ΛΟΓΟΣ Δ
Ἀπὸ τῆς βίβλου τοῦ Ἀπομάσαρ
περὶ τῆς τῶν ἐτῶν ἐναλλαγῆς·
περὶ τῶν φαρταριτῶν ἤτοι τῶν κύκλων,
καὶ διαιρεῖται εἰς τμήματα <ζ>
Τμῆμα πρῶτον. Περὶ τῆς φαρταρίας τοῦ Ἡλίου
4361, 008, 181, 7 Ἕκαστος ἀστὴρ τῶν <ζ> καὶ ὁ Ἀναβιβάζων καὶ ὁ Κατα-
βιβάζων ἔχουσι χρόνους τινὰς ὡρισμένους καὶ διοικεῖ
ἕκαστος ἀστὴρ τὸν γεννηθέντα κατὰ τὴν οἰκείαν φαρτα-
ρίαν. τοῦ μὲν οὖν Ἡλίου ἡ φαρταρία ἐστὶν ἔτη <ι>, τῆς δὲ
Ἀφροδίτης <η>, τοῦ δὲ Ἑρμοῦ <ιγ>, τῆς δὲ Σελήνης <θ>,
τοῦ δὲ Κρόνου <ια>, τοῦ Διὸς <ιβ>, τοῦ Ἄρεως <ζ>, τοῦ Ἀναβιβά-
ζοντος τρία, τοῦ δὲ Καταβιβάζοντος <β>· ὁμοῦ τὰ πάντα <οε>.
Ἐπὶ μὲν οὖν τῶν ἡμερινῶν γενέσεων λαμβάνει τὴν
κυβέρνησιν τῆς πρώτης φαρταρίας ὁ Ἥλιος, ἔνθα ἂν καὶ
ὑπάρχῃ, εἶτα ἡ Ἀφροδίτη, εἶτα ὁ Ἑρμῆς, εἶτα ἡ Σελήνη,
4361, 008, 182, 1 εἶτα ὁ Κρόνος κατὰ τὴν τῶν ζωνῶν αὐτῶν τάξιν.
ἐπὶ δὲ τῶν νυκτερινῶν αὐτῶν γενέσεων λαμβάνει τὴν
πρώτην φαρταρίαν ἡ Σελήνη, εἶτα ὁ Κρόνος, εἶτα ὁ Ζεύς,
εἶτα ὁ Ἄρης κατὰ τὴν προτέραν τάξιν· πλὴν ὅτε κυβερνή-
σει τις τῶν ἀστέρων, διέπει αὐτὸς τὸ ζ τῶν οἰκείων ἐτῶν,
εἶτα κοινωνοῦσιν αὐτῷ οἱ λοιποὶ ἀστέρες ἐπὶ σημασίᾳ τῶν
ἀγαθῶν καὶ τῶν κακῶν κατὰ τὸ ζ τῆς ἰδίας φαρταρίας.
καὶ ἡ μὲν ἀρχὴ ἔσται ἀπὸ τοῦ ἀστέρος τοῦ ἔχοντος
τὴν φαρταρίαν, κοινωνεῖ δὲ αὐτῷ πρῶτον ὁ ἑξῆς αὐτῷ
ὑποκείμενος, εἶτα ὁ ἑπόμενος ἐκείνῳ. ἡ δὲ αἰτία τῆς
κοινωνίας τῶν λοιπῶν ἀστέρων πρὸς τὸν ἕνα διότι τὰ
ἑκάστου ἀστέρος ἔτη τῆς φαρταρίας παρεξεβλήθησαν ἀφ'
ὧν ἔχει λόγον εἰς τὰ <ιβ> ζῴδια· ὁ δὲ Ἀναβιβάζων καὶ %ὁ&
Καταβιβάζων ἰδίως διέπουσι μόνοι, μὴ ἐπικοινωνοῦντες
ἀστέρι τινί, μετὰ τὸ πληρωθῆναι τὰ ἔτη τῶν <ζ> ἀστέρων καὶ
τελειῶσαι τὸν γεννηθέντα ἑβδομήκοντα ἔτη διότι μὴ
ἔχουσιν οἴκους. ἔχουσι δὲ καὶ ἑτέρας αἰτίας τὰ ἔτη ταῦτα
ὧν μνημονεύσομεν ἐν ἑτέρᾳ βίβλῳ· ἐνταῦθα δὲ τὰς
σημασίας διασαφηνίσομεν τῶν διεπόντων τὰ ἔτη τῆς
φαρταρίας τῶν ἀστέρων.
4361, 008, 183, 1 Ὁ μὲν οὖν ἐν ἡμέρᾳ γεννηθεὶς ἀφ' ἧς ὥρας γεννηθῇ καὶ
μέχρι δέκα ἐτῶν κυβερνᾶται παρὰ τοῦ Ἡλίου. καὶ ὅμως
ἐπιμερίζει ὁ αὐτὸς Ἥλιος ἔτος ἓν μῆνας <ε> ἡμέρας <δ>
ὥρας <> ἔγγιστα ἤτοι τὸ ζ τῶν οἰκείων ἐτῶν· εἶτα ἐπι-
μερίζει ἕκαστος τῶν λοιπῶν ἀστέρων κατὰ τὸ ἕβδομον
τῶν οἰκείων ἐτῶν. ὁ μὲν οὖν Ἥλιος ἐπιμερίζων δηλοῖ τὴν
ἀνατροφὴν αὐτῷ γενέσθαι καλλίστην εἴπερ ἀκάκωτός
ἐστι κατὰ πῆξιν ὁ Ἥλιος, πλὴν κατὰ τὸν πρῶτον καὶ
δεύτερον μῆνα λυπηθήσονται οἱ γονεῖς αὐτοῦ· εἶτα
παρέλθῃ ἡ λύπη αὐτῶν καὶ μετατραπήσεται εἰς εὐφρο-
σύνην καὶ χαράν. εἰ δὲ ἐπιμερίζει ὁ Ἥλιος κατὰ τὴν οἰκείαν
φαρταρίαν, νέου ὄντος τοῦ γεννηθέντος, εὑρήσει παρὰ
ἀρχόντων ἀγαθὰ καὶ κυριεύσει τῶν οἰκείων συγγενῶν
καὶ προστεθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ ἡ εὐφροσύνη·
ἐπιμερίζει δὲ φαρταρικῶς ὁ Ἥλιος ἐν νεότητι ὅτε ἐστὶν
ἡ γέννησις νυκτερινή. εἰ δὲ ἐπιμερίζει ὁ Ἥλιος ἐν τῇ
γεροντικῇ ἡλικίᾳ, εὐφρανθήσεται ἐπὶ συγγενέσι καὶ τέκ-
νοις καὶ τεύξεται ἀξιολόγων εὐτυχιῶν· ἐπιμερίζει δὲ ἐν
τῇ γεροντικῇ ἡλικίᾳ τότε ὁ Ἥλιος ὅτε ἐστὶν ἡμερινὴ ἡ
γέννησις καὶ διέλθωσι τὰ <οε> ἔτη. ὅτε δὲ τύχῃ ὁ Ἥλιος ἐν
τῷ ἰδίῳ οἴκῳ ἢ ἐν ὁρίοις Διὸς ἢ ἐν ὁρίοις Ἀφροδίτης καὶ
δηλοῖ εὐτυχίαν, ὅτε ἐπιμερίζει εἴτε ἐν τῇ νεότητι εἴτε ἐν
4361, 008, 184, 1 τῷ γήρει, δηλοῖ εὐτυχίαν καὶ ὑγείαν καὶ εὐφροσύνην καὶ
δυσχερειῶν ἀπαλλαγήν· καὶ προστεθήσεται ἡ φρόνησις
αὐτοῦ καὶ ἡ ἀξία καὶ συμβούλῳ χρήσονται αὐτῷ οἱ
ἄνθρωποι περὶ τὰς οἰκείας πράξεις καὶ ἔσται εὐπρός-
δεκτος τοῖς λόγοις καὶ διαβήσεται ἡ πρόσταξις αὐτοῦ εἰς
τὴν οἰκείαν πατρίδα καὶ εὐεργετήσει τοὺς συμπολίτας
αὐτοῦ καὶ ἔσται ἐν ἀγαθοῖς καὶ ἐπικτήσεται χρυσὸν καὶ
ἄργυρον καὶ λίθους τιμίους καὶ δῶρα βασιλικά· καὶ ἔνθα
ἂν ὑπάρχῃ διὰ τιμῆς ἀχθήσεται καὶ ἐπιθυμήσουσιν αὐτοῦ
οἱ βασιλεῖς καὶ τῆς ὁμιλίας αὐτοῦ καὶ πολλοὶ τῶν ἀρχόν-
των προσελεύσονται τῇ πύλῃ αὐτοῦ καὶ κυριεύσει ἐγγαίων
καὶ χωρίων καὶ πληθυνθήσονται τὰ δένδρα αὐτοῦ καὶ
τέκνα ἕξει· καὶ εἰ ἔστιν αὐτῷ πατήρ, κἀκεῖνος τεύξεται
ἀγαθῶν. εἰ δὲ ὁ Ἥλιος κατὰ πῆξίν ἐστιν ἐν τῷ ὡρο-
σκόπῳ ἢ ἅμα τῷ κυρίῳ τοῦ ὡροσκόπου ἑῴῳ ὄντι, δηλοῖ
εὐτυχίαν μεγίστην.
Εἶτα παραλαμβάνει ἡ Ἀφροδίτη τὸν ἐπιμερισμὸν ἐν
τῇ τοῦ Ἡλίου φαρταρίᾳ ἔτος ἓν μῆνας <ε> ἡμέρας <δ> ὥρας <>
ἔγγιστα, ὁμοῦ γινόμενα ἔτη δύο μῆνες <ι> ἡμέραι <η> καὶ
ὧραι <ιγ> ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ
προστεθήσεται ὁ ἱματισμὸς αὐτοῦ καὶ τὰ χρήματα καὶ
εἰς λόγους συνελεύσεται περὶ γάμων ἢ καὶ συζευχθήσεται
γυναικί, εἴ γε δὴ ἡ καταρχὴ τοῦ γενεθλίου αὐτοῦ τοιοῦτόν
τι δηλοῖ· ἴσως δὲ καὶ ἀποδημήσει καὶ νόσον κρυφίαν
ἕξει. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, ἀπαλλαγήσεται
λυπηρῶν καὶ πληθυνθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ εὐφραν-
4361, 008, 185, 1 θήσεται ἐπὶ γυναιξὶ καὶ τέκνοις καὶ ἀνακαινίσει οἰκοδο-
μήματα θαυμαστὰ καὶ ἐξωνήσεται προάστεια πολλὰ καὶ
εὐμετάδοτος ἔσται καὶ διὰ δικαιοσύνην τινὰ ἀποδημήσει
καὶ ὁσιότητα καὶ πρὸς θεῖα ἱλαστήρια· ἔν τισι δὲ μορίοις
κρυφίοις τοῦ σώματος ἀρρωστίαν ἕξει. εἰ δὲ ὁ Κρόνος καὶ
ὁ Ἄρης καὶ ὁ Καταβιβάζων ὦσι μετὰ τῆς Ἀφροδίτης ἢ
ἐφορῶσιν αὐτὴν ἀσυμφώνῳ σχήματι, οὐ μόνον ἀφαιρή-
σουσι τὰ τοιαῦτα, ἀλλὰ καὶ μᾶλλον βλάψουσι προφάσει
τῶν τοιούτων.
Εἶτα ἐπιμερίζει ὁ Ἑρμῆς ἐν τῇ τοῦ Ἡλίου φαρταρίᾳ
χρόνον ἕνα μῆνας <ε> ἡμέρας <δ> ὥρας <> ἔγγιστα, ὁμοῦ γινό-
μενα χρόνοι <δ> μῆνες <γ> ἡμέραι <ιβ> ὧραι <κ> ἔγγιστα. καὶ
δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἀπολέσει τινὰ τῶν
χρημάτων αὐτοῦ καὶ βλάψει αὐτόν τις τῶν συγγενῶν
αὐτοῦ καὶ πεσεῖται ἀπὸ ὑψηλοῦ τόπου ἢ ἐγγὺς ἔλθῃ τοῦ
πεσεῖν· ἀλγήσει δὲ καὶ τοὺς ὀφθαλμοὺς καὶ ἀπαλλα-
γήσεται συντόμως τῆς ὀδύνης. εἰ δὲ νυκτερινή ἐστιν ἡ
γέννησις, ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ κατανα-
λώσει πλοῦτον πολὺν καὶ ἔριδας ἕξει καὶ κόποις προστα-
λαιπωρήσει· εἰ δὲ καὶ δημοσιεύσεταί τι, ζημιωθήσεται καὶ
ὀλιγωθήσεται τὸ κέρδος αὐτοῦ καὶ λυπηθήσεται διὰ
4361, 008, 186, 1 πλαστογραφίας καὶ πεσεῖται ἀπό τινος οἰκίας καὶ οὐ
βλαβήσεται καὶ αἱμορροΐδας ἕξει καὶ ἀπαλλαγήσεται ἐξ
αὐτῶν.
Εἶτα ἐπιμερίζει ἡ Σελήνη ἐν τῇ τοῦ Ἡλίου φαρταρίᾳ
ἔτος ἓν μῆνας <ε> ἡμέρας <δ> ὥρας <> ἔγγιστα, ὁμοῦ γινόμενα
ἔτη <ε> μῆνες <η> ἡμέραι <ιζ> ὧραι <γ> ἔγγιστα. ἐν τῷ τοιούτῳ οὖν
ἐπιμερισμῷ μεταχειριεῖται πράξεις βλαβερὰς καὶ ὠφελη-
θήσεται ἐν ἄλλοις καὶ κλαπήσεται καὶ ἀγαπήσει τὸ βλέ-
πειν ὕδατα ἢ διαπλωΐσεται καὶ ἀλγήσει τὴν κεφαλὴν καὶ
τοὺς ὀφθαλμούς. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, ἐπι-
χειρήσει πράγμασιν ἀνοήτοις καὶ ἐπικτήσεται πλοῦτον
καὶ προστεθήσονται αἱ εἴσοδοι αὐτοῦ καὶ ὠφέλειαι καὶ
δωροδοκηθήσεται κρυφίως καὶ θαλάττιος γενήσεται
ἔμπορος καὶ πλοῦτον καταναλώσει ἀξιόλογον καὶ ἄρχου-
σιν ὁμιλήσει καὶ φίλους ἐπικτήσεται καὶ ἀσπάσεται τὸ
ἀνεγεῖραι οἰκοδομήματα, κεφαλαλγία τε αὐτῷ δεινὴ
ἐπιγενήσεται κατὰ τὸ ἔσχατον τοῦ τοιούτου ἐπιμερισμοῦ.
Εἶτα ἐπιμερίζει ὁ Κρόνος ἐν τῇ τοῦ Ἡλίου φαρταρίᾳ
ἔτος ἓν μῆνας <ε> ἡμέρας <δ> ὥρας ἓξ ἔγγιστα, ὁμοῦ γινόμενα
ἔτη <ζ> μῆν εἷς ἡμέραι <κα> ὧραι δέκα ἔγγιστα. καὶ δηλοῖ
λυπηθήσεσθαι τοῦτον ἐν τούτῳ τῷ ἐπιμερισμῷ καὶ βλα-
βήσεσθαι παρὰ τῶν συγγενῶν αὐτοῦ καὶ ἀλγήσειν τὴν
4361, 008, 187, 1 κοιλίαν αὐτοῦ καὶ ἐμπρησθήσεσθαι ἢ ζεματισθήσεσθαι δι'
ὕδατος θερμοτάτου· ἀλγήσει τε τοὺς ὀφθαλμοὺς καὶ ἀπαλ-
λαγήσεται τῆς ὀδύνης καὶ μακρὰν ἀποδημήσει ἀποδημίαν
καὶ δι' ὕδατος βλαβήσεται. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις,
λυπηθήσεται καὶ ὑπόχυσιν ἕξει περὶ τοὺς ὀφθαλμοὺς καὶ
ἀλγήσει τὴν κοιλίαν καὶ διὰ θαλάσσης ἐμπορεύσεται καὶ
δι' ὕδατος βλαβήσεται ὡσαύτως καὶ διὰ πυρὸς ἢ ζέοντος
ὕδατος διὰ τὴν φύσιν τοῦ Ἡλίου καὶ τοῦ Κρόνου.
Εἶτα ἐπιμερίζει ὁ Ζεὺς ἐν τῇ φαρταρίᾳ τοῦ Ἡλίου ἔτος
<α> μῆνας <ε> ἡμέρας <δ> ὥρας <> ἔγγιστα, ὁμοῦ ἔτη <η> μῆνες <>
ἡμέραι <κε> ὧραι <ιζ> ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ
ἐπιμερισμῷ προστεθήσονται τὰ χρήματα αὐτοῦ καὶ τὰ
κειμήλια καὶ ὠφεληθήσεται διὰ τῶν γονέων αὐτοῦ, πλὴν
πεσεῖται ἀπὸ τόπου ὑψηλοῦ. εἰ δὲ νυκτερινή ἐστιν ἡ
γέννησις, προστεθήσεται ἡ ἀξία αὐτοῦ καὶ ἡ δόξα καὶ
ἡ εὐτυχία καὶ ἄρξει τῶν ὁμοίων αὐτῷ κατὰ τὴν τύχην·
ἐπιχειρήσει δὲ καὶ κτίσμασι καὶ προστεθήσεται ὁ πλοῦ-
τος αὐτοῦ καὶ εὑρήσει θησαυρὸν ἢ κερδήσει πλοῦτον
πολὺν χωρὶς κόπου καὶ καθυπερτερήσει τῶν ἐχθρῶν
αὐτοῦ, πλὴν πρὸς τῷ τέλει τοῦ ἐπιμερισμοῦ τούτου
πεσεῖται ἀπό τινος οἰκίας ἢ ἀπὸ ὑποζυγίου.
Εἶτα ἐπιμερίζει ὁ Ἄρης ἐν τῇ φαρταρίᾳ τοῦ Ἡλίου
ἔτος <α> μῆνας <ε> ἡμέρας <δ> ὥρας <> ἔγγιστα, ὁμοῦ ἔτη <ι>. καὶ
δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ μεταστήσεται ἀπὸ
4361, 008, 188, 1 διαθέσεως εἰς διάθεσιν καὶ ἀποδημήσει· ἴσως δὲ καὶ
γυναικὶ συζευχθήσεται· ὑποστήσεται δὲ καὶ δεινὰ διὰ
δῆγμα ἰοβόλου ἢ πτῶσιν ἢ δαρμὸν καὶ ῥύσις αἵματος ἐξ
αὐτοῦ γενήσεται· καὶ ταῦτα ἐν τῇ πρώτῃ τετραμήνῳ.
εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, ἀπό τινος ἔργου μετα-
τεθήσεται ἐφ' ἕτερον καὶ ἀποδημήσει καὶ κόπον ὑποστή-
σεται πολὺν καὶ ἀγωνισθήσεται ἐπὶ γυναικῶν συνουσίαις
καὶ ἐπὶ πορνείαις δι' ἃς καὶ ὑποστήσεται δεινά· ἀδικήσει
δὲ καί τινας καὶ βλαβήσεται παρ' αὐτῶν· ἅψεται δὲ καὶ
τοῦ σώματος αὐτοῦ σίδηρος· δηχθήσεται δὲ καὶ ὑπὸ κυνὸς
καὶ νοσήσει ἡμέρας <ια>· καὶ ὁσάκις κακωθῶσιν ὁ Ἄρης καὶ
ὁ Ἥλιος, τοσαυτάκις ἐκεῖνος βλαβήσεται.
4361, 008, 188, 13, t
%Δεύτερον&. Περὶ τῆς φαρταρίας τῆς Ἀφροδίτησ
4361, 008, 188, 14 Ἡ δὲ Ἀφροδίτη κυβερνᾷ διὰ τῆς οἰκείας φαρταρίας ἔτη
<η>, ἐξ ὧν αὐτὴ ἐπιμερίζει τὸ ζ ἤτοι ἔτος ἓν μῆνα ἕνα
ἡμέρας <κ>%<α>& ὥρας <ι> ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ
ἐπιμερισμῷ εὐφρανθήσεται ὁ γεννηθεὶς καὶ χαρήσεται καὶ
ὠφεληθήσεται· ἴσως δὲ καὶ γυναικὶ συζευχθήσεται. εἰ
δὲ νυκτερινή ἐστιν ἡ γέννησις, χαρήσεται ἐν τῷ τοιούτῳ
ἐπιμερισμῷ καὶ εὐφρανθήσεται ἐπὶ διαφόροις πράγμασι
καὶ ἐπὶ τῇ ἰδίᾳ γυναικὶ ἢ συζευχθήσεται ἀλλοτρίᾳ γυναικὶ
4361, 008, 189, 1 καὶ γεννηθήσεται αὐτῷ παιδίον εὐτυχὲς καὶ γάμῳ συν-
άψει υἱοὺς αὐτοῦ καὶ θυγατέρας καὶ ἐπιχειρήσει κτίσμασι
καὶ δένδρων φυτείαις καὶ ἐπὶ τοσοῦτον δαψιλευθήσεται ὁ
πλοῦτος αὐτοῦ ὥστε καὶ κειμήλια ἀποθεῖναι·
ἐπικτήσεται δὲ καὶ φίλων τῶν ἐν ἀξίαις καὶ πρᾶξιν
μεγίστην ἐγχειρισθήσεται καὶ βασιλεῖς αὐτῷ ἱματισμὸν
δωρήσονται. ὡς δέ φησιν ὁ Ἑρμῆς, [ὡσ] πέντε μῆνες τοῦ
τοιούτου ἐπιμερισμοῦ καὶ <κε> ἡμέραι κρείττονές εἰσι τῶν
λοιπῶν.
Εἶτα ἐπιμερίζει ὁ Ἑρμῆς ἐν τῇ φαρταρίᾳ τῆς Ἀφροδίτης
ἔτος ἓν μῆνα ἕνα ἡμέρας <κ>%<α>& ὥρας <ι> ἔγγιστα, ὁμοῦ ἔτη
<β> μῆνες τρεῖς ἡμέραι <ιβ> ὧραι <κ> ἔγγιστα. καὶ δηλοῖ ὡς
ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ κλαπήσεται καὶ ἀπολέσει
περιουσίαν καὶ βλαβήσεται καὶ νοσήσει καὶ ἀπὸ τόπου εἰς
τόπον μεταβήσεται. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις,
πολλὰ ἀναλώσει τῶν ἐπικτηθέντων καὶ ἡττηθήσεται
παρὰ τῶν ἐχθρῶν αὐτοῦ καὶ φεύξεται ἐξ αὐτῶν καὶ τοσοῦ-
τον λυπηθήσεται ὥστε βρωτῶν ἀποσχέσθαι καὶ ποτῶν·
ἐπισυμβήσεται δὲ καὶ αὐτῷ νόσος ἀπὸ φαρμάκου πόσεως
ἢ ἀπὸ χρήσεώς τινος τῶν ἐδεσμάτων.
Εἶτα ἐπιμερίζει ἡ Σελήνη ἐν τῇ φαρταρίᾳ τῆς Ἀφρο-
δίτης ἔτος ἓν μῆνα ἕνα ἡμέρας <κ>%<α>& ὥρας <ι> ἔγγιστα, ὁμοῦ
γινόμενα ἔτη τρία μῆνες <ε> ἡμέραι <δ> ὧραι <ζ> ἔγγιστα. καὶ
δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ εὖ ἕξει τὰ κατ' αὐτὸν
καὶ ὁμιλήσει τισὶν ἄρχουσιν· ἴσως δὲ καὶ γυναικὶ συζευ-
χθήσεται. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, δηλοῖ ὡς
4361, 008, 190, 1 ἀπαλλαγήσεται συμφορῶν καὶ ἐπὶ εὐτυχίᾳ ῥέψει τὰ κατ'
αὐτὸν καὶ πρὸς πύλας βαδίσει κρειττόνων καὶ τιμηθήσεται
παρὰ ἀρχόντων καὶ ἄρξει τῶν συγγενῶν καὶ ἐπισυνάξει
πλοῦτον ἱκανόν· εἰ δὲ οὐκ ἔχει γυναῖκα, λήψεται.
Εἶτα ἐπιμερίζει ὁ Κρόνος ἐν τῇ φαρταρίᾳ τῆς Ἀφρο-
δίτης ἔτος ἓν μῆνα ἕνα ἡμέρας <κ>%<α>& ὥρας <ι> ἔγγιστα, ὁμοῦ
γινόμενα ἔτη <δ> μῆνες <> ἡμέραι <κε> ὧραι <ιζ> ἔγγιστα. καὶ
δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἔσται πολύκοπος καὶ
προσπαλαίσει ταλαιπωρίαις καὶ βλάψει τινὰ τῶν γυναι-
κῶν καὶ ὑπὸ γυναικῶν βλαβήσεται. εἰ δὲ νυκτερινή ἐστιν ἡ
γέννησις, πληθυνθήσονται αἱ φροντίδες αὐτοῦ καὶ οἱ κόποι
καὶ σύγχυσιν ἕξει ὁ βίος αὐτοῦ καὶ οὐκ ὠφεληθήσεται
δι' ὧν πράξει· προσκαλέσεται δὲ καὶ τοὺς οἰκείους ἐπὶ
τροφῇ καὶ πότῳ καὶ λυπηθήσεται ἐπ' αὐτοῖς καὶ τελευ-
τήσει ἡ τούτου γυνὴ ἢ μάχαν ἕξει πρὸς αὐτήν· ἴσως δὲ
καὶ ἐκτρώσει ἡ γυνὴ αὐτοῦ εἰ ἔστι ἔγγυος καὶ συμμιγή-
σεται γυναικὶ πόρνῃ ἢ παιδίσκῃ καὶ βλάψει παῖδα αὐτοῦ
ἢ παῖδα ἑτέρου.
Εἶτα ἐπιμερίζει ὁ Ζεὺς ἐν τῇ φαρταρίᾳ τῆς Ἀφροδίτης
ἔτος ἓν μῆνα ἕνα ἡμέρας <κ>%<α>& ὥρας <ι> ἔγγιστα, ὁμοῦ ἔτη
<ε> μῆνες <η> ἡμέραι <ιζ> ὧραι τρεῖς ἔγγιστα. καὶ δηλοῖ ὡς
ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ εὖ ἕξει τὰ κατ' αὐτὸν καὶ
εὐτυχήσει ὁ πατὴρ αὐτοῦ καὶ προστεθήσεται ὁ πλοῦτος
αὐτοῦ· εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, ἀπαλλαγήσεται
συμφορῶν ὁ γεννηθεὶς καὶ ἐπαινεθήσεται παρὰ πολλῶν
καὶ προστεθήσεται ἡ ἀκίνητος αὐτοῦ περιουσία· εἰ δὲ ἡ
καταρχὴ τοῦ γενεθλίου αὐτοῦ δηλοῖ εὐτυχίαν, ἐπὶ μέγα
δόξης καταντήσει· εἰ δὲ ἡ Ἀφροδίτη ἐστὶν ἅμα τῷ Ἀνα-
4361, 008, 191, 1 βιβάζοντι ἢ τῷ Διῒ ἐπίκεντρος, κυριεύσει πολλῶν διά τε
γῆς καὶ θαλάσσης.
Εἶτα ἐπιμερίζει ὁ Ἄρης ἐν τῇ φαρταρίᾳ τῆς Ἀφροδίτης
ἔτος ἓν μῆνα ἕνα ἡμέρας <κ>%<α>& ὥρας <ι> ἔγγιστα, ὁμοῦ ἔτη <>
μῆνες <ι> ἡμέραι <η> ὧραι <ιγ> ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ
τοιούτῳ ἐπιμερισμῷ κοπιάσει πολλάκις καὶ βλάψει τοὺς
ἀδελφοὺς αὐτοῦ· ἴσως δὲ καὶ γάμῳ συνελεύσεται. εἰ δὲ
νυκτερινή ἐστιν ἡ γέννησις, πολύμοχθος ἔσται καὶ πολύ-
κοπος καὶ ἀδικήσει τινὰς καὶ βλαβήσονται οἱ τούτου ἀδελ-
φοὶ καὶ γάμῳ συνελεύσεται πρός τι πρόσωπον ἀρχοντικόν.
Εἶτα ἐπιμερίζει ὁ Ἥλιος ἐν τῇ φαρταρίᾳ τῆς Ἀφρο-
δίτης ἔτος ἓν μῆνα ἕνα ἡμέρας <κ>%<α>& ὥρας <ι> ἔγγιστα, ὁμοῦ
ἔτη <η>. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἀρρωστή-
σει δεινῶς καὶ συναφθήσεταί τισιν ὑπερέχουσιν καὶ
προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ὁ πλοῦτος καὶ προς-
δέξεται γυναῖκα πεπαιδευμένην. εἰ δὲ νυκτερινή ἐστιν ἡ
γέννησις, νόσῳ περιπεσεῖται δεινῇ καὶ ἀνακλιθήσεται ταύ-
της καὶ προστεθήσονται οἱ δοῦλοι αὐτοῦ καὶ αἱ δοῦλαι καὶ
κόσμον ἀμφιάσεται βασιλικὸν καὶ συναυλισθήσεται βασι-
λεῦσι καὶ κυριεύσει τῶν ἐχθρῶν αὐτοῦ καὶ συζευ-
χθήσεται γυναικὶ συνετωτάτῃ ἢ νοταρίᾳ. εἰ δὲ ἡ Ἀφρο-
δίτη ἢ ὁ Ἥλιος ἔχει τὴν χρονοκρατορίαν καὶ εἴσιν ἀκάκω-
τοι, ἐπὶ μέγα δόξης ἀφίξεται· εἰ δὲ ἡ Ἀφροδίτη καλῶς
διάκειται, πληθυνθήσονται αἱ ὠφέλειαι αὐτοῦ καὶ συν-
ομιλήσει βασιλεῦσιν.
4361, 008, 192, 1, t
%Τρίτον&. Περὶ τῆς φαρταρίας τοῦ Ἑρμοῦ.
4361, 008, 192, 2 Τοῦ δὲ Ἑρμοῦ ἡ φαρταρία ἐστὶν ἔτη <ιγ> μετὰ τὴν τῆς
Ἀφροδίτης· διέπει δὲ αὐτὸς καὶ τὸ πρῶτον ἕβδομον
μέρος, ἤγουν ἔτος ἓν μῆνας <ι> ἡμέρας <η> ὥρας <ιγ> ἔγγιστα.
καὶ δηλοῖ ὡς ὁ γεννηθεὶς ἐν τῷ πρώτῳ ἡμίσει μέρει τεύξε-
ται ἀγαθῶν, ἐν δὲ τῷ ἐσχάτῳ περιπεσεῖται κακοῖς καὶ
ἀποδημήσει ἀπὸ χώρας εἰς χώραν καὶ πάντα ὅσα ἂν ποιῇ
οὐ κατευοδωθήσεται· τελευτήσει δὲ καί τις τῶν οἰκείων
αὐτοῦ ἀνθρώπων ἢ ἀλόγων καὶ νοσήσει νόσον ἐν ᾗ οὐκ
ὠφεληθήσεται διὰ φαρμάκων ἰατρικῶν. εἰ δὲ ὁ Κρόνος
κεκακωμένος ὢν ἐφορᾷ αὐτόν, δέος μή ποτε τελευτήσῃ· εἰ
δὲ ὁ Ἑρμῆς ἀκάκωτός ἐστιν, ἀφαιρεῖται τὰ δεινά.
Εἶτα ἐπιμερίζει ἡ Σελήνη ἐν τῇ τοῦ Ἑρμοῦ φαρταρίᾳ
ἔτος ἓν μῆνας <ι> ἡμέρας <η> ὥρας <ιγ> ἔγγιστα, ὁμοῦ ἔτη <γ>
μῆνες <η> ἡμέραι <ιζ> ὧραι <γ> ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ
τοιούτῳ ἐπιμερισμῷ ἔσται τεταραγμένος κατὰ τὸν βίον,
μὴ ἐνηδυνόμενος βρώσει ἢ πόσει, ἀλλ' ἑαυτὸν παρεμ-
πλέκων δεινοῖς· εἰ δὲ καὶ δοῦλον ἀγοράσει, φεύξεται· καὶ
εἰ ἐμπορεύσεται, ζημιωθήσεται· εἰ δὲ καὶ ἄρξεται κτίζειν,
οὐ τελειώσει τὸ κτίσμα αὐτοῦ· εἰ δὲ γυναῖκα ἔχει, ἀπο-
βαλεῖται αὐτὴν ἢ διαφορὰς ἕξει μετ' αὐτῆς· εἰ δὲ γυναῖκα
οὐκ ἔχει, ζητήσει καὶ οὐδὲν ἀνύσει· καὶ νόσον νοσήσει
καὶ πεσεῖται ἀπὸ οἰκίας ἢ ἀπὸ ἀλόγου καὶ μέχρι θανάτου
ἐγγίσει.
Εἶτα ἐπιμερίζει ὁ Κρόνος ἐν τῇ τοῦ Ἑρμοῦ φαρταρίᾳ
ἔτος <α> μῆνας <ι> ἡμέρας <η> ὥρας <ιγ> ἔγγιστα, ὁμοῦ ἔτη <ε>
4361, 008, 193, 1 μῆνες <> ἡμέραι <κε> ὧραι <ιζ> ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ
τοιούτῳ ἐπιμερισμῷ προστεθήσονται οἱ φίλοι αὐτοῦ
καὶ ὁ πλοῦτος καὶ εὐμετάδοτος ἔσται καὶ πλοῦτον ἀπο-
βαλεῖται ἱκανὸν καὶ νοσήσει ἡ γυνὴ αὐτοῦ νόσον δεινὴν
ἢ τελευτήσει καὶ λυπηθήσεται ἐπ' αὐτῇ καὶ ἀποδημήσει
καὶ ἐν τῇ ἀποδημίᾳ αὐτοῦ κόπον ὑποστήσεται.
Εἶτα ἐπιμερίζει ὁ Ζεὺς ἐν τῇ τοῦ Ἑρμοῦ φαρταρίᾳ
ἔτος <α> μῆνας <ι> ἡμέρας <η> ὥρας <ιγ> ἔγγιστα, ὁμοῦ ἔτη <ζ>
μῆνες <ε> ἡμέραι <δ> ὧραι <ζ> ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοι-
ούτῳ ἐπιμερισμῷ πλοῦτον κερδήσει ἀπὸ διαφόρων πόρων
καὶ ἐπισυνάξει χρυσὸν καὶ ἄργυρον καὶ ἐξοδιάσει πάμ-
πολλα καὶ πρὸς μεγάλα πρόσωπα ἐναντιωθήσεται καὶ
παρ' αὐτῶν βλαβήσεται καί τινες εὐτελεῖς φιλονεικήσουσιν
αὐτῷ· ὕστερον δὲ τῶν τοιούτων ἀπαλλαγάς, ἐγχειρισθή-
σεται πρᾶξιν λαμπρὰν καὶ οἰκοδομήσει οἴκημα περιφανές·
ψεύδει τε χρήσεται καὶ τοῖς ψευδομένοις φιλιωθήσεται.
Εἶτα ἐπιμερίζει ὁ Ἄρης ἐν τῇ τοῦ Ἑρμοῦ φαρταρίᾳ ἔτος
ἓν μῆνας <ι> ἡμέρας <η> ὥρας <ιγ> ἔγγιστα, ὁμοῦ γινόμενα ἔτη
<θ> μῆνες τρεῖς ἡμέραι <ιβ> ὧραι <κ> ἔγγιστα. καὶ δηλοῖ ὡς
ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἀντιταχθήσεται τοῖς ὑποδεε-
στέροις αὐτοῦ καὶ καταφεύξεται πρός τινα πρόσωπα
ἀξιόλογα καὶ ἀπὸ συμπτώματος περιπεσεῖται εἰς σύμ-
πτωμα καὶ ἐκφεύξεται ἐκ τούτου καὶ κατακυριεύσει τῶν
ἐχθρῶν αὐτοῦ καὶ ἀποδημίαν λυπηρὰν ποιήσει· εἰ δὲ
καὶ πραγματευθήσεται, ζημιωθήσεται· εἰ δὲ καὶ κοινω-
νίας συστήσεται πρός τινα, παραμεθήσεται καὶ διὰ πυρὸς
4361, 008, 194, 1 βλαβήσεται καὶ πεσεῖται ἀπὸ ὑψηλοῦ τόπου ἢ ἐγγίσει τῷ
πεσεῖν καὶ νοσήσει νόσον δεινὴν ἐν ᾗ βλαβήσεται ἡ
κεφαλὴ αὐτοῦ πλὴν ὑγιανεῖ· εἰ δὲ καὶ γάμῳ συνέλθῃ,
τελευτήσει ἡ γυνὴ αὐτοῦ ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ ἡ μήτηρ
αὐτοῦ τελευτήσει· ἀποκλεισθήσεται δὲ καὶ ὁ πατὴρ αὐτοῦ
καὶ πάθεσι δεινοῖς περιπεσοῦνται οἱ γονεῖς αὐτοῦ.
Εἶτα ἐπιμερίζει ὁ Ἥλιος ἐν τῇ τοῦ Ἑρμοῦ φαρταρίᾳ ἔτος
ἓν μῆνας <ι> ἡμέρας <η> ὥρας <ιγ> ἔγγιστα, ὁμοῦ ἔτη <ια> μὴν εἷς
ἡμέραι <κ>%<α>& ὧραι <ι> ἔγγιστα. ἔσται οὖν ἐν τῇ τοιαύτῃ φαρ-
ταρίᾳ εὐφρόσυνος καὶ ἱλαρὸς καὶ ὁσημέραι προκόπτων καὶ
πληθυνθήσονται οἱ δουλεύοντες αὐτοῦ καὶ προσλήψεται
νοτάριον καὶ ἐπισκεπτίτην καὶ παρὰ βασιλέων πορίσεται
πλοῦτον, ἔτι δὲ καὶ παρ' ἑτέρων προσώπων· εὐεργετήσει δὲ
καὶ τοὺς ἐν τῇ οἰκίᾳ αὐτοῦ καὶ πάντας τοὺς συνομιλοῦντας
αὐτῷ καί τις τῶν ἀδελφῶν αὐτοῦ τελευτήσει· ἴσως δὲ καὶ
συνουσιάσει τῇ γυναικὶ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ τῇ γυναικὶ
τοῦ πατρὸς αὐτοῦ.
Εἶτα ἐπιμερίζει ἡ Ἀφροδίτη ἐν τῇ τοῦ Ἑρμοῦ φαρταρίᾳ
ἔτος ἓν μῆνας <ι> ἡμέρας <η> ὥρας <ιγ> ἔγγιστα, ὁμοῦ
ἔτη <ιγ>. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἔχθρας
ἕξει πρός τινας καὶ γυναιξὶ φιλιωθήσεται καὶ ἐπ' αὐταῖς
εὐφρανθήσεται καὶ ὁμοιωθήσεται αὐταῖς κατά τε τὸν
ἱματισμὸν καὶ τῶν μύρων τὴν χρίσιν· συλλήψεται δὲ ἡ
τούτου γυνὴ καὶ ἐκτρώσει· εἰ δὲ ἤδη παρῆλθε τὸν καιρὸν
τῆς συλλήψεως, τελευτήσει υἱὸς αὐτῆς· εἰ δὲ μήτε υἱὸν
ἔχει, ὄψεται θάνατόν τινος τῶν ἐν τάξει υἱοῦ.
4361, 008, 195, 1, t
%Τέταρτον&. Περὶ τῆς φαρταρίας τῆς
Σελήνησ
4361, 008, 195, 3 Τῆς Σελήνης ἡ φαρταρία ἐστὶ <θ>· ἐπιμερίζει δὲ τὸ
ἕβδομον μέρος αὕτη ἤτοι ἔτος <α> μῆνας <γ> ἡμέρας <ιβ> ὥρας
<κ> ἔγγιστα. καὶ δηλοῖ ὡς παλίμβολος ἔσται ἔν τε τῇ
χαρᾷ καὶ τῇ λύπῃ καὶ τῷ πλούτῳ καὶ τῇ πενίᾳ καὶ ἔριδας
ἕξει πρὸς τὴν ἰδίαν γυναῖκα καὶ ἀποδημήσει καὶ δεσμη-
θήσεται· εἶτα αἰφνιδίως ἐπὶ κλέος καὶ δόξαν ἁρπασθήσε-
ται ἐν ᾗ ἐπικτήσεται πλοῦτον ἀξιόλογον· εἶτα πάλιν
μετὰ μικρὸν ἀθρόον τῆς δόξης ἐκείνης ἐκπεσεῖται καὶ
πάλιν πρὸς αὐτὴν ἐπανακάμψει· καὶ πρὸς τῷ τέλει τού-
του τοῦ ἐπιμερισμοῦ σύμπτωμα ὑποστήσεται ἀπὸ σιδήρου
ἢ σπάθης ἢ ἀποκλεισθήσεται. εἰ δὲ νυκτερινή ἐστιν ἡ
γέννησις καὶ ὑπάρχει κεκακωμένη ἡ Σελήνη, ὑποστήσεται
νόσον καὶ ἐπηρείας· εἰ δὲ ἀκάκωτος, εὐεξίαν ἕξει καὶ
ἀγαπηθήσεται παρὰ τῶν γονέων αὐτοῦ καὶ ὠφεληθήσεται.
Εἶτα ἐπιμερίζει ὁ Κρόνος ἐν τῇ φαρταρίᾳ τῆς Σελήνης
ἔτος ἓν μῆνας <γ> ἡμέρας <ιβ> ὥρας <κ> ἔγγιστα, ὁμοῦ ἔτη <β>
μῆνες <> ἡμέραι <κε> ὧραι <ιζ> ἔγγιστα. καὶ ἐν τούτῳ τῷ
ἐπιμερισμῷ ἔριδας ἕξει πρὸς τοὺς βασιλεῖς καὶ ὅσα λέξει
ὡς ψευδῆ λογισθήσονται καὶ βλαβήσεται παρὰ τῶν δούλων
αὐτοῦ καὶ φεύξονται ἐξ αὐτοῦ καὶ τὰ ζῷα αὐτοῦ ἀπολοῦν-
ται καὶ ἐξοδιάσει πλοῦτον πολὺν καὶ ἀρρωστήσει καὶ
βλαβήσεται ἐκ πυρὸς ἢ θερμότητος ἢ τομῆς σιδήρου ἐκ
4361, 008, 196, 1 τρίτου, εἶτα σωθήσεται· εἰ δὲ καὶ ἔγγυός ἐστιν ἡ τούτου
γυνή, ἐκτρώσει. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, ἀρρω-
στήσει ἀπὸ θερμότητος καὶ βλαβήσεται ἀπὸ πυρὸς ἢ ὕδατος
ζέοντος καὶ διὰ σιδήρου ἰατρευθήσεται καὶ μεταστήσεται
ἀπὸ τόπου εἰς τόπον καὶ ἐν τῇ ἀποδημίᾳ βλαβήσεται καὶ
κλοπὴν ὑποστήσεται καὶ παρ' ἑνὸς τῶν ὑπουργῶν αὐτοῦ
βλαβήσεται καί τι τῶν κειμηλίων αὐτοῦ κλαπήσεται.
Εἶτα ἐπιμερίζει ὁ Ζεὺς ἐν τῇ τῆς Σελήνης φαρταρίᾳ ἔτος
ἓν μῆνας <γ> ἡμέρας <ιβ> ὥρας <κ> ἔγγιστα, ὁμοῦ ἔτη <γ> μῆνες
<ι> ἡμέραι <η> ὧραι <ιγ> ἔγγιστα. ἐν τούτῳ δὴ τῷ ἐπιμερισμῷ
ἐγχειρισθήσεται πρᾶξιν μεγάλην καὶ ὑψωθήσεται τὸ ὄνομα
αὐτοῦ καὶ κερδήσει ἀπὸ τῆς πράξεως αὐτοῦ πλοῦτον ἀξιό-
λογον καὶ καθυπερτερήσει τῶν ἐχθρῶν αὐτοῦ καὶ ὠφελη-
θήσεται ἀπὸ γῆς πορρωτάτης καὶ ἀπὸ κτημάτων πεδι-
νῶν τε καὶ ὀρεινῶν καὶ φυτεύσει φυτὰ καὶ δούλους καὶ
δούλας ἀγοράσει. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, προς-
τεθήσεται ὁ ἱματισμὸς αὐτοῦ καὶ ὑπηρετήσει τινί.
Εἶτα ἐπιμερίζει ὁ Ἄρης ἐν τῇ τῆς Σελήνης φαρταρίᾳ ἔτος
ἓν μῆνας <γ> ἡμέρας <ιβ> ὥρας <κ> ἔγγιστα, ὁμοῦ ἔτη <ε> μὴν
εἷς ἡμέραι <κ>%<α>& ὧραι <ι> ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ
τοιούτῳ ἐπιμερισμῷ λυπηθήσεται κατὰ πολὺ καὶ δεινοῖς
περιπλακήσεται καὶ ἀπολέσει τινὰ τῆς κτήσεως αὐτοῦ
καὶ ζημιωθήσεται μεγάλας ζημίας δι' ἃς καὶ βασανι-
σθήσεται· εἰ δὲ καὶ ἀποδημήσει, ὀφεόδηκτος γενήσεται ἢ
ἐν πλοίῳ βλαβήσεται ἢ ἐκ πυρὸς ἢ ὕδατος καὶ ἐγγίσει
θανάτῳ καὶ βλαβήσεται τοὺς ὀφθαλμοὺς καὶ ἐν τοῖς
4361, 008, 197, 1 αἰδοίοις ἄλγημα ἕξει· εἰ δὲ ἐπιβλέψει καὶ ὁ Ἄρης, πλείονα
ἔσται τὰ δεινά. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις,
ἀρρωστήσει δεινῶς τούς τε ὀφθαλμοὺς καὶ τὴν κοιλίαν·
ἴσως δὲ καὶ δηχθήσεται παρὰ ζῴου ἢ ἀπὸ πυρὸς ἢ
ὕδατος βλαβήσεται καὶ κλοπὴν ὑποστήσεται καὶ βλα-
βήσεται παρά τινος τῶν ὑπηρετούντων αὐτῷ.
Εἶτα ἐπιμερίζει ὁ Ἥλιος ἐν τῇ φαρταρίᾳ τῆς Σελήνης
ἔτος ἓν μῆνας <γ> ἡμέρας <ιβ> ὥρας <κ> ἔγγιστα, ὁμοῦ ἔτη <>
μῆνες <ε> ἡμέραι <δ> ὧραι <> ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ
τοιούτῳ ἐπιμερισμῷ εὐεργετήσει πολλοὺς καὶ διανέμει τὸν
ἴδιον πλοῦτον πρός τινας ξένους καὶ ἀλλοδαποὺς καὶ εὐ-
φρανθήσεται ἐπὶ τοῖς ἔργοις αὐτοῦ καὶ ἄρξει τινῶν καὶ ἢ
αὐτὸς ἀρρωστήσει ἢ ἡ γυνὴ αὐτοῦ· τῆς δὲ ἀρρωστίας
ἀπαλλαγήσεται δι' ἡμερῶν <λ>· εἰ δὲ ἔγγυός ἐστιν ἡ γυνὴ
αὐτοῦ, ἐκτρώσει καὶ μετὰ τοῦτο συλλήψεται. εἰ δὲ νυκ-
τερινή ἐστιν ἡ γέννησις, νοσήσει καὶ τόπον ἐκ τόπου
ἀμείψεται καὶ προστεθήσεται ἡ τούτου παίδευσις.
Εἶτα ἐπιμερίζει ἡ Ἀφροδίτη ἐν τῇ φαρταρίᾳ τῆς Σελήνης
ἔτος <α> μῆνας <γ> ἡμέρας <ιβ> ὥρας <κ> ἔγγιστα, ὁμοῦ ἔτη <ζ>
μῆνες ὀκτὼ ἡμέραι <ιζ> ὧραι <γ> ἔγγιστα. ἐν τῷ τοιούτῳ οὖν
ἐπιμερισμῷ χρήσεται μελῳδίαις καὶ παιδιαῖς καὶ συνου-
σίαις καί τινες οὐδένες περικυκλώσουσιν αὐτὸν καὶ ἐπαι-
νέσουσιν καὶ ἐν τῇ ἀρχῇ τούτου τοῦ ἐπιμερισμοῦ εὐφραν-
θήσεται ἐπὶ δούλοις καὶ προστεθήσεται ἡ δόξα αὐτοῦ.
Εἶτα ἐπιμερίζει ὁ Ἑρμῆς ἐν τῇ φαρταρίᾳ τῆς Σελήνης
ἔτος ἓν μῆνας <γ> ἡμέρας <ιβ> ὥρας <κ> ἔγγιστα, ὁμοῦ γινόμενα
4361, 008, 198, 1 ἔτη <θ>. καὶ ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ πράξει τρὶς καὶ
διαδεχθήσεται τρὶς καὶ ἔριδας ἕξει πρός τινας καὶ ψεύ-
σεται κατά τινων καὶ δόλοις χρήσεται ἀφανέσιν καὶ ἐξ-
οδιάσει πλοῦτον ἀξιόλογον καὶ φοβηθήσεται ἀπὸ ὕδατος
ἢ πυρός· δεῖ γὰρ ἐν τῇ ἀρχῇ τοῦ ἐπιμερισμοῦ παρατηρεῖ-
σθαι ἀπὸ τῶν τοιούτων ἡμέρας <ιζ>· ἀρρωστήσει δὲ καὶ
τέκνον αὐτοῦ ἀπὸ μελαίνης χολῆς. εἰ δὲ νυκτερινή ἐστιν
ἡ γέννησις, κατηγορηθήσεται καὶ τυφθήσεται καὶ βλαβή-
σεται παρὰ ὕδατος ἢ πυρὸς καὶ κλαπήσεται.
4361, 008, 198, 10, t
%Πέμπτον&. Περὶ τῆς τοῦ Κρόνου φαρταρίασ
4361, 008, 198, 11 Τοῦ δὲ Κρόνου ἡ φαρταρία ἐστὶν ἔτη <ια>· ἐπιμερίζει
δὲ οὗτος κατ' ἀρχὰς τὸ ἕβδομον τούτων, ἔτος ἓν μῆνας <>
ἡμέρας <κε> ὥρας <ιζ> ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ
ἐπιμερισμῷ πράξει τι ἐφ' ᾧ μεμφθήσεται καὶ μωρὸς λογι-
σθήσεται· φιλονεικήσει τε ματαίως καὶ μῶμον ὑποστήσε-
ται διὰ θηλεῖα τέκνα καὶ λυπηθήσεται ἐπ' αὐτοῖς καὶ ἡ
ἔξοδος αὐτοῦ πλείων ἔσται τῆς εἰσόδου καὶ ὀλιγωθήσεται
ὁ πλοῦτος αὐτοῦ καὶ βλαβήσεται ἡ δόξα αὐτοῦ καὶ ἀρρω-
στήσει δεινῶς· εἰ δὲ ἐφορᾶται παρὰ τοῦ Ἄρεως, καὶ πυρὸς
βλάβην ὑποστήσεται ἢ τομὴν σιδήρου. εἰ δὲ νυκτερινή
ἐστιν ἡ γέννησις, ὠφεληθήσεται διά τινων προφάσεων ἢ
λυπηθήσεται ἐπὶ διαφόροις πράγμασι καί τις τῶν συγγε-
νῶν αὐτοῦ τεθνήξεται καὶ κατακυριεύσει αὐτοῦ ἡ μωρία
καὶ ἡ ληθιότης καὶ ἡ ἀργία.
4361, 008, 199, 1 Εἶτα ἐπιμερίζει ὁ Ζεὺς ἐν τῇ φαρταρίᾳ τοῦ Κρόνου
ἔτος ἓν μῆνας <> ἡμέρας <κε> ὥρας <ιζ> ἔγγιστα, ὁμοῦ ἔτη <γ>
μὴν εἷς ἡμέραι <κα> ὧραι <ι> ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ
τοιούτῳ ἐπιμερισμῷ τιμηθήσεται παρὰ βασιλέων καὶ
ὠφεληθήσεται καὶ ἀπὸ δόξης εἰς δόξαν μεταβήσεται καὶ
πρὸς τέλος τοῦ ἐπιμερισμοῦ ἀποδημήσει καὶ ἀρρωστήσει.
εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, ὠφεληθήσεται διά τινων
προφάσεων καὶ γνωρίσει τινὰς δι' ὧν ὠφεληθήσεται καὶ
ἀρρωστήσει καὶ προστεθήσονται οἱ δοῦλοι αὐτοῦ καὶ αἱ
δοῦλαι ἢ γυναῖκα λήψεται.
Εἶτα ἐπιμερίζει ὁ Ἄρης ἐν τῇ φαρταρίᾳ τοῦ Κρόνου
ἔτος ἓν μῆνας <> ἡμέρας <κε> ὥρας <ιζ> ἔγγιστα, ὁμοῦ ἔτη <δ>
μῆνες <η> ἡμέραι <ιζ> ὧραι <γ> ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ
τοιούτῳ ἐπιμερισμῷ κακῶς ἕξει τὰ κατ' αὐτὸν καὶ ἀνάγ-
κας ὑποστήσεται· ἴσως δὲ καὶ πεσεῖται ἀπὸ οἰκίας
ἢ ἀλόγου ἢ διαφορὰς ἕξει πρὸς τὴν ὁμευνέτιν αὐ-
τοῦ· ἐχθρωδῶς δὲ διακείσεται πρὸς πολλοὺς καί τινες τῶν
συγγενῶν αὐτοῦ νοσήσουσιν ἢ τέκνον αὐτοῦ τελευτήσει.
εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις, διαφόρους ὑποστήσεται
λύπας καὶ ἔριδας· ἴσως δὲ καὶ ἀφ' ὑψηλοῦ τόπου πεσεῖται.
Εἶτα ἐπιμερίζει ὁ Ἥλιος ἐν τῇ φαρταρίᾳ τοῦ Κρόνου
ἔτος ἓν μῆνας <> ἡμέρας <κε> ὥρας <ιζ> ἔγγιστα, ὁμοῦ ἔτη <>
μῆνες <γ> ἡμέραι <ιβ> ὧραι <κ>. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ
ἐπιμερισμῷ προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἐγχειρι-
σθήσεται κρίσεις τινῶν καὶ δικάσει μεταξὺ πολλῶν καὶ
εὐφρανθήσεται ἐπί τισι πράγμασι καὶ ἀποδημίαν ἕξει
καὶ κεφαλαλγίαν νοσήσει καὶ ἔριδας ἕξει πρός τινα
προέχοντα αὐτοῦ τῇ ἡλικίᾳ καὶ νικήσει αὐτόν.
Εἶτα ἐπιμερίζει ἡ Ἀφροδίτη ἐν τῇ τοῦ Κρόνου φαρταρίᾳ
ἔτος ἓν μῆνας <> ἡμέρας <κε> ὥρας <ιζ> ἔγγιστα, ὁμοῦ ἔτη <ζ>
4361, 008, 200, 1 μῆνες <ι> ἡμέραι <η> ὧραι <ιγ> ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ
τοιούτῳ ἐπιμερισμῷ ψεύσονταί τινες κατ' αὐτοῦ καὶ
ψευδομαρτυρήσουσι καὶ μακρὰν ἔριδα ἕξει καὶ σωθήσεται
ἀπ' αὐτῆς καὶ εὐφρανθήσεται ἐπὶ τῷ θανάτῳ τῶν ἐχθρῶν
αὐτοῦ ἢ ἐπὶ μεγίστῳ συμπτώματι αὐτῶν καὶ τὴν κοιλίαν
ἀλγήσει ἢ τόπον κρύφιον καὶ ὑγιανεῖ καὶ τελευτήσει ἡ
γυνὴ αὐτοῦ καὶ ἀρρωστήσει ὁ παῖς αὐτοῦ.
Εἶτα ἐπιμερίζει ὁ Ἑρμῆς ἐν τῇ τοῦ Κρόνου φαρταρίᾳ
ἔτος <α> μῆνας <> ἡμέρας <κε> ὥρας <ιζ> ἔγγιστα, ὁμοῦ ἔτη <θ>
μῆνες <ε> ἡμέραι <δ> ὧραι <> ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν
τῷ τοιούτῳ ἐπιμερισμῷ κοπιάσει καὶ ἀποδημήσει ἐπώ-
δυνον ἀποδημίαν καὶ ἀρρωστήσει ἡ γυνὴ αὐτοῦ καὶ
λυπηθήσεται ἐπί τισι γυναιξὶ καὶ ἐπὶ θανάτῳ τινὸς καὶ
προστεθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ ἀπολέσει μέρος ἐξ
αὐτοῦ καὶ ἐπὶ φίλοις εὐφρανθήσεται καὶ φροντίσει δούλων
καὶ ὑποζυγίων, ἔτι δὲ καὶ βιβλίων καὶ διαλέξεων καὶ
κοινωνιῶν ἐν οἷς εὖ καὶ κακῶς πείσεται.
Εἶτα ἐπιμερίζει ἡ Σελήνη ἐν τῇ τοῦ Κρόνου φαρταρίᾳ
ἔτος ἓν μῆνας <> ἡμέρας <κε> ὥρας <ιζ> ἔγγιστα, ὁμοῦ ἔτη
<ια>. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ λυπηθήσεται
καὶ νοσήσει αὐτός τε καὶ ὁ παῖς αὐτοῦ ἢ τελευτήσει
τέκνον αὐτοῦ καὶ μέσος ἔσται μεγέθους καὶ ταπεινότη-
τος καὶ ἀποδημήσει μακρὰν ἀποδημίαν ἐν ᾗ πλοῦτον
ἐπικτήσεται· ἴσως δὲ καὶ παρὰ πάντα τὸν καιρὸν τοῦ
ἐπιμερισμοῦ τούτου ἐν ξενιτείᾳ ἔσται καὶ πρὸς τῷ τέλει
αὐτοῦ ἐπικτήσεται πλοῦτον ἢ ἑτέρᾳ γυναικὶ συζευ-
χθήσεται.
4361, 008, 201, 1, t
%Ἕκτον&. Περὶ τῆς τοῦ Ζηνὸς φαρταρίασ
4361, 008, 201, 2 Τοῦ Ζηνὸς ἡ φαρταρία ἐστὶν ἔτη <ιβ>· ἐπιμερίζει δὲ αὐ-
τὸς κατ' ἀρχὰς τὸ ἕβδομον τούτων, ἔτος <α> μῆνας <η>
ἡμέρας <ιζ> ὥρας <γ> ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ
ἐπιμερισμῷ μεταβήσεται ἀπὸ κακοπαθείας πάσης ἐπὶ
καλοπάθειαν καὶ ἀπὸ παντὸς ἀνιαροῦ ἐπὶ πᾶν θυμῆρές
τε καὶ ἀσπάσιον καὶ αὐξηθήσεται ἡ εὐτυχία αὐτοῦ καὶ
ὁ πλοῦτος καὶ παρὰ βασιλέων ἐπαινεθήσεται καὶ ἀξιο-
λόγους πράξεις ἐγχειρισθήσεται. εἰ δὲ τύχοι ὁ Ζεὺς ἐν τῇ
καταρχῇ ἐν ἰδίοις %ὁρίοισ& ἢ ἐν ὁρίοις τῆς Ἀφροδίτης ἢ
ἐν οἰκείῳ τριγώνῳ #οἷον Κριῷ, Λέοντι, Τοξότῃ$, μείζων
ἔσται ἡ τῶν εὐτυχιῶν σημασία· καὶ εἰ ὁ μὲν γεννηθεὶς τῆς
ἄνω τύχης ἐστί, κυριεύσει πόλεων καὶ κλιμάτων καὶ
πληθυνθήσεται τὸ ὑπήκοον αὐτοῦ καὶ λήψεται γυναῖκα
περιφανῆ καὶ δῶρα βασιλέων δέξεται καὶ διαφόρους ἕξει
εἰσόδους καὶ πολλοὺς εὐεργετήσει καὶ μεγίστας οἰκοδο-
μὰς κατασκευάσει. εἰ δὲ ἐν τῷ ἰδίῳ ὑψώματί ἐστιν ὁ
Ζεύς, ἐπὶ μεῖζον ἔσται τὰ τῆς εὐτυχίας.
Εἶτα ἐπιμερίζει ὁ Ἄρης ἐν τῇ φαρταρίᾳ τοῦ Ζηνὸς ἔτος
<α> μῆνας <η> ἡμέρας <ιζ> ὥρας <γ> ἔγγιστα, ὁμοῦ ἔτη τρία
μῆνες <ε> ἡμέραι <δ> ὧραι <ζ> ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ
τοιούτῳ ἐπιμερισμῷ ἔσται λελυπημένος καὶ ποιήσει
ἐξουσιαστῇ τινι δουλείαν τινὰ δι' ἧς φοβερὸς γενήσεται,
πλὴν δι' ἐκείνην τὴν πρᾶξιν ὑποστήσεται δεινὰ συμπτώ-
4361, 008, 202, 1 ματα, καὶ φοβηθήσεται ἀπὸ ὕδατος καὶ εἰς ἀποδημίαν
μακρὰν σταλήσεται καὶ τὰς γυναῖκας ἀσπάσεται καὶ
γεννηθήσεται αὐτῷ τέκνον.
Εἶτα ἐπιμερίζει ὁ Ἥλιος ἐν τῇ φαρταρίᾳ τοῦ
Διὸς ἔτος ἓν μῆνας <η> ἡμέρας <ιζ> ὥρας <γ> ἔγγιστα, ὁμοῦ
ἔτη <ε> μὴν εἷς ἡμέραι <κ>%<α>& ὧραι <ι> ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν
τῷ τοιούτῳ ἐπιμερισμῷ προστεθήσεται ἡ σύνεσις αὐτοῦ
καὶ ἀρχοντικὸς ἔσται καὶ προστεθήσεται ὁ πλοῦτος αὐτοῦ
καὶ ἡ εὐτυχία καὶ εὑρήσει θησαυρὸν ἢ κερδήσει πλοῦτον
ἀπόνως καὶ ἀκόπως καὶ ἔντιμος ἔσται παρὰ πᾶσι καὶ
πρᾶξιν ἐγχειρισθήσεται μεγίστην καὶ γεννηθήσεται αὐτῷ
παιδίον εὐτυχές.
Εἶτα ἐπιμερίζει ἡ Ἀφροδίτη ἐν τῇ τοῦ Ζηνὸς φαρταρίᾳ
ἔτος ἓν μῆνας <η> ἡμέρας <ιζ> ὥρας <γ> ἔγγιστα, ὁμοῦ ἔτη <>
μῆνες <ι> ἡμέραι <η> ὧραι <ιγ> ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ
τοιούτῳ ἐπιμερισμῷ συναυλισθήσεται βασιλεῦσι καὶ φι-
λιωθήσεται τούτοις καὶ εὑρήσει δόξαν καὶ εὐτυχίαν καὶ
πλοῦτον ἀνώδυνον καὶ τεθνήξονται οἱ ἐχθροὶ αὐτοῦ· εἰ
δὲ βλάπτεται ὁ Ζεὺς ὑπὸ τοῦ Κρόνου καὶ τοῦ Ἄρεως,
ἐλαττοῦνται πάντα τὰ εἰρημένα.
Εἶτα ἐπιμερίζει ὁ Ἑρμῆς ἐν τῇ τοῦ Ζηνὸς φαρταρίᾳ ἔτος
<α> μῆνας <η> ἡμέρας <ιζ> ὥρας <γ> ἔγγιστα, ὁμοῦ ἔτη <η> μῆνες
ἓξ ἡμέραι <κε> ὧραι <ιζ> ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιού-
τῳ ἐπιμερισμῷ ἔσται καλοήθης καὶ οὐδὲν προθυμήσει
πρᾶξαι καὶ ἕξει πολλοὺς ἐχθροὺς καὶ ἐχθρανθήσονται
αὐτῷ οἱ φίλοι αὐτοῦ καὶ λοιδορηθήσεται παρὰ πολλῶν
καὶ γυναικὶ συναφθήσεται καὶ ὑπὸ κυνὸς δηχθήσεται
ἢ ἑτέρου ζῴου καὶ καταλυθήσεται ἡ οἰκία αὐτοῦ ἢ μέρος
αὐτῆς καὶ πεσεῖται ἀπὸ οἰκίας ἢ ἀπὸ ὑψηλοῦ τόπου.
4361, 008, 203, 1 Εἶτα ἐπιμερίζει ἡ Σελήνη ἐν τῇ φαρταρίᾳ τοῦ Διὸς ἔτος
ἓν μῆνας <η> ἡμέρας <ιζ> ὥρας <γ> ἔγγιστα, ὁμοῦ ἔτη <ι> μῆνες
<γ> ἡμέραι <ιβ> ὧραι <κ> ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ
ἐπιμερισμῷ προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἄρξει πολ-
λῶν καὶ τεύξεται ἀνελπίστων ἀγαθῶν καί ποτε μὲν χαρή-
σεται, ποτὲ δὲ λυπηθήσεται καί τις ἀδελφὸς μείζων αὐτοῦ
τεθνήξεται ἐξ οὗ κληρονομήσει κληρονομίαν· ἀποδημή-
σει δὲ καὶ μακρὰν ἀποδημίαν καὶ λῃσταῖς περιπεσεῖται,
καὶ ταῦτα ἐν τῷ πρώτῳ ἔτει.
Εἶτα ἐπιμερίζει ὁ Κρόνος ἐν τῇ φαρταρίᾳ τοῦ Διὸς ἔτος
<α> μῆνας <η> ἡμέρας <ιζ> ὥρας <γ> ἔγγιστα, ὁμοῦ ἔτη <ιβ>. καὶ
δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ μεταδόσεις ποιή-
σεται διαφόρους καὶ ἀπομακρύνουσιν ἀπ' αὐτῶν οἱ φίλοι
αὐτοῦ καὶ οἰκεῖοι καὶ ἐχθρωδῶς διακείσονται πρὸς αὐτὸν
καὶ κατ' αὐτοῦ γενήσονται οἱ πρώην φιλίαν πρὸς αὐτὸν
συστησάμενοι· ἴσως δὲ καί τινες ἐξ αὐτῶν ἀποδημήσου-
σιν· ὑποστήσεται δὲ ὁ γεννηθεὶς φόβους παρὰ βασιλέων
καὶ περιστάσεις ἕνεκε τέκνων καὶ ζημιωθήσεται οἴκοθεν
πάμπολλα· εἰ δὲ καὶ δανείσει τινὶ πλοῦτον, οὐδέποτε ἀπο-
λήψεται αὐτόν, ἀλλ' εἰ καὶ ἀπολήψεται, μερικῶς καὶ μετὰ
βίας πολλῆς· ἐπελεύσονται δὲ τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ λύ-
παι καὶ φροντίδες ἐφ' ἡμέραις <λ> ὑφ' ὧν πλησίον κινδύνου
ἐλεύσονται.
4361, 008, 204, 1, t
%Ἕβδομον&. Περὶ τῆς τοῦ Ἄρεως φαρταρίασ
4361, 008, 204, 2 Τοῦ δὲ Ἄρεως ἡ φαρταρία ἐστὶν ἔτη <ζ>· ἐπιμερίζει δὲ
οὗτος κατ' ἀρχὰς τὸ ζ τούτων, ἔτος ἕν. καὶ δηλοῖ ὡς ἐν
τῷ τοιούτῳ ἐπιμερισμῷ ἔσται ἄδικος καὶ αὐθάδης καὶ ὡς
περιπεσεῖται μεγάλῳ πλημμελήματι καὶ μακρᾷ μάχῃ
καὶ διεγερθήσονται κατ' αὐτοῦ οἱ ἐχθροὶ αὐτοῦ καὶ μω-
μώσουσι τὴν ὑπόληψιν αὐτοῦ παρὰ ἄρχουσι καὶ ἐξουσια-
σταῖς· βλαβήσεται δὲ καὶ παρὰ τῶν οἰκείων γονέων καὶ
σωθήσεται καὶ φόβον ὑποστήσεται ἀπὸ θηρὸς ἢ πυρὸς ἢ
σιδήρου ἢ ζέοντος ὕδατος ἢ ἀνασκολοπίσεως ἤ τινος τῶν
ἀνεσκολοπισμένων· εἰ δὲ σπείρει τινὰ τῷ ἔτει ἐκείνῳ,
βλαβήσεται ὁ σπόρος ἀπὸ ὕδατος καὶ ποντισμοῦ· ἀπο-
δημήσει δὲ καὶ μακρὰν ἀποδημίαν καὶ κεφαλαλγίαν ἕξει
ἢ ὀδύνην ὀφθαλμῶν. εἰ δὲ σύνεστιν ὁ Ἄρης τῷ Διῒ ἢ ὁ
Ζεὺς ἐν ὁρίοις Ἄρεως ᾖ ἢ ἐν ὁρίοις Ἀφροδίτης, βλαβήσε-
ται παρ' ἐχθρῶν καὶ σωθήσεται.
Εἶτα ἐπιμερίζει ὁ Ἥλιος ἐν τῇ τοῦ Ἄρεως φαρταρίᾳ ἔτος
<α>, ὁμοῦ ἔτη <β>. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ
ἐχθρωδῶς διακείσονται πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ καὶ
ὡς βλαβήσεται παρά τινος τῶν συγκοινωνῶν αὐτοῦ
ἐπὶ <ιε> ἡμέρας καὶ ἔν τινι κρυφίῳ τόπῳ ἀλγηδόνα
ἕξει καὶ πεσεῖται ἀπὸ ὑψηλοῦ τόπου καὶ τεθνήξεται ἡ
γυνὴ αὐτοῦ καὶ παραφρονήσει εἷς τῶν παίδων αὐτοῦ
ἢ τελευτήσει.
Εἶτα ἐπιμερίζει ἡ Ἀφροδίτη ἐν τῇ τοῦ Ἄρεως φαρταρίᾳ
ἔτος <α>, ὁμοῦ ἔτη <γ>. καὶ ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ προς-
4361, 008, 205, 1 κείσεται μελῳδίαις καὶ παιδιαῖς καὶ συναυλισθήσεται
πόρναις καὶ φιλονεικήσει πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ
λῃσταῖς ὁμιλήσει καὶ ὠφεληθήσεται δι' αὐτῶν.
Εἶτα ἐπιμερίζει ὁ Ἑρμῆς ἐν τῇ τοῦ Ἄρεως φαρταρίᾳ ἔτος
<α>, ὁμοῦ ἔτη <δ>. καὶ ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ βλαβήσεται
καὶ ξενιτεύσει καὶ λυπηθήσεται διὰ τὸ κλαπῆναι καὶ ζη-
μιωθῆναι καὶ τοῖς φίλοις αὐτοῦ ἐχθρανθήσεται· ἴσως δὲ
καὶ ἀπολεσθήσεται ὑπό τινος συμπτώματος.
Εἶτα ἐπιμερίζει ἡ Σελήνη ἐν τῇ τοῦ Ἄρεως φαρταρίᾳ
ἔτος ἕν, ὁμοῦ ἔτη <ε>. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπι-
μερισμῷ ἀποκλεισθήσεται καὶ κακοῖς περιπεσεῖται· εἶτα
ζημιωθήσεται καὶ ἐξόδους ποιήσεται ἐν οἰκοδομήμασιν·
καὶ εἰ ἀγοράσει δοῦλον, τεθνήξεται ἢ φύγει· εἰ δὲ ζῆ ὁ
πατὴρ αὐτοῦ, τελευτήσει.
Εἶτα ἐπιμερίζει ὁ Κρόνος ἐν τῇ τοῦ Ἄρεως φαρταρίᾳ
ἔτος ἕν, ὁμοῦ ἔτη <>. ἐν τῷ τοιούτῳ οὖν ἐπιμερισμῷ δεινὰ
ὑποστήσεται καὶ ζημίας καὶ τεταρταίῳ περιπεσεῖται καὶ
διαζύγιον ποιήσει πρὸς τὴν γυναῖκα αὐτοῦ.
Εἶτα ἐπιμερίζει ὁ Ζεὺς ἐν τῇ τοῦ Ἄρεως φαρταρίᾳ ἔτος
<α>, ὁμοῦ ἔτη <ζ>. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ
καθυπερτερήσει τῶν ἐχθρῶν καὶ καταφρονήσει πάντων καὶ
ὠφεληθήσεται διὰ τῶν φιλονεικιῶν καὶ πληθυνθήσεται ἡ
εἴσοδος αὐτοῦ καὶ τεχθήσεται αὐτῷ παιδίον καὶ εὐφραν-
θήσεται ἐπὶ πᾶσιν.
Εἶτα ἐπιμερίζει ὁ Ἀναβιβάζων μόνος ἔτη <γ>. καὶ δηλοῖ
ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἔσται εὐτυχὴς καὶ ἄρχουσι
φιλιωθήσεται καὶ ἄρξει πολλῶν καὶ ἀγοράσει δούλους καὶ
δούλας καὶ φιλιωθήσεται παρὰ γυναικῶν.
4361, 008, 206, 1 Εἶτα ἐπιμερίζει ὁ Καταβιβάζων μόνος ἔτη <β>. ἐν τῷ
τοιούτῳ οὖν ἐπιμερισμῷ ἐχθρανθήσεται πρὸς τοὺς φίλους
αὐτοῦ καὶ ζημιωθήσεται καὶ ἐπὶ γυναικὶ λυπηθήσεται καὶ
μωμωθήσεται δι' αὐτῆς καὶ νοσήσει νόσον δεινήν.
Καὶ ἐπὶ μὲν τῶν ἡμερινῶν γενέσεων ἐπιμερίζουσιν οἱ
σύνδεσμοι μετὰ τὸν Ἄρεα, ἐπὶ δὲ τῶν νυκτερινῶν μετὰ
τὸν Ἑρμῆν. ὅτε δὲ τελειωθῶσι τὰ <οε> ἔτη, ἀποκαθίσταται
ὁ τῆς φαρταρίας ἐπιμερισμὸς εἰς τὸν φωστῆρα ἀφ' οὗ
ἤρξατο ἐν τῇ ἀρχῇ τῆς γενέσεως κατὰ τὴν τάξιν ἣν
προείπομεν, καὶ προβήσονται τὰ ἀποτελέσματα ἐν τῇ
δευτέρᾳ περιόδῳ καθὼς προεσαφηνίσαμεν ἐν τῇ προ-
τέρᾳ. εἰ δὲ ἢ περαιτέρω ὑπερβήσεται ἡ ζωὴ αὐτοῦ τῶν
ἑβδομήκοντα πέντε ἐτῶν ἢ ἐλάττων γενήσεται τῶν <οε>,
ἔσται ὁ θάνατος αὐτοῦ ἐν τῇ φαρταρίᾳ τοῦ ἀστέρος εἰς
ὃν κατήντησε κατὰ τὴν προεκτεθειμένην μέθοδον. καὶ
αὗται μὲν αἱ σημασίαι τῶν ἀστέρων ἐν ταῖς φαρταρίαις
αὐτῶν ἴδιαί τε καὶ τῶν ἄλλων κοινωνίαι· δεῖ δὲ πρὸς τού-
τοις σκοπεῖν καὶ τὰς κατὰ πῆξιν σημασίας αὐτῶν εἴτε
ἀγαθυνόμενοι ἦσαν εἴτε κεκακωμένοι, καὶ πρὸς τὴν διά-
θεσιν αὐτῶν τὴν ἐν τῇ καταρχῇ ἀποφαίνεσθαι καὶ περὶ
τῶν μερικῶν ἀποτελεσμάτων. 

Αναζήτηση

Το πιο ισχυρό μου ατού!

  • Σχετικά με τα αραβικά φυλαχτά Φάιζα Κωδωνά - Δεκέμβριος 28, 2014

    Το θέμα των τάλισμαν και των περιάπτων και εν γένει των φυλαχτών, εμφανίζεται απέραντο στον απλό άνθρωπο, είτε γιατί έχει πολυάριθμες παραλλαγές, είτε γιατί τα στοιχεία είναι ποικίλα, είτε γιατί ο ίδιος ο άνθρωπος έχει ελάχιστη γνώση για αυτά.

    Περισσότερα...

nooriyavenusLogo blogger blogger facebookgoogle sitesgoogle+pinterest