Πρῶτον. Περὶ τῆς ἐναλλαγῆς τῶν γενεθλίων Τοῦ Ἡλίου ὄντος ἔν τινι τόπῳ κατὰ τὸν τοῦ γενεθλίου καιρόν καὶ κινουμένου ἐν τῷ ζῳδιακῷ καὶ διερχομένου τξ μοίρας καὶ ἀποκαθισταμένου διὰ τξε ἡμερῶν καὶ μορίου γίνεται τῷ γεννηθέντι ἔτος α καὶ ἄρχεται τὸ β ἔτος· ἐν τῇ β ἀποκαταστάσει ἄρχεται τὸ γ ἔτος καὶ ἑξῆς ὁμοίως. δεῖ οὖν ἐν τῇ ἐναλλαγῇ τοῦ ἔτους στῆσαι τὸν ὡροσκόπον καὶ ποιῆσαι τοὺς ιβ τόπους καὶ ἐκθέσθαι τὰς ἐποχὰς τῶν ἀστέρων. παραλλάσσονται γὰρ οἱ ὡροσκόποι ἐν ταῖς τῶν χρόνων ἐναλλαγαῖς καὶ αἱ τῶν ἀστέρων ἐποχαί. καὶ τὸ μὲν πρῶτον ἔτος δηλοῦσιν ὁ ὡροσκόπος καὶ οἱ  κατὰ πῆξιν ἀστέρες εἶτα τὸ β σημαίνει ὁ β τόπος τὸ δὲ γ ὁ γ τὸ δὲ δ ὁ δ καὶ ἑξῆς ὁμοίως. ἐπειδὴ παραλλάσσε ται τὸ ζῴδιον τῆς ἐναλλαγῆς καὶ ὁ ὡροσκόπος τῆς ἐναλ λαγῆς καὶ οἱ τόποι τῶν ἀστέρων διὰ τοῦτο διάφορα γίνεται τὰ περὶ τοὺς ἀνθρώπους συμβαίνοντα. 
Δεύτερον. Ἀνατροπὴ τῶν μὴ δεχομένων τὸ ἔτος καὶ ἀπόδειξις τούτου καὶ τῶν μηνῶν καὶ ἡμερῶν  Τινὲς τῶν ἀνθρώπων ἐξενίσθησαν τοὺς λόγους τῶν ἀρ χαίων τοὺς περὶ τοῦ ἡλιακοῦ ἔτους καὶ εἶπον διὰ τί τῇ κινή σει τοῦ Ἡλίου τῇ ἀποκαταστατικῇ ἐχαρακτήρισαν τὸ ἔτος καὶ οὐχὶ τῇ διαμέτρῳ ἢ ἑτέρῳ τινὶ τόπῳ; ἕτερον δὲ εἶπον· τοῦ χρόνου ὄντος ιβ μηνῶν διὰ τί τὸν Ἥλιον μόνον ἔλαβον εἰς τὴν ἐναλλαγὴν τῶν ἐτῶν καὶ οὐχὶ τὴν ἀποκατάστασιν τῆς Σελήνης τὴν διὰ ιβ περιόδων εἰς τὸν οἰκεῖον τόπον τῆς καταρχῆς; καὶ πρὸς μὲν τοὺς πρώτους ῥητέον ὅτι ὁ ἐνιαυτὸς διαιρεῖται εἰς καιροὺς δ ἔαρ θέρος φθινόπωρον χειμῶνα. τούτων οὖν τῶν καιρῶν πληρουμένων ἀποκαθ ίσταται ὁ ἐνιαυτὸς εἰς τὴν πρώτην διάθεσιν καὶ εἰ ἐλλείπει τι τοῦ τοιούτου καιροῦ ἐλλιπὴς ἔσται καὶ ὁ ἐνιαυτός. τελειοῦνται οὖν αἱ ὧραι διὰ τῆς ἐν τοῖς ιβ ζῳδίοις πορείας τοῦ Ἡλίου· ἀποκαθισταμένου γὰρ αὐτοῦ εἰς τὸν ἐξ ἀρχῆς τόπον ἀποκαθίστανται καὶ αἱ ὧραι. τὸ αὐτὸ δὲ  γίνεται καὶ ἐν τῇ δευτέρᾳ ἀποκαταστάσει· ἐν δὲ τῇ ἀποκαταστάσει τῆς Σελήνης ἢ ἑτέρου ἀστέρος οὐ γίνεταί τι τοιοῦτον οὔτε μὴν ἀποκαθίσταται ὁ καιρός. διὰ τοῦτο ἐχαρακτήρισαν τὸ ἔτος τῇ κινήσει τοῦ Ἡλίου καὶ τῇ ἀποκαταστάσει αὐτοῦ. καὶ γεγόνασιν οἱ δ καιροὶ μέρη τοῦ χρόνου καὶ διῃρέθησαν οἱ ιβ μῆνες κατὰ τὰ ιβ ζῴδια. ἔτι δὲ ἐπεὶ ὁ ἐνιαυτὸς διαιρεῖται εἰς δ καιρούς ἕκαστος δὲ καιρὸς ἀρχὴν ἔχει καὶ μέσον καὶ τελευτήν ἐπιβάλλουσι καθ' ἕκαστον καιρὸν ζῴδια γ ἅτινα τετράκις πολυπλασια ζόμενα γίνονται ιβ. ἔτι δὲ ἐπεὶ καθ' ἕνα ἕκαστον ἐνιαυτὸν ὁ Ἥλιος τέμνει τξ μοίρας αἵτινες ἐπὶ ιβ μεριζόμεναι ποιοῦσι λ ἔσται ὁ ἡλιακὸς μὴν μοιρῶν λ. λέγομεν τοίνυν ὡς ὁ Ἥλιος ὅτε ἄρξεται ἀπό τινος τόπου κινεῖσθαι καὶ διελεύσεται β λεπτὰ καὶ λ δευτερόλεπτα ποιεῖ ὥραν· ὅτε δὲ τελειώσει μοίραν ποιεῖ ἡμέραν· ὅτε δὲ λ ποιεῖ μῆνα· ὅτε δὲ τξ ποιεῖ χρόνον. ὅμως τινὲς τῶν ὡρῶν καὶ τῶν ἡμερῶν καὶ τῶν μηνῶν παραλλάττουσι πρὸς ἑτέρας ὥρας καὶ ἡμέρας καὶ μῆνας διὰ τὸ διάφορον τῆς κινήσεως τοῦ Ἡλίου. 
Τρίτον. Πρὸς τοὺς ἀνατρέποντας τὰσ τῶν ἐτῶν ἐναλλαγάσ  Τινὲς τῶν ἀνατρεπόντων τὴν ἀστρονομίαν εἶπον μὴ χρείαν εἶναι τῆς τῶν ἐτῶν ἐναλλαγῆς πείθειν ἐπιχειροῦν τες τὸ τοιοῦτον διὰ β δείξεων· μιᾶς μὲν ὅτι τὰ γενέθλια δηλοῦσι τὰ τῶν ἀνθρώπων καὶ ὁ κατὰ πῆξιν ὡροσκόπος ματαία ἐστὶν ἡ ἐτῶν ἐναλλαγή· ἑτέρας δὲ ὅτι λέγουσιν  ὡς ἡ σημασία τοῦ γενεθλίου ἰσχυροτέρα ἐστὶ τῆς ἐναλλα γῆς. εἰ γοῦν τις ἀστὴρ κατὰ πῆξιν ἐδήλωσεν ὡς ἄνθρωπός τις ὑποστήσεται κλιμακτῆρα ἔν τινι ἔτει εἰ ἐναλλάξει τὸ ἔτος ἐκεῖνο καὶ ὁ ἀστὴρ ἐκεῖνος οὐ δηλώσει σύμπτωμα ἆρα σχολάσει ὁ κλιμακτὴρ ἢ οὐ σχολάσει; καὶ εἰ μὲν εἴπωσι σχολάσει ἀνατρέπουσιν ἑαυτοὺς λέγοντες τὴν σημασίαν τοῦ γενεθλίου ἰσχυροτέραν εἶναι τῆς σημασίας τῆς ἐναλλαγῆς τῶν χρόνων· εἰ δὲ εἴπωσιν οὐ σχολάσει  φαμὲν αὐτοῖς ὡς περιττή ἐστιν ἡ τῶν ἐτῶν ἐναλλαγή. οὓς δὴ καὶ τρισὶν ἀνετρέψαμεν ἀποδείξεσιν. Μιᾷ μὲν ὡς οὐ μιᾷ διαθέσει τοῦ ἀστέρος τεκμαιρόμεθα τοῦ γενησομένου πράγματος ἀλλὰ δυσὶν ἢ καὶ πλείοσιν. ὅτε οὖν δηλώσει ἀστὴρ ἐν τῷ γενεθλίῳ ὡς ἔν τινι ἔτει ἔσται τόδε δεόμεθα γνῶναι καὶ τὴν διάθεσιν τοῦ ἀστέρος ἐκείνου κατ' ἐκεῖνο τὸ ἔτος ὡς ἂν ἀκριβῶς διαγνῶμεν τὴν τοῦ πράγματος ἐκείνου ὕπαρξιν. ἡ ἑτέρα δεῖξις πρόεισιν οὕτως ὡς ὁ ἀστὴρ ὅτε δηλώσει κατὰ πῆξίν τι ἀγαθὸν ἢ κακόν οὐ διαγινώσκεται ἀπὸ τοῦ γενεθλίου ἡ ποσότης ἐκείνου οὔτε ἡ ποιότης ἀκριβῶς. ἔστι γάρ τι ἀγαθὸν μέγα καὶ ἀγαθὸν μέσον καὶ ἀγαθὸν ἐλάχιστον· ὡσαύτως καὶ τὸ κακόν. διαγινώσκεται γὰρ ἑκάστου τὸ μέγεθος καὶ ἡ ὕφεσις ὅτε σκοπηθῇ ἡ διάθεσις τοῦ ἀστέρος κατὰ τὸν και ρὸν τῆς ἐναλλαγῆς. εἰ γοῦν συνδραμῇ ἡ τοῦ ἀστέρος διά θεσις ἀγαθὴ οὖσα κατά τε τὴν καταρχὴν καὶ κατὰ πάροδον ἔσται τὸ ἀγαθὸν ἐκεῖνο μέγιστον· εἰ δὲ διαφωνεῖ ἡ καταρχὴ πρὸς τὸ κατὰ πάροδον ἔσται τὸ ἀγαθὸν ἐλάχιστον· εἰ γὰρ ἀστὴρ κατὰ πῆξιν δηλώσει ἀγαθόν τι ἔσεσθαι τῷ γεννη θέντι κἀκείνῳ δὲ τῷ ἔτει οὐ δηλώσει τι ἔσεσθαι ἀγαθόν οὐ πάντῃ σχολάσει τὸ ἀγαθόν ἀλλ' ἔσται τι ἐλάχιστον μὴ σχολαζούσης τῆς κατὰ πῆξιν σημασίας διὰ τὴν ἐναλλα  γήν ἀλλὰ φανήσεται ἡ τοῦ ἀστέρος ἐκείνου ἐνέργεια. εἰ μὴ γὰρ εἶχον οἱ ἀστέρες καθ' ἕκαστον καιρὸν διαφόρους διαθέσεις οὐκ ἂν ἐδεόμεθα τῆς τῶν χρόνων ἐναλλαγῆς. ἡ δὲ τρίτη δεῖξις τοιῶσδε προχωρεῖ ὡς ὁ ἀστὴρ σημαίνει τὰ παρῳχηκότα καὶ τὰ ἐνεστῶτα καὶ τὰ μέλλοντα. καὶ σημαίνει μὲν τὰ ἐνεστῶτα κατ' ἐκεῖνον τὸν καιρόν τὰ δὲ παρῳχηκότα καὶ τὰ μέλλοντα δηλοῖ διὰ τῆς συγκράσεως τοῦ ἐνεστῶτος πρὸς τὸ παρῳχηκὸς ἢ τὸ μέλλον. καὶ συγκρίνομεν πρὸς ἀλλήλους καὶ τεκμαιρόμεθα τοῦ πράγ ματος ἀκριβέστερον ὥστε οὐ περιττὴ ἡ τῶν χρόνων ἐναλλαγή. Τινὲς δὲ καὶ οὕτως ἀνέτρεψαν τὰς τῶν χρόνων ἐναλλα γάς λέγοντες ὡς διὰ τοῦτο ποιῶμεν τὸν περίπατον ὡς ἂν διαγνῶμεν τοὺς χρόνους καθ' οὓς συνάπτουσιν οἱ σημαντι κοὶ ἀστέρες καὶ τόποι τοῖς τε ἀγαθοποιοῖς καὶ κακοποιοῖς· καὶ διὰ τοῦτο ἀνόνητός ἐστιν ἡ τῶν χρόνων ἐναλλαγή. ἐσφάλησαν δὲ οἱ τοιοῦτοι περὶ τὰς τοιαύτας ἀνατροπάς· ἀτονοῦντες γὰρ συγκιρνᾶν τὰς διαθέσεις τῶν κατὰ πῆξιν ἀστέρων ταῖς κατὰ πάροδον διαθέσεσιν προφασίζονται τὰ τοιαῦτα. ὅτε γὰρ γένηται τῶν κατὰ πῆξιν ἀστέρων ὁ περί  πατος καὶ ἔν τινι χρόνῳ καταντήσει ἐπί τινα σημασίαν δεῖ διαγινώσκειν καὶ ἔτος ἐκεῖνο ὁποῖόν ἐστι καὶ συγκιρνᾶν τὰ τούτου σχήματα πρὸς τὰ τοῦ γενεθλίου σχήματα. εἰ γὰρ διαγνῷς τὰς διαθέσεις αὐτῶν τὰς ἐν τῇ καταρχῇ καὶ οὐ διαγνῷς τὰς ἐν τῇ ἐναλλαγῇ οὐ δυνήσει διακρῖναι ἀκριβῶς τὰς σημασίας αὐτῶν. δεῖ οὖν ἐξ ἀνάγκης γνῶναι τὰς τῶν ἀστέρων διαθέσεις κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς καὶ συγκρίνειν ταύτας πρὸς τὸ κατὰ πῆξιν διάθεμα καὶ ἀποτελεῖν ἀκριβέστερον. Λέγουσι δὲ καὶ τοιοῦτόν τι ἐπιχείρημα ὡς ἐν ταῖς ἐναλλαγαῖς τῶν χρόνων τὸ ζῴδιον σκοπεῖται ἔνθα κατήν τησε τὸ ἔτος· ἀπὸ δὲ τοῦ ὡροσκόπου ἔτους οὐ δυνατὸν ἀποτελεῖν. ὅτε γὰρ ψηφισθῇ γενέθλιόν τινος διά τινος κανονίου εἶτα γένηται ἡ ἐναλλαγὴ τοῦ ἔτους δι' ἑτέρου κανονίου πολλὴ διαφορὰ γενήσεται περὶ τὴν ὡροσκοποῦ σαν μοῖραν πολλάκις καὶ περὶ αὐτὸ τὸ ὡροσκοποῦν ζῴδιον καὶ αὐτὴν τὴν ἡμέραν. καὶ ἐπειδὴ περὶ τὰ τοιαῦτα διαφωνοῦσι τὰ κανόνια οὐκ ἔστιν ἀκριβής μᾶλλον δὲ ἀκατάληπτος ὑπάρχει ἡ τῶν χρόνων ἐναλλαγή. οὗτοι δὲ ἀσυλλογίστως περὶ τοῦ τοιούτου ἀπεφήναντο· πᾶς γὰρ ὁ ἀνατρέπων τὸν ὡροσκόπον τῆς ἐναλλαγῆς ἀγνοεῖ καὶ τὸ τέλος τοῦ ἔτους καὶ τὴν ἀρχήν καὶ αὐτὸ τὸ ἔτος ἀγνο  εῖται. καὶ τοῦτο πάντων ἀτοπώτατον· δῆλον γάρ ἐστι τὸ τοῦ χρόνου τέλος καὶ ἡ τοῦ ἑτέρου ἀρχὴ διὰ τῆς ἀπο καταστάσεως τοῦ Ἡλίου πρὸς τὸν οἰκεῖον τόπον γινο μένη. τούτου οὖν διαγινωσκομένου καὶ ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς διαγινώσκεται. διαφωνήσει δὲ τὰ κανόνια διὰ τὸ ἄλλως ἐκλαμβάνεσθαι καὶ ἄλλως τὸ ἐτήσιον δρόμημα τοῦ Ἡλίου ὥσπερ τὰ Αἰώνια Κανόνια διαφωνοῦσι πρὸς τὸ τοῦ Πτολεμαίου καὶ ἄλλα ἄλλοις καὶ διὰ τοῦτο γίνεται διαφορὰ περί τε τὰ ὁμαλὰ κινήματα καὶ τὰ ἀνώμαλα. δεῖ οὖν ψηφίσαι τοὺς ὡροσκόπους τῶν ἐτῶν διὰ τῶν ὁμαλῶν κινημάτων καὶ τῶν περιόδων δι' ὧν ἐψηφίσθη τὸ τῆς κατ αρχῆς θεμάτιον ὥστε μὴ διαφωνεῖν. ἀκριβὴς τοίνυν ἐστὶν ὁ τοῦ ἔτους ὡροσκόπος λαμβανόμενος ἀπὸ τοῦ ἐτησίου κινή ματος τοῦ Ἡλίου παρατηρηθέντος παρὰ τοῦ Πτολεμαίου δι' ὧν ἐμνήσθη ὀργάνων ἐν τῇ Μεγάλῃ Συντάξει εὑρε θείσης τῆς τοῦ Ἡλίου ἀποκαταστάσεως διὰ τξε ἡμερῶν καὶ τετάρτου λείποντος τριακοσιοστοῦ μέρους ἡμέρας. 
Τέταρτον. Περὶ ὧν συμβάλλεται πρὸς διά γνωσιν τῶν διαθέσεων ἡ τῶν ἐτῶν ἐναλλαγὴ ἤτοι περὶ τῆς ὠφελείας τῆς ἀπὸ τῶν ἐναλλαγῶν τῶν ἐτῶν  Ἡ μὲν ἀρετὴ τῆς διαγνώσεως κατὰ τοὺς ἀνθρώπους πραγμάτων καὶ διαθέσεων ἀπὸ τῆς τῶν ἐτῶν ἐναλλαγῆς πρόδηλος· ἅπαντα γὰρ τὰ ἔθνη οἵ τε Βαβυλώνιοι καὶ Πέρσαι καὶ Ἰνδοὶ καὶ Αἰγύπτιοι καὶ οἱ τούτων βασιλεῖς καὶ ἰδιῶται οὐ πρότερον ἐπεχείρουν τινὶ πράγματι ἔν τινι ἔτει πρὶν ἢ ἰδεῖν τὴν ἐναλλαγὴν τοῦ χρόνου τοῦ γενεθλίου αὐτῶν. καὶ εἰ μὲν εὕρισκον τὸν χρόνον ἀγαθόν ἐπεχείρουν αὐτῷ ἔργῳ· εἰ δὲ ἐναντίον παρῃτοῦν τὸ αὐτό. οἱ μὲν οὖν βασιλεῖς καὶ τῶν ὑπερεχουσῶν κεφαλῶν τοῦ στρατοῦ τὰ γενέθλια ἑώρων καὶ ἐτήρουν καὶ τὰς τῶν χρόνων αὐτῶν ἐναλλαγάς. καὶ εἰ μὲν εὕρισκον τὴν ἐναλλαγὴν τοῦ χρόνου τινὸς αὐτῶν δηλοῦσαν κράτος καὶ νίκην κατ' ἐχθρῶν ἀπέστελλον αὐ τούς· εἰ δὲ μή κατελίμπανον. καὶ οὐ μόνον τούτων τὰ γε νέθλια ἐτήρουν ἀλλὰ καὶ τῶν πρεσβέων αὐτῶν εἴπερ δηλοῖ εὐόδωσιν ἡ ἐναλλαγὴ τοῦ χρόνου αὐτῶν. καὶ εἰ μὲν εὕρι σκον σημεῖα εὐοδώσεως ἀπέστελλον αὐτούς· εἰ δὲ τοὐναν  τίον ἀντ' ἐκείνων προσεκαλοῦντο ἑτέρους ὧν αἱ ἐναλλα γαὶ τῶν χρόνων ἐδήλουν εὐόδωσιν. ὁμοίως δὲ οἱ βασιλεῖς ὅτ' ἑώρων ἐν τοῖς γενεθλίοις αὐτῶν κατά τινα χρόνον ἐμποδισμὸν ἔν τινι πράξει οὐκ ἐπεχείρουν αὐτῇ. ὡσαύτως ἐτήρουν αὐτοί τε καὶ ἰδιῶται ἀπὸ τῆς ἐναλλαγῆς τῶν ἐτῶν τὰς λυσιτελούσας αὐτοῖς ἰατρείας καὶ τὰ βρώματα καὶ πόματα καὶ τὰς πράσεις καὶ τὰς ἀγορὰς καὶ πάσας τὰς αὐτῶν καταρχάς καὶ ἐχρῶντο αὐτοῖς καταλιμπάνοντες τὰ βλάπτοντα ἐν ἐκείνῳ τῷ ἔτει. ἐτεκμαίροντο δὲ τῶν πραγμάτων ἀπό τε τῶν οἰκείων γενεθλίων καὶ τῶν ἀλλο τρίων· οἱ γὰρ ἄνδρες τὸ πρὶν βουλόμενοι τεκνογονῆσαι οὐ τὸ οἰκεῖον ἔτος ἐτήρουν μόνον ἀλλὰ καὶ τὸ γυναικεῖον. καὶ εἰ μὲν τὰ δύο θέματα ἐδήλουν τεκνογονίαν συνεγί νοντο αὐταῖς· εἰ δὲ μή ἐπεζήτουν ἑτέρας ὧν τὰ γενέθλια τεκνογονίαν ἐδήλουν ὥστε κατὰ πολὺ λυσιτελὴς καὶ ὠφέλιμος ἡ τῶν χρόνων ἐναλλαγή. 
Πέμπτον. Περὶ τῆς κατασκευῆς καὶ σχηματο ποιΐας τῆς ἐναλλαγῆς τοῦ ἔτους καὶ τῶν ταύτῃ ἐγγραφομένων  Εἰ βούλει ποιῆσαι τὴν σχηματογραφίαν τῆς ἐναλλαγῆς τοῦ ἔτους μετὰ καὶ τῶν ταύτῃ ἐγγραφομένων καὶ ἐρ γάσασθαι ταύτην τελείαν ποίησον σχῆμα κυκλι  κὸν ἢ τετραγωνικόν καὶ μέρισον τοῦτο εἰς ιβ τμήματα καθὼς οἱ καθ' ἡμᾶς ἄρτι ποιοῦσι τὰ θέματα. εἶτα γνῶθι τὸν ὡροσκόπον τοῦ ἔτους καὶ τὴν μοῖραν αὐτοῦ καὶ τὸ λεπτόν καὶ ἀπόγραψαι τοὺς ιβ οἴκους καθεξῆς μετὰ καὶ τῶν μοιρῶν αὐτῶν καὶ τῶν λεπτῶν ἐργαζόμενος ταῦτα διὰ τῶν ὡριαίων χρόνων καὶ τῶν ἀναφορῶν τῆς ὀρθῆς σφαίρας· καὶ ἀπόγραψαι ἐν τῷ τοιούτῳ θέματι τὰς ἐποχὰς τῶν ἀστέρων κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς καὶ τὰ ὑψώ ματα αὐτῶν καὶ τὰ ταπεινώματα καὶ τοὺς ἀναποδισμοὺς καὶ τὰς ἀκτινοβολίας καὶ τὰ δωδεκατημόρια ὡσαύτως καὶ τὰ δωδεκατημόρια τῶν μοιρῶν τῶν οἴκων καὶ τοὺς κλή ρους καὶ τὸν Ἀναβιβάζοντα καὶ τὸν Καταβιβάζοντα καὶ ἀπόγραψαι πάντα ἕκαστα ἐν ᾧ ἐστιν οἴκῳ. εἶτα γράψον ἐν τῷ τοιούτῳ θέματι τοὺς κατὰ πῆξιν ἀστέρας καὶ τὰς διαθέσεις αὐτῶν καὶ τὰς ἀκτινοβολίας καὶ τὰ δωδεκατη μόρια καὶ τὰ δωδεκατημόρια τῶν οἴκων καὶ τοὺς κλήρους καὶ τὸν Ἀναβιβάζοντα καὶ Καταβιβάζοντα ταῦτα πάντα κατὰ πῆξιν. εἶτα ἀπόγραψαι καὶ τὸν τόπον τοῦ κατὰ πῆξιν ὡροσκόπου ὡσαύτως καὶ τὸν τόπον ἔνθα κατέληξεν ἀπὸ  τοῦ κλήρου τῆς τύχης τοῦ κατὰ πῆξιν καὶ τοὺς τόπους ἔνθα κατήντησεν ἡ ἐναλλαγὴ ἀπὸ τῶν κυριωτέρων τόπων τῆς καταρχῆς. εἶτα γράψον ἐν αὐτῷ ἔνθα κατήντησεν ὁ ἐπιμερισμὸς καὶ ὁ ἐπιμερίζων πρὸς δὲ καὶ ὁ συνεπιμερίζων καὶ ὁ κύριος τοῦ φαρτάρου [ἤγουν τοῦ] καὶ ὁ συνεπιμερίζων αὐτῷ καὶ ὁ κύριος τοῦ κύκλου ἕκαστα ἴδια ἐν ᾧ ἐστι ζῳδίῳ. εἰ δὲ ἐν τῇ μεσουρανούσῃ μοίρᾳ ἢ μετά τινος τῶν δύο φωστήρων ἢ μετά τινος τῶν πλανήτων ἐπὶ κέντρου ὄντος ἀστὴρ ὑπάρχει ἀπλανής ἀπόγραψαι καὶ τοῦτον. ταῦτα δέ σου ποιήσαντος γενήσεταί σοι ἐν τῷ τοιούτῳ θέματι ιδ ἀστέρες καὶ β Ἀναβιβάζοντες καὶ β Καταβι βάζοντες καὶ ἀκτινοβολίαι τοῦ κατὰ πῆξιν ὡροσκόπου καὶ αἱ ἀκτινοβολίαι τοῦ κατὰ πάροδον ἐν  τόποις καὶ τὰ δωδεκατημόρια τῶν ζῳδίων καὶ τῶν ἀστέρων ἐν λη τόποις καὶ οἱ κλῆροι εἴτε πολλοὺς βούλει εἴτε ὀλίγους· πλὴν ὅτε βούλει ἀπογράψασθαι ἔν τισιν οἴκοις τοὺς ἀστέ ρας καὶ ἔχει ὁ εἷς οἶκος πολλοὺς ἀστέρας δεῖ σε ἀπο γράψασθαι πρότερον τὸν ὀλίγας μοίρας ἐπέχοντα καὶ τελευταῖον θεῖναι τὸν τὰς πλείονας μοίρας τοῦ ζῳδίου ἐπέχοντα. τὸ αὐτὸ δὲ δεῖ σε ποιεῖν καὶ ἐπὶ τῶν ἀκτίνων καὶ τῶν κλήρων καὶ τῶν δωδεκατημορίων. ταῦτα ὅτε ποιήσεις τέλειον ἐξέθου τὸ τῆς ἐναλλαγῆς τοῦ χρόνου θέμα. 
Ἕκτον. Περὶ τοῦ ὡροσκόπου τοῦ ἔτους καὶ τῶν διαθέσεων τῶν ἀστέρων κατὰ τὴν ἐναλλαγήν  Ὅτε ποιήσεις τὸ θέμα τῆς τοῦ χρόνου ἐναλλαγῆς ἴδε τὸν ὡροσκόπον ὁποῖός ἐστι τῶν κατὰ πῆξιν οἴκων καὶ εἴτε ἐκ τῶν κέντρων ἐστὶν εἴτε ἐκ τῶν ἐπαναφορῶν εἴτε τῶν ἀποκλιμάτων καὶ τίς ὑπῆρχεν ἐν αὐτῷ τῶν ἀστέρων κατὰ τὸν τῆς γεννήσεως καιρόν καὶ ποῖαι ἀκτῖνες καὶ τίνες κλῆροι καὶ τίνων δωδεκατημόρια καὶ τίσ δὲ ἐπιβλέπει αὐτὸν ἐν τοῖς δυσὶ καιροῖς καὶ τίνες εἰσὶν ἐπικρατήτορες αὐτοῦ καὶ ἐν οἵῳ τόπῳ εἰσὶν ἀπ' αὐτοῦ καὶ εἰ ἄρα ὑπάρχουσιν ἐν τόπῳ οἰκείῳ ἢ ἐν ἀλλοτρίῳ καὶ εἰ ἔχει ὁ ἀστὴρ ἐκεῖνος ἕνα οἶκον ἢ β καὶ εἰ ἔχει β πότερον τὸν ἕνα αὐτῶν ὁρᾶ ἢ τοὺς β εἰ δὲ ἕνα οἶκον ἔχει ἆρα ἐπιβλέπει αὐτὸν ἢ οὔ καὶ εἰ προποδίζει ἢ ἀναπο δίζει καὶ εἰ δυνατὸς ὑπάρχει ἢ ἀδύνατος καὶ εἰ ἐν τῷ ἀπογείῳ αὐτοῦ ὑπάρχει ἢ ἐν τῷ περιγείῳ καὶ οἷον πλάτος ἐπέχει καὶ εἰ ἐν τῷ ὑψώματι αὐτοῦ ὑπάρχει ἢ ἐν τῷ τα πεινώματι. σκόπει δὲ καὶ εἰ ἀποκεκλίκασιν ἀλλήλων οἱ ἀστέρες ἢ ἐφορῶσιν ἀλλήλους καὶ τὰς ἀκτῖνας αὐτῶν ἀπὸ τῶν ἑπτὰ ἡμερῶν καὶ τὰς συναφὰς αὐτῶν καὶ τὰς ἀλλήλων ὑποδοχὰς καὶ τοὺς συνεργοῦντας ἀλλήλοις ἢ βλάπτοντας καὶ τοὺς ἐναντιουμένους ἢ φιλουμένους καὶ τὰς συγκράσεις ἃς ἔχουσι πρὸς ἀλλήλους καὶ τοὺς τῆς αὐτῆσ αἱρέσεως ἢ παραιρέτας καὶ τὰ δώδεκα τημόρια  αὐτῶν καὶ ὅπου κατήντησεν ἕκαστος ἐν ταῖς τῶν χρόνων ἐναλλαγαῖς κατὰ δωδέκατον περίπατον καὶ εἰς τίνα κατήντησε τῶν κατὰ πῆξιν ἀστέρων καὶ εἰς τίνα τῶν κατὰ πάροδον τῷ αὐτῷ δὲ τρόπῳ καὶ κατὰ τοὺς μῆνας ποῦ καταντῶσι. δεῖ δὲ σκοπεῖν καὶ τὰ πρὸς τὸν Ἥλιον τῶν ἀστέρων σχήματα φημὶ δὴ τό τε ἑῷον καὶ τὸ ἑσπέριον καὶ τὸ ἐγκάρδιον καὶ τὸ ὕπαυγον ὡσαύτως δὲ καὶ τὸ ἔξαυγον καὶ τὰ λοιπὰ πάθη τῶν ἀστέρων. ταῦτα δὲ δεῖ σκοπεῖν κατά τε πῆξιν καὶ κατὰ πάροδον· πολλάκις γὰρ ὑπάρχει ὁ ἀστὴρ κατὰ πῆξιν ἐφορῶν τινα τόπον ἢ ἀστέρα τῶν φιλίων αὐτῶν ἢ ἐναντιουμένων ἐν δὲ τῇ τῶν χρόνων ἐναλλαγῇ ἀλλοῖος φαίνεται. καὶ διὰ τοῦτο δεῖ προσέχειν τῇ θέσει αὐτοῦ καὶ τοῖς σχήμασιν ἐν ἀμφοτέροις τοῖς καιροῖς ὡς διαφόρου οὔσης τῆς σημασίας. 
Ἕβδομον. Περὶ τῆς τῶν ἡλικιῶν διαγνώσεωσ  Δεῖ ἐν ταῖς ἐναλλαγαῖς τῶν ἐτῶν πρῶτον διαγνῶναι τὴν ἡλικίαν τοῦ γεννηθέντος εἴτε παῖς ἐστιν εἴτε νέος εἴτε μεσαιπόλιος εἴτε γέρων εἴτε παρηβηκώς· ἕκαστος γὰρ τῶν ζ ἀστέρων ἔχει φυσικὴν σημασίαν καθ' ἑκάστην ἡλικίαν καὶ οὐ τὸν αὐτὸν τρόπον λαμβάνεται ἐν ταῖς τῶν χρόνων ἐναλλαγαῖς. καὶ γὰρ ὁ παῖς διὰ λεπτότητα καὶ ἀσθένειαν τῆς οἰκείας φύσεως πρὸς δὲ καὶ τὴν ἄγνοιαν ὅτε δηλώσει τις ἀστὴρ περὶ γάμου αὐτοῦ ἢ τεκνογονίας ἢ ἀγῶνος περὶ πλούτου συναγωγὴν καὶ κτῆσιν οὐσίας ἢ  ἀποδημίας ἢ ἐπιχειρήσεως δυσχερῶν πραγμάτων ἢ πράγ ματα ἀδύνατα αὐτῷ μὴ ἔχων ὁ τοιοῦτος δύναμιν οἵαν ἔχουσιν οἱ νέοι μήτε ὑπομονὴν μήτε φρόνησιν ἢ οἰκονομίαν οὐ δύναται δέξασθαι τὰς τῶν ἀστέρων ἐνεργείας· ὡσαύ τως ὁ παρηβηκὼς καὶ ἠτονηκὼς γέρων ὅτε δηλώσουσιν οἱ ἀστέρες τεκνογονίαν αὐτοῦ καί τινα ἕτερα ἃ ποιῆσαι ἀδυνατεῖ. διὰ τοῦτο οὖν ἀναγκαῖόν ἐστιν προγνῶναι τὴν ἡλικίαν τοῦ γεννηθέντος ὡς ἂν τὸ ἀποτέλεσμα ᾖ κατὰ ταῦτα. Ἀνέτρεψάν τινες τὸν τοιοῦτον λόγον καὶ εἶπον· ὁρῶμεν τὸ βρέφος καὶ τὸ νεογνὸν παιδίον ὅτι πρὸς γάμον λαμβά νεται καὶ γίνονται αὐτῷ ἀξιώματα καὶ ἐξουσίαι καὶ δοῦλοι καὶ ὑποζύγια· πολλάκις δὲ καὶ ἐν ἀποδημίαις προσλαμ βάνεται καὶ κληρονομεῖ πλοῦτον ἀξιόλογον καὶ ἐπικτᾶται ἀκίνητον περιουσίαν. ἡμεῖς δὲ λέγομεν ὅτι τὰ τοιαῦτα οὐ δι' αὑτοῦ πράττει ὁ παῖς ἀλλὰ διά τινων προνοητῶν αὐ τοῦ οἱονεὶ γονέων ἢ ἑτέρων. ταῦτα δὲ ἐπιγίνεται αὐτῷ ὅτε δηλοῖ τις ἀστὴρ τὰ τοιαῦτα ἐκείνου μηδὲν γινώσκον τος ἢ θέλοντος ἢ διακρίνοντος. καὶ κατὰ τοῦτον τὸν τρό πον φαμὲν αὐτὸν μὴ δύνασθαι τὰ τοιαῦτα ποιῆσαι· καὶ γὰρ οὐδὲ συνουσιάζει οὐδὲ τεκνογονεῖ οὐδὲ δυσχερέσι πράγμασιν ἐπιχειρεῖ δι' ἑαυτοῦ. ἐν γὰρ τῇ τοιαύτῃ ἡλικίᾳ πρὸς τὰ τοιαῦτα ἀδυνατεῖ. ὅτε δὲ κατά τινα καιρὸν τῆς  ζωῆς αὐτοῦ ὑπάρχει ἐν τῇ ἀνηκούσῃ ἡλικίᾳ τῷ ἀστέρι ἐκείνῳ δύναται ἐπιτηδεύεσθαι τὴν σημασίαν τοῦ ἀστέρος. Κυβερνῶσι δὲ οἱ ἀστέρες τὰς ἡλικίας κατὰ τὴν τάξιν τῶν οἰκείων σφαιρῶν ἀρχόμενοι ἀπὸ τῆς κατωτέρω σφαίρας οἱ μὲν ἰσάριθμον κυβερνῶντες καιρὸν τῇ ἐλαχίστῃ αὐτῶν περιόδῳ οἱ δὲ τῷ ἡμίσει ἢ τῷ δεκάτῳ τῆς ἐλαχίστης ἢ τῆς μέσης αὐτῶν περιόδου. τὴν μὲν οὖν πρώτην τετρα ετίαν κυβερνεῖ ἡ Σελήνη πλησιεστέρα οὖσα τῶν λοιπῶν ἀστέρων ἡμῖν· καὶ γὰρ τὸ ἀσθενὲς τῆς φύσεως τοῦ παιδὸς καὶ ἡ ὑγρότης καὶ ἡ ἀπαλότης καὶ ἡ ὀλιγοτροφία καὶ ἡ κακοήθεια καὶ ἡ τῶν πραγμάτων ἄγνοια καὶ ἡ ἀποχὴ τῶν πρακτέων καὶ ἡ ἀπορία τῶν διανοήσεων καὶ τὸ τάχιον τῆς αὐξήσεως καὶ τὸ ἐπιδεκτικὸν τῶν μεταβολῶν δηλοῖ τὴν Σελήνην εἶναι τούτου κυβερνῆτιν. καὶ διακυβερνᾷ τοῦτον χρόνους δ ἀπὸ τοῦ καιροῦ τῆς ἐκτέξεως. τέσσαρες δὲ ὑπετέθησαν οἱ τρόφιμοι χρόνοι κατὰ δ στοιχεῖα ἐξ ὧν συνέστηκε τὸ ἡμέτερον σῶμα ἑνὶ ἑκάστῳ στοιχείῳ ἔτος α· δηλοῖ δὲ ὅτι μόνα τὰ τέσσαρα ἔτη τῆς Σελήνης εἰσίν ὅτι ὁ παῖς τὴν τοιαύτην τελειώσας ἡλικίαν μεθίσταται ἀπὸ τῶν εἰρημένων διαθέσεων ἐπὶ ἑτέραν διάθεσιν. ἕτεροι δὲ εἶπον ὡς ἐπεὶ ἡ Σελήνη δηλοῖ τοὺς τροφίμους ἐνι αυτούς εἰσὶ δὲ τὰ μέσα αὐτῆς ἔτη λθ ἥμισυ λαμ βάνομεν τούτων τὸ δέκατον καὶ γίνονται δ ἔγγιστα·  ἔλαβον δὲ τὰ δ ὡς δέκατον εἶναι τῶν μ καὶ τὴν ἥττονα ἀναλογίαν πρὸς ταῦτα τηροῦντα. καὶ εἰ ἐλάβομεν τὸ ι τῶν ἐλαχίστων αὐτῆς ἐτῶν ἦσαν ἂν β ἥμισυ ἐνιαυτοί ἀλλ' οὐχ ὁρῶμεν ἐν τοσούτῳ καιρῷ μετατιθέμενον τὸν παῖδα ἀπό τινος διαθέσεως εἰς ἑτέραν διάθεσιν. καὶ εἴ γε ἔλαβον τὸ δέκατον τῶν μεγίστων αὐτῆς ἐτῶν ια ἂν ἦσαν ἔγγιστα ἀλλὰ φανερῶς ὁρῶμεν μετατιθέμενον τὸν παῖδα καὶ μεταβαλλόμενον πρὸ τοῦ τοιούτου καιροῦ. Εἶτα παραλαμβάνει τὴν δευτέραν ἡλικίαν ὁ Ἑρμῆς καὶ κυβερνεῖ ἔτη ι ἤτοι τὸ ἥμισυ τῆς ἐλαχίστης αὐτοῦ περι όδου. τὸ γὰρ ἥμισύ ἐστι πρώτη σχέσις τῶν ἀριθμῶν καὶ μείζων καὶ δηλονότι διὰ τοσούτων ἐτῶν μετατίθεται ὁ ἄνθρωπος ἀπό τινος διαθέσεως ἐπὶ ἑτέραν διάθεσιν. ἐγνώ σθη δὲ διέπων ὁ Ἑρμῆς τὴν τοιαύτην ἡλικίαν ὡς προς εχῶς τῆς Σελήνης ὑπερκείμενος καὶ διὰ τὴν ἐμφαινομένην τῇ ἀνθρωπίνῃ φύσει τηνικαῦτα εὐφυΐαν καὶ διάνοιαν καὶ τῶν πραγμάτων διάκρισιν καὶ τὸ ἄρχεσθαι μανθάνειν καὶ παιδεύεσθαι καὶ τὸ τέλος ταύτης τῆς ἡλικίας ἐστὶ τέλος τῆς παιδικῆς ἡλικίας.  Τὴν δὲ τρίτην ἡλικίαν παραλαμβάνει ἡ Ἀφροδίτη καὶ διέπει ἔτη ὀκτὼ κατὰ τὴν ἐλαχίστην αὐτῆς περίοδον. καὶ ἔστιν ἡ τοιαύτη ἡλικία ἀρχὴ τῆς νεανικῆς· παρελήφθη δὲ οὕτως διὰ τὸ ἄνωθεν εἶναι τὴν ἀφροδισιακὴν σφαῖραν τῆς ἑρμαϊκῆς καὶ ταύτῃ προσεχῆ. διὰ τοῦτο κινεῖται ἡ ὄρεξις τηνικαῦτα καὶ ἀκατάσχετος ἡ ὁρμὴ αὐτῆς πρὸς τὴν συνουσίαν γίνεται. Τὴν δὲ τετάρτην ἡλικίαν διέπει ὁ Ἥλιος ἔτη ιθ κατὰ τὴν ἐλαχίστην αὐτοῦ περίοδον· ὑπέρκειται γὰρ ἡ σφαῖρα αὐτοῦ τῆς ἀφροδισιακῆς προσεχῶς. τηνικαῦτα δὲ εὑρί σκομεν τὸν ἄνθρωπον φιλοῦντα τὴν δόξαν καὶ τὸ ὕψος καὶ μεταστῆναι ἀπὸ διαθέσεως εἰς ἑτέραν κρείττονα διάθεσιν καὶ ἀπὸ τῶν παιδικῶν ἐπὶ τὰς σπουδάς καὶ κατέχοντα τὰς ἡδονὰς καὶ τὸ παίζειν ἀπαναινόμενον. καὶ ὥσπερ ὁ Ἥλιος μέσος ἐστὶ τῶν κάτω ἀστέρων καὶ τῶν ἄνω τὸν αὐτὸν τρόπον καὶ αὕτη ἡ ἡλικία μέση ἐστὶ τῆς παιδικῆς καὶ τῆς γεροντικῆς· καὶ τὸ τέλος αὐτῆς τέλος ὑπάρχει τῆς νεανικῆς ἡλικίας. Εἶτα παραλαμβάνει ὁ Ἄρης τὴν πέμπτην ἡλικίαν καὶ διέπει ἔτη ιε· καὶ ἡ ἀρχὴ ταύτης τῆς ἡλικίας ἐστὶν ἀρχὴ τῆς καθεστηκυίας· καὶ γὰρ ὁ Ἄρης ὑπέρκειται προσεχῶς  τῆς ἡλιακῆς σφαίρας. διὰ τοῦτο ἐν τῇ τοιαύτῃ ἡλικίᾳ οἱ ἄνθρωποι ἀγωνίζονται ἐν τῷ κόσμῳ καὶ φροντίσιν ἑαυ τοὺς περιπείρουσι καὶ κόποις καὶ μερίμναις καὶ μόχθοις καὶ πόνοις ταλαιπωροῦσι καὶ τὰς πλείονας ἡδονὰς κατα λιμπάνουσιν. Εἶτα παραλαμβάνει τὴν ἕκτην ἡλικίαν ὁ Ζεὺς καὶ δι έπει ἔτη ιβ ὑπερκείμενος προσεχῶς τοῦ Ἄρεως· καὶ ἔστιν ἡ τοιαύτη ἡλικία γεροντική. διὰ τοῦτο γὰρ οἱ ἄνθρωποι τηνικαῦτα καταλιμπάνουσι τοὺς πλείονας κόπους καὶ πόνους καὶ μόχθους καὶ ἀγῶνας καὶ τὸ σφαλερῶς ἐπι χειρεῖν καὶ φροντίζουσιν ἐν τῇ τοιαύτῃ ἡλικίᾳ τῶν καλῶν καὶ ἀγαθῶν πράξεων καὶ μνημονεύουσι τοῦ ἐκεῖθεν κός μου καὶ χρῶνται ταῖς εὐποιΐαις. Εἶτα παραλαμβάνει τὴν ἑβδόμην ἡλικίαν ὁ Κρόνος καὶ διέπει ἄχρι τοῦ τέλους τῆς ζωῆς ὑπερκείμενος προσεχῶς τοῦ Διός. καὶ διὰ τοῦτο οἱ ἄνθρωποι τηνικαῦτα παρ ακμάζουσι καὶ ἀδυνατοῦσι καὶ ψύχονται τὰ σώματα καὶ ὀκνοῦσι καὶ ἀποροῦσι καὶ ὀλιγοψυχοῦσιν ὥσπερ ἀπαγο ρευούσης τῆς φύσεως καὶ ἐκκόπτονται τὰς ἐλπίδας καὶ ἐπιθυμιῶν ἐστέρηνται καὶ νόσοις πιέζονται. 
Ὄγδοον. Περὶ τῆς διαθέσεως τῶν ἀστέρων ἐν τοῖς γενεθλίοις καὶ κατὰ πάροδον  Ἐν ταῖς ἑπτὰ οὖν ἡλικίαις ταύταις ἕκαστος ἀστὴρ ἐμ φαίνει τὴν οἰκείαν ἐνέργειαν κατὰ τὴν ἀρχῆθεν διάθεσιν αὐτοῦ καὶ κατὰ τὴν ἐν τῷ καιρῷ καθ' ὃν παραλαμβάνει τὴν τῆς ἡλικίας κυβέρνησιν. εἰ οὖν ἐν τοῖς δυσὶ καιροῖς καλῶς ὑπάρχει διατεθειμένος δηλοῖ πολλὴν λυσιτέλειαν· εἰ δὲ κεκακωμένος εἴη τοῖς δυσὶ καιροῖς σημαίνει πολλὴν βλάβην· εἰ δὲ διαφωνῶσιν οἱ β καιροί ὅ τε κατὰ πῆξιν καὶ ὁ κατὰ πάροδον μετρία ἔσται καὶ ἡ ὠφέλεια καὶ ἡ βλάβη. εἰ δέ τις τῶν ἀνθρώπων οὐ καταλάβῃ τὸ γῆρας ὥστε δι ελθεῖν τὰ ἔτη τῶν ἀστέρων ἀποθανεῖται ἐν τῷ καιρῷ τῆς κυβερνήσεως τοῦ ἀστέρος ἐκείνου οὗ τὴν ἡλικίαν κατέλαβε. Τινὲς δὲ εἶπον ὅτι κυβερνᾷ ὁ Κρόνος τὴν ζ ἡλικίαν ἔτη λ· εἰ δὲ ταῦτα παρέλθῃ πάλιν κυβερνᾶται ὑπὸ τῆς Σελή νης· ἀσθενὴς γὰρ καὶ ὑγρὸς καὶ ὀλιγότροφος καὶ ἀργοκί νητος γίνεται. εἶτα ὑπὸ τοῦ Ἑρμοῦ καὶ καθεξῆς ὡσ προείπομεν πλὴν εἰ καὶ ἀποκαθίσταται ἡ κυβέρνησις ἐπὶ τῆς Σελήνης ἀλλ' οὖν οὐ τὰ αὐτὰ ἕξει τῇ ἐξ ἀρχῆς ἡλικίᾳ· οὔτε γὰρ θηλάζει οὔτε γάλακτι τρέφεται. τότε γὰρ ἐδέξατο τὰς ἐνεργείας τῶν ἀστέρων ἀναλογούσας  αὐτοῦ ἡλικίᾳ· ἐν δὲ τῇ ἐσχάτῃ ἡλικίᾳ ἀδρανῆ καὶ ἀμυδρὰ τὰ τῶν ἀστέρων εἰς αὐτὸν διαβαίνει ἐνεργήματα. Τινὲς δὲ ἐσκόπουν τὰς ἡλικίας καὶ ἑκάστην ἡλικίαν διῄρουν εἰς τοὺσ ζ ἀστέρας καθὼς καὶ ἐν τῷ φαρταρῇ ποιοῦμεν πλὴν ὅτι οὐκ ἔχει τὸν τρόπον ἐκεῖνον διότι οἱ χρόνοι τοῦ φαρταροῦ τῷ ἀστέρι παρεξεβλήθησαν ἀπὸ τρόπου δι' οὗ κοινωνοῦσιν ἀλλήλοις πάντες οἱ πλανῆται. ἐτάχθησαν γὰρ κατὰ τὴν τάξιν τῶν ἐν τοῖς ζῳδίοις ὑψω μάτων αὐτῶν ταῦτα δὲ τὰ ἔτη ὑπάρχουσι κατὰ τὴν ἀπά θειαν ἑνὸς ἑκάστου ἀστέρος πρὸς μίαν ἑκάστην ἡλικίαν. καὶ διὰ τοῦτο ὅτε ἐστὶν ὁ γεννηθεὶς ἐν κυβερνήσει τινὸς τῶν ἀστέρων κατά τινα ἡλικίαν μόνῳ ἐκείνῳ τῷ ἀστέρι κυβερνᾶται ᾧ ἀναλογεῖ ἡ φύσις τῆς ἡλικίας. 
Ἔννατον. Περὶ τοῦ τίνα δεῖ προγινώσκειν τὸν ἀστρολόγον περὶ τοῦ ἔχοντος τὴν ἐναλλαγήν  Δεῖ πρὸ τοῦ ἀποτελέσματος τῆς τῶν χρόνων ἐναλλαγῆς γινώσκειν ταῦτα τὰ δ. πρῶτον ἐν ποίᾳ ἡλικίᾳ ἐστὶν ὁ ἔχων τὴν ἐναλλαγὴν τῶν ἡλικιῶν τῶν ἀστέρων· δεύτερον ποίας τάξεώς ἐστι τῶν ἀνθρώπων· τρίτον τὰς διαθέσεις αὐτοῦ περὶ ὧν ἐνδέχεται ἀποτελεῖν· τέταρτον προειδέναι τινὰ τῶν κατ' αὐτὸν πραγμάτων. καὶ πρῶτον μὲν χρὴ  εἰδέναι πόσων ἐτῶν ἐστιν ὁ γεννηθείς· τούτῳ γὰρ γνω σθήσεται καὶ ἐν ποίᾳ ἡλικίᾳ ἐστὶν ὁ γεννηθείς καὶ ὑπὸ ποίου ἀστέρος κυβερνᾶται. εἶπον δὲ ὅτι χρὴ καὶ τὸ τοιοῦτον εἰδέναι ὅτι πάντες οἱ μοχθηροί ὅτε ἀτονήσωσι πρὸς κατάληψιν μαθήματός τινος παντὶ τρόπῳ βούλονται ἐξουδενοῦν καὶ διαβάλλειν ἐκεῖνο τὸ μάθημα ἵνα δόξωσι μὴ δι' ἀδυναμίαν φύσεως τούτου στερηθῆναι ἀλλὰ διὰ τὸ εἶναι τὸ μάθημα σφαλερὸν καὶ ἄχρηστον· καὶ διὰ τοῦτο παντὶ τρόπῳ σπεύδουσι παραλογίζεσθαι καὶ διαβάλλειν τοὺς μετερχομένους αὐτό. τοιγαροῦν θέματα προκομί ζουσί τινες τῶν τοιούτων βρέφους ἢ γέροντος παρηβηκό τος καὶ ὑποδεικνύουσι τοῦτό τινι τῶν ἀστρονόμων καὶ ἐρωτῶσιν αὐτὸν περί τινων ἐνεργειῶν ὧν αἱ τοιαῦται ἡλικίαι ἄδεκτοι πρὸς τὸ διαβαλεῖν τὸ μάθημα· καὶ διὰ τοῦτο ἀναγκαῖόν ἐστι προειδένει τὸ ἔτος. Δεῖ δὲ ἡμᾶς γινώσκειν καὶ τὰ τοῦ δευτέρου κεφαλαίου ὅτι δ εἰσιν αἱ τῶν ἀνθρώπων τάξεις· καὶ πρώτη μὲν ἡ τῶν βασιλέων δευτέρα δὲ ἡ τῶν εὐγενῶν καὶ τρίτη ἡ  τῶν μέσων καὶ τετάρτη ἡ τῶν πενήτων. πολλοὶ γὰρ οἱ διαβάλλοντες τὸ μάθημα· καὶ παραλογίζονται τοὺς λο γίους καὶ προσάγουσιν ἐναλλαγὴν χρόνων [πρὸσ] βασι λέως καὶ οὐ λέγουσιν αὐτοῖς Βασιλική ἐστιν ἡ ἐναλ λαγή. ἐκεῖνοι δέ ἀγνοοῦντες ποίας τάξεώς ἐστι τῶν ἀνθρώπων οὐχ ὡς περὶ βασιλέως ἀποτελοῦσιν ἀλλ' ὡς περί τινος τῶν κοινῶν. οἱ δὲ διαλαμβάνουσι τὸ τοιοῦτον πρὸς διαβολὴν τοῦ μαθήματος· τοῦ γὰρ βασιλέως ἐναλ λαγὴ ὅτε ἐστὶν ἀγαθή δηλοῖ ἐπικράτειαν κατὰ τῶν λοι πῶν ἐχθρῶν βασιλέων καὶ ἐκπόρθησιν κάστρων καὶ πό λεων καὶ κλιμάτων καὶ θησαυρῶν εὕρεσιν· ὅτε δέ ἐστί τινος τῶν κοινῶν ἡ ἐναλλαγή δηλοῖ ἐχθρῶν ἐπικράτειαν καὶ βασιλέως πρὸς αὐτὸν προσπάθειαν καὶ ὑπεροχὴν πρὸς τοὺς τῆς ὁμοίας αὐτῷ τάξεως. Τὸ δὲ τρίτον κεφάλαιον ἦν τὸ γνῶναι τὰς ἐνεργείας ὧν ἐστι δεκτικὸς ὁ τὴν ἐναλλαγὴν ἔχων. τοῦτο δὲ δεῖ εἰδέναι τὸν ἐπιστήμονα μή πως περιτυχὼν ἐναλλαγῇ γενεθλίου εὐνούχου δηλούσῃ παίδων γονήν ἀποτελέσῃ τι τοιοῦτον καὶ γελοῖος ὀφθῇ. ἡ γὰρ καταρχὴ τῆς γενέσεως ἐδήλου τὸν τοιοῦτον εὐνοῦχον γεγενῆσθαι καὶ ἄπαιδα· πῶς οὖν  δυνήσεται κατά τινα καιρὸν πατὴρ γεγονέναι ὁ καθάπαξ τὸ τοιοῦτον διὰ τῶν τῆς καταρχῆς σχημάτων ἀφαιρεθείς; ὡσαύτως καὶ εἴ ποτε περιτύχοιμεν ἐναλλαγῇ ἔτους παι δὸς δηλούσῃ τεκνογονίαν οὐ λέγομεν τοῦτον τεκνογο νῆσαι διὰ δύο αἰτίας· μίαν μὲν ὅτι ὁ ἀστὴρ ὁ κυβερνῶν τὴν ἡλικίαν αὐτοῦ οὐ δηλοῖ δύναμιν τεκνογονίας ἑτέραν δὲ ὅτι ἡ φύσις αὐτοῦ ἄδεκτός ἐστι τῶν σημασιῶν τῶν ἀστέρων. καὶ γὰρ εἴ τις ἐναλλάξει νεκροῦ ἔτος καὶ ἤδη τὰ σχήματα δηλοῦντά τινα οὐδὲν περιγενήσεται αὐτῷ διὰ τὸ ἄδεκτον εἶναι τῶν τοιούτων. δεῖ οὖν ἀντιδιαστέλλειν τὸ ἀποτέλεσμα καὶ γράφειν ὅτι δηλοῦσιν οἱ ἀστέρες τῷ δεῖνι περιγενέσθαι τόδε καὶ τόδε εἴπερ ὑπάρχει ἐν ἡλικίᾳ δεκτικῇ τῶν τοιούτων ἀποτελεσμάτων· εἰ γὰρ μὴ εἴη δεκτικὴ τῶν τοιούτων λέγομεν ὡς οἱ ἀστέρες καθολικῶς δηλοῦσι τόδε καὶ τόδε καὶ ὡς ἡ φύσις τοῦ ἀνθρώπου τούτου εἴπερ ἦν δεκτικὴ τῶν τοιούτων περιεγένοντο ἂν αὐτῷ. Τέταρτον ἦν κεφάλαιον τὸ γινώσκειν τὰ κατὰ τὸν ἔχοντα τὴν ἐναλλαγὴν ὡς ἂν προσφυὲς τῷ προσώπῳ καὶ τὸ ἀποτέλεσμα γένηται. λέγομεν γὰρ περὶ τοῦ μὴ ἔχον τος πλοῦτον ὅτι ἐπικτήσεται περὶ δὲ τοῦ ἔχοντος ὅτι αὐξή σει ὁ πλοῦτος αὐτοῦ. καὶ εἰ μὲν ἔχει ἀδελφούς τῶν σχη μάτων δηλούντων γένεσιν ἀδελφῶν λέγομεν προσθήκην γενέσθαι τοῖς ἀδελφοῖς· εἰ δὲ μὴ ἔχει λέγομεν ὡς γενή σονται αὐτῷ ἀδελφοί. ὡσαύτως καὶ περὶ τῶν γαιῶν καὶ  ἐξουσιῶν καὶ τῶν ὁμοίων ἀλλ' οὐδὲ ἀποτελοῦσι περὶ τοῦ μὴ ἔχοντος κτήματα ἢ προσόδους ὡς καταλυθήσονται τὰ τούτου κτήματα ἢ ὕφεσιν δέξονται αἱ τούτου πρόσοδοι. τινὲς δὲ λέγουσιν ὡς εἰ σημαίνουσι τὰ σχήματά τινι τελευ τὴν γονέων καὶ οὐκ ἔχει γονεῖς τελευτήσουσί τινες γέ ροντες ἐν τῷ οἴκῳ αὐτοῦ· καὶ ἐν τῇ καταρχῇ δηλούντων τῶν σχημάτων μὴ τεκνογονεῖν τὸν ἄνθρωπον ἡνίκα ἐπι γένηται σχῆμα τεκνογονίας οὐ τεκνογονεῖ ἀλλὰ υἱοθετήσει τινά· καὶ εἴπερ οὐκ ἔχει κτήματα καὶ δηλοῦσι τὰ σχήματα κτημάτων ἀνόρθωσιν ἔσται τοῦτο ἑτέρῳ τινὶ διὰ μεσι τείας αὐτοῦ· καὶ εἰ γάμον δηλοῦσι τὰ σχήματα τῆς κατ αρχῆς γάμον μὴ δηλούσης συνουσιάσει γυναικὶ χωρὶς γά μου· καὶ εἰ δηλοῦσι τὰ σχήματα πρὸς βασιλεῖς οἰκείωσιν τοιοῦτόν τι τῆς καταρχῆς μὴ ὑποφαινούσης ὁμιλήσει ἄρχουσιν. δεῖ δὲ καὶ τὸν ἐπιστήμονα εἰδέναι εἰ ἔστιν ἡ ἐναλλαγὴ ἀνδρὸς ἢ γυναικὸς ὡς ἂν κατὰ τὴν ἑκάστην φύσιν ἀποτελῇ· καὶ οὐ μόνον τοῦτο ἀλλὰ καὶ τὰ κατ' αὐτούς· πολλάκις γὰρ καὶ γυναῖκες ἄρχουσι πόλεων. δεῖ οὖ καὶ τὰ τοιαῦτα προγινώσκειν. εἰ γὰρ καὶ ἀπὸ τῶν γενεθλίων δυνάμεθα διαγνῶναι τὰ τοιαῦτα ἀλλ' οὖν ἡ τούτων διάγνωσις καθ' ἕκαστον ἔτος δυσχερεστάτη ἐστίν. διαγινώσκεται γὰρ ἀπὸ τῆς ἐναλλαγῆς τοῦ τεθνεότος  τὰ κατὰ παῖδα αὐτοῦ· γίνεται γὰρ ὡσανεὶ δευτέρα σχέσις τοῦ πατρὸς πρὸς τὸν παῖδα μετὰ θάνατον ὥσπερ δια γινώσκεται τὰ περὶ τοῦ πατρὸς ἐκ τοῦ γενεθλίου τοῦ παι δός εἰ καὶ τέθνηκεν ὁ παῖς.

Αναζήτηση

Το πιο ισχυρό μου ατού!

  • Σχετικά με τα αραβικά φυλαχτά Φάιζα Κωδωνά - Δεκέμβριος 28, 2014

    Το θέμα των τάλισμαν και των περιάπτων και εν γένει των φυλαχτών, εμφανίζεται απέραντο στον απλό άνθρωπο, είτε γιατί έχει πολυάριθμες παραλλαγές, είτε γιατί τα στοιχεία είναι ποικίλα, είτε γιατί ο ίδιος ο άνθρωπος έχει ελάχιστη γνώση για αυτά.

    Περισσότερα...

nooriyavenusLogo blogger blogger facebookgoogle sitesgoogle+pinterest