, ἐν ποίῳ δὲ ζῳδίῳ τοῦ ἔτους, καὶ ἐν ποίῳ ἀπὸ τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς, καὶ τίνος οἶκος ἢ ὕψωμα ἢ τρίγωνον ἢ δεκανός ἐστι τὸ ζῴδιον ἐν ᾧ ὑπάρχει ὁ ἐπιμερισμὸς καὶ τίς τῶν ἀγαθοποιῶν ἢ κακοποιῶν ἦν ἐν αὐτῷ κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ τίνα ἕκαστος ἔχει δύναμιν ἢ ἀδυναμίαν καὶ τίνα εἶχε κατὰ πῆξιν καὶ τίνα κατὰ πάροδον καὶ εἰ ἀγαθὰ ἐσήμανεν ἢ ἐναντία καὶ εἰ ἀγαθοποιός ἐστιν ἢ κακοποιός· ὡσαύτως ἐπισκεπτέον τίνες ἐπιβάλλουσι τὰς ἀκτῖνας τῶν ἀστέρων καὶ ἐν τίνος ἀκτίνι τρέχει ὁ ἐπιμερίζων καὶ τίς ἀστὴρ κατά τε πῆξιν καὶ κατὰ πάροδον ἦν ἐν τοῖς ὁρίοις αὐτοῦ. Ἐπισκεπτέον δὲ καὶ τὰ ἑπτὰ εἴδη τῶν ἐπιμερισμῶν· πρῶτον μὲν εἰ ἔστι μεμονωμένος ὁ ἐπιμερίζων καὶ ἀγαθοποιός.
β. εἰ ἔστι μεμονωμένος καὶ κακοποιός.
γ. εἰ ὁ μὲν ἐπιμερίζων ἐστὶ κακοποιός, ὁ δὲ κοινωνῶν αὐτῷ ἀγαθοποιός.
δ. εἰ ὁ ἐπιμερίζων ἐστὶν ἀγαθοποιός, ὁ δὲ κοινωνῶν αὐτῷ κακοποιός.
ε. εἰ ὁ ἐπιμερισμός ἐστι κοινὸς ἀγαθοποιοῦ καὶ κακοποιοῦ.
ς. εἰ ὁ ἐπιμερίζων καὶ ὁ κοινωνὸς αὐτοῦ ὦσιν ἄμφω κακοποιοί.
ζ. ἐὰν ἄμφω ἀγαθοποιοί.

 α. Εἰ γοῦν ἐστιν ἐπιμερίζων ἀγαθοποιὸς καὶ ἐπὶ διαφόροις ἔτεσι κυβερνῶν καὶ εὖ διακείμενος κατά τε πῆξιν καὶ ἐν τῷ θέματι τῆς ἐναλλαγῆς, ὑπάρχουσι δὲ καὶ ὁ χρονοκράτωρ καὶ ἡ Σελήνη καὶ ὁ κύριος τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς ἀκάκωτοι, δηλοῦσιν ἀγαθὰ καὶ προδήλους εὐτυχίας καὶ περιφήμους καὶ διαβοήτους· εἰ δὲ καὶ κατὰ πῆξιν ὑπάρχει τοιουτοτρόπως καὶ κατὰ πάροδον ὁμοίως, ἐπιταθήσεται τὰ τῆς εὐτυχίας. εἰ δὲ ὁ ἐπιμερίζων ἐστὶν ἀγαθοποιὸς καὶ ὑπάρχει κεκακωμένος κατὰ πῆξιν ἢ ἐν τόπῳ ἐναντίῳ ἢ τύχωσι ὁ χρονοκράτωρ καὶ ἡ Σελήνη καὶ ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς κεκακωμένοι, δηλοῖ ἐναντιότητας ἐν τοῖς χρόνοις ἐκείνοις. εἰ δὲ κατὰ μὲν πῆξιν κακοῦται ὁ τόπος τοῦ ἐπιμερισμοῦ, κατὰ δὲ πάροδον ἀγαθύνεται, μετρίως ἔσται αὐτῷ τὰ ἀγαθὰ τῷ ἔτει ἐκείνῳ· εἰ δὲ κατὰ μὲν πῆξιν ἀγαθύνεται, ἐν δὲ τῇ ἐναλλαγῇ κακύνεται, ἐλάττονα μὲν ἔσται τὰ ἀγαθὰ πλὴν οὐ πάντῃ ἀκυρωθήσεται διὰ τοῦ τὴν σημασίαν τοῦ κατὰ πῆξιν σχήματος στερροτέραν καὶ βεβαιοτέραν εἶναι τῆς κατὰ πάροδον· εἰ δὲ μερικῶς μὲν κακοῦται, μερικῶς δὲ ἀγαθύνεται, τοιουτοτρόπως ἔσται καὶ τὰ ἀποτελέσματα. ὡσαύτως δὲ δεῖ σε ἐπισκέπτεσθαι καὶ τοὺς ἐπιμερίζοντας καὶ τοὺς διέποντας καὶ τὰς λοιπὰς σημασίας τῶν ἀστέρων τῶν ἐχόντων λόγον τινὰ ἐν τῷ ἔτει.

Δεύτερον εἴπομεν εἶδος τὸ εἶναι τὸν ἐπιμερίζοντα κακοποιὸν καὶ μόνον τὰ τῆς κυβερνήσεως σημαίνοντα καὶ τὸ  εἶναι κατὰ πῆξιν ἀκάκωτον ἐν τόπῳ ἀγαθῷ ἢ ἐν ζῳδίῳ ἐν ᾧ ἔχει λόγον ἢ ἐν ζῳδίῳ τῶν φίλων αὐτοῦ ἀστέρων ἢ ἐν ζῳδίῳ ἀγαθοποιοῦ ἐφορώμενον ὑπὸ ἀστέρων ἀγαθοποιουμένων καὶ τὸ τὸν ἐπιμερίζοντα τοιουτοτρόπως διακεῖσθαι ἐν τῇ ἐναλλαγῇ τῶν ἐτῶν ἐφορώμενον ὑπὸ ἀγαθοποιῶν καὶ τὸ τὸν χρονοκράτορα καὶ τὴν Σελήνην καὶ τὸν ὡροσκόπον τῆς ἐναλλαγῆς καὶ τὸν κύριον αὐτοῦ ἀγαθύνεσθαι. τοιουτοτρόπως γὰρ διακειμένων ἁπάντων, ὁ κακοποιὸς ἐκεῖνος ὥσπερ τὴν οἰκείαν φύσιν ἀπαρνησάμενος νίκης καὶ τροπαίων καὶ εὐτυχιῶν αἴτιος γίνεται. εἰ δὲ ὁ ἐπιμερισμός ἐστι κακοποιοῦ καὶ ὑπάρχει κατά τε πῆξιν καὶ ἐν τῇ ἐναλλαγῇ τῶν ἐτῶν οἷς ἐπιμερίζει κακυνόμενος καὶ μὴ ἐφορᾶται τὸ ὅριον ἐκεῖνο εἴτε κατὰ πῆξιν εἴτε κατὰ πάροδον ὑπὸ ἀγαθοποιοῦ, ὑπάρχει δὲ σὺν τούτοις καὶ ἡ Σελήνη κεκακωμένη ἐν τοῖς ὡροσκόποις τῶν ἐναλλαγῶν τῶν ἐτῶν καὶ τῶν κυρίων αὐτῶν τετραγωνιζομένων ἢ διαμετρουμένων παρὰ τῶν κακοποιῶν, τεθνήξεται ὁ γεννηθεὶς ἐν ἐκείνῳ τῷ ἐπιμερισμῷ καὶ κατ ἐκεῖνο τὸ ἔτος ἐν ᾧ πάντα τὰ τοιαῦτα συμπεσοῦνται σχήματα. τὰ δὲ κατὰ πῆξιν σχήματα ὡς εἴπομεν ἐπικρατέστερά ἐστι τῶν κατὰ τὴν ἐναλλαγὴν καὶ πλεῖον τούτων δυνάμενα εἴς τε τὸ ἀγαθύνειν καὶ τὸ κακοποιεῖν.

Τρίτον ἔφημεν εἶδος τὸ ὑπάρχειν τὸν ἐπιμερίζοντα κακοποιόν, τὸν δὲ κοινωνοῦντα αὐτῷ σωματικῶς ἢ ἀκτινοβολικῶς ἀγαθοποιόν. καὶ εἴ γε τοιοῦτόν ἐστι τὸ σχῆμα,  ὁ μὲν ἀγαθοποιὸς ῥύσεται τὸν ἔχοντα τὴν ἐναλλαγὴν ἀπὸ θανάτου, ὁ δὲ κακοποιὸς περιστάσεσι τοῦτον ὑποβαλεῖ καὶ ἔσται τὰ κατ αὐτὸν συγκεκραμένα ἀγαθὰ κακοῖς· καί ποτε μὲν στενοχωρηθήσεται, ποτὲ δὲ κουφισθήσεται καὶ πλατυνθήσεται· καὶ ἐνίοτε μὲν νοσήσει, ἐνίοτε δὲ ἐπαπολαύσει ὑγείας· καί ποτε μὲν λυπηθήσεται, καὶ πάλιν χαρήσεται· καί τινι μὲν καιρῷ συμπτώμασι περιπεσεῖται, ἐν δ ἑτέρῳ σωθήσεται καὶ εὐοδωθήσεται. ὑποδείγματος χάριν. Κρόνος ἔν τινι γενεθλίῳ ἐπιμερίζων, ἐκοινώνει αὐτῷ κατὰ τὸν ἐπιμερισμὸν ἡ Ἀφροδίτη ἀκτινοβολικῶς, καὶ ἄμφω οἱ ἀστέρες ἦσαν ἰσοδύναμοι. διὰ μὲν οὖν τὴν φύσιν τῆς Ἀφροδίτης καὶ τὸ ταύτης ἀγαθοποιὸν εἶναι, εὑρήσει πλοῦτον ὁ τὴν ἐναλλαγὴν ἔχων καὶ γυναικὶ συναφθήσεται καὶ παῖδας ἕξει· διὰ τὴν τοῦ Κρόνου φύσιν τεθνήξονται ὁ τούτου παῖς καὶ ἡ γυνὴ καὶ κλαύσει μεγάλως καὶ λυπηθήσεται ἐπὶ τούτοις· εἰ δὲ δυναμικωτέρα ἐστὶ ἡ Ἀφροδίτη, θάνατον οὐ δηλοῖ. εἰ δὲ ὁ ἐπιμερισμός ἐστί τινος τῶν κακοποιῶν, συνεπιμερίζει δὲ αὐτῷ σῶμα ἀγαθοποιοῦ ἢ ἀκτίς, ἐφορᾶται δὲ κατὰ πῆξιν παρά τινος κακοποιοῦ ὁ ἐπιμερίζων, τύχωσι δὲ καὶ τὸ ζῴδιον τοῦ ἔτους καὶ ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς καὶ οἱ κύριοι αὐτῶν κεκακωμένοι παρὰ τοῦ τοιούτου κακοποιοῦ κατὰ πῆξιν, τύχῃ δὲ καὶ ἀποκαταστατικὸς ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς, εὑρέθησαν δὲ καὶ ἡ Σελήνη καὶ τὸ ὅριον ἐν ᾧ ἐστιν ὁ ἐπιμερισμὸς ἐν ἐκείνοις τοῖς ἔτεσιν  ἐν τόπῳ ἐναντίῳ ἢ κεκακωμένοι καὶ ἀβοήθητοι παρὰ τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας, πάνυ κακὸν τὸ σχῆμα τὸ τοιοῦτον καὶ ἢ ἀποθανεῖται ἢ τῷ θανάτῳ πλησιάσει· εἰ δὲ ὁ ἐπιμερισμός ἐστι κακοποιοῦ καὶ οὐκ ἐνυπάρχει αὐτῷ κατὰ πῆξιν σῶμα ἀγαθοποιοῦ ἢ ἀκτὶς καὶ τύχῃ κατὰ πάροδον ἐκεῖσε ὁ κακοποιὸς ἢ ἀκτὶς τοῦ κακοποιοῦ, δηλοῖ πάνυ χαλεπὰ συμπτώματα· εἰ δὲ σὺν τούτοις τὸ ζῴδιον τοῦ ἔτους καὶ ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς καὶ οἱ τούτων κύριοι κακοῦνται, πρὸς δὲ καὶ ἡ Σελήνη ὑπὸ κακοποιῶν ὁρᾶται, μεῖζον ἔσται τὸ σύμπτωμα καὶ ἢ τεθνήξεται τῷ ἔτει ἐκείνῳ ἢ πλησίον ἥξει θανάτου.

Τέταρτον εἴπομεν εἶδος τὸ εἶναι τὸν ἐπιμερίζοντα ἀγαθοποιόν, τὸν δὲ συνεπιμερίζοντα αὐτῷ κακοποιόν. καὶ εἰ τοιοῦτόν ἐστι τὸ σχῆμα, σύγκρασιν δηλοῖ τῶν κατ αὐτὸν καὶ μεσότητα ἀγαθῶν τε καὶ φαύλων καὶ χαρᾶς καὶ λύπης καὶ νόσου καὶ ὑγείας. εἰ δὲ ὁ ἐπιμερισμός ἐστιν ἀγαθοποιοῦ καὶ συνεπιμερίζει αὐτῷ κακοποιός, σχηματίζεται δὲ ὁ κακοποιὸς ἐνεῖνος κατὰ πῆξιν ἀγαθοποιῷ καὶ τύχῃ ὁ ἀγαθοποιὸς ἐκεῖνος ἐν τῷ ζῳδίῳ τοῦ ἔτους ἢ τῷ ὡροσκόπῳ τῆς ἐναλλαγῆς ἢ οἱ κύριοι αὐτῶν ἀγαθυνόμενοι ὑπ ἐκείνου τοῦ ἀγαθοποιοῦ, καὶ τύχωσιν ἡ Σελήνη καὶ τὸ ὅριον ἐν ᾧ ὑπάρχει ὁ ἐπιμερισμὸς ἐν ἀγαθοῖς τόποις, δηλοῖ ἀγαθὰ πολλὰ καὶ εὐτυχίας προδήλους, ἀλλὰ διὰ τὴν κοινωνίαν τοῦ κακοποιοῦ ἔσται σύμμετρα τὰ  ἀγαθά. εἰ δὲ ὁ ἐπιμερισμός ἐστιν ἀγαθοποιοῦ καὶ ὑπάρχει ἐν αὐτῷ κακοποιὸς ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς ἢ ἀκτὶς κακοποιοῦ, διὰ μὲν τὸν ἐπιμερισμὸν τοῦ ἀγαθοποιοῦ δηλοῖ εὐτυχίαν, διὰ δὲ τὴν ἀκτῖνα τοῦ κακοποιοῦ δηλοῖ ἐναντιότητας, καὶ μάλιστα ἐὰν ὁ ἐπιμερίζων καὶ οἱ κύριοι τῶν ἐτῶν καὶ ἡ Σελήνη κεκακωμένοι ὑπάρχουσι καὶ ἐν τόποις ἀνοικείοις.

Πέμπτον εἴπομεν εἶδος τὸ εἶναι ἐπιμερισμὸν ἀστέρος ἀγαθοποιοῦ εἴτε κακοποιοῦ· ὑπάρχει δὲ ὁ ἐπιμερισμὸς κατὰ πῆξιν ἐν τόπῳ ἀνοικείῳ καὶ ἐν αὐτῷ κακοποιὸς ἢ ἀκτὶς κακοποιοῦ ἐξ οἱουδήποτε συσχηματισμοῦ καὶ οὐκ ἐπιβλέπεται τὸ ὅριον ὑπό τινος τῶν ἀγαθοποιῶν ἐνδυνάμου ἢ ἐφορᾶται μὲν ὑπὸ ἀγαθοποιοῦ, ἀλλ ἀμυδρῶς καὶ ἐλαττόνων ὑπάρχει μοιρῶν ἤπερ ὁ κακοποιός, τύχῃ δὲ ἐν τοῖς ζῳδίοις ἐν οἷς ὑπάρχει ὁ ἐπιμερισμὸς κατὰ πῆξιν κακοποιὸς βλάπτων ἅμα καὶ τὸν ἐπιμερίζοντα κατὰ πῆξιν ἢ τὸ ζῴδιον τοῦ ἔτους ἢ τὸν ὡροσκόπον τῆς ἐναλλαγῆς ἢ τοὺς δύο κυρίους αὐτῶν καὶ γένηται ἀποκαταστατικὸς ἐν τῇ ἐναλλαγῇ ὅτε καταντήσει ὁ ἐπιμερισμὸς εἰς τὸ σῶμα τοῦ ἀστέρος ἐκείνου ἢ τὴν ἀκτῖνα, ἀπαράβατος ὁ ἄνθρωπος ἐκεῖνος φονευθήσεται. εἰ δὲ ὁ ἐπιμερισμός ἐστί τινος ἀγαθοποιοῦ ἢ κακοποιοῦ, ὑπάρχει δὲ ἐν αὐτῷ σῶμα ἀγαθοποιοῦ ἢ ἀκτὶς καὶ ἐνυπάρχει αὐτῷ πάλιν σῶμα κακοποιοῦ ἢ ἀκτίς, τύχωσι δὲ καὶ οἱ κύριοι τῶν ἐτῶν ἐκείνων ἀγαθυνόμενοι ἅμα τῷ ἐπιμερίζοντι καὶ τῇ Σελήνῃ, περιπεσεῖται μὲν  δυσχερέσι σὶ πλὴν σωθήσεται· εἰ δὲ ὑπάρχουσι τὰ ἀγαθὰ σχήματα ἀμυδρά, τὰ δὲ ἐναντία ἐπικρατέστερα, οὐ σωθήσεται· εἰ δὲ τοιουτοτρόπως ἔχουσι τὰ προειρημένα σχήματα, ὑπάρχει δὲ κακοποιὸς ἐν τῷ ὁρίῳ ἢ ἀκτὶς κακοποιοῦ κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς, οὐ σωθήσεται πλὴν ἐντίμως ἀποθανεῖται.

Ἕκτον εἴπομεν εἶδος τὸ εἶναι τὸν ἐπιμερισμὸν κακοποιοῦ, διέποντος ἤτοι κυβερνῶντος σώματος κακοποιοῦ ἢ ἀκτῖνος· καὶ τὸ τοιοῦτον σχῆμα δηλοῖ περιστάσεις μεγάλας καὶ σωμάτων νόσους καὶ ἐμποδισμοὺς περὶ τὰς τοῦ βίου ἀναστροφάς, δέος δὲ μή ποτε τελευτήσῃ ἐν τῷ ἔτει ἐν ᾧ ὁ ἐπιμερίζων καὶ ἡ Σελήνη καὶ ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς καὶ ὁ κύριος αὐτοῦ καὶ ὁ χρονοκράτωρ ὑπάρχουσι κεκακωμένοι, καὶ μάλιστα ὅτε τὸ ζῴδιον ἐν ᾧ ἐστιν ὁ ἐπιμερισμὸς ἦν τόπος κακοποιοῦ κατὰ πῆξιν ἢ κατὰ πάροδον κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς. εἰ δὲ ὁ ἐπιμερίζων ἐστὶ κακοποιὸς καὶ συνεπιμερίζει τούτῳ κακοποιὸς εἴτε κατὰ σῶμα εἴτε κατ ἀκτῖνα, καὶ κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς ἀκτινοβολήσει τοῦτον ἀγαθοποιός, οὐ ῥύσεται τὸν ἄνθρωπον ἀπὸ θανάτου, πλὴν ἔσται ἔντιμος ἐν τῇ νόσῳ αὐτοῦ καὶ εὖ ἕξει τὰ κατ αὐτὸν μέχρι τοῦ καιροῦ τοῦ θανάτου· εἰ δὲ ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς ἐπιβάλλει κακοποιὸς τὴν ἀκτῖνα αὐτοῦ, ὑποστήσεται ἀνάγκην πρὸ τοῦ θανάτου καὶ βασανισθήσεται ἐν τῇ νόσῳ καὶ βαρετὸς ἔσται τοῖς νοσοκομοῦσιν αὐτὸν καὶ τελευτήσει  τελευτὴν ἐναντίαν· καὶ εἴπερ εἰσὶν οἱ προδηλωθέντες σημαντῆρες ἐν οἰκείοις τόποις, ἔσται ὁ θάνατος αὐτοῦ ἐν τῇ οἰκείᾳ πατρίδι παρὰ τοῖς συγγενέσιν αὐτοῦ· εἰ δ ἐν ἀλλοτρίοις, ἔσται παρὰ ἀλλοτρίοις.

Ἕβδομον εἶδος ἦν τὸ εἶναι τὸν ἐπιμερισμὸν ἀγαθοποιοῦ συνεπιμερίζοντος ἀγαθοῦ κατὰ σῶμα ἢ ἀκτινοβολίαν καὶ τὸ ἀγαθύνεσθαι ἀμφοτέρους· καὶ ὅτε ἐστὶ σχῆμα τοιοῦτον, ἔσονται οἱ χρόνοι ἐκεῖνοι εὐτυχεῖς καὶ διαβόητοι ἐπ ἀγαθοῖς, καὶ μάλιστα εἰ ὅ τε ἐπιμερίζων καὶ τὸ ζῴδιον τοῦ ἔτους καὶ ὁ κύριος αὐτοῦ καὶ ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς καὶ ἡ Σελήνη ἀκάκωτοι ὑπάρχουσι, καὶ μάλιστα ἐὰν ὁ ἐπιμερίζων καὶ ὁ κύριος τοῦ ἔτους ἀκτινοβολήσωσι τὸ ὅριον ἐκεῖνο· εἰ δὲ ὁ μὲν κακοῦται, ὁ δὲ ἀγαθύνεται, ἔσται σύμμικτα τὰ ἀποτελέσματα. εἰ δὲ ὁ ἐπιμερισμός ἐστί τινος ἀγαθοποιοῦ, συνεπιμερίζει δὲ τούτῳ σωματικῶς ἢ ἀκτινοβολικῶς κατὰ πῆξιν ἀγαθοποιός, τύχῃ δὲ κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς ἐν τῷ τόπῳ κακοποιὸς ἢ ἀκτὶς κακοποιοῦ, τεύξεται μὲν ὁ ἄνθρωπος ἀγαθῶν, πλὴν οὐκ ἀδεῶς ἐπαπολαύσει τούτων, ἀλλὰ θορυβηθήσεται κατὰ τὴν φύσιν τοῦ κακοποιοῦ. πολλάκις δέ ἐστιν ὁ ἐπιμερισμὸς ὅριόν τινος ἀστέρος καὶ αὐτὸς ὁ ἀστὴρ συνεπιμερίζει σωματικῶς ἢ ἀκτινοβολικῶς ἐπὶ χρόνοις τισί, μεθίσταται δὲ ἔν τινι ἔτει ὁ ἐπιμερισμὸς εἰς ἕτερον ἐπιμερισμὸν καὶ παραδίδωσιν ὁ ἐπιμερίζων ἑτέρῳ ἐπιμερίζοντι, καὶ συνίστανται τρόποι ἕξ.

πρῶτος τὸ ὅριον ὅπερ λέγεται πρῶτος ἐπιμερισμός.
δεύτερος ὁ παραδιδοὺς τὸν ἐπιμερισμὸν ὃς λέγεται πρῶτος ἐπιμερίζων.
 τρίτος τὸ ὅριον εἰς ὃ μετέστη ὁ ἐπιμερισμός.
δ ὁ ἐπιμερίζων ὁ β.
ε ὁ συνεπιμερίζων σωματικῶς ἢ ἀκτινοβολικῶς.
Οὗτοι δὲ οἱ ἓξ τρόποι ἐν τῷ καιρῷ τῆς παραδόσεως καὶ  παραλήψεως διαιροῦνται εἰς ἑτέρους τρόπους κδ, ὧν τέςσαρές εἰσι τῶν ἐπιμεριζόντων ἰδίᾳ·
καὶ ὁ μὲν πρῶτός ἐστι τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίου ἀγαθοποιοῦ ἐπὶ ὅριον ἀγαθοποιοῦ.
ὁ δὲ δεύτερος τὸ μεθίστασθαι ἀπὸ ὁρίου κακοποιοῦ ἐπὶ ὅριον κακοποιοῦ.
τρίτος τὸ μεθίστασθαι ἀπὸ ὁρίου ἀγαθοποιοῦ ἐπὶ ὅριον κακοποιοῦ.
δ τὸ μεθίστασθαι ἀπὸ ὁρίου κακοποιοῦ ἐπὶ ὅριον ἀγαθοποιοῦ.
Ἕτεροι δὲ τέσσαρες τρόποι συνίστανται ἀπὸ τῶν ἐπιμεριζόντων ἀγαθοποιῶν ἢ κακοποιῶν καὶ τῆς παραδόσεως καὶ τῆς παραλήψεως αὐτῶν·
καὶ πρῶτος ὅτε παραδίδωσιν ἀγαθοποιὸς ἀγαθοποιῷ.
δεύτερος ὅτε παραδίδωσι κακοποιὸς ἀγαθοποιῷ.
τρίτος ὅτε παραδίδωσιν ἀγαθοποιὸς κακοποιῷ.
 δ ὅτε παραδίδωσι κακοποιὸς κακοποιῷ.
Καὶ ἕτεροι η τρόποι λαμβανόμενοι ἐκ τῶν ἐπιμεριζόντων καὶ συνεπιμεριζόντων αὐτοῖς ἀγαθοποιῶν ἢ κακοποιῶν σωματικῶς ἢ ἀκτινοβολικῶς·
ὧν πρῶτος τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίου ἀγαθοποιοῦ ἐπὶ ὅριον ἀγαθοποιοῦ συνεπιμερίζοντος ἀγαθοποιοῦ.
δεύτερος τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίου ἀγαθοποιοῦ ἐπὶ ὅριον ἀγαθοποιοῦ συνεπιμερίζοντος κακοποιοῦ.
τρίτος τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίου κακοποιοῦ ἐπὶ ὅριον ἀγαθοποιοῦ συνεπιμερίζοντος ἀγαθοποιοῦ.
δ τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίου κακοποιοῦ ἐπὶ ὅριον ἀγαθοποιοῦ συνεπιμερίζοντος κακοποιοῦ.
ε τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων ἀγαθοποιῶν ἐπὶ ὅρια κακοποιῶν συνεπιμερίζοντος ἀγαθοποιοῦ.
ς τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων ἀγαθοποιοῦ ἐπὶ ὅρια κακοποιοῦ συνεπιμερίζοντος κακοποιοῦ.
ζ τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων κακοποιοῦ ἐπὶ ὅρια κακοποιοῦ συνεπιμερίζοντος ἀγαθοποιοῦ.
η τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων κακοποιοῦ ἐπὶ ὅρια κακοποιοῦ συνεπιμερίζοντος κακοποιοῦ.
 Συνίστανται δὲ καὶ ἕτεροι ὀκτὼ τρόποι τῶν ἐπιμεριζόντων ἀγαθοποιῶν τε καὶ κακοποιῶν σωματικῶς ἢ ἀκτινοβολικῶς ἔν τε ταῖς παραδόσεσι καὶ ταῖς παραλήψεσιν·
ὧν πρῶτος τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ἀγαθοποιοῦ ἐπὶ ἀγαθοποιὸν ἐν ὁρίοις ἀγαθοποιοῦ.
δεύτερος τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίου ἀγαθοποιοῦ ἐπὶ ἀγαθοποιὸν ἐν ὁρίοις κακοποιοῦ.
τρίτος τὸ μεθίστασθαι ἀπὸ κακοποιοῦ ἐπὶ ἀγαθοποιὸν ἐν ὁρίοις ἀγαθοποιοῦ.
δ τὸ μεθίστασθαι ἀπὸ κακοποιοῦ εἰς ἀγαθοποιὸν ἐν ὁρίοις κακοποιοῦ.
ε τὸ μεθίστασθαι ἀπὸ ἀγαθοποιοῦ ἐπὶ κακοποιὸν ἐν ὁρίοις ἀγαθοποιοῦ.
ς τὸ μεθίστασθαι ἀπὸ ἀγαθοποιοῦ ἐπὶ κακοποιὸν ἐν ὁρίοις κακοποιοῦ.
ζ τὸ μεθίστασθαι ἀπὸ κακοποιοῦ ἐπὶ κακοποιὸν ἐν ὁρίοις ἀγαθοποιοῦ.
η τὸ μεθίστασθαι ἀπὸ κακοποιοῦ ἐπὶ κακοποιὸν ἐν ὁρίοις κακοποιοῦ.
Κατὰ τοὺς κδ οὖν τρόπους τούτους γίνονται αἱ μεταθέσεις· συνίστανται δὲ καὶ τῶν σημασιῶν αὐτῶν τρόποι ιβ κατὰ συζυγίαν λεγόμενοι·
ὧν πρῶτος τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων ἀγαθοποιῶν ἐπὶ ὅρια ἀγαθοποιῶν ἢ παραδοῦναι σῶμα ἢ ἀκτῖνα ἀγαθοποιοῦ σώματι ἢ ἀκτῖνι ἑτέρου ἀγαθοποιοῦ·
ταῦτα γὰρ ἐπίμονον δηλοῖ τὴν εὐτυχίαν καὶ μετάβασιν ἀπὸ εὐτυχίας ἐπὶ εὐτυχίαν.
δεύτερος τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἢ τὸν ἐπιμερίζοντα ἀπὸ κακοποιοῦ ἐπὶ ἀγαθοποιόν· καὶ δηλοῖ μετάβασιν ἀπὸ δυστυχίας καὶ ταπεινότητος ἐπὶ δόξαν καὶ ὕψος.
τρίτος τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἢ τὸν ἐπιμερίζοντα ἀπὸ ἀγαθοποιοῦ ἐπὶ κακοποιόν· καὶ δηλοῖ μετάβασιν ἀπὸ ἀγαθῶν ἐπὶ κακὰ καὶ ἐπὶ φόβους θανάτου.
δ τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν καὶ τὸν ἐπιμερίζοντα ἀπὸ κακοποιοῦ ἐπὶ κακοποιόν· καὶ δηλοῖ κατ ἐκεῖνον τὸν καιρὸν ἐγκυλινδεῖσθαι τὸν ἄνθρωπον ἀπὸ κακοῦ εἰς κακὸν καὶ ἀπὸ συμπτωμάτων εἰς συμπτώματα καὶ φόβους θανατικούς.
Καὶ οὗτοι μὲν οἱ τέσσαρες τρόποι ἁπλᾶς συζυγίας εἰσίν· οἱ δὲ ἕτεροι η συζυγίας διπλῆς·
ὧν πρῶτος τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων ἀγαθοποιοῦ ἐπὶ ὅρια ἀγαθοποιοῦ ἐπιμερίζοντος ἀγαθοποιοῦ καὶ παραδοῦναι τὸν ἐπιμερίζοντα ἀγαθοποιὸν ὄντα ἑτέρῳ ἀγαθοποιῷ ἐν ὁρίοις ἀγαθοποιοῦ· δηλοῖ γὰρ ἐν ἐκείνῳ τῷ ἔτει εὐτυχίαν καὶ δαψίλειαν ἀγαθῶν.
 β τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων ἀγαθοποιῶν ἐπὶ ὅρια ἐπὶ ὅρια ἀγαθοποιῶν ἐπιμερίζοντος κακοποιοῦ ἢ παραδοῦναι ἀγαθοποιὸν ἀγαθοποιῷ ἐν ὁρίοις κακοποιοῦ· δηλοῖ γὰρ ἐν ἐκείνῳ τῷ ἔτει διὰ τὴν τῶν ἀγαθοποιῶν ἐπικράτειαν εὐτυχίαν πλὴν οὐκ ἄκρατον καὶ ἀκηλίδωτον διὰ τὴν τοῦ κακοποιοῦ φύσιν.
γ τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων κακοποιῶν ἐπὶ ὅρια ἀγαθοποιῶν ἐπιμερίζοντος ἀγαθοποιοῦ ἢ παραδοῦναι κακοποιὸν ἀγαθοποιῷ ἐν ὁρίοις ἀγαθοποιοῦ· δηλοῖ δὲ ἐν τῷ τοιούτῳ ἔτει ἀπὸ δυστυχίας μετάβασιν ἐπὶ εὐτυχίαν.
δ τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων κακοποιοῦ ἐπὶ ὅρια ἀγαθοποιοῦ συνεπιμερίζοντος κακοποιοῦ ἢ παραδοῦναι κακοποιὸν ἀγαθοποιῷ ἐν ὁρίοις κακοποιοῦ· καὶ δηλοῖ τῷ τοιούτῳ ἔτει μεσότητα κατά τε εὐτυχίαν καὶ δυστυχίαν καὶ ἐν ἀγαθοῖς καὶ κακοῖς, πλὴν τὰ καλὰ ἔσται ἐπικρατέστερα.
ε τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων ἀγαθοποιῶν ἐπὶ ὅρια κακοποιῶν συνεπιμερίζοντος ἀγαθοποιοῦ ἢ παραδοῦναι ἀγαθοποιὸν κακοποιῷ ἐν ὁρίοις ἀγαθοποιοῦ· καὶ δηλοῖ τῷ ἔτει ἐκείνῳ μεσότητα ἀγαθῶν τε καὶ πονηρῶν, καὶ τὰ κακὰ ἔσται ἐπικρατέστερα.
τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων ἀγαθοποιῶν ἐπὶ ὅρια κακοποιοῦ συνεπιμερίζοντος κακοποιοῦ  ἢ παραδοῦναι τὸν ἐπιμερίζοντα ἀγαθοποιὸν ὄντα κακοποιῷ ἐν ὁρίοις κακοποιοῦ· καὶ δηλοῖ ἐν τῷ τοιούτῳ ἔτει ἐναντιότητας καὶ βλάβας πολλὰς καὶ συμπτώματα καὶ
φόβους θανατικούς.
ζ τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων κακοποιῶν ἐπὶ ὅρια κακοποιοῦ συνεπιμερίζοντος ἀγαθοποιοῦ ἢ παραδοῦναι κακοποιὸν κακοποιῷ ἐν ὁρίοις ἀγαθοποιοῦ καὶ δηλοῖ τῷ ἔτει ἐκείνῳ βλάβας μεγίστας καὶ φόβους ἀπὸ θανάτου.
η τὸ μεθίστασθαι τὸν ἐπιμερισμὸν ἀπὸ ὁρίων κακοποιοῦ ἐπὶ ὅρια κακοποιοῦ ἐπιμερίζοντος κακοποιοῦ ἢ παραδοῦναι κακοποιὸν κακοποιῷ ἐν ὁρίοις κακοποιοῦ· καὶ σημαίνει τῷ τοιούτῳ ἔτει εἴδη πολλὰ ἐναντιώσεων καὶ θανάτου φόβους. καὶ τὸ μεῖζον κακὸν τὸ εἶναι πάντας κακοποιούς.
Τὸ δὲ εἶδος τῶν ἀγαθῶν καὶ τῶν κακῶν διαγινώσκεται ἀπό τε τῆς τοῦ ἀστέρος φύσεως καὶ τῆς φύσεως τοῦ οἴκου αὐτοῦ καὶ τοῦ τόπου κατά τε πῆξιν καὶ κατὰ πάροδον. ἰσχυροτέραν δὲ δύναμιν ἔχει τῶν τριῶν ὁ ἐπιμερίζων, δευτέραν δὲ ὁ συνεπιμερίζων σωματικῶς· τὸ γὰρ ἀκτινοβολικὸν ἀδρανές. τῶν δὲ ἀκτινοβολιῶν δυνατωτέρα ἡ διάμετρος, εἶτα ἡ τετράγωνος, εἶτα ἡ τρίγωνος· ἡ δὲ ἑξάγωνος ἀσθενεστάτη. ταῦτα δὲ ἃ προείπομεν περὶ τοῦ συνεπιμερίζοντος οὐ δεῖ λαμβάνειν κατὰ πάροδον, ἀλλὰ κατὰ πῆξιν.
Ὅτε δὲ καταντήσει ὁ περίπατος ἀπό τε τοῦ ὡροσκόπου καὶ τῶν λοιπῶν ἀφετῶν ἐπί τινα τῶν ἀπλανῶν ἀστέρων τῶν σημαινόντων εὐτυχίαν, ὁ δὲ τοιοῦτος ἀστὴρ προεδήλου κατὰ τὴν πῆξιν εὐτυχίαν, τὸ τηνικαῦτα ἐνδείξεται τὴν οἰκείαν ἐνέργειαν. εἰ δὲ κατὰ πῆξιν  οὐκ εἶχέ τινα σημασίαν, μέρος τι παρεισφέρει εὐτυχίας κατὰ τὴν φύσιν τοῦ πλανήτου ἀστέρος οὕτινος ὁ ἀπλανὴς τῇ κράσει συγκέκραται. ὅτε δὲ καταντήσει ὁ περίπατος ἐπί τινα κακοποιὸν ἀστέρα τῶν ἀπλανῶν τὸν δηλοῦντα τύφλωσιν ὀμμάτων ἢ βιαιοθανασίας καὶ φόνους, ἀναφανήσεται τηνικαῦτα μέρος τι τῆς ἐνεργείας τοῦ ἀστέρος.
Ὅσα δὲ προείπομεν ἐν τῷ παρόντι ἡμῶν συγγράμματι ὅτι δηλοῦσι θάνατον τοῦ τὴν ἐναλλαγὴν ἔχοντος ἔν τε τοῖς ἐπιμερισμοῖς καὶ τοῖς περιπάτοις τότε γενήσονται ὅτε καὶ οἱ χρόνοι ἐκεῖνοι συμφωνήσουσι τῷ ἀριθμῷ τῶν χρόνων τῆς ζωῆς ὧν ἐδήλου κατὰ πῆξιν ὁ ἀφέτης ἢ τούτων ἐγγύς· τὸ δ αὐτὸ νοείσθω σοι ἐπί τε θανάτου γονέων καὶ ἀδελφῶν καὶ ἑτέρων. εἰ γὰρ ἡ ἐναλλαγὴ τοῦ χρόνου θάνατον δηλοῖ καὶ ἀπώλειαν, οὐ τύχῃ δὲ τὸ τηνικαῦτα τὸ πλήρωμα τῶν ἐτῶν ὧν ἐσήμανεν ὁ ἀφέτης, θάνατος μὲν οὐ γενήσεται, σύμπτωμα δὲ μέγα καὶ κινδυνῶδες.

Τρίτον. Περὶ τῆς σημασίας τοῦ Κρόνου ἐπιμερίζοντος καὶ περὶ τοῦ συνεπιμερισμοῦ τῶν ἀστέρων πρὸς αὐτόν
 Ὅτε ποιήσεις τὸν περίπατόν τινος τῶν ἀφετῶν, ἢ τοῦ Ἡλίου ἢ τῆς Σελήνης ἢ τοῦ ὡροσκόπου ἢ τοῦ κλήρου τῆς τύχης ἢ τῆς μοίρας τῆς συνόδου ἢ τῆς μοίρας τῆς πανσελήνου, γνῶθι τὸν ἐπιμερίζοντα εἴτε σωματικῶς εἴτε ἀκτινο  βολικῶς. ἔχει γὰρ ἕκαστος ἰδίαν σημασίαν ἀγαθῶν ἢ κακῶν· καὶ δυναμικώτερος μὲν τῶν ἄλλων ὁ ἐπιμερίζων ἀπὸ τοῦ ἀφέτου, εἶτα ὁ συνεπιμερίζων αὐτῷ· οἱ δὲ λοιποὶ ἀδρανεῖς εἰσι τὴν δύναμιν.
Ὅτε οὖν ἐπιμερίζει ὁ Κρόνος μή τινος ἀστέρος ἐκεῖνα τὰ ὅρια ἀκτινοβολοῦντος μήτε τὸν Κρόνον ἐφορῶντος, δηλοῖ τῷ ἔτει ἐκείνῳ νόσους μακρὰς ἀπὸ ψυχρότητος καὶ παχέος φλέγματος καὶ βλάβης γαστρὸς καὶ λιθιάσεως καὶ φθίσεως καὶ οἰδήματος καὶ μελαγχολικῶν νόσων καὶ φροντίδων καὶ κατηφείας καὶ στυγνότητος καὶ μεταμελείας καὶ συγχύσεως καὶ βίας καὶ ἐκεχειρίας τῶν ὠφελίμων πράξεων καὶ πλήθους ἐρίδων καὶ ἀθυμίας ἐπί τισι γεγονόσι καὶ κακοοικονομίας.
Εἰ δὲ ὁ αὐτὸς Κρόνος ἐπιμερίζων ἐπιβλέπει τὰ ὅρια, δηλοῖ θάνατον τοῦ ἔχοντος τὸ γενέθλιον ἐν ἐκείνῳ τῷ ἐπιμερισμῷ. εἰ δὲ ὁ Ζεὺς συνεπιμερίζει αὐτῷ, δηλοῖ ἀνάλυσιν τῶν κακῶν καὶ βλάβην τοῦ γεννηθέντος ἀπὸ γονέων καὶ παίδων. εἰ δὲ ὁ Ἄρης συνεπιμερίζει τούτῳ, δηλοῖ συμπτώματα καὶ βλάβας ἀπὸ ἀδελφῶν· εἰ δὲ ὁ Ἄρης συσχηματίζεται τῷ Κρόνῳ μὴ ἐφορώντων τῶν ἀγαθοποιῶν, θάνατον δηλοῖ καὶ νόσους τινὰς καὶ ἐγκεφάλων βλάβην καὶ νεύρων, ἐπικρατήσουσι δὲ οἱ ἐχθροὶ αὐτοῦ. εἰ δὲ συνεπιμερίζει τῷ Κρόνῳ ὁ Ἥλιος ἀκάκωτος ὤν, δηλοῖ θανάτου μὲν ῥυσθῆναι τὸν ἄνθρωπον, λύπας δὲ ὑποστῆναι· ἴσως δὲ ὁ πατὴρ αὐτοῦ τελευτήσει καὶ διαφόρους ὑποστήσεται  λύπας. εἰ δὲ συνεπιμερίζει αὐτῷ ἡ Ἀφροδίτη, συζευχθήσεται γυναικὶ καὶ τεχθήσεται αὐτῷ παῖς καὶ λύπας ὑποστήσεται καί τις τῶν παίδων αὐτοῦ τελευτήσει καὶ τῶν γυναικῶν. εἰ δὲ συνεπιμερίζει τούτῳ ὁ Ἑρμῆς, δηλοῖ βλάβην παρὰ δούλων καὶ διὰ μαθήσεις καὶ ψηφηφορίας καὶ γραφὰς καὶ τὰς δόσεις καὶ τὰς λήψεις καὶ τὰς πράσεις καὶ τὰς ἀγορασίας· εἰ δὲ ὁ Ἑρμῆς ἀκτινοβολεῖ τὸν τόπον ἐκεῖνον καὶ ἐφορᾶται παρὰ τοῦ Ἄρεως, δηλοῖ βλάβην διὰ ψεῦδος καὶ πλαστογραφίας καὶ σκαιωρίας καὶ δόλους καὶ διά τινας λόγους ἢ πράξεις. εἰ δὲ συνεπιμερίζει τούτῳ ἡ Σελήνη, δηλοῖ πλῆθος φροντίδων καὶ ἀθυμιῶν καὶ βίου ἀνωμαλίας καὶ συνταράξεως πραγμάτων καὶ οἰκονομιῶν καὶ πᾶν ὃ ἐγχειρίσει ἐμποδισθήσεται καὶ ἢ ἡ μήτηρ αὐτοῦ ἢ αἱ ἀδελφαὶ αὐτοῦ τελευτήσουσιν· εἰ δὲ μὴ τελευτήσουσιν, ὑποστήσονται κλιμακτῆρας βαρεῖς· καὶ ἐν τῷ τοιούτῳ καιρῷ ἐν πάσαις ταῖς αὐτοῦ πράξεσιν ἐμποδισθήσεται. Εἰ δὲ ὁ Κρόνος ἐπιμερίζων ὑπάρχει κατὰ πῆξιν ἀκάκωτος καὶ ἐν τόπῳ ἀγαθῷ, ἐφορᾶται δὲ ὑπὸ τοῦ Διός, δηλοῖ ὡς ὁ γεννηθεὶς ὠφεληθήσεται διά τι τῶν κειμηλίων καὶ διά τινων ἀρχαίων πραγμάτων ὡσαύτως καὶ δι ἐγγαίων καὶ οἰκημάτων καὶ διὰ πάντων τῶν πραγμάτων ὧν ἐπέχει ὁ Κρόνος. τότε δὲ γίνεται μάλιστα ἡ ἐπισημασία τῶν ἀστέρων ὅτε ἀκτινοβολήσουσι τὸ ὅριον ἐκεῖνο καθὼς εἴπομεν καὶ πρότερον.

Τέταρτον. Περὶ τῆς σημασίας τοῦ Ζηνὸς ὅτε ὑπάρχει ἐπιμερίζων καὶ τῆς συνεπισημασίας τῶν συνεπιμεριζόντων αὐτῷ ἀστέρων
 Ὅτε ἐπιμερίζει ὁ Ζεὺς μὴ συνεπιμερίζοντος αὐτῷ τινος τῶν ἀστέρων ἢ ἐφορῶντος, ὑπάρχει δὲ ἐν τῷ κατὰ πῆξιν θέματι ἐν ἀγαθῷ τόπῳ, δηλοῖ συζευχθήσεσθαι τὸν τοιοῦτον γυναικὶ ἀγαθῇ ἐν τῷ καιρῷ τοῦ ἐπιμερισμοῦ καὶ γνησίους εἶναι αὐτοῦ παῖδας· καὶ συνομιλήσει βασι
λεῦσι καὶ ἄρχουσι καὶ ἐνδόξοις συμπολίταις αὐτοῦ καὶ προστεθήσεται ἡ ἀξία αὐτοῦ καὶ ἡ δόξα καὶ ἡ τιμή. καὶ εἰ μέν ἐστιν ὁ γεννηθεὶς τῆς μέσης τύχης, ἄρξει τῶν τῆς αὐτῆς τάξεως ὑπαρχόντων καὶ κυριεύσει αὐτῶν ἐν τῇ ἰδίᾳ πατρίδι καὶ πλοῦτον ἐπικτήσεται· εἰ δὲ τῆς ἄνω τύχης ὑπάρχει, τεύξεται ἐξουσίας κατὰ πόλεων καὶ θεμάτων καὶ τῶν ἐν αὐτοῖς οἰκούντων καὶ προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ὁ πλοῦτος καὶ γεννηθήσεται παιδίον ἢ τῷ παιδὶ αὐτοῦ παῖς.
Εἰ δὲ συνεπιμερίζει τούτῳ ὁ Κρόνος, δηλοῖ ὡς διαφθείρει τὸν πατρῷον πλοῦτον καὶ τὸν προγονικὸν καὶ συγγενικὸν τὸν ἀπὸ τοῦ πατρὸς καὶ βλαβήσεται παῖς αὐτοῦ καὶ οἱ γονεῖς καὶ λυπηθήσεται καὶ ἀθυμήσει καὶ κλαύσεται καὶ ἀργία ἔσται ἐν ταῖς πράξεσι αὐτοῦ καὶ ὅσα ἐπιζητεῖ ἐμποδισθήσεται καὶ μὴ κακοοικονόμητος ἔσται  καὶ νοσήσει διαφόρους νόσους καὶ ἀνακλιθήσεται. εἰ δὲ συνεπιμερίζει τῷ Διῒ ὁ Ἄρης, δηλοῖ σύγχυσιν ὧν εἴπομεν ἀγαθῶν ὧν σημαίνει ὁ Ζεὺς καὶ ἐλάττωσιν καὶ ὕφεσιν αὐτῶν. εἰ δὲ ὁ Ἥλιος συνεπιμερίζει τῷ Διΐ, δηλοῖ κυριεῦσαι αὐτὸν ἀρχῆς τινος καὶ πράξεως καὶ προστεθῆναι τὸν πλοῦτον αὐτοῦ καὶ τὴν εὐτυχίαν καὶ τὴν δόξαν καὶ τὴν ἀξίαν καὶ ὁμιλῆσαι ἄρχουσι καὶ βασιλεῦσι· καὶ πολλοὶ τῇ πύλῃ αὐτοῦ προσελεύσονται καὶ τούτου δεηθήσονται καὶ ἔντιμος ἔσται καὶ ἀνώτερος πάσης βλάβης καὶ μακαριστὸς καὶ εὐφρανθήσεται ἐπὶ γονεῦσι καὶ πάπποις καὶ συγγενέσι καὶ ἐπὶ διαφόροις πράγμασι καὶ κλῆρον ἐπικτήσεται γονικόν. εἰ δὲ συνεπιμερίζει τῷ Διῒ ἡ Ἀφροδίτη, δηλοῖ τοῦτον συζευχθῆναι γυναικὶ ἀγαθῇ συγγενίδι ἢ ἐνδόξῳ καὶ ἐπικτήσασθαι παῖδα ἀγαθὸν καὶ εὐφρανθήσεσθαι ἐπὶ γυναιξὶ καὶ ὠφεληθήσεσθαι δι αὐτῶν καὶ προσκείσεσθαι μελοποιΐαις καὶ παιδιαῖς καὶ ἀπολαύσεσιν καὶ τεύξεσθαι εὐτυχιῶν ἀξιολόγων· εἰ δὲ κατὰ πῆξιν συσχηματίζεται ὁ Ζεὺς τῇ Ἀφροδίτῃ, προστεθήσεται ἡ εὐτυχία αὐτοῦ καθ ἑκάστην ἡμέραν καὶ ἀξιόλογον ἐπικτήσεται πλοῦτον καὶ προστεθήσεται ὁ ἱματισμὸς αὐτοῦ καὶ βασιλικὰ ἐνδύσεται ἱμάτια καὶ σχῆμα περιτεθήσεται βασιλέως καὶ πληθυνθήσεται ἡ εὐφροσύνη αὐτοῦ· εἰ δὲ τῆς μέσης ἐστὶ τύχης ὁ ἄνθρωπος, μετρίως τῶν τοιούτων τεύξεται. εἰ δὲ συνεπιμερίζει τῷ Διῒ ὁ Ἑρμῆς καὶ ὑπάρχει ἀκάκωτος, δηλοῖ εὐφροσύνην καὶ ὠφέλειαν διὰ μαθημάτων καὶ παιδεύσεως καὶ προσθήκην ῥητορείας καὶ σοφίας καὶ φιλιωθήσεται ἐνδόξοις καὶ περιφανέσι καὶ οὐ ξηρίοισ καὶ  διοικηταῖς τῶν πραγμάτων καὶ ἔσται εὐεπίτευκτος καὶ εὐεπήβολος ἐν ταῖς οἰκονομίαις αὐτοῦ καὶ ταῖς πράξεσι καὶ εὐοδωθήσεται ἐν ταῖς ἀνὰ χεῖρα αὐτοῦ δουλείαις καὶ εὐφρανθήσεται ἐπὶ τέκνοις καὶ προστεθήσεται ἡ εὐτυχία αὐτοῦ καὶ βελτιωθήσεται ἐν τῷ δόγματι αὐτοῦ· εἰ δὲ ὁ Ἑρμῆς ἐστι κεκακωμένος, ἔσται ἐλάττονα τὰ εἰρημένα καὶ τεύξεται μὲν τούτων, πλὴν σύγχυσιν ὑποστήσεται δι αὐτά. εἰ δὲ συνεπιμερίζει τῷ Διῒ ἡ Σελήνη, δηλοῖ ὑγείαν σώματος καὶ εὐεξίαν καὶ δόξαν καὶ εὐτυχίαν· καὶ εὐφρανθήσεται ἐπὶ ἀδελφαῖς καὶ μητρὶ καὶ τεύξεται ὧν ἤλπιζε καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ οἰκειωθήσεται βασιλεῦσι καὶ πρόθυμος ἔσται ἐν τοῖς ἔργοις αὐτοῦ.

Πέμπτον. Περὶ τοῦ ἐπιμερισμοῦ τοῦ Ἄρεως καὶ τῶν συνεπιμεριζόντων αὐτῷ ἀστέρων
 Ὅτε ἐπιμερίζει ὁ Ἄρης μηδενὸς συνεπιμερίζοντος αὐτῷ ἀστέρος μήτε μὴν ἐπιμαρτυροῦντος, τύχῃ δὲ κατὰ πῆξιν ἀκάκωτος ἰδὲ καὶ εἰ μέν ἐστιν ὁ γεννηθεὶς τύχης περιφανοῦσ, δηλοῖ στρατηγίας μεγίστας καὶ ἀρχὴν παμμεγέθη· καὶ πλῆθος στρατιωτῶν καὶ ἰδιωτῶν ἐπισυναχθήσεται τῇ πύλῃ αὐτοῦ καὶ προστεθήσεται ἡ ἀνδρεία αὐτοῦ καὶ τὰ ὅπλα καὶ τὰ ὑποζύγια· ἱππασίᾳ τε χρήσεται καὶ κατακυριεύσει τῶν ἐχθρῶν αὐτοῦ· χρυσόν τε καὶ ἄργυρον ἐπικτήσεται καὶ πλοῦτον δαψιλῆ καὶ τροπαιοῦχος ἔσται· πολέμοις τε χρήσεται καὶ θράσει καὶ ἀδικίᾳ· εἰ δὲ τῆς  μέσης τύχης ἐστὶν ὁ γεννηθείς, δηλοῖ οἰκείωσιν τούτου πρὸς ἐξουσιαστὴν ἐξ οὗ καὶ τεύξεται ὠφελείας καὶ προστεθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ ἄρξει τινῶν καὶ ἐπίσημος ἔσται παρὰ τοῖς κατ αὐτόν· εἰ δὲ τῆς κάτω τύχης ἐστί, φιλιωθήσεται πρός τινας ἄρχοντας καὶ εὐτυχήσει δι αὐτῶν. εἰ δὲ κεκακωμένος ἐστὶν ὁ Ἄρης, δηλοῖ νόσον σωματικὴν ἀπὸ θερμότητος καὶ ἀποστημάτων καὶ αἱμορροίας, ἔτι δὲ καὶ λύπας καὶ φιλονεικίας καὶ ἀχρήστους ἀποδημίας, καὶ μάλιστα ὅτε ὑπάρχει ὁ Ἄρης χρονοκράτωρ κεκακωμένος.
Εἰ δὲ συνεπιμερίζει τούτῳ ὁ Κρόνος, τύχῃ δὲ συσχηματιζόμενος αὐτῷ ἐναντίῳ σχήματι, δηλοῖ νόσον μακρὰν καὶ καχεξίαν σώματος καὶ κίνησιν χυμῶν καὶ νωχελίαν ἐν ταῖς πράξεσιν καὶ πλῆθος φροντίδων καὶ φυγὴν ἐκ τῆς οἰκίας αὐτοῦ· ἴσως δὲ καὶ περιπεσεῖται ἐχθροῖς αὐτοῦ καὶ διαφόροις συμφοραῖς περιπλακήσεται· εἰ δὲ ὁ Ἄρης καὶ ὁ Κρόνος κεκακωμένοι ὁμοῦ ὦσιν, ἴσως καὶ βιαίῳ θανάτῳ περιπεσεῖται ἢ φόνῳ αἰσχρῷ. εἰ δὲ συνεπιμερίζει τῷ Ἄρει ὁ Ζεὺς καὶ ὑπάρχει ὁ Ἄρης ἀκάκωτος κατὰ πῆξιν καὶ ἐν οἴκῳ τοῦ Ζηνὸς ἐφορώμενος ὑπ αὐτοῦ, τεύξεται εὐτυχίας μείζονος καὶ μετὰ ἀνέσεως καὶ εὐοδώσεως διευθετήσει τὰς πράξεις αὐτοῦ καὶ δικαιοσύνῃ χρήσεται καὶ ἀρίστῃ τάξει καὶ ἔργοις ἀγαθοῖς, καὶ μάλιστα εἰ ὁ Ἥλιος τὸν Δία ἐφορᾷ κατὰ πῆξιν συμφώνῳ σχήματι· τηνικαῦτα γὰρ καὶ πρὸς βασιλεῖς οἰκειωθήσεται. εἰ δὲ κεκακωμένος ὑπάρχει ὁ Ζεύς, ἐναντιώματα ὑποστήσεται παρὰ διοικητῶν καὶ ἐξουσιαστῶν καὶ ἐχθρανθήσονται  πρὸς αὐτὸν περιφανῆ πρόσωπα καὶ προφάσει τέκνων βλαβήσεται. εἰ δὲ ὁ Ἄρης ἑαυτῷ συνεπιμερίζει καὶ ὑπάρχει κεκακωμένος, περιπεσεῖται χερσὶν ἐχθρῶν αὐτοῦ καὶ λῃσταῖς καὶ παντοίοις δεινοῖς περιπλακήσεται καὶ δέος μή ποτε καὶ τελευτήσῃ. ὁ δὲ ἐπιμερισμός ἐστιν τοῦ Ἄρεως καὶ συνεπιμερίζει τούτῳ ὁ Ἥλιος, βλαβήσεται παρὰ γονέων καὶ βασιλέων καὶ μεγιστάνων καὶ συνοχὰς καὶ φυλακὴν ὑποστήσεται καὶ νόσους ἀπὸ θερμότητος καὶ πυρκαιᾶς· εἰ δὲ κεκακωμένοι εἰσί, δέος μή ποτε καὶ τελευτήσῃ. εἰ δὲ τοῦ Ἄρεως ἐπιμερίζοντος συνεπιμερίζει τούτῳ ἡ Ἀφροδίτη, ὑποστήσεται βλάβας παρὰ συγγενῶν καὶ τέκνων ἢ τῇ προφάσει αὐτῶν. εἰ δὲ τοῦ Ἄρεως ἐπιμερίζοντος συνεπιμερίζει τούτῳ ὁ Ἑρμῆς, πείσεται διαφόρους περιστάσεις καὶ αἰσχύνας καὶ πολλοὶ κατηγορήσουσιν αὐτὸν καὶ βλάβας ὑποστήσεται παρὰ τῶν ἐχθρῶν αὐτοῦ καὶ παρά τινων νοταρίων καὶ προφάσει γραμμάτων καὶ ψεύδους καὶ πλαστογραφίας καὶ φιλονεικιῶν καί τινων πράξεων παρ αὐτοῦ πραττομένων. εἰ δὲ ὁ ἐπιμερισμός ἐστι τοῦ Ἄρεως καὶ συνεπιμερίζει τούτῳ ἡ Σελήνη, ὑποστήσεται νόσους καὶ τῆξιν σώματος καὶ φιλονεικίας διαφόρους καὶ λυπηθήσεται διά τινας οἰκονομίας, ἔτι δὲ καὶ διά τινας πρεσβείας καὶ ἀγγελίας καὶ φήμας καὶ μητέρα καὶ θηλείας ἀδελφάς.

Ἕκτον. Περὶ τοῦ ἐπιμερισμοῦ τῆς Ἀφροδίτης καὶ τῶν συνεπιμεριζόντων αὐτῇ ἀστέρων
 Ὅτε ἐπιμερίζει ἡ Ἀφροδίτη μόνη μηδενὸς συνεπιμερίζοντος αὐτῇ ἀστέρος ἢ συσχηματιζομένου καὶ ὑπάρχει ἀκάκωτος, δηλοῖ γάμον ἀγαθὸν καὶ συμφέροντα καὶ εὐφροσύνην ἐπὶ γυναιξὶ καὶ ὠφέλειαν παρὰ τεθηλυμένων ἀνδρῶν οἷον εὐνούχων καὶ τῶν ὁμοίων καὶ παρὰ βασιλέων καὶ υἱῶν βασιλέων καὶ ἐπιεὐτυχίαν εὐτυχιῶν διαφόρων καὶ μάλιστα ἐν τοῖς καιροῖς ἐν οἷς ὑπάρχει χρονοκράτωρ ἡ Ἀφροδίτη ἢ ἐν ᾧ καιρῷ καταντᾷ ὁ χρόνος εἰς τὸ ζῴδιον ἐν ᾧ ἦν ὁ κλῆρος τοῦ γάμου· καὶ εἰ ἔστιν ὁ γεννηθεὶς τῆς ἄνω τύχης, ἔσται ἐν ἐκείνῳ τῷ ἐπιμερισμῷ πολύτροφος καὶ ἀφθονίαν βίου ἔχων καὶ προστεθήσονται αἱ γυναῖκες αὐτοῦ καὶ οἱ φίλοι καὶ εὐφρανθήσεται ἐπ αὐτοῖς, κἀκεῖνοι εὐφρανθήσονται ἐπ αὐτῷ, καὶ προςκείσεται διηνεκῶς ᾄσμασι καὶ μελῳδίαις καὶ ἀγαλλιάσεσι καὶ χαρᾷ· εἰ δὲ τῆς μέσης τύχης ἐστὶν ὁ γεννηθείς, συζευχθήσεται γυναικὶ καὶ τεύξεται παρὰ γυναικῶν ἢ γυναικειωδῶν ἀνδρῶν ἀγαθὰ πολλὰ καὶ ὁμιλήσει ὑπερέχουσιν ἀνδράσι καὶ λαλήσει μετ αὐτῶν ἐν συνεδρίοις παιδείας. Εἰ δὲ ἐπιμερίζει ἡ Ἀφροδίτη καὶ συνεπιμερίζει ταύτῃ ὁ Κρόνος, δηλοῦσιν ἐμπόδια περὶ τὰς πράξεις καὶ καταφρόνησιν γυναικῶν καὶ λύπας ἕνεκεν αὐτῶν καὶ νόσον ὁμευνέτιδος ἢ θάνατον καὶ ἔριδας ἕξει καὶ διαφορὰς διαφόρους· εἰ δὲ συνεπιμερίζων ὁ Κρόνος τῇ Ἀφροδίτῃ ἐφορᾷ  αὐτὴν καὶ κακοῖ, δηλοῖ εὐφρανθήσεσθαι τοῦτον ἐπὶ γυναιξὶν ἐπ ὀλίγον καιρόν· εἶτα τελευτήσουσι καὶ διὰ τοῦτο πλείονα λύπην ἕξει καὶ συνεχέστερον δακρύσει καὶ στενάξει. εἰ δὲ ὁ ἐπιμερισμός ἐστι τῆς Ἀφροδίτης καὶ συνεπιμερίζει ταύτῃ ὁ Ζεύς, ὑπάρχει δὲ ὁ γεννηθεὶς τῆς ἄνω τύχης, δηλοῖ συζευχθήσεσθαι τοῦτον γυναικὶ σώφρονι καὶ πλουσίᾳ, κειμήλια ἐχούσῃ διάφορα· καὶ μύροις ἀλειφθήσεται εὐωδέσι καὶ ἀνδράσι προσομιλήσει μελοποιοῖς καὶ παιδείαις χρωμένοις· εἰ δὲ τῆς μέσης τύχης ἐστὶν ὁ γεννηθείς, εὐτυχήσει ἐπὶ τοῖς τοιούτοις μετρίως. εἰ δὲ ἐπιμερίζει ἡ Ἀφροδίτη καὶ συνεπιμερίζει ταύτῃ ὁ Ἄρης, δηλοῦσι νόσον καὶ δεινὴν καὶ ὀξεῖαν ὡς φρενίτιδας καὶ τὰ τοιαῦτα· καὶ τελευτήσει τις τῶν γυναικῶν αὐτοῦ ἢ νοσήσει καὶ βλαβήσεται δι αὐτῶν καὶ ἔριδας ἕξει πρὸς αὐτὰς καὶ προσκείσεται ἔρωσι καὶ συνουσίαις καὶ ἀχρειωθήσεται διὰ τῶν τοιούτων· εἰ δὲ ὁ Ἄρης κατὰ πῆξιν ἢ κατὰ πάροδον ἐφορᾷ τὴν Ἀφροδίτην καὶ τὸν Ἑρμῆν ἀσυμφώνῳ σχήματι, δηλοῖ ἔχθρας καὶ μάχας διαφόρους καὶ ἐνστάσεις καὶ αἰσχρὰς αἰτίας· εἰ δὲ ὁ Ζεὺς ἐφορᾷ τὸν Ἄρεα ἐν τοῖς δυσὶ καιροῖς, λύει τὰ συμπτώματα. εἰ δὲ συνεπιμερίζει τῇ Ἀφροδίτῃ ὁ Ἥλιος, δηλοῖ δόξαν καὶ προσπάθειαν βασιλέων καὶ ἀρχόντων καὶ ὠφέλειαν παρ αὐτῶν καὶ παρὰ γονέων. εἰ δὲ συνεπιμερίζει ἑαυτῇ ἡ Ἀφροδίτη, δηλοῖ ἐπιτυχίαν εὐτυχιῶν κατὰ τὴν φύσιν τῆς Ἀφροδίτης· εἰ δὲ κεκακωμένη ἐστίν, ἀτυχιῶν. εἰ δὲ συνεπιμερίζει τῇ Ἀφροδίτῃ ὁ Ἑρμῆς, ὠφεληθήσεται προφάσει παιδεύσεως καὶ κρυφίων μαθημάτων καὶ λεπτο  τάτων οἰκονομιῶν καὶ τεύξεται ὠφελείας διὰ γυναικῶν καὶ ἐπαπολαύσει αὐτῶν, πλὴν πρὸς τοῖς τοιούτοις λοιδορηθήσεται παρά τινων προφάσει ἑταιρίδων. εἰ δὲ συνεπιμερίζει τῇ Ἀφροδίτῃ ἡ Σελήνη, συζευχθήσεται συγγενίδι γυναικὶ ὡραιοτάτῃ καὶ ἀγαθῇ καὶ συνουσιάσει διαφόροις γυναιξὶ ὡραιοτάταις καὶ ὠφεληθήσεται προφάσει γυναικῶν καὶ τεύξεται ἀξίας καὶ πλούτου.

Ἕβδομον. Περὶ τοῦ ἐπιμερισμοῦ τοῦ Ἑρμοῦ καὶ τῶν συνεπιμεριζόντων αὐτῷ ἀστέρων
 Ὅτε ἐπιμερίζει ὁ Ἑρμῆς μηδενὸς συνεπιμερίζοντος αὐτῷ ἢ συσχηματιζομένου, δηλοῖ προσθήκην γνώσεως καὶ παιδεύσεως καὶ φρονήσεως καὶ πλούτου καὶ προσκείσεται ταῖς γραφαῖς καὶ ταῖς πραγματείαις καὶ τοῖς συναλλάγμασι καὶ εὐφρανθήσεται ἐπί τισιν ἑρμαϊκαῖς ὑποθέσεσιν· εἰ δὲ κεκακωμένος ἐστί, νοσήσεται δεινὰ διὰ τὰς τοιαύτας ὑποθέσεις.
Εἰ δὲ συνεπιμερίζει τούτῳ ὁ Κρόνος, ἔσται ταλαίπωρος τῷ σώματι καὶ νοσήσει νόσον δεινὴν καὶ μακρὰν καὶ αἱ πράξεις αὐτοῦ ἐμποδισθήσονται καὶ ὄκνος ἔσται καὶ δυσκίνητος καὶ διαφόροις λύπαις καὶ ἔρισι περιπεσεῖται· εἰ δὲ ἐφορᾷ τοῦτον ὁ Ἄρης ἢ τὸ ὅριον ἔν τισιν ἐναλλαγαῖς τοῦ ἐπιμερισμοῦ ἐκείνου, βλαβήσεται κατὰ πολὺ ὁ γεννηθεὶς καὶ ζημίας ὑποστήσεται καὶ συμφορὰς ἕνεκε λόγων καὶ συντυχιῶν καὶ φιλονεικιῶν καὶ ἀτόπων οἰκονομιῶν·  εἰ δὲ πρὸς οἷς εἴπομεν ἡ Σελήνη ἐπιβλέπει τὸ ὅριον ἐναντίῳ σχήματι, μεῖζον ἔσται τὸ κακόν, καὶ μάλιστα εἰ ὁ χρονοκράτωρ κακοποιός ἐστιν. εἰ δὲ συνεπιμερίζει τούτῳ ὁ Ζεύς, δηλοῖ προσθήκην γνώσεως καὶ παιδεύσεως δι ὧν ὠφεληθήσεται καὶ ἐπικτήσεται ὠφελείας καὶ πλοῦτον παρὰ βασιλέων καὶ ἀρχόντων. εἰ δὲ συνεπιμερίζει τούτῳ ὁ Ἄρης, δηλοῖ νόσον δεινὴν καὶ συκοφαντίας καὶ φιλονεικίας· καὶ κοπάσει τὸν ἴδιον λογισμὸν ἐπὶ βλάβῃ τινῶν καὶ ἔσται ψεγόμενος παρὰ πολλῶν καί τις ἐνσκήψει νόσος τῇ κεφαλῇ αὐτοῦ, καὶ μάλιστα εἰ κατὰ πῆξιν ὁ Ἄρης συσχηματίζεται τῷ Ἑρμῇ ἐναντίῳ σχήματι· εἰ δὲ ὁ Κρόνος ἐπιμαρτυρεῖ τῷ Ἄρει ἢ ἐφορᾷ τὸ ὅριον ἢ ὑπάρχει ὁ Καταβιβάζων ἐν τῷ ζῳδίῳ τοῦ ἐπιμερισμοῦ, ἐμπεσεῖται ταῖς χερσὶ τῶν ἐχθρῶν αὐτοῦ καὶ καταδυναστεύσουσιν αὐτοῦ καὶ νοσήσει νόσον καθ ἣν οἱ ἰατροὶ ἀπορήσουσι καὶ δύσκρατος ἔσται τὸ σῶμα καὶ τὴν κεφαλήν· εἰ δὲ ὁ Ζεὺς ἐπιβλέψει, λύει τὰ δεινά. καὶ εἰ συνεπιμερίζει τῷ Ἑρμῇ ὁ Ἥλιος, δηλοῖ ἐπιτυχίαν πράξεως καὶ προσθήκην δόξης· καὶ ἄρξει πολλῶν καὶ εὐτυχήσει τὰ μέγιστα καὶ προστεθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ εὐεπήβολος ἔσται καὶ ἀποκαλυφθήσεται αὐτῷ μυστήρια γνώσεως. εἰ δὲ συνεπιμερίζει τῷ Ἑρμῇ ἡ Ἀφροδίτη, δηλοῖ παιδείας καὶ φιλίας καὶ συστάσεις πρός τινας τῶν ἀρχόντων καὶ γνωστικῶν· καὶ γεννηθήσεται αὐτῷ παιδίον καὶ εὐφρανθήσεται ἐπ ἀδελφοῖς καὶ ἀδελφαῖς καὶ ἡδὺς ἔσται τοῖς λόγοις καὶ οἰκονομικός, ὁμιλήσει δὲ καὶ γυναιξὶ καὶ εὐφρανθήσεται ἐπ αὐταῖς. εἰ δὲ ὁ Ἑρμῆς συνεπιμερίζει ἑαυτῷ καὶ ὑπάρχει ἀκάκωτος, προδήλους δηλοῖ εὐτυχίας κατὰ τὴν οἰκείαν φύσιν· εἰ δὲ κεκακωμένος ἐστί, τοὐναντίον. εἰ δὲ συνεπιμερίζει τῷ Ἑρμῇ ἡ Σελήνη, προστεθήσεται  ἡ γνῶσις αὐτοῦ καὶ ἡ παίδευσις καὶ διαλογίσεται περὶ θείων πραγμάτων καὶ οὐρανίων καὶ προφητικῆς γνώσεως καὶ ἀστρονομίας καὶ ἐπίτευκτος ἔσται καὶ δραστήριος ἐν πᾶσιν οἷς ἐγχειρισθήσεται καὶ ὠφεληθήσεται διὰ τούτων καὶ προστεθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ τὰ κειμήλια. Ταῦτα δὲ ἃ εἴπομεν περὶ τοῦ ἐπιμερίζοντος καὶ συνεπιμερίζοντός εἰσι θεμέλιά τινα καὶ κανόνες καθολικοί· εἴσι δὲ καὶ ἕτερά τινα σημαίνοντα τὰ μερικὰ συμπτώματα. εἰ γὰρ ἐπίδῃ τινὰ ἐξ αὐτῶν κατά τινα καιρὸν ἀστὴρ ἀγαθοποιὸς ἢ κακοποιός, προστίθησι τοῖς ἀγαθοῖς καὶ ἀφαιρεῖται ἐκ τῶν κακῶν ἢ προστίθησι τοῖς κακοῖς καὶ ἀφαιρεῖται ἐκ τῶν ἀγαθῶν. εἰ γάρ τις ἀστὴρ δηλοῖ εὐτυχίαν, εἶτα ἕτερος ἀστὴρ κακώσει αὐτόν, μετατρέπει τὴν εὐτυχίαν ἐκείνην εἰς δυστυχίαν, καὶ μάλιστα εἰ ἐπίκεντρος εἴη· εἰ δὲ ἀποκεκλικώς, οὐ πάνυ τι ἰσχύει, καὶ μάλιστα εἰ ἐπίκεντρος ἢ ἐν τροπικῷ εἴη ζῳδίῳ. εἰ δὲ δηλοῖ βλάβην ἀστήρ τις, ἐφορᾷ δὲ τοῦτον ἀγαθοποιός, τὰ αὐτὰ δηλοῖ τοῖς προειρημένοις.
Δεῖ δέ σε ἐφορᾶν καὶ τοὺς τόπους ἐν οἷς εἰσι, καὶ πρὸς τούτοις ἀποφαίνεσθαι. οἷον ὁ Ἑρμῆς ἔτυχεν ἐν τῷ ὡροσκόπῳ ἀκάκωτος, ἔτυχε δὲ καὶ κύριος τοῦ τόπου τῶν ἐχθρῶν καὶ κύριος τοῦ κλήρου τῆς τύχης, ἔτυχε δὲ πάλιν ἐπιμερίζων· δηλοῖ οὖν βλάβας παρ ἐχθρῶν καὶ ἔριδας περὶ πλούτου. καὶ οἷον ὁ Κρόνος καὶ ὁ Ζεύς  ἔτυχεν ὁ εἷς ἐπιμερίζων, ὁ δὲ ἕτερος συνεπιμερίζων, ἔτυχον δὲ ἐχθροὶ ἐν τῇ καταρχῇ· δηλοῦσιν οὖν ἔριδας καὶ ἀκαταστασίας μετὰ γονέων καὶ συγγενῶν. καὶ οἷον ἡ Ἀφροδίτη καὶ  ὁ Ἄρης  ἔτυχεν ὁ μὲν εἷσ ἐπιμερίζων, ὁ δὲ ἕτερος συνεπιμερίζων, ἔβλαπτε δὲ ὁ εἷς τὸν ἕτερον, καὶ ἦσαν ἐν τοῖς ἀλλήλων οἰκείοις τόποις· καὶ δηλοῦσιν ἔριδας μετὰ τῆς οἰκείας γυναικὸς καὶ κατηγορίαν περὶ πορνείας.
Εἰ δὲ δηλοῦσιν οἱ ἀστέρες κατὰ πῆξιν ἐπίμονον τὸ ἀγαθὸν ἢ τὸ κακόν, ἡ μετάβασις καὶ ἡ ἐναλλαγὴ τῶν ὁρίων οὐ μετατίθησι τὰ τοιαῦτα, πλὴν ἀλλοιοῖ ὀλίγην τινὰ ἀλλοίωσιν. τότε δὲ ἐμφανίζει ἕκαστος ἀστὴρ τὰς οἰκείας ἐνεργείας ἀριδηλότερον ἃς ἐδήλου κατὰ πῆξιν ὅτε δηλοῖ αὐτὰσ ὁ ἐπιμερισμός. καὶ εἰ ἔστιν κατὰ πῆξιν ἐν στερεῷ ζῳδίῳ, ἐπίμονα ἔσται τὰ ἀγαθὰ ἢ τὰ κακὰ ἐν τῷ καιρῷ τοῦ ἐπιμερισμοῦ· εἰ δὲ ἐν δισώμῳ, ἐπίτασιν καὶ ἄνεσιν ἐπιδέξεται· ἐὰν δὲ ἐν τροπικῷ, κατά τινας καιροὺς ἔσται τὸ σύμπτωμα τοῦ ἐπιμερισμοῦ ἐκείνου.
Ὡσαύτως δεῖ ἐπισκοπεῖν καὶ ἐν τῇ ἀρχῇ τοῦ ἐπιμερισμοῦ ἔνθα ἔτυχεν ὁ ἀστὴρ ὁ ἐπιμερίζων. εἰ γὰρ ἐν στερεῷ ζῳδίῳ τύχῃ ἐν τοῖς δυσὶ τούτοις καιροῖς, ἐπιμονώτερα ἔσται τὰ ἀγαθὰ ἢ τὰ φαῦλα· ὡσαύτως καὶ ἐπὶ τῶν διςώμων καὶ τῶν τροπικῶν παλιμβολώτερα. πολλάκις δὲ ἐμφαίνει ὁ ἐπιμερίζων ἅπαξ τὴν οἰκείαν ἐνέργειαν, πολλάκις δὲ καὶ δὶς ἢ ὁσάκις ἐπιμερίζει· τὸ αὐτὸ δὲ δεῖ νοεῖν καὶ ἐπὶ τοῦ συνεπιμερίζοντος· εἰ γὰρ ὁ ἐπιμερίζων ἐστὶ κατὰ πῆξιν ἐν στερεῷ ζῳδίῳ, οὐκ ἐφορᾷ δὲ τὸν τόπον τοῦ ἐπιμερισμοῦ, ἅπαξ γίνεται ἡ ἐνέργεια τοῦ ἀστέρος, ὅτε δηλαδὴ συμφωνεῖ ὁ ἐπιμερισμὸς τῇ ἀναφορᾷ τοῦ ζῳδίου ἐν ᾧ ἐστι κατὰ πῆξιν ἢ τῷ ἀριθμῷ τῶν ἐτῶν τῶν μεγίστων  ἢ τῶν μέσων ἢ τῶν ἐλαχίστων. εἰ δὲ ὁ ἐπιμερίζων ἢ ὁ συνεπιμερίζων ὑπάρχουσι κατὰ πῆξιν ἐν δισώμῳ ζῳδίῳ, πολλάκις αἱ σημασίαι αὐτῶν ἀνακαινίζονται· εἰ δὲ ἐν τροπικῷ εἴησαν ζῳδίῳ, ἔσονται αἱ σημασίαι αὐτῶν καθ ἕκαστον ἐπιμερισμὸν καὶ συνεπιμερισμὸν κατὰ τὴν τοῦ ἀστέρος δύναμιν ἐν τοῖς χρόνοις ἐκείνοις. Τὸ δὲ διαφέρον τῶν διαθέσεων τοῦ ἀνθρώπου ἐν παντὶ ἐπιμερισμῷ ἢ συνεπιμερισμῷ ἔσται κατὰ τὸ διαφέρον τῶν σχημάτων τῶν ἐπιμεριζόντων ἢ συνεπιμεριζόντων ἀστέρων. ἐπιτακτικώτεραι δὲ αἱ ἐνέργειαι αὐτῶν γίνονται ὅτε συμφωνοῦσι τὰ σχήματα αὐτῶν τοῖς σχήμασι τῆς καταρχῆς καὶ ὅτε ἐπιβλέπουσι τὸν τόπον τοῦ μερισμοῦ καὶ τὸν κύριον τοῦ ζῳδίου ἐν ᾧ γέγονεν ὁ ἐπιμερισμὸς καὶ τὸν ὡροσκόπον τῆς καταρχῆς καὶ τὸν κύριον αὐτοῦ ἢ τύχῃ ὁ αὐτὸς ἐπιμερίζων καὶ χρονοκράτωρ ἢ τύχῃ καταντῆσαι τὸ ἔτος εἰς τὸν κατὰ πῆξιν αὐτοῦ τόπον ἢ τὸν κατὰ πάροδον· εἰ δὲ διαφωνήσουσι τὰ τοιαῦτα, ἀσθενῆ ἔσται τὰ ἀποτελέσματα. ὅτε δὲ συμφωνήσουσι τὰ τοιαῦτα αἱ σημασίαι τοῦ ἀστέρος τῇ ἀναφορᾷ τοῦ ζῳδίου ἐν ᾧ ἦν κατὰ πῆξιν ἢ τοῖς ἔτεσιν αὐτοῦ, τηνικαῦτα ἐνδύναμα ἔσται τὰ ἀποτελέσματα.

Τμῆμα ὄγδοον. Περὶ τῆς κοινωνίας τοῦ χρονοκράτορος καὶ τοῦ ἐπιμερισμοῦ αὐτοῦ καὶ τοῦ ἐπιμερί
ζοντος καὶ τοῦ ὡροσκόπου κατὰ τὴν σημασίαν.  Ὅτε εἰσὶν ὁ ἐπιμερισμὸς καὶ ὁ κύριος αὐτοῦ κατὰ πῆξιν καὶ κατὰ πάροδον ἐν ἀγαθῷ τόπῳ καὶ ὑπάρχει ἀγαθο  ποιὸς ὁ ἐπιμερίζων, δηλοῖ μεγίστην εὐτυχίαν· καὶ ὅτε καταντήσει τὸ ἔτος εἰς τὸν δ τόπον μηδενὸς κακοποιοῦ ἐφορῶντος αὐτὸν ἢ τύχῃ τὸν χρονοκράτορα ἐν τῷ τετάρτῳ εἶναι τόπῳ τῆς καταρχῆς ἐν ζῳδίῳ ἐν ᾧ ἔχει λόγον, ὑπάρχει δὲ καὶ ὁ ἐπιμερίζων ἀγαθοποιὸς καὶ ἐν αὐτοῖς τοῖς ὁρίοις τοῦ ἐπιμερισμοῦ καὶ κατὰ πῆξιν ἀκάκωτός ἐστιν, ἐφορᾷ δὲ ἡ Σελήνη τὸν κλῆρον τῆς τύχης καὶ συνοδεύει τῷ Διῒ καὶ ἀκάκωτοι ὦσιν ἀμφότεροι, εὑρήσει ὁ τὴν ἐναλλαγὴν ἔχων πλοῦτον πολὺν καὶ εὐτυχίαν διὰ κληρονομιῶν καὶ παρακαταθηκῶν καὶ θησαυρῶν. Δεῖ δὲ ἐφορᾶν καὶ τὴν τῆς γενέσεως καταρχήν· καὶ εἴπερ σημαίνει ὅτι εὑρήσει θησαυρὸν ἢ κληρονομίαν, εὑρήσει τὰ τοιαῦτα καὶ ἐξαίφνης πλουτίσει. καὶ εἰ μὲν ὁ Κρόνος ἐστὶν ὁ ἐπιμερίζων, δίδωσι τὰ χωρία καὶ ἀγροὺς καὶ κληρονομίαν παρὰ γονέων καὶ πάππων καὶ γερόντων παλαιῶν· εἰ δὲ ὁ Ζεύς, δίδωσι χρυσὸν καὶ ἄργυρον παρὰ ἐξουσιαστῶν καὶ δυναστῶν. εἰ δὲ ὁ χρονοκράτωρ καὶ ὁ ἐπιμερίζων ὑπάρχουσι κακοποιοὶ καὶ εὑρεθῶσιν ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς ἐν ἀλλοτρίοις τόποις καὶ συσχηματίζεται τούτοις ἀγαθοποιός, δηλοῦσι μὲν ἀγαθά, πλὴν ἐλάχιστα· εἰ δὲ ὁ ἐπιμερίζων ἐστὶν ἐν ἀνθρωποειδεῖ ζῳδίῳ ἐν τῷ ια καὶ συνῇ τῷ κλήρῳ τῆς τύχης, δηλοῖ πλῆθος εὐποιϊῶν καὶ μεταδόσεων πρὸς πένητα.
Ὅτε δ ἐστὶν ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς ἀστήρ τις ἀπλανὴς τῶν δηλούντων εὐτυχίαν ἐν τῷ ὡροσκόπῳ τοῦ ἔτους ἢ τῷ μεσουρανίσματι ἢ ἐν τῇ μοίρᾳ τοῦ ζῳδίου εἰς ὃ κατήντησε τὸ ἔτος ἢ ἐν τῇ μοίρᾳ τοῦ ἐπιμερισμοῦ  ἢ μετὰ τῶν κυρίων αὐτῶν ἢ μετά τινος τῶν β φωστήρων, δηλοῦσιν εὐτυχίαν τῷ ἔτει ἐκείνῳ. ὅτε δέ τις ἀστὴρ ἀπλανὴς ἔχων φύσιν ἑνὸς ἀστέρος ἢ φύσιν ἀστέρων β ἐστὶν ἔν τινι τόπῳ τῶν δηλωθέντων, ὅτε ἐπιμερίζει ἀστὴρ ἐκεῖνος οὗ ἔχει τὴν φύσιν ἢ οἱ δύο ἀστέρες κατά τινας τῶν χρόνων, ἐμφανίζουσι τὸ τηνικαῦτα τὴν ἰδίαν ἐνέργειαν. ὅτε δὲ φάνῃ κομήτης ἀστὴρ ἐν τῷ ὡροσκόπῳ τῆς καταρχῆς ἢ ἐν τῷ τοῦ ἔτους ζῳδίῳ ἢ ἐν τῷ ὡροσκόπῳ τῆς ἐναλλαγῆς ἢ ἐν τῷ ζῳδίῳ ἐν ᾧ ἐστιν ὁ ἐπιμερισμὸς ἢ ἐν αὐτοῖς τοῖς ὁρίοις τοῦ ἐπιμερισμοῦ ἢ μετὰ τῶν κυρίων τῶν τοιούτων τόπων, εἰ μὲν βασιλεῖς εἶεν, προσταλαιπωρήσουσι πολέμοις καὶ ἀποστατήσουσιν ἀπ αὐτῶν τινες καὶ φανήσονται ἐχθροὶ αὐτῶν καὶ νοσήσουσι καὶ κοπιάσουσι καὶ λυπηθήσονται καὶ ἀδικήσουσι τὸν ὄχλον, ἴσως δὲ καὶ φθαρήσονται· εἰ δὲ τῶν μέσων εἶεν καὶ τῆς κάτω τύχης, πληθυνθήσονται οἱ ἐχθροὶ αὐτῶν καὶ ὑποστήσονται δεινά.
Εἰ δὲ ἐκλείψει ὁ Ἥλιος ἢ ἡ Σελήνη ἔν τινι τόπῳ τῶν δηλωθέντων καὶ ὑπάρχουσιν οἱ κύριοι αὐτῶν ἐν τῷ ζῳδίῳ τῆς ἐκλείψεως, δηλοῖ φροντίδας καὶ λύπας καὶ νόσους καὶ ἐχθρῶν ἐπικράτησιν, καὶ μάλιστα εἰσ τὸ ζῴδιον καὶ ὁ κύριος τοῦ ζῳδίου κακοῦνται. ὅτε δὲ τύχῃ ὁ ὡροσκόπος  τοῦ ἔτους τὸ ζῴδιον ἐν ᾧ ᾖν κακοποιὸς ἐν τῇ καταρχῇ ἢ τὸ ζῴδιον τοῦ ἔτους, λαβὲ τὸν κακοποιὸν ἐκεῖνον ὡς τὸν κύριον τοῦ ὡροσκόπου ἢ ὡς τὸν κύριον τοῦ ἔτους, ἐπεὶ δυναμικώτερός ἐστιν αὐτῶν· τὸ δ αὐτὸ καὶ ἐπὶ τῶν ἀγαθοποιῶν.
Μετὰ τοῦτο δὲ ὅρα τὸν χρονοκράτορα καὶ τὸν ἐπιμερίζοντα καὶ τὸν συνεπιμερίζοντα· ὅτε δὲ κατὰ πῆξίν ἐστιν ἔν τινι ζῳδίῳ κακοποιοῦ, ὑπάρχει δὲ τὸ ζῴδιον ἐκεῖνο ὁ ὡροσκόπος τοῦ ἔτους, καὶ κατὰ πῆξιν ὁ κακοποιὸς ἐκεῖνος τύχῃ βλάπτων τὸν ἐπιμερίζοντα ἢ τὸ ζῴδιον τοῦ ἔτους ἢ τὸν κύριον αὐτοῦ, ἔστι σημεῖον ἐναντίον καὶ βλάπτει κατὰ πολύ. ὅτε δὲ οἱ κακοποιοὶ ἴδωσιν ἐν τῇ ἐναλλαγῇ τὸ ζῴδιον τοῦ ἔτους ἢ τὴν Σελήνην μηδενὸς ἀγαθοποιοῦ ἐφορῶντος, δηλοῦσι βλάβην μεγάλην κατὰ τὴν φύσιν τοῦ χρονοκράτορος καὶ τοῦ ἐπιμερίζοντος· ὅτε δὲ μηδεὶς κακοῖ τὸν χρονοκράτορα ἐν τῇ καταρχῇ, ὑπάρχουσι δὲ ὅ τε χρονοκράτωρ καὶ ὁ ἐπιμερίζων κακοποιοί, συνοδεύει δέ τις ἀγαθοποιὸς τῷ χρονοκράτορι ἢ τετραγωνίζει, οὐ βλάπτει διὰ τὴν φύσιν τοῦ ἀγαθοποιοῦ· τὸ δ αὐτὸ καὶ ἐπὶ τοῦ ἐπιμερίζοντος. ὅτε δὲ ὑπάρχουσιν ὁ χρονοκράτωρ καὶ ὁ ἐπιμερίζων κακοποιοί, κακοῦνται δὲ ἐν τῇ ἐναλλαγῇ δι ὅλου τοῦ ἔτους, ἀργίαν καὶ ἀνωφελίαν σημαίνουσιν. ὅτε δὲ ὁ ἐπιμερισμὸς καὶ ὁ ἐπιμερίζων εἰσὶ κεκακωμένοι καὶ ἀποκλίνουσιν ἀπὸ τοῦ ὡροσκόπου τοῦ ἔτους, δηλοῦσι περιστάσεις καὶ ἀνάγκας πολλάς· καὶ εἰ μέν ἐστιν ὁ Ἑρμῆς κύριος τοῦ ἔτους, τύχῃ δὲ ἐν τῇ ἐναλλαγῇ μετὰ τοῦ Ἄρεως, δηλοῖ  διαδοχὴν πράξεως, καὶ μάλιστα εἰ κυριεύει τοῦ ἔτους· εἰ δὲ ἐφορᾶται παρὰ τοῦ Διὸς καὶ τύχῃ ἐν ἀγαθῷ τόπῳ καὶ μετὰ τοῦ κλήρου τῆς πράξεως, φημισθήσεται μὲν ἡ διαδοχὴ αὐτοῦ, οὐ μὴν διαδεχθήσεται. ὅτε δέ ἐστιν ὁ χρονοκράτωρ μετά τινος ἀστέρος, δεῖ συμπεριλαβεῖν τούτῳ καὶ τὴν σημασίαν τοῦ ἀστέρος ᾧ σύνεστιν· ὡσαύτως δεῖ σε ἐπιβλέπειν καὶ τὸν συνόντα ἀστέρα τῷ ἐπιμερίζοντι. εἰ μὲν οὖν κακοποιός ἐστι, δηλοῖ νόσους καὶ βλάβας καὶ πλούτου διασκέδασιν· εἰ δὲ ἀγαθοποιός, εὐπραγίαν δηλοῖ καὶ εὐτυχίαν κατὰ τὴν ἰδίαν φύσιν. ὅτε δέ ἐστιν ἀστὴρ κατὰ πῆξιν βλάπτων τὴν καταρχήν, ὅτε γένηται ἀστὴρ ἐκεῖνος ἐν τῇ καταρχῇ τοῦ ἔτους ἐν τῷ κατὰ πῆξιν ὡροσκόπῳ ἢ ἐν τῷ ὡροσκόπῳ τῆς καταρχῆς ἢ ἐν τῷ κατὰ πῆξιν τόπῳ τῆς Σελήνης ἢ ἐν τῷ κατὰ πάροδον ἢ ἐν τῷ τοῦ ἐπιμερισμοῦ τόπῳ ἢ ἐν τοῖς τῶν κυρίων τῶν τοιούτων τόπων, δηλοῖ βλάβην δεινήν. ὅτε δὲ κατὰ πῆξιν ἀστὴρ δηλώσει εὐτυχίαν καὶ γένηται κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς ἐν οἷς προείπομεν τόποις, εὐτυχίαν δηλοῖ. ὅτε δέ ἐστιν ὁ ἐπιμερίζων ἀγαθοποιὸς καὶ ὁ κύριος τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς καὶ ὁ κύριος τῆς Σελήνης ἀγαθοποιοί, ἀποτελέσουσιν ἀγαθά· εἰ δὲ ὁ κύριος τοῦ ζῳδίου τοῦ ἔτους καὶ αὐτὸ τὸ ζῴδιον κακοῦνται, βλάβην καὶ μείωσιν δηλοῦσιν. ὅτε δέ εἰσιν ὁ χρονοκράτωρ καὶ ὁ ἐπιμερίζων ἀγαθοποιοί, ἐν κακῷ δὲ τόπῳ εἰσὶ κατὰ τὸν καιρὸν τοῦ ἔτους τῆσ ἐναλλαγῆς ἢ ἀναποδίζουσιν,  ὑπάρχει δέ τις τῶν δύο κακοποιῶν ἐν τῇ ἐναλλαγῇ ὡροσκοπῶν ἢ μεσουρανῶν, δηλοῖ κακότητα τοῦ ἔτους καὶ δυσχέρειαν καὶ νίκην τῶν ἐχθρῶν καὶ τραῦμα ἀπὸ σιδήρου ἢ πτῶσιν ἀπὸ ὑψηλοῦ τόπου καὶ ζημίαν.
Ὅτε δὲ κυριεύσουσι τοῦ ἔτους κακοποιοί, ὑπάρχουσι δὲ κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς ἐν τῷ δυτικῷ κέντρῳ ἢ ἐν τόπῳ τοῦ κακοποιοῦ τοῦ βλάπτοντος τὸν χρονοκράτορα ἢ ἐν τῷ τόπῳ τοῦ κακοποιοῦ τοῦ βλάπτοντος τὸ ζῴδιον τοῦ ἔτους, ὑπάρχουσι δὲ ἡ Ἀφροδίτη καὶ ὁ Ἑρμῆς ἐν τῇ ἐναλλαγῇ μετὰ τοῦ κακοποιοῦ ἐκείνου, βλάβη γενήσεται περὶ τοὺς συγγενεῖς καὶ τὰ τέκνα. εἰ δὲ καὶ ὁ Ἥλιος καὶ ἡ Σελήνη συνυπάρχουσι τῷ κακοποιῷ, βλάπτονται οἱ γονεῖς ἢ κατὰ τὸ σῶμα ἢ κατὰ τὸν πλοῦτον ἢ κατὰ τὴν ἐξουσίαν ἢ κατὰ τὴν ἀξίαν. ὅτε δέ ἐστιν ὁ κύριος τοῦ τοῦ ἐπιμερισμοῦ κακοποιός, ὑπάρχει δὲ κατὰ πῆξιν ἐν τῷ τῶν νόσων τόπῳ, καὶ ἐν τῇ ἐναλλαγῇ εὑρεθῇ ἐν κακῷ τόπῳ μετὰ τῶν κακοποιῶν, βλαπτομένης καὶ τῆς Σελήνης, δηλοῖ βλάβας καὶ ἀνάγκας. ὅτε δέ ἐστιν ὁ χρονοκράτωρ κακοποιὸς καὶ ὑπάρχει ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς ἐν τόπῳ κακῷ ἀργοκίνητος ἢ ὕπαυγος, ἢ ὑπάρχουσιν ὁ ἐπιμερίζων καὶ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς ἐν τόπῳ κακῷ ἐφορωμένη ὑπὸ κακοποιῶν, τοῦ χρονοκράτορος ἢ τοῦ ἐπιμερίζοντος ἐν τῷ ἕκτῳ τόπῳ ὑπάρχοντος, βλάβην δηλοῦσι καὶ συνοχὴν τῷ ἔτει ἐκείνῳ· τὸ δ αὐτὸ δηλοῖ ἐὰν ὁ κύριος τοῦ ἔτους ἀγαθοποιὸς ᾖ καὶ ὑπάρχει κατὰ πῆξιν καὶ κατὰ πάροδον κεκακωμένος. ὅτε δὲ καταντήσει τὸ ἔτος  ἐπὶ τὸν ὡροσκόπον τῆς καταρχῆς, εἰ δὲ καὶ μετρίως βλάψουσιν οἱ κακοποιοί, βλάβην μεγίστην δηλοῦσι, μάλιστα εἰ οὐκ ἐφορᾷ τὸν κύριον τοῦ ἔτους ἀγαθοποιὸς καὶ ὁ ἐπιμερίζων ὑπάρχει κεκακωμένος. ὅτε δέ εἰσιν ὁ χρονοκράτωρ καὶ ὁ ἐπιμερίζων κακοποιοὶ καὶ ὑπάρχουσιν ἐν τῇ ἐναλλαγῇ ἐν τόπῳ κακῷ διαμετροῦντες τοὺς κακοποιούς, μὴ ἐφορώντων τῶν ἀγαθοποιῶν τὸν ὡροσκόπον τοῦ ἔτους, ὑπάρχει δὲ καὶ ὁ κλῆρος τῆς τύχης τοῦ ἔτους τῆς ἐναλλαγῆς κεκακωμένος, δηλοῖ δυσχέρειαν τοῦ ἔτους καὶ συνοχὰς καὶ βλάβας· εἰ δὲ ὁ Ζεὺς καὶ ἡ Ἀφροδίτη συνοδεύσουσι τῇ Σελήνῃ ἢ ἐφορῶσι, δηλοῦσιν ἀπολύτρωσιν τῶν δεινῶν. ὅτε δὲ καταντήσει τὸ ἔτος ἐπὶ τὸν ὡροσκόπον τῆς καταρχῆς καὶ διαμετρεῖ τοῦτον κακοποιὸς ἐν τῇ τοῦ ἔτους ἐναλλαγῇ καὶ ὑπάρχουσι κακοποιοὶ ὅ τε χρονοκράτωρ καὶ ὁ ἐπιμερίζων καὶ βλάπτουσι τὴν Σελήνην, ὡροσκοποῦσι δὲ ἐν τῇ ἐναλλαγῇ ὅ τε Ἥλιος καὶ ἡ Σελήνη καὶ ὁ Ἑρμῆς καὶ τύχωσι πάντες κεκακωμένοι, δηλοῦσι φόβους καὶ φυλακὰς καὶ φιλονεικίαν καὶ ἔριδας μετὰ τῶν ἐχθρῶν.
Ὅτε δέ εἰσιν ὁ χρονοκράτωρ καὶ ὁ ἐπιμερίζων κακοποιοὶ καὶ τύχωσι ὅ τε Ἥλιος καὶ ἡ Σελήνη ἐν τῇ ἐναλλαγῇ ὑπὸ γῆν μὴ ἐφορώμενοι ὑπὸ τῶν ἀγαθοποιῶν, δηλοῦσι νόσον τοῦ ἔχοντος τὴν ἐναλλαγὴν καὶ βλάβην τῶν γονέων καὶ διαφθορὰν τοῦ πλούτου αὐτῶν· ἐὰν δὲ ἐφορᾷ ὁ Ζεὺς ἐν τῇ ἐναλλαγῇ τὸν κλῆρον τοῦ πατρός, σωθήσονται καὶ  ὕφεσιν δέξεται ἡ βλάβη. ὅτε δέ ἐστιν ὁ Ζεὺς χρονοκράτωρ ἢ ἐπιμερίζων καὶ ὑπάρχει ἐν τῇ ἐναλλαγῇ μετὰ τοῦ Κρόνου ὑπὸ γῆν, θάνατον δηλοῖ τῶν τέκνων. ὅτε δέ ἐστιν ὁ ἐπιμερίζων ἀγαθοποιὸς ἢ κακοποιὸς καὶ ὑπάρχει κατὰ πῆξιν καὶ κατὰ πάροδον ἀποκεκλικὼς καὶ μὴ ὑπὸ ἀγαθοποιῶν ἐφορώμενος, τύχωσι δὲ ὅ τε ἐπιμερίζων καὶ ἡ Σελήνη κεκακωμένοι καὶ ὁ χρονοκράτωρ κεκακωμένος καὶ ἐν ἀνοικείῳ τόπῳ, θάνατον δηλοῖ. ὅτε δέ ἐστιν ὁ Κρόνος ἐπιμερίζων καὶ βλάπτουσιν αὐτός τε καὶ ὁ Ἄρης ἐν τῇ ἐναλλαγῇ τὸν τόπον τοῦ ἐπιμερισμοῦ, μὴ ἐφορώντων τοιοῦτον τόπον τῶν ἀγαθοποιῶν, θάνατον δηλοῦσιν. ὅτε δὲ καταντήσει τὸ ἔτος ἐπὶ τὸν ὡροσκόπον τῆς καταρχῆς καὶ τύχωσιν ὅ τε ὡροσκόπος τῆς ἐναλλαγῆς καὶ ὁ ὡροσκόπος τῆς καταρχῆς ἓν ζῴδιον, τύχωσι δὲ ὁ ἐπιμερίζων καὶ ὁ χρονοκράτωρ κακοποιοὶ καὶ ἐν τόποις ἀνοικείοις, ὑπάρχουσι δὲ καὶ τὰ σχήματα τῶν ἀστέρων τοιαῦτα ἐν τῇ ἐναλλαγῇ οἷα τὰ τῶν ἀτρόφων γενέσεων, δηλοῦσιν ἀπόγνωσιν ζωῆς ἐν ἐκείνῳ τῷ ἔτει.
Ἀπὸ τοῦ ὡροσκόπου μέχρι τοῦ μεσουρανίσματός ἐστιν ἀνατολικὸν τεταρτημόριον καὶ δηλοῖ τὸ πρῶτον τέταρτον τοῦ ἔτους· ἀπὸ δὲ τοῦ μεσουρανίσματος μέχρι τοῦ ἑβδόμου ἐστὶ νότιον καὶ δηλοῖ τὸ δεύτερον τεταρτημόριον τοῦ ἔτους· ἀπὸ δὲ τοῦ ἑβδόμου μέχρι τοῦ ὑπογείου ἐστὶ  λιβικὸν καὶ δηλοῖ τὸ τρίτον τεταρτημόριον τοῦ ἔτους· ἀπὸ δὲ τοῦ ὑπογείου μέχρι τοῦ ὡροσκόπου ἐστὶ βόρειον καὶ δηλοῖ τὸ δ τεταρτημόριον τοῦ ἔτους. δεῖ δὲ ὁρᾶν τὸν χρονοκράτορα καὶ τὸν ἐπιμερίζοντα καὶ τοὺς ἀγαθοποιοὺς καὶ τοὺς κακοποιοὺς ἐν ποίῳ τεταρτημορίῳ εἰσίν, καὶ κατὰ τοῦτο ἀποτελεῖν. ὅτε δέ εἰσιν οἱ κακοποιοὶ ἐν τῷ ὡροσκόπῳ ἢ ἐν τῷ ια ἢ ἐν τῷ μεσουρανίσματι τῆς ἐναλλαγῆς καὶ οἱ ἀγαθοποιοὶ ὑπὸ γῆν, δηλοῦσι δυσχερείας ἐν τῇ ἀρχῇ τοῦ ἔτους, ἀγαθὰ δὲ ἐν τῷ τέλει αὐτοῦ, καὶ μάλιστα εἰ ἔστι τὸ ζῴδιον τοῦ ἔτους τροπικόν. πολλάκις δὲ δηλοῦσιν οἱ μὲν ἐπίκεντροι τὰ τῆς ἀρχῆς τοῦ ἔτους, οἱ δὲ ἀποκεκλικότες τὰ τελευταῖα.
Δεῖ δέ σε μὴ μόνον τεκμαίρεσθαι τῶν ἀγαθῶν ἢ τῶν ἐναντίων ἀπὸ τοῦ ἐπιμερίζοντος καὶ συνεπιμερίζοντος καὶ τῶν λοιπῶν, ἀλλὰ σκοπεῖν καὶ ποῦ κατήντησαν οἱ κατὰ πῆξιν κλῆροι  ἆρα εἰς ἀγαθοποιοὺς ἢ κακοποιούς  καὶ κατὰ τὰς ἀναφορὰς καὶ κατὰ τοὺς κύκλους ἤτοι κατὰ ζῴδιον ἐνιαυτὸν ἕνα. ἰδὲ δὲ καὶ τὸν χρονοκράτορα καὶ τὸν ἐπιμερίζοντα καὶ συνεπιμερίζοντα ποίου κλήρου δεσπόζουσι κατά τε πῆξιν καὶ κατὰ πάροδον, καὶ κατὰ τοιαῦτα ἀποτέλει.
Ὑποδείγματος χάριν. ἦν ὁ κλῆρος τῶν ἀδελφῶν καὶ ὁ κύριος αὐτοῦ ἐν τῷ θέματι τῆς καταρχῆς ἐν τόπῳ ἀνεπιτηδείῳ μετὰ τῶν κακοποιῶν, καὶ ἐσήμανε τὸ τοιοῦτον·  ὡς οἱ ἀδελφοὶ τοῦ γεννηθέντος καὶ ἀδελφαὶ βλαβήσονται ἐν τῷ καιρῷ καθ ὃν ὁ κακοποιὸς ἐπιμερίζει ἢ συνεπιμερίζει. εἰ δὲ ὁ κύριος τοῦ κλήρου τοῦ κατὰ πῆξιν βλάπτει τὸν κύριον τοῦ ὡροσκόπου, βλαβήσεται ὁ γεννηθεὶς κατὰ τὸν καιρὸν ἐκεῖνον.

Τμῆμα θ. Περὶ τῶν λεγομένων νουπαχρατῶν καὶ τῶν κυρίων αὐτῶν καὶ τοῦ περιπάτου αὐτῶν καὶ τῆς τρίτης διαιρέσεως αὐτῶν, καὶ περὶ διαγνώσεως παντὸς ἐπιμερίζοντος καὶ τῆς σημασίας αὐτοῦ καὶ τῆς σημασίας τοῦ συνεπιμερίζοντος αὐτῷ ἢ κατὰ σῶμα ἢ κατὰ ἀκτῖνα καθὼς οἱ Ἰνδοὶ ἐξέθεντο.
 Τῷ μὲν ἐπιμερισμῷ ᾧ προείπομεν ἔναγχος χρῶνται οἵ τε Βαβυλώνιοι καὶ οἱ Πέρσαι καὶ οἱ Αἰγύπτιοι· οἱ μέντοι Ἰνδοὶ καὶ οἱ γειτνιάζοντες αὐτοῖς, ἰδόντες ἐν ἑνὶ ἐπιμερισμῷ διάφορα πάθη τοῖς ἀνθρώποις ἐπισυμβαίνοντα, οὐκ ἐποίησαν τὸν ἐπιμερισμὸν κατὰ τὰ ὅρια ὡς οἱ λοιποί, ἀλλ ἐποίησαν τοῦτον κατὰ τὰ νουπάχρατες ὡς ἂν ἀκριβέστερον προβαίνωσι τὰ ἀποτελέσματα. δεῖ οὖν ἐν τοῖς περιπάτοις τοῖς δυσὶ χρῆσθαι τρόποις, ἰδίᾳ τῷ ἑνὶ καὶ  ἰδίᾳ τῷ ἑτέρῳ ὡς ἂν ἀκριβεστέρα γένηται ἡ τῶν κατ ἔτος γινομένων διάγνωσις.
Τὸ δὲ τοιοῦτον ὄνομα τῇ Ἰνδῶν διαλέκτῳ ἑρμηνεύεται τὸ ἔννατον, καὶ ἔστι διακοσίων λεπτῶν ἤτοι τριῶν μοιρῶν καὶ τρίτου μοίρας ὀρθῆς· ἔσται οὖν ἐν ἑκάστῳ ζῳδίῳ ἐννέα ἔννατα, ὧν ἕκαστον ἔχει ἴδιον ἐπικρατήτορα. καὶ εἰ μὲν ἐν τῷ ζῳδίῳ ἐστὶ Κριῷ ἢ Λέοντι ἢ Τοξότῃ, ἔσται ἑκάστου πρώτου ἐννάτου ἐν τοῖς τοιούτοις ζῳδίοις κύριος ὁ τοῦ Κριοῦ οἰκοδεσπότης Ἄρης· τοῦ δὲ δευτέρου ἐννάτου κυριεύσει ἡ Ἀφροδίτη ἡ κυρία τοῦ Ταύρου· τοῦ δὲ τρίτου ἐννάτου κυριεύσει ὁ Ἑρμῆς ὁ κύριος τῶν Διδύμων· τοῦ δὲ τετάρτου ἡ Σελήνη ἡ κυρία τοῦ Καρκίνου· τοῦ δὲ πέμπτου ὁ Ἥλιος ὁ κύριος τοῦ Λέοντος· τοῦ δὲ ὁ Ἑρμῆς ὁ κύριος τῆς Παρθένου· καὶ οὑτωσὶ ποιῶν εὑρήσεις τὸν κύριον τοῦ ἐννάτου ἐννάτου τὸν Δία τὸν κύριον τοῦ Τοξότου.
Εἰ δέ ἐστι τὸ τρίγωνον τοῦ Ταύρου καὶ τῆς Παρθένου καὶ τοῦ Αἰγοκέρωτος, ἔσται ὁ κύριος τοῦ πρώτου ἐννάτου ὁ Κρόνος ὁ κύριος τοῦ Αἰγοκέρωτος· τοῦ δευτέρου ὁ Κρόνος ὁ κύριος τοῦ Ὑδροχόου· τοῦ δὲ τρίτου ὁ Ζεὺς ὁ κύριος τῶν Ἰχθύων· καὶ οὑτωσὶ ποιῶν εὑρήσεις τὸν κύριον τοῦ ἐννάτου ἐννάτου ἐν ἑκάστῳ τούτων τῶν ζῳδίων τὸν Ἑρμῆν τὸν κύριον τῆς Παρθένου. εἰ δὲ λάβοις τοὺς Διδύμους καὶ τὸν Ζυγὸν καὶ τὸν Ὑδροχόον, ποιήσεις πάλιν τὴν Ἀφροδίτην κυρίαν τοῦ πρώτου ἐννάτου ὡς κυρίαν τοῦ  Ζυγοῦ· τοῦ δὲ δευτέρου τὸν Ἄρεα ὡς κύριον τοῦ Σκορπίου· καὶ οὕτως ποιῶν εὑρήσεις τὸν κύριον τοῦ ἐννάτου ἐννάτου τὸν Ἑρμῆν τὸν κύριον τῶν Διδύμων. εἰ δὲ τὸν Καρκίνον ζητεῖς καὶ τὸν Σκορπίον καὶ τοὺς Ἰχθύας, ἔσται κύριος τοῦ πρώτου ἐννάτου ἡ Σελήνη ἡ κυρία τοῦ Καρκίνου· τοῦ δὲ δευτέρου ὁ Ἥλιος ὁ κύριος τοῦ Λέοντος· καὶ τῇ αὐτῇ μεθόδῳ χρώμενος εὑρήσεις τὸν κύριον τοῦ ἐννάτου ἐννάτου τὸν Δία τὸν κύριον τῶν Ἰχθύων.
Ἔστι δὲ καὶ ἑτέρα μέθοδος συντομωτέρα τοιαύτη· ἰδὲ τὸ ζῴδιον οὗ βούλει διαγνῶναι τοὺς κυρίους τῶν ἐν αὐτῷ ἐννάτων ποίου τριγώνου ἐστίν. εὑρήσεις γὰρ ἀεὶ τὸν κύριον τοῦ τροπικοῦ ζῳδίου τὸν αὐτὸν κύριον ὄντα τοῦ πρώτου ἐννάτου ἐν ἑκάστῳ τῶν τριῶν ζῳδίων, τὸν δὲ κύριον τοῦ ἑξῆς ζῳδίου τὸν αὐτὸν ὄντα κύριον τοῦ δευτέρου ἐννάτου, καὶ τὸν τρίτον τοῦ τρίτου· καὶ τῇ αὐτῇ μεθόδῳ χρώμενος εὑρήσεις πάντα τὰ ἔννατα ἐν ἑκάστῳ ζῳδίῳ. τὴν δὲ αἰτίαν τῆς τούτων τῶν ἐννάτων ἐφευρέσεως διεσαφήσαμεν κάλλιστά τε καὶ τελειώτατα ἐν ᾗ ἐξεθέμεθα πρὸς τὴν ἀστρονομίαν εἰσαγωγῇ.
Τὸν δὲ περίπατον τῶν τοιούτων ἐννάτων ἔν τε τοῖς γενεθλίοις καὶ ἐν ἑτέροις καὶ τὴν διαίρεσιν αὐτῶν τὴν εἰς τὰ τρίτα ὡς ἐν μυστηρίῳ κατεῖχον οἱ Ἰνδοί, μὴ ἀποκαλύπτοντες τοῦτο εἰ μή γε μόνοις τοῖς ἐπ ἄκρον ἐληλακόσι τῆς ἐπιστήμης, ὁρκίζοντες αὐτοὺς πρότερον ἐν μυστηρίῳ ἔχειν τὴν τοιαύτην διδασκαλίαν καὶ μὴ ἀνακοινοῦσθαι ταύτην τοῖς ἀγροικοτέροις, ἀλλὰ μόνοις τοῖς  γινώσκουσι τὸ μέτρον τοῦ μαθήματος καὶ ὅσον ὑπερέχει ὁ ἐπιστήμων τῶν ἄλλων ἀνθρώπων· οἱ δὲ παραλαβόντες τὴν τοιαύτην μέθοδον μεγάλας ὡμολόγουν χάριτας τῷ διδάσκοντι. ὅμως ἡμεῖς τὴν τιμιωτάτην ἡμῶν βίβλον βουλόμενοι κοσμῆσαι πάσῃ μεθόδῳ ἐξεθέμεθα καὶ τὴν τοιαύτην μέθοδον.
Δεῖ οὖν οὑτωσὶ ταύτῃ χρῆσθαι· μετάγαγε ἕκαστον ἔννατον ἐπὶ τὰς ἀναφορὰς τοῦ κλίματος, καὶ ἑκάστην μοῖραν ἀναφορικὴν ποίησον χρόνον. εἶτα τὰ ἐπισυναχθέντα διαίρησον εἰς τρία ἐπίσης, καὶ ποίησον κύριον τῆς πρώτης διαιρέσεως τὸν κύριον αὐτοῦ τοῦ ἐννάτου, καὶ κύριον τῆς δευτέρας τὸν κύριον τοῦ πέμπτου ἀπ αὐτοῦ τοῦ ζῳδίου, καὶ κύριον τῆς τρίτης διαιρέσεως τὸν κύριον τοῦ ἐννάτου ἀπ αὐτοῦ τοῦ ζῳδίου· καὶ πρῶτον λαβεῖν σημαντῆρα τὸν κύριον τῆς πρώτης διαιρέσεως, καὶ δεύτερον τὸν κύριον τοῦ πέμπτου ζῳδίου ἀπὸ τοῦ ζῳδίου τοῦ κυρίου τοῦ ἐννάτου, εἶτα τὸν κύριον τοῦ ἐννάτου ζῳδίου ἀπ αὐτοῦ, εἶτα τὸν κύριον αὐτοῦ τοῦ ἐννάτου. εἰ δὲ ἐργάζῃ, τὰ τῆς τρίτης διαιρέσεως ἄρξαι ἀπὸ τοῦ κυρίου τοῦ ἐννάτου ζῳδίου ἀπὸ τοῦ ζῳδίου τοῦ κυρίου τοῦ ἐννάτου.
Ὑποδείγματος χάριν. ἐγεννήθη τις ἐν τῷ τετάρτῳ κλίματι ἔν τινι τόπῳ πλάτος ἔχοντι λ, καὶ ἦν ὁ ὡροσκόπος ἡ ἀρχὴ τοῦ Κριοῦ. μετετρέψαμεν οὖν τὸ πρῶτον ἔννατον ἐπὶ τὰς ἀναφοράς, καὶ γεγόνασιν αἱ τρεῖς μοῖραι καὶ τὸ τρίτον, μοῖραι β λεπτὰ γ καὶ δεύτερα λεπτὰ κ, γινόμενοι  χρόνοι δύο ἡμέραι κ. ἐμερίσαμεν ταῦτα εἰς τρία, καὶ ἐπέβαλον ἑκάστῃ μερίδι μῆνες η ἡμέραι  ὧραι ι. δεδώκαμεν οὖν τὴν πρώτην ταύτην διαίρεσιν τῷ Ἄρει τῷ κυρίῳ τοῦ Κριοῦ, ὃς καὶ σημαίνει τὰ ἐν τῇ τοιαύτῃ διαιρέσει· εἶτα μετ αὐτὸν γίνεται ὁ κύριος τῆς δευτέρας διαιρέσεως ὁ Ἥλιος ὁ κύριος τοῦ Λέοντος, καὶ κυβερνᾷ μῆνας η ἡμέρας  ὥρας ι, ὁμοῦ γινόμενα ἔτος α μῆνες δ ἡμέραι ιγ ὧραι η· εἶτα κυριεύει τῆς τρίτης διαιρέσεως ὁ Ζεὺς ὁ κύριος τοῦ Τοξότου, καὶ διέπει μῆνας η ἡμέρας  ὥρας ι, ὁμοῦ ἔτη β ἡμέραι κ. εἰ δὲ ἦν ὁ ὡροσκόπος ἢ ὁ κάματος ἐν τῇ δευτέρᾳ διαιρέσει τοῦ τοιούτου ἐννάτου, ἠρξάμεθα ἂν ἀπὸ τοῦ Ἡλίου τοῦ κυρίου τοῦ Λέοντος, εἶτα τοῦ Διὸς τοῦ κυρίου τοῦ Τοξότου, εἶτα τοῦ Ἄρεως τοῦ κυρίου τοῦ Κριοῦ καὶ τοῦ πρώτου ἐννάτου. εἰ δὲ ἦν ὁ ὡροσκόπος ἢ ὁ κάματος ἐν τῇ τρίτῃ διαιρέσει, ἠρξάμεθα ἂν ἀπὸ τοῦ Διὸς τοῦ κυρίου τοῦ Τοξότου, εἶτα τοῦ Ἄρεως, εἶτα τοῦ Ἡλίου. καὶ οὑτωσὶ γίνεται τὰ τῆς τοιαύτης διαιρέσεως ἐν τῷ πρώτῳ ἐννάτῳ.
Εἰ δὲ ἦν ὁ ὡροσκόπος ἢ ὁ κάματος ἐν τῷ δευτέρῳ ἐννάτῳ τοῦ Κριοῦ ἐν τῇ πρώτῃ διαιρέσει, διείλομεν ἂν καὶ ταύτην εἰς τρία καὶ δεδώκαμεν τὴν κυρίαν τῆς πρώτης διαιρέσεως τῇ Ἀφροδίτῃ τῇ κυρίᾳ τοῦ Ταύρου, τὴν δὲ δευτέραν τῷ Ἑρμῇ τῷ κυρίῳ τῆς Παρθένου, τὴν δὲ τρίτην τῷ Κρόνῳ τῷ κυρίῳ τοῦ Αἰγοκέρωτος. εἰ δὲ ἦν ὁ ὡροσκόπος ἢ ὁ κάματος ἐν τῇ δευτέρᾳ διαιρέσει τοῦ ἐννάτου τούτου, ἠρξάμεθα ἂν ἀπὸ τοῦ Ἑρμοῦ τοῦ κυρίου τῆς  Παρθένου, εἶτα τοῦ Κρόνου τοῦ κυρίου τοῦ Αἰγοκέρωτος, εἶτα τῆς Ἀφροδίτης τῆς κυρίας τοῦ Ταύρου. εἰ δὲ ἦν ὁ ὡροσκόπος ἢ ὁ κάματος ἐν τῇ τρίτῃ διαιρέσει, ἠρξάμεθα ἂν ἀπὸ τοῦ Κρόνου τοῦ κυρίου τοῦ Αἰγοκέρωτος, εἶτα τῆς Ἀφροδίτης τῆς κυρίας τοῦ Ταύρου, εἶτα τοῦ Ἑρμοῦ τοῦ κυρίου τῆς Παρθένου. καὶ πληροῦται τὰ τῆς διαιρέσεως τοῦ δευτέρου ἐννάτου τοῦ Κριοῦ.
Τὸν αὐτὸν δὲ τρόπον ποιοῦμεν καὶ ἐπὶ τοῦ τρίτου ἐννάτου, ὡσαύτως καὶ ἐπὶ τοῦ τετάρτου ἐννάτου τοῦ Κριοῦ, διαιροῦντες τοῦτο εἰς τρία καὶ ποιοῦντες κυρίαν τῆς πρώτης διαιρέσεως τὴν Σελήνην τὴν κυρίαν τοῦ Καρκίνου, εἶτα κύριον τῆς δευτέρας διαιρέσεως τὸν Ἄρεα τὸν κύριον τοῦ Σκορπίου, εἶτα κύριον τῆς τρίτης διαιρέσεως τὸν Δία τὸν κύριον τῶν Ἰχθύων. εἰ δὲ ἦν ὁ ὡροσκόπος ἢ ὁ κάματος ἐν τῇ δευτέρᾳ διαιρέσει τοῦ τοιούτου ἐννάτου, ἠρξάμεθα ἂν ἀπὸ τοῦ Ἄρεως, εἶτα τοῦ Διός, εἶτα τῆς Σελήνης. εἰ δὲ ἦν ὁ ὡροσκόπος ἢ ὁ κάματος ἐν τῇ τρίτῃ διαιρέσει τοῦ τοιούτου ἐννάτου, ἠρξάμεθα ἂν ἀπὸ τοῦ Διός, εἶτα τῆς Σελήνης, εἶτα τοῦ Ἄρεως. καὶ οὗτοί εἰσιν οἱ κύριοι τοῦ τετάρτου ἐννάτου τοῦ Κριοῦ.
Εἰ δὲ ἐβουλήθημεν ποιῆσαι τὴν μέθοδον τοῦ πέμπτου ἐννάτου τοῦ Κριοῦ, ἐμερίσαμεν ἂν καὶ τοῦτο εἰς τρία, καὶ τὴν μὲν πρώτην διαίρεσιν ἀπεδώκαμεν ἂν τῷ Ἡλίῳ τῷ κυρίῳ τοῦ Λέοντος, τὴν δὲ δευτέραν τῷ Διῒ τῷ κυρίῳ τοῦ Τοξότου, τὴν δὲ τρίτην τῷ Ἄρει τῷ κυρίῳ τοῦ Κριοῦ. εἰ  δὲ ἦν ὁ ὡροσκόπος ἢ ὁ κάματος ἐν τῇ δευτέρᾳ διαιρέσει τοῦ τοιούτου πέμπτου ἐννάτου, ἠρξάμεθα ἂν ἀπὸ τοῦ Διός, εἶτα ἀπὸ τοῦ Ἄρεως, εἶτα ἀπὸ τοῦ Ἡλίου. εἰ δὲ ἦν ὁ ὡροσκόπος ἢ ὁ κάματος ἐν τῇ τρίτῃ διαιρέσει τοῦ τοιούτου ἐννάτου, ἠρξάμεθα ἂν ἀπὸ τοῦ Ἄρεως, εἶτα ἀπὸ τοῦ Ἡλίου, εἶτα ἀπὸ τοῦ Διός.
Ὅτε δὲ τοιουτοτρόπως ἀποτελεσθῶσι τὰ ἔννατα τοῦ Κριοῦ, μεθίσταται ὁ περίπατος ἐπὶ τὸν Ταῦρον· καὶ διαιροῦμεν τὸ πρῶτον ἔννατον εἰς τρία, μεθ ὃ μετατρέψομεν τὰς μοίρας ἐπὶ τὰς ἀναφορὰς τοῦ κλίματος. γενήσονται οὖν κατὰ τὴν προειρημένην μέθοδον κύριος μὲν τῆς πρώτης διαιρέσεως ὁ Κρόνος ὁ κύριος τοῦ Αἰγοκέρωτος, τῆς δὲ δευτέρας ἡ Ἀφροδίτη ἡ κυρία τοῦ Ταύρου, τῆς δὲ τρίτης ὁ Ἑρμῆς ὁ κύριος τῆς Παρθένου. εἰ δὲ ἦν ὁ ὡροσκόπος ἢ ὁ κάματος ἐν τῇ δευτέρᾳ διαιρέσει τοῦ Ταύρου, ἠρξάμεθα ἂν ἀπὸ τῆς Ἀφροδίτης τῆς κυρίας τοῦ Ταύρου, εἶτα τοῦ Ἑρμοῦ τοῦ κυρίου τῆς Παρθένου, εἶτα τοῦ Κρόνου τοῦ κυρίου τοῦ Αἰγοκέρωτος. εἰ δὲ ἦν ὁ ὡροσκόπος ἢ ὁ κάματος ἐν τῇ τρίτῃ διαιρέσει τοῦ Ταύρου, ἠρξάμεθα ἂν ἀπὸ τοῦ Ἑρμοῦ, εἶτα τοῦ Κρόνου, εἶτα τῆς Ἀφροδίτης. καὶ τοιουτοτρόπως ποιοῦμεν τὸν περίπατον τῶν ἐννάτων τῶν ζῳδίων πάντων, διαγινώσκοντες τοὺς κυρίους ἑκάστης διαιρέσεως ἑκάστου ἐννάτου εἴτε ὡροσκοπεῖ τὸ ἔννατον ἐκεῖνο εἴτε εἰς τοῦτο καταντήσει ὁ περίπατος· διαγινώσκονται δὲ τὰ πάθη καὶ τὰ ἀποτελέσματα διὰ τῶν τοιούτων.
 Οὕτως δεῖ ὁρᾶν τὸν κύριον ἑκάστης διαιρέσεως, πῶς ἦν κατὰ πῆξιν καὶ πῶς κατὰ πάροδον καὶ πῶς ἐν τοῖς δυσὶ καιροῖς καὶ εἰ ἐφορᾶται παρὰ τῆς Σελήνης καὶ τῶν ἀγαθοποιῶν ἢ κακοποιῶν καὶ εἰ ἐφορᾶται πάλιν παρὰ τῶν συνεπιμεριζόντων αὐτῷ καὶ εἴτε ἐν δυνάμει ἐστὶν εἴτε ἐν ἀδυναμίᾳ. ὅτε γὰρ ὦσιν ἄμφω ἀκάκωτοι καὶ προσδεχόμενοι ἀλλήλους ἢ πλησιάζοντες ἀλλήλοις ἢ ἐν ἑνὶ ζῳδίῳ ὑπάρχοντες ἢ ἐν μίᾳ μοίρᾳ ἢ τύχωσιν ἐν τῷ τόπῳ τῆς Σελήνης ἢ ἐν τοῖς τόποις τῶν ἀγαθοποιῶν ἢ ταῖς ἀκτῖσιν αὐτῶν, εὐτυχίαν δηλοῦσι· καὶ πάλιν ὅτε τύχωσιν οἱ κύριοι τοῦ ἑνὸς ἐννάτου συσχηματιζόμενοι ἀλλήλοις τριγωνικῶς ἢ ἑξαγωνικῶς καὶ ἀκάκωτοι ὄντες, δηλοῦσιν ὠφέλειαν καὶ εὐτυχίαν μεγίστην· εἰ δὲ σὺν τούτοις συσχηματίζονται ἀλλήλοις τε καὶ τοῖς κυρίοις τῶν οἴκων αὐτῶν, βεβαιότερα ἔσται τὰ ἀποτελέσματα καὶ πλείονα τὰ ἀγαθά. εἰ δὲ κακοῦνται καὶ συσχηματίζονται ἀλλήλοις, ἐλάττων ἔσται ἡ βλάβη. εἰ δὲ εἷς ἐξ αὐτῶν ἢ πάντες ἐν ἐκείνῳ τῷ ἐννάτῳ γένωνται, καὶ μάλιστα εἰ συντρέχει ἐκεῖσε εἶναι τὸν ἐπιμερισμὸν ἢ τὴν κατὰ πῆξιν τοῦ ἀστέρος ἀκτῖνα, ὠφεληθήσεται ὁ τὴν ἐναλλαγὴν ἔχων. εἰ δὲ κακοῦνται οἱ ἀστέρες καὶ συνάπτουσι κακοποιοῖς καὶ ὑπάρχουσιν ἐν κακοῖς τόποις καὶ ἔχουσι λόγους ἐν τῷ θανατικῷ τόπῳ, δηλοῦσιν ἐναντία καὶ θανάτους· ἡ δὲ κάκωσις τοῦ τοιούτου ἐπιμερισμοῦ ἐστι τὸ ἐφορᾶσθαι παρὰ  κακοποιῶν ἢ καταντῆσαι εἰς τόπους κακοποιῶν ἢ εἰς ἀκτῖνας αὐτῶν τάς τε κατὰ πῆξιν καὶ τὰς κατὰ τὴν ἐναλλαγὴν ἢ ταπεινοῦσθαι τοὺς κυρίους αὐτῶν.
Καὶ δεῖ ἅμα ὁρᾶν τούς τε τόπους τῶν ἐπιμερισμῶν καὶ τοὺς κυρίους αὐτῶν καὶ τὰς διαθέσεις τῆς Σελήνης. ὡσαύτως δεῖ ὁρᾶν καὶ τὸν συνεπιμερίζοντα εἴτε τῷ σώματι εἴτε τῇ ἀκτῖνι· καὶ εἰ μέν ἐστιν ἀγαθοποιός, δηλοῖ ἀγαθὰ καὶ εὐτυχίαν· εἰ δὲ κακοποιός, δηλοῖ διαφθορὰν καὶ κάκωσιν κατὰ τὴν φύσιν τοῦ κακοποιοῦ, καθὼς προείπομεν ἐν τῇ τῶν ὁρίων διαιρέσει καὶ τῶν συνεπιμεριζόντων τοῖς κυρίοις αὐτῶν. εἰ δὲ ὁ ἐπιμερίζων καὶ ὁ συνεπιμερίζων τῆς αὐτῆς ὦσι φύσεως καὶ συσχηματίζονται ἀλλήλοις συμφώνῳ σχήματι καὶ ἐφορῶσι τὸν τόπον τοῦ ἐπιμερισμοῦ, δηλοῦσιν ἀγαθά· τοὐναντίον δὲ εἰ ἐναντίως διάκεινται. δεῖ οὖν ἐπὶ παντὸς πράγματος ἐφορᾶν τόν τε κύριον τοῦ ἐννάτου καὶ τὸν συνεπιμερίζοντα αὐτῷ εἴτε κατὰ σῶμα ἢ ἀκτινοβολικῶς καὶ τὸν παραδιδόντα καὶ τὸν παραλαμβάνοντα, καὶ τοιουτοτρόπως ἐργάζεσθαι.

Τμῆμα δέκατον. Περὶ διαγνώσεως τοῦ χρονοκράτορος ἐκ τῶν ἐννάτων κατὰ τὴν Ἰνδῶν δόξαν  Ὅτε καταντήσει ὁ χρόνος εἴς τι ζῴδιον, λαμβάνουσιν οἱ Ἰνδοὶ χρονοκράτορα τὸν κύριον τοῦ πρώτου ἐννάτου, εἴτε  εἰς τὴν ἀρχὴν τοῦ ζῳδίου κατήντησεν ἡ ἐναλλαγὴ εἴτε εἰς τὸ τέλος. καὶ τὸν τοιοῦτον χρονοκράτορα ὁρῶσι πῶς ἦν κατὰ πῆξιν καὶ πῶς ἐστιν ἐν τῇ ἐναλλαγῇ καὶ εἰ ἐν τῷ οἴκῳ αὐτοῦ ἐστιν ἢ ἐν τῷ ὑψώματι ἢ ἐν τοῖς ὁρίοις ἢ ἐν τῷ οἰκείῳ ἐννάτῳ. καὶ εἰ ἐν ἀλλοτρίῳ ἐστὶ ζῳδίῳ ἢ ἐν καλῷ τόπῳ τυγχάνει μετὰ ἀγαθοποιοῦ ἢ μετὰ τῆς Σελήνης, καὶ κατὰ τὴν διάθεσιν αὐτοῦ ἀπετέλουν τὰ περὶ τοῦ χρόνου παντός. καὶ εἰ μὲν ὁ τοιοῦτος χρονοκράτωρ ἤτοι ὁ κύριος τοῦ πρώτου ἐννάτου ἀγαθυνόμενός ἐστιν ἐν τοῖς δυσὶ καιροῖς, δηλοῖ ἀγαθά· εἰ δὲ κεκακωμένος, δηλοῖ ἐναντία. Ὑποδείγματος χάριν. κατήντησε τὸ ἔτος εἰς τὴν εἰκόστην μοῖραν τοῦ Ταύρου εἴτε εἰς ἐλάττονα εἴτε εἰς πλείονα· κύριος οὖν τῆς τοιαύτης μοίρας ὁ Κρόνος ὁ κύριος τοῦ πρώτου νουπάχρατες. εἰ δὲ καταντήσει τὸ ἔτος τυχὸν ἐπὶ τοὺς Διδύμους εἰς οἱονδήποτε τόπον αὐτῶν, ἔσται ἡ Ἀφροδίτη κυρία τοῦ ἔτους διὰ τὸ κυρίαν αὐτὴν εἶναι τοῦ πρώτου ἐννάτου τῶν Διδύμων· εἰ δὲ τὸ ἔτος καταντήσει ἐπὶ τὸν Καρκίνον, παραλαμβάνουσιν ὡσαύτως οἱ Ἰνδοὶ τὴν Σελήνην κυρίαν τοῦ ἔτους διὰ τὸ κυριεύειν αὐτὴν τοῦ πρώτου ἐννάτου τοῦ Καρκίνου.
Τὸ δὲ αἴτιον τοῦ παραλαβεῖν αὐτοὺς χρονοκράτορας  τοὺς κυρίους τοῦ πρώτου νουπάχρατες τῶν ζῳδίων ὅτι ἐσκόπησαν πόσοι νουπάχρατες διῆλθον ἀπὸ τῆς ἡμέρας καθ ἣν ἐγεννήθη ὁ γεννηθείς, καὶ ἀπολύουσι τούτους ἀπὸ τοῦ ἐννάτου τοῦ ὡροσκόπου τῆς καταρχῆς ἀνὰ ρη, εἶτα πάλιν ρη· καὶ καθ ἑκάστην περίοδον ἐκράτουν χρόνον ἕνα καὶ ζῴδιον α. καὶ ἔνθα καταντήσει, ἐκεῖσε ἔσται τὸ ζῴδιον ἔνθα κατήντησε τὸ ἔτος, εἰς ἐκεῖνον τὸν τόπον ἔνθα ἐπερατώθη τὰ ἔννατα. περὶ δὲ τῶν κατὰ μῆνα καὶ τῶν καθ ἡμέραν ἀποτελεσμάτων ἀπὸ τῶν ἐννάτων καθὼς ἐδόξασαν οἱ Ἰνδοὶ διηγησόμεθα εἰς τὸ μετέπειτα, τοῦ Θεοῦ θέλοντος.

Αναζήτηση

Το πιο ισχυρό μου ατού!

  • Σχετικά με τα αραβικά φυλαχτά Φάιζα Κωδωνά - Δεκέμβριος 28, 2014

    Το θέμα των τάλισμαν και των περιάπτων και εν γένει των φυλαχτών, εμφανίζεται απέραντο στον απλό άνθρωπο, είτε γιατί έχει πολυάριθμες παραλλαγές, είτε γιατί τα στοιχεία είναι ποικίλα, είτε γιατί ο ίδιος ο άνθρωπος έχει ελάχιστη γνώση για αυτά.

    Περισσότερα...

nooriyavenusLogo blogger blogger facebookgoogle sitesgoogle+pinterest