Περὶ τῆς τῶν ἀστέρων ἐπεμβάσεως·
διαιρεῖται δὲ εἰς τμήματα ὀκτώ
%Πρῶτον&.
4361, 008, 207, 5 Ἡ ἐν τῇ ἐναλλαγῇ τῶν ἐτῶν ἐπέμβασις τῶν ἀστέρων
ἐπὶ τοὺς κατὰ πῆξιν αὐτῶν τόπους καὶ ἐπὶ τοὺς κατὰ πῆξιν
ἑτέρων τόπους ἔχει τινὰς ἀπορρήτους σημασίας ἀγαθῶν
τε καὶ κακῶν. ἐπισκοπεῖν οὖν δεῖ τοὺς τόπους αὐτῶν.
καταντᾷ γὰρ ὁ ἀστὴρ πολλάκις ἐν τῇ ἐναλλαγῇ τοῦ ἔτους
εἰς τὴν κατὰ πῆξιν μοῖραν αὐτοῦ, πολλάκις δὲ ἐπὶ τὸ
ζῴδιον, οὐ μὴν τὴν μοῖραν. ὅτε δὲ καταντήσει ἐν τῇ
τοῦ ἔτους ἐναλλαγῇ ἐπὶ τὴν μοῖραν ἐν ᾗ ἦν κατὰ πῆξιν
ἢ εἰς τὸ ὅριον ἐν ᾧ ἦν, τότε ἔσται τελεία ἡ σημασία αὐτοῦ·
καὶ εἴπερ ἐστὶν ὁ ἀστὴρ ἐν τῇ τοῦ χρόνου ἐναλλαγῇ ἐν
ζωδίῳ τινί, εἶτα ἀναποδίζει ἐπὶ τὸν κατὰ πῆξιν αὐτοῦ
τόπον, ἔχει καὶ οὕτως σημασίαν τινά. ὅτε δὲ καταντήσει
ἐπὶ τόπον ἑτέρου ἀστέρος, τριχῶς ἐπισκεπτέον.
Πρῶτον μιγνύειν δεῖ τὰς σημασίας ἀμφοτέρων
τῶν ἀστέρων ὅτε ἐ[υ]φορῶσιν ἀλλήλους, εἶτα τὰς φύσεις
4361, 008, 208, 1 τούτων ἐπισκοπεῖν. ὥσπερ γὰρ ἀγαθοποιὸς ὅταν ἔλθῃ
ἐπὶ τόπον ἀγαθοποιοῦ, %δηλοῖ τὸ βελτίον·& καὶ %ὅταν
ἔλθῃ& ἀγαθοποιὸς ἐπὶ τόπον κακοποιοῦ, ἀγαθύνει [γὰρ]
τὴν ἐνέργειαν τοῦ κακοποιοῦ. εἰ δὲ κακοποιὸς ἐπὶ τόπον
ἀγαθοποιοῦ καταντήσει, διαφθείρει τὴν ἐνέργειαν τοῦ
ἀγαθοποιοῦ· εἰ δὲ κακοποιὸς ἐπὶ τόπον κακοποιοῦ κατ-
αντήσει, ἐπιτείνει τὴν κακίαν αὐτοῦ. γ ἐπισκοπεῖν δεῖ
τὸ ζῴδιον ἐν ᾧ ἦν κατὰ πῆξιν ὁ ἀστὴρ καὶ ποιῆσαι τοῦτο
ὡς ὡροσκόπον καὶ κατ' ἐκεῖνο ἀποτελεῖν.
Ὑποδείγματος χάριν. ὁ Ζεὺς κατὰ πῆξιν ἔν τινι ζῳδίῳ,
καὶ ἦν τὸ ζῴδιον ἐκεῖνο οἶκος αὐτοῦ ἢ οἶκος ἑτέρου· ἐπέβη
δὲ ἡ Ἀφροδίτη ἐν τῇ τοῦ ἔτους ἐναλλαγῇ τῷ τόπῳ τοῦ
Διός. ἐποιήσαμεν οὖν ἕκαστον τὸν οἶκον τοῦ Διὸς ὡς
ὡροσκόπον, εἶτα εἴδομεν τοὺς τῆς Ἀφροδίτης οἴκους ἐν
ποίοις τόποις τυγχάνουσιν ἀπ' ἐκείνων τῶν οἴκων. ἰδόντες
οὖν τὸν Ταῦρον ἑκτὸν ἀπὸ τοῦ Τοξότου, εἴπομεν ὡς ἀρρω-
στήσει· πάλιν ἰδόντες τὸν Ζυγὸν ὡς ια τόπος ἐστὶν ἀπὸ
Τοξότου, εἴπομεν ὡς ἐπικτήσεται φίλους. εἶτα ἐποιήσαμεν
4361, 008, 209, 1 ὡς ὡροσκόπον τοὺς Ἰχθύας, καὶ εὑρόντες τὸν Ταῦρον
τρίτον ἀπ' αὐτῶν, εἴπομεν ὡς ἀποδημήσει· καὶ ἐπεὶ ὁ
Ζυγὸς η ἐστιν ἀπὸ τῶν Ἰχθύων, ἐπικτήσεται πλοῦτον
ἀπὸ κληρονομίας καί τις τελευτήσει τῶν γνωρίμων αὐτοῦ
καὶ διὰ τῶν κληρονομιῶν εὐτυχήσει. εἰ δέ γε λόγον πλείονα
ἔχει ἡ Ἀφροδίτη πρὸς τὸ ζῴδιον τοῦ ἔτους, τοὺς οἴκους
αὐτῆς ποιοῦμεν ὡς ὡροσκόπους καὶ ἀπ' αὐτῶν ἀριθμοῦ-
μεν μέχρι τῶν οἴκων τοῦ Διός.
Ὁ δὲ καιρὸς ὅτε γίνεται τὸ ἀποτέλεσμα τότε ἐστὶν
ἡνίκα διοικήσει ὁ ἀστὴρ ὁ ἀποκαταστὰς τὸν μῆνα ἢ τὰς
ἡμέρας ἐν τῷ ἔτει ἐκείνῳ. εἰ δὲ ἀστὴρ ἐπὶ τόπῳ ἀστέρος
καταντήσει, τότε ἐνδείξεται τὴν ἐνέργειαν ὅτε συσχηματι-
σθῇ τῷ ἀστέρι ἐκείνῳ. εἰ δὲ βούλει γνῶναι πόσον διαμείνῃ
τὸ ἀποτέλεσμα, ἰδὲ ἐὰν κακοποιὸς καταντήσει εἰς τὸν ἴδιον
τόπον, διπλασίασον τὴν περίοδον αὐτοῦ, καὶ τοσοῦτον και-
ρὸν λέγε διαμεῖναι τὸ ἀποτέλεσμα· εἰ δὲ μή ἐστιν ἐναντίος
ὁ τόπος ἐν τῇ ἐναλλαγῇ, ἅπαξ τὴν περίοδον τοῦ ἀστέρος
διαμενεῖ τὸ ἀποτέλεσμα.
Ὑποδείγματος χάριν. ἦν ὁ Κρόνος κατὰ πῆξιν ἐν τῷ
ἑβδόμῳ καὶ ἔτυχεν ἀποκαταστῆναι αὐτὸν ἔν τινι ἐναλλαγῇ
καὶ εὑρεθῆναι εἰς τὸν ἕβδομον τόπον τοῦ ζῳδίου τῆς
ἐναλλαγῆς ἢ τὸν ἕβδομον τόπον τοῦ ὡροσκόπου τῆς
4361, 008, 210, 1 ἐναλλαγῆς. λέγομεν οὖν βλαβῆναι τάς τε γυναῖκας αὐτοῦ
καὶ τοὺς ἐχθροὺς δὶς τὴν περίοδον τοῦ ἀστέρος. εἰ δ' ἔτυχεν
ἐν τῷ μεσουρανίσματι ἢ ἐν ἀγαθῷ τόπῳ ἑτέρῳ, ἅπαξ τὴν
περίοδον διαρκέσει. ὡσαύτως καὶ εἰ καταλλάξει ἀστὴρ
ἀγαθοποιὸς ἔν τινι τῶν ἐτῶν εἰς τὸν κατὰ πῆξιν αὐτοῦ
τόπον, δηλοῖ ἀγαθά. εἰ δὲ καὶ ἐν τῇ καταρχῇ ἢ κατὰ
πάροδον τύχῃ ἐν τόπῳ ἀγαθῷ, διττὴν ἐνεργήσει τὴν
περίοδον· εἰ δὲ ἐν φαύλῳ, μοναπλήν.
Γνώσῃ δὲ τὴν περίοδον οὕτως. εἰ μὲν ἐν τροπικῷ εἴη
ζῳδίῳ ὁ ἀστήρ, τὴν ἐλαχίστην αὐτοῦ λάβε περίοδον· εἰ
δὲ ἐν δισώμῳ, τὴν μέσην· εἰ δὲ ἐν στερεῷ, τὴν μεγίστην.
ἕτερος δὲ τρόπος ἐπεμβάσεώς ἐστιν ὅτε τύχῃ ἀστὴρ κατὰ
πῆξιν ἔν τινι τόπῳ καὶ κατὰ πάροδον ἐπεμβῇ τῷ τόπῳ
ἐκείνῳ ἕτερος ἀστήρ· ἔχει γὰρ σημασίας τινάς. εἰ μὲν οὖν
συσχηματίζονται ἀλλήλοις ἐν τῇ ἐναλλαγῇ οἱ τοιοῦτοι
ἀστέρες, ἐκφαντικωτέραν ποιήσουσιν τὴν ἐνέργειαν καὶ
ἐνεργήσουσιν ἐν ταῖς ἑαυτῶν ἀμφοτέρων περιόδοις, καὶ
μάλιστα εἰ ἐν τόποις ἀγαθοῖς εἶεν.
Ὑποδείγματος χάριν. ἦν ὁ Ζεὺς κατὰ πῆξιν ἐν τροπικῷ
ζῳδίῳ ἐν τῷ τόπῳ. ἔτυχε δὲ ἔν τι%νι& ἐναλ-
λαγῇ ἡ Ἀφροδίτη ἐν τῷ τόπῳ τοῦ Διός· ἦν δὲ ὁ τόπος
4361, 008, 211, 1 ἀπὸ τοῦ ἐνιαυσίου ζῳδίου ἢ τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς.
ἐδήλωσεν οὖν ἡ Ἀφροδίτη ἐπεμβᾶσα τῷ Διῒ ὡς ἐμπνευ-
μάτωσιν ἕξει ὁ γεννηθεὶς καὶ τῆς τραχείας ἀρτηρίας ὀδύ-
νην. εἰ μὲν οὖν ἐσχηματίζετο ἡ Ἀφροδίτη τηνικαῦτα
τῷ Διΐ, ἡνώσαμεν ἂν τὰς τῶν δύο ἀστέρων περιόδους
καὶ εἴπομεν ὡς ἐπὶ εἴκοσιν ἡμέρας διαρκέσει τὸ σύμπτω-
μα· εἰ δὲ μὴ συσχηματίζονται, ἅπαξ τὴν περίοδον τοῦ
ἑνὸς διαρκέσει. ὅτε δὲ ἐν τροπικοῖς εἶεν ζῳδίοις, ἴσως καὶ
ὥρας δηλώσουσιν ἢ ἡμέρας, καὶ μάλιστα ἐὰν ἀγαθο-
ποιοὶ ὦσιν· οἱ γὰρ ἀγαθοποιοὶ ταχίστην δηλοῦσι τὴν τῶν
δυσχερῶν ἀπαλλαγήν. τῇ δ' αὐτῇ μεθόδῳ χρῶ καὶ ἐπὶ
παντὸς ἀστέρος ἀποκαθισταμένου εἰς τὸν ἑαυτοῦ τόπον
ἐν τῇ ἐναλλαγῇ ἢ ἐφ' ἑτέρου τόπου ἐπεμβαίνοντος.
Εἰ δὲ <β> ἀστέρες ἢ καὶ πλείονες ἐπεμβῶσι τόπῳ ἀστέ-
ρος ἢ ἀστὴρ ἐπεμβῇ <β> ἀστέρων τόποις, τὸ αὐτὸ
ἔσται ἀποτέλεσμα ὅπερ καὶ ἐφ' ἑκάστου ἰδίᾳ εἴρηται.
ὑποδείγματος χάριν. ἦν ἡ Σελήνη κατὰ πῆξιν ἐν τῷ
Καρκίνῳ· ἐπέμβη%σαν& οὖν ὅ τε [ὁ] Κρόνος καὶ ὁ Ζεὺς ἔν
τινι ἐναλλαγῇ τῷ τόπῳ τῆς Σελήνης εἴπομεν οὖν ὡς ἡ
τοῦ Κρόνου ἐπέμβασις βλάβας ἐπάγει προφάσεσι γυναι-
κῶν, ἡ δὲ τοῦ Διὸς εὐεξίαν σώματος καὶ προσθήκην
πλούτου καὶ φήμας ἀγαθάς· ἴσως δὲ καὶ τεκνογονήσει.
καὶ τῆς μὲν λύπης ἡ διαμονὴ ἔσται κατὰ τὴν τοῦ Κρόνου
περίοδον ἢ ἕως ὅτου ἐξέλθῃ ὁ Κρόνος ἀπὸ τῶν ὁρίων ἐν
4361, 008, 212, 1 οἷς ἐστιν· ὡσαύτως καὶ ἐπὶ τοῦ Διός. εἰ δὲ καὶ ὁ Ζεὺς καὶ
ὁ Κρόνος κατὰ πῆξιν ὑπάρχουσιν ἐν τῷ Καρκίνῳ καὶ
ἐπεμβῇ τούτοις ἡ Σελήνη κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς,
δηλοῖ ἡ μὲν τῆς Σελήνης ἐπὶ τὸν Κρόνον ἐπέμβασις ὡς ὁ
τὴν ἐναλλαγὴν ἔχων συνουσιάσει προβεβηκυίαις γυναιξίν,
ἡ δὲ ἐπὶ τὸν Δία ἐπέμβασις δηλοῖ ὡς ἀποδημήσει ἐπί
τινας ὑδατώδεις τόπους καὶ ἀπ' ἐκείνων ἐφ' ἑτέρους.
4361, 008, 212, 8, t
Τμῆμα β. Περὶ τῆς ἐπεμβάσεως τοῦ Κρόνου
ἐφ' ἑαυτὸν καὶ ἐπὶ τοὺς λοιποὺς ἀστέρασ
4361, 008, 212, 10 Ὁ Κρόνος ἀποκαταστὰς ἐν τῇ ἐναλλαγῇ εἰς τὸν ἴδιον
τόπον καὶ εὖ διακείμενος ἐν τοῖς δυσὶ καιροῖς ἀνακαινίζει
πρᾶξιν τῷ γεννηθέντι καὶ ἀπὸ ἀξίας ἀνάγει εἰς ἀξίαν.
εἰ δὲ τύχῃ ἐν τῇ ἐναλλαγῇ ἐπίκεντρος, μειζόνων τεύξεται
ἀγαθῶν· εἰ μὲν ἐν τῷ μεσουρανίσματι, ἀπὸ ἐξουσιαστῶν·
εἰ δὲ ἐν τῷ ζ, ἀπὸ γυναικῶν καὶ ἐναντίων· καὶ τοιουτο-
τρόπως ἐν τοῖς <ια> τόποις.
Ὅτε δὲ καταντήσει εἰς τὸν τόπον τοῦ Διὸς ἐν τῇ ἐναλ-
λαγῇ, τύχῃ δὲ ὁ Κρόνος κατὰ πῆξιν ἢ κατὰ πάροδον κύριος
τοῦ ὡροσκόπου ἢ κύριος τοῦ κλήρου τῆς τύχης ἢ κύριος
4361, 008, 213, 1 τῆς Σελήνης νυκτὸς ἢ κύριος τοῦ Ἡλίου ἡμέρας, δηλοῖ
εὐεξίαν καὶ φίλων προσθήκην καὶ πλούτου καὶ προσόδων.
εἰ δὲ οὐκ ἔχει λόγον πρὸς οὓς εἴπομεν τόπους, βλάπτει
τὸν πλοῦτον καὶ τὴν ἀκίνητον κτῆσιν καὶ ὁσάκις ἀνα-
ποδίσει ἐν ἐκείνῳ τῷ ζῳδίῳ, ἕξει διαφορὰς μετὰ τῶν
οἰκείων φίλων.
Εἰ δὲ καταντήσει ὁ Κρόνος ἐν τῇ τοῦ ἔτους ἐναλλαγῇ ἐπὶ
τὸν τόπον τοῦ Ἄρεως καὶ ἔχει ὁ Κρόνος λόγον εἴτε εἰς
τὸν ὡροσκόπον τῆς καταρχῆς εἴτε εἰς τὸν ὡροσκόπον τῆς
ἐναλλαγῆς εἴτε εἰς τὸν κλῆρον τῆς τύχης, δηλοῖ ἀποδημίαν
καὶ χρείαν εἰς ἀδελφοὺς καὶ φίλους καὶ ὠφέλειαν ἐξ αὐτῶν·
ἁμαρτήσει δὲ περὶ τὰς οἰκείας πράξεις καὶ ἀργὸς ἔσται ἐν
ταῖς ἀνατροφαῖς καὶ πονηροὶ ἔσονται οἱ διαλογισμοὶ αὐ-
τοῦ καὶ ὀλιγόπιστος ἔσται ἐν τῷ οἰκείῳ δόγματι καὶ
κατηγορηθήσεται ἕνεκε τούτου. εἰ δὲ λόγον οὐκ ἔχει
πρὸς τὰ εἰρημένα ὁ Κρόνος, δεινὰ ὑποστήσεται καὶ
λυπηθήσεται δι' ἀδελφοὺς καὶ φίλους καὶ ἐν ἀποδημίᾳ καὶ
ξενιτείᾳ.
Εἰ δὲ συνοδεύσει τῷ Ἡλίῳ ἐν τῇ τοῦ ἔτους ἐναλ-
λαγῇ καὶ ἔχει λόγον εἰς τοὺς δηλωθέντας τόπους, νόσῳ
περιπεσεῖται ὀξείᾳ καὶ ἐπικινδύνῳ καί τινα φόβον ἕξει
παρὰ ἐξουσιαστῇ καὶ ἔριδας μετὰ γυναικῶν. εἰ
δὲ οὐκ ἔχει λόγον ὁ Κρόνος εἰς τοὺς δηλωθέντας τόπους,
ἔριδας ὑποστήσεται καὶ τελευτήσει μία τῶν γυναικῶν
4361, 008, 214, 1 αὐτοῦ καὶ ἐγγὺς κινδύνου ἐλεύσεται ὁ πατὴρ αὐτοῦ καὶ εἰ
δουλεύει τινί, βλαβήσεται ὁ κύριος αὐτοῦ· εἰ δὲ μή, βλαβή-
σεται περὶ τὴν ἀξίαν αὐτοῦ.
Εἰ δὲ καταντήσει ὁ Κρόνος ἐπὶ τὸν τῆς Ἀφροδίτης
τόπον, ἀποδημήσει ὁ τὴν ἐναλλαγὴν ἔχων καὶ ἐπιχειρή-
σει συζευχθῆναι γυναικί, ἀλλ' ἐμποδισθήσεται καὶ ὀλίγη
ἔσται ἡ συνουσία αὐτοῦ· εἰ δὲ τεκνογονίαν δηλοῖ τὸ θε-
μέλιον αὐτοῦ, τεκνογονήσει καὶ ἔρωτι περιπεσεῖται.
Εἰ δὲ %ὁ& Κρόνος ἐν τῇ τοῦ ἔτους ἐναλλαγῇ [εἰ] ἐπὶ τὸν
τοῦ Ἑρμοῦ τόπον παραγίνηται, βραδυνόητος ἔσται καὶ
ἀποδημήσει· εἰ δὲ παῖδας ἔχει, λυπηθήσεται δι' αὐτοὺς
καὶ μεγάλων ἐγχειρήσεων κατατολμήσει καὶ φόβον ἕξει
διά τινας πράξεις καὶ βλαβήσεται ὑπὸ τῶν λόγων αὐτοῦ
καὶ ἡ ἐμπορία αὐτοῦ καὶ ἡ πρᾶξις πτωθήσεται.
Εἰ δὲ ἐπὶ τὸν τῆς Σελήνης τόπον ἥξει ὁ Κρόνος ἐν τῇ
τοῦ ἔτους ἐναλλαγῇ, διὰ γυναικείας προφάσεις μεμφθή-
σεται καὶ καταφρονηθήσεται. εἰ δὲ τύχῃ ἐπίκεντρος ἡ
Σελήνη ἐν τῇ ἐναλλαγῇ, μεγίστη ἔσται ἡ βλάβη καὶ κατὰ
τὴν τοῦ ζῳδίου φύσιν ἐν ᾧ ἐστιν· εἰ μὲν γὰρ ἐν ἀνθρω-
ποειδεῖ ἐστι ζῳδίῳ, παρὰ ἀνθρώπων ἔσται ἡ βλάβη·
εἰ δὲ ἐν θηριώδει, παρὰ θηρίων· εἰ δὲ ἐν τῷ Σκορπίῳ, διὰ
ἰοβόλων· εἰ δὲ ἐν τῷ Καρκίνῳ ἢ τοῖς Ἰχθύσι, παρὰ
4361, 008, 215, 1 ἑρπετῶν ὑδατείων καὶ τῶν ὁμοίων· εἰ δὲ ἐν τῷ τῆς κατ-
αρχῆς ὡροσκόπῳ ἐστὶν ἡ Σελήνη, νόσῳ περιπεσεῖται
ἐπικινδύνῳ.
4361, 008, 215, 4, t
%Τρίτον&. Περὶ τῆς ἐπεμβάσεως τοῦ Διὸς ἐπὶ τὸν
ἴδιον τόπον καὶ ἐπὶ τοὺς τῶν ἀστέρων τόπουσ
4361, 008, 215, 6 Εἰ δὲ ὁ Ζεὺς καταντήσει ἐπὶ τὸν τοῦ Κρόνου τόπον, εὐ-
τυχίαν δώσει καὶ διορθώσεται ἅπερ ὁ Κρόνος ἔβλαψεν ἐν
τῇ καταρχῇ· ἔσται δὲ εὐγνωμονέστατος καὶ πιστότατος
καὶ εὐοδωθήσεται ἐν ταῖς δουλείαις αὐτοῦ καὶ ἀγαθὰ
παρὰ φίλων ἕξει καὶ εἰρηνεύσουσι πρὸς αὐτὸν οἱ ἐχθροὶ
αὐτοῦ καὶ ἀγαπήσουσιν αὐτόν.
Ὅτε δὲ ἀποκαταστῇ ὁ Ζεὺς εἰς τὸν ἴδιον τόπον, ἀνα-
καινίζει τὰς ἐν τῇ καταρχῇ τῆς γενέσεως εὐτυχίας καὶ
πλοῦτον παρέχει ἀπὸ ἀνελπίστου πόρου.
Ἐπὶ δὲ τὸν Ἄρεα παραγενόμενος ἀποδημίαν ποιήσει καὶ
ὠφέλειαν ἐξ αὐτῆς καὶ ἀπὸ ἐξουσιαστῶν καὶ στρατιωτῶν·
ἴσως δὲ καὶ τεκνογονήσει· ὠφεληθήσονται δὲ οἱ ἀδελφοὶ
αὐτοῦ ἤ τινες οὓς ἔχει ὡς ἀδελφούς.
Ὅτε δὲ τὸν τόπον τοῦ Ἡλίου καταλάβῃ καὶ γένηται ὕπ-
αυγος καὶ ἔχει λόγον εἰς τὸν ὡροσκόπον τῆς καταρχῆς
ἢ εἰς τὸ ζῴδιον τοῦ ἔτους, δέος ἐστὶ περὶ τῆς ἀπωλείας
4361, 008, 216, 1 αὐτοῦ ἄχρις ὅτου ἔξαυγος γένηται· εἰ δὲ σωθῇ, ἄχρις οὗ
ἔξαυγος γένηται φόβους ὑποστήσεται μόνους παρὰ ἐξουσια-
στῶν καὶ κρυβήσεται ἀπ' αὐτῶν καὶ νοσήσει. εἰ δὲ ἔξαυγός
ἐστιν ὁ Ζεύς, καὶ εὐτυχήσει.
Ὅτε δὲ καταλάβῃ ὁ Ζεὺς τὸν τόπον τῆς Ἀφροδίτης ἐν
τῇ ἐναλλαγῇ, νοσήσει καὶ τακήσεται τὸ σῶμα αὐτοῦ
καὶ %προστεθήσεται& ἡ δόξα καὶ πληθυνθήσονται οἱ
φίλοι αὐτοῦ καὶ ἐπαινετὸς ἔσται. εἰ δὲ κεκακωμένη
ἐστὶν ἡ Ἀφροδίτη, δέος γενήσεται περὶ αὐτοῦ.
Ὅτε δὲ καταλάβῃ ὁ Ζεὺς τὸν τόπον τοῦ Ἑρμοῦ, προς-
τεθήσεται ἡ γνῶσις αὐτοῦ καὶ ἡ παίδευσις καὶ τεύξεται
ἀξίας· εἰ δὲ ἔξαυγός ἐστιν ὁ Ζεύς, πλειόνων τεύξεται
ἀγαθῶν.
Τῇ δὲ Σελήνῃ ὁ Ζεὺς ἐπεμβὰς εὐεξίαν σώματος δηλοῖ
καὶ προσθήκην πλούτου καὶ παῖδα καὶ φήμας ἀγαθάς·
εἰ δὲ συσχηματισθῇ ὁ Ζεὺς τῇ Σελήνῃ τῆς καταρχῆς,
ἀπαλλάσσει παντὸς κακοῦ.
Ὅτε δὲ τύχῃ ἐν τῇ ἐναλλαγῇ ἐν τῷ ὡροσκόπῳ ἢ ἐν τῷ
ε τόπῳ ἢ ἐν τοῖς κυρίοις αὐτῶν ἢ ἐν τῷ τόπῳ τῆς Ἀφρο-
δίτης ἢ τῆς Σελήνης ἢ τῷ κλήρῳ τῶν τέκνων, δηλοῖ
γέννησιν παιδός.
4361, 008, 217, 1, t
%Τέταρτον&. Περὶ τῆς ἐπεμβάσεως τοῦ
Ἄρεως ἐφ' ἑαυτόν τε καὶ τοὺς λοιπούσ
4361, 008, 217, 3 Ὁ Ἄρης ἐπεμβὰς τῷ Κρόνῳ ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς
προσθήκην ποιεῖ ἀδελφῶν καὶ φίλων καὶ ἀποδημίαν ἀπο-
δημήσει πλησίον. εἰ δὲ ἔχει λόγον εἰς τὸ ἔτος ὁ Ἄρης,
δηλοῖ ἀργίαν καὶ νωχελίαν· εἰ δὲ ὁ Κρόνος ἔχει λόγον εἰς
τὸ ἔτος, νοσήσει ἀπὸ τραύματος. εἰ δὲ ὅ τε [ἐπεμβῇ ὁ]
Ἄρης τῷ τόπῳ τοῦ Κρόνου ἐπεμβῇ καὶ ὁ Κρόνος τῷ τόπῳ
τοῦ Ἄρεως, δηλοῖ καὶ φυγὴν ἀπὸ πατρίδος.
Τῷ δὲ τόπῳ τοῦ Διὸς ἐπεμβὰς ὁ Ἄρης δηλοῖ ἀποδη-
μίας καὶ ὠφελείας διὰ ὑποζυγίων· ὅτε δηλονότι καὶ ὁ Ζεὺς
ἐπεμβῇ τῷ τόπῳ τοῦ Ἄρεως.
Εἰς δὲ ἑαυτὸν ἀποκαταστατικὸς γενόμενος καὶ λόγον
ἔχων εἰς τὸ ἔτος καὶ καλῶς ἐν τῇ καταρχῇ διακείμενος,
εὑρήσει ἀξίαν καὶ ἀγαθὰ ὁ τὴν ἐναλλαγὴν ἔχων, καὶ μά-
λιστα παρὰ στρατιωτῶν. εἰ δὲ ἀποκλίνῃ καὶ τὸν ὡροσκό-
πον ἐφορᾷ, δηλοῖ ἀποδημίαν καὶ προσθήκην ὑπηρετῶν· εἰ δὲ
ἀποκλίνῃ τοῦ ζῳδίου τοῦ ἔτους ἢ τοῦ ὡροσκόπου καὶ ἔχει
λόγον πρὸς αὐτόν, εὑρήσει ἀγαθὰ διὰ σιδήρου καὶ αἵματος.
Τῷ δὲ Ἡλίῳ ἐπεμβὰς ἡμερινῆς οὔσης τῆς ἐναλλαγῆς,
λυπηθήσεται παρὰ ἐξουσιαστοῦ καὶ ἀπὸ θερμότητος
4361, 008, 218, 1 νοσήσει. εἰ δὲ ὁ Ἄρης κύριός ἐστι τοῦ ἔτους καὶ ὑπάρχει ἐν
ζῳδίῳ θερμῷ καὶ ξηρῷ, δέος περὶ αὐτοῦ ἀπὸ πυρὸς καὶ
θερμότητος· εἰ δὲ ἐν θερμῷ καὶ ὑγρῷ, δέος περὶ
σφαγῆς. εἰ δὲ νυκτερινή ἐστιν ἡ ἐναλλαγή, εὐχερῆ ἔσται
τὰ συμπτώματα.
Τῇ δὲ Ἀφροδίτῃ ἐπεμβὰς ὁ Ἄρης δηλοῖ προσθήκην
συνουσίας καὶ ὄρεξιν πολλὴν καὶ διέγερσιν πρὸς τὰ
γυναικεῖα· καὶ ἀσπάσεται τὴν τρυφὴν καὶ προστεθήσεται
ἡ δόξα αὐτοῦ καὶ ἡ ἀξία καὶ μεμφθήσεται ἕνεκε γυναικῶν
καὶ πληθυνθήσονται οἱ φίλοι αὐτοῦ καὶ ἔσται ἐπαινετός.
εἰ δὲ ἔχει λόγον ὁ Ἄρης εἰς τὸ ἔτος, νοσήσει ἀπὸ πλησμο-
νῆς ἐδεσμάτων ἢ ἀπὸ πλήθους συνουσίας· εἰ δὲ ἔχει
λόγον εἰς τὸ ἔτος ἡ Ἀφροδίτη, νοσήσει ἐκ φαρμακοποσίας
καὶ τῆς τραχείας ἀρτηρίας ὀδύνης· εἰ δὲ πρὸς τούτῳ
κεκακωμένη ἐστὶν ἡ Ἀφροδίτη, δέος μή ποτε τελευτήσῃ.
Εἰ δὲ ἐπὶ τὸν Ἑρμῆν παραγένηται ὁ Ἄρης, πλαστογρα-
φίαις χρήσεται καί τις τῶν μικρῶν ἀδελφῶν αὐτοῦ τε-
λευτήσει.
Τῇ δὲ Σελήνῃ ἐπεμβὰς ὁ Ἄρης ἐν τόπῳ καλῷ οὔσῃ,
εὑρήσει ἀξίαν καὶ ἴσως τεκνογονήσει. εἰ δὲ ὁ Ἄρης ἔχει
λόγον εἰς τὸ ἔτος, ἀποδημήσει καὶ λυπηθήσεται διὰ
συγγενεῖς καὶ γυναῖκας· εἰ δὲ ἐξουσίαν ἔχει, ἀποβαλεῖται
αὐτήν.
4361, 008, 219, 1, t
%Πέμπτον&. Περὶ τῆς τοῦ Ἡλίου σημασίας καθ'
ἕκαστον ζῴδιον
4361, 008, 219, 3 Ὅτε ὑπάρχει κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς ὁ Ἥλιος
ἐν τῷ Λέοντι, ἔστι %δὲ& ἐπίκεντρος καὶ ἀκάκωτος καὶ
ἔχων λόγον εἰς τὸ ἔτος ἢ ἐν τῇ καταρχῇ, ἔσται ὑγιὴς τὸ
σῶμα καὶ ὠφεληθήσεται πάμπολλα. εἰ δὲ κεκακωμένος
ἐστί, νόσοις περιπεσεῖται· εἰ δὲ ἐν ἀποκλίματί ἐστιν,
ἔσονται αἱ νόσοι ἐλαφρότεραι.
Εἰ δὲ ἐν τῇ Παρθένῳ ὑπάρχει ὑπὲρ γῆν ὡροσκόπον
ἐφορῶν καὶ ἔχων τινὰ σημασίαν εἰς τὸ ἔτος, δηλοῖ ἀγῶνα
τοῦ ἔχοντος τὴν ἐναλλαγὴν περὶ τὸν πλοῦτον καὶ τὴν
παίδευσιν. εἰ δὲ καὶ ἐπιμαρτυρήσωσιν ἀγαθοποιοί, τεύ-
ξεται τῶν ἐπιχειρημάτων αὐτοῦ· εἰ δὲ κακοποιοί, στερη-
θήσεται.
Εἰ δὲ ὁ Ἥλιος ἐν τῷ Ζυγῷ ὑπάρχει ὑπὲρ γῆν καὶ ἔχων
λόγον εἰς τὸ ἔτος, δηλοῖ ἀποδημίαν· ἡ δὲ ἀποδημία ἐστὶ
χρηστὴ ἐὰν [δὲ] ὁ Ἥλιος ἀγαθοποιῷ συσχηματισθῇ.
Εἰ δὲ ἐν τῷ Σκορπίῳ ὑπάρχει ἐπίκεντρος καὶ ἀκάκωτος,
καὶ μάλιστα ἐν τῷ μεσουρανίσματι, καὶ ἔχει λόγον εἰς
τὸ ἔτος, εὑρήσει ἀξίαν καὶ δόξαν καὶ ἀγαθά. εἰ δὲ ἐν
ἀποκλίματι ᾖ τὸν ὡροσκόπον ἐφορῶν, εὑρήσει ἀγαθὰ ὁ
τὴν ἐναλλαγὴν ἔχων καὶ κτίσμασιν ἐπιχειρήσει.
4361, 008, 220, 1 Εἰ δὲ ἐν Τοξότῃ ὑπάρχει καὶ ἔχει λόγον εἰς τὸ ἔτος καὶ
ᾖ ἐπίκεντρος καὶ ἀκάκωτος, εὑρήσει ὁ τὴν ἐναλλαγὴν
ἔχων ἀγαθὰ καὶ εὐφρανθήσεται καὶ ἴσως τεκνογονήσει.
εἰ δὲ κεκακωμένος ἐστί, πληθυνθήσονται αἱ λύπαι αὐτοῦ
καὶ φόβον ἕξει περὶ παιδὸς αὐτοῦ.
Εἰ ἐν τῷ Αἰγοκέρωτί ἐστιν, ἔχει τε λόγον εἰς τὸ ἔτος,
δηλοῖ νόσους καὶ λύπας καὶ δυστυχίας καὶ ἐνδείας.
Εἰ δὲ ἐν τῷ Ὑδροχόῳ ἐστὶ καὶ ἔχει λόγον εἰς τὸ ἔτος,
δηλοῖ γάμον καὶ προσθήκην συγγενῶν καὶ
ὑπηκόων. εἰ δὲ κεκακωμένος ἐστί, δηλοῖ θανάτους συγ-
γενῶν καὶ ὑπηκόων καὶ ἔριδας καὶ φιλονεικίας.
Εἰ δὲ ἐν τοῖς Ἰχθύσι ἐστὶ κεκακωμένος, δηλοῖ λύπας
καὶ θανατηφόρους μερίμνας. εἰ δὲ ἀκάκωτός ἐστι, λυπη-
θήσεται χωρὶς προφάσεώς τινος.
Εἰ δὲ ἐν τῷ Κριῷ ἐστιν ἀκάκωτος καὶ ἔχει λόγον πρὸς
τὸ ἔτος, δηλοῖ ἀποδημίαν ἀγαθήν. εἰ δὲ κεκακωμένος
ἐστί, δηλοῖ λύπας ἐν τῇ ἀποδημίᾳ καὶ ὀλιγοπιστίαν.
Εἰ δὲ ἐν τῷ Ταύρῳ ἐστὶ καὶ ἔχει λόγον εἰς τὸ ἔτος
ἀκάκωτος ὤν, ὁμιλήσει ἐξουσιασταῖς καὶ ὠφεληθήσεται
δι' αὐτῶν. εἰ δὲ κεκακωμένος ἐστί, λυπηθήσεται καὶ
ἀθυμήσει, καὶ μάλιστα ἐὰν ἐπίκεντρος ᾖ.
Εἰ δὲ ἐν τοῖς Διδύμοις ἐστὶ καὶ ἔχει λόγον εἰς τὸ ἔτος
καὶ ὑπάρχει ἀκάκωτος ὑπὲρ γῆν ἐφορῶν τὸν ὡροσκόπον
καὶ τὸ ζῴδιον τῆς ἐναλλαγῆς, δηλοῖ προσθήκην φίλων
καὶ ἴσως τεχθήσεται αὐτῷ παιδίον. εἰ δὲ κεκακωμένος
ἐστί, λυπηθήσεται καὶ αἱ δουλείαι αὐτοῦ ἐμποδισθήσονται.
Εἰ δὲ ἐν τῷ Καρκίνῳ ἐστὶ καὶ ἔχει λόγον εἰς τὸ ἔτος καὶ
τύχῃ ὑπὸ γῆν, ἐπικρατήσουσιν αὐτῷ οἱ ἐχθροὶ αὐτοῦ,
καὶ μάλιστα ἐὰν οὐκ ἐφορᾷ ἡ Σελήνη.
4361, 008, 221, 1, t
%Ἕκτον&. Περὶ τῆς ἐπεμβάσεως τῆς Ἀφροδίτης
ἐπί τε τὸν τόπον αὐτῆς καὶ ἐπὶ τοὺς %τῶν& λοι-
πῶν ἀστέρων
4361, 008, 221, 4 Ὅτε καταλάβῃ ἡ Ἀφροδίτη τὸν κατὰ πῆξιν τόπον τοῦ
Κρόνου, δηλοῖ ἀγῶνα περὶ τὰ ἀφροδίσια ἔργα. καὶ εἰ μέν
ἐστιν ἀκάκωτος, νομίμους ἀσπάσεται συνουσίας· εἰ δὲ
κεκακωμένη, αἰσχρὰς δι' ἃς πολλάκις μεμφθήσεται. καὶ
εἰ μέν ἐστιν ἡ Ἀφροδίτη ὑπὸ γῆν, ἔσται τὰ τοιαῦτα ἐν τῷ
κρυπτῷ· εἰ δὲ μή, τοὐναντίον. εἰ δὲ λόγον ἔχει ἡ Ἀφρο-
δίτη εἰς τὸ ἔτος, λυπηθήσεται διὰ γυναῖκας· ἀσπάσεται
δὲ τὰ ὕδατα καὶ τὰ νίμ%μ&ατα καὶ τὸ παίζειν σὺν τῷ
ὕδατι· εἰ δὲ ὁ Κρόνος ἔχει λόγον εἰς τὸ ἔτος, δηλοῖ ἀπο-
δημίας καὶ συνουσίας καὶ τεχθήσεται αὐτῷ ἴσως παιδίον
ἢ συλλήψεται ἐκ τούτου γυνή.
Εἰ δὲ καταλάβῃ τὸν τόπον τοῦ Διός, δηλοῖ πίστιν πολ-
λὴν καὶ ἀποδημίαν εἰς τοὺς ἱεροὺς τόπους· καὶ κληρονο-
μήσει πλοῦτον καὶ πρὸς φίλους ἀποδημήσει καὶ νέους
φίλους ἐπικτήσεται ἄρχοντας καὶ νοσήσει καὶ ὑγιανεῖ. εἰ
δὲ λόγον ἔχει ἡ Ἀφροδίτη εἰς τὸ ἔτος, ἀλγήσει τὸν τράχη-
λον· εἰ δὲ ὁ Ζεὺς ἔχει λόγον εἰς τὸ ἔτος, νοσήσει ἀπὸ
μελαίνης χολῆς.
Εἰ δὲ ἐπεμβῇ τῷ τόπῳ τοῦ Ἄρεως, δηλοῖ ἐπιμέλειαν
περὶ τὰ ἀφροδίσια καὶ τὰ γαμήλια. εἰ δὲ σχηματισθῶσιν
4361, 008, 222, 1 ἀλλήλοις, ἐπιτεύξεται πάντων τῶν ἐπιζητουμένον παρ'
αὐτοῦ ἐν τοῖς τοιούτοις.
Εἰ δὲ τῷ τοῦ Ἡλίου τόπῳ ἐπεμβῇ καὶ ἔχει σημασίαν
πρὸς τὸ ἔτος καὶ ὑπάρχουσιν ἐπίκεντροι, ἀνάγκας ὑποστή-
σεται καὶ δειλιάσει ἐξουσιαστήν· εἰ δὲ ἀποκλίνουσι, νοσή-
σει ἀπὸ θερμότητος. εἰ δὲ μαρτυρίαν ἔχει ὁ Ἑρμῆς εἰς
τὸ ἔτος, προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ τεύξεται ἀξίαν
καὶ ἀποδημήσει καὶ ἐρασθήσεται.
Εἰ δὲ τῷ τόπῳ αὑτῆς ἐπεμβῇ ἡ Ἀφροδίτη, ἀνακαινίζει
ἃ ἐσήμανεν ἐν τῇ καταρχῇ· καὶ προστεθήσονται τὰ
κειμήλια αὐτοῦ.
Εἰ δὲ ἐπεμβῇ τῷ τόπῳ τοῦ Ἑρμοῦ, δηλοῖ δύναμιν
λόγου καὶ ῥητορείαν καὶ παίδευσιν. εἰ δὲ λόγον ἔχει
ἡ Ἀφροδίτη εἰς τὸ ἔτος, ὁμιλήσει αὐληταῖς καὶ κιθαρω-
δοῖς καὶ ἀστείοις. εἰ δὲ κεκακωμένοι ὦσι, βλαβήσεται.
Εἰ δὲ %τῷ& τόπῳ ἐπεμβῇ τῆς Σελήνης καὶ ὑπάρχει ἡ
Σελήνη ἀκάκωτος καὶ ἔχει τις αὐτῶν λόγον εἰς τὸ ἔτος,
δηλοῖ εὐεξίαν αὐτοῦ τε καὶ τῶν συγγενῶν καὶ ὁμιλίαν ἐξου-
σιαστῶν καί τινα φίλον ἐπικτήσεται ἴσον ἀδελφῷ.
4361, 008, 222, 20, t
%Ἕβδομον&. Περὶ τῆς τοῦ Ἑρμοῦ σημασίας ὅτε
ἐπεμβῇ ἑαυτῷ καὶ τοῖς λοιποῖς ἀστράσι
4361, 008, 222, 22 Ὁ δὲ Ἑρμῆς, ὅτε ἐπεμβῇ τῷ κατὰ πῆξιν τόπῳ τοῦ
Κρόνου καὶ ἔχει σημασίαν εἰς τὸ ἔτος καὶ ὑπάρχει ἀκά-
4361, 008, 223, 1 κωτος, δηλοῖ ἀποδημίαν [οὐ] χρηστήν· καὶ ἴσως τεχθή-
σεται αὐτῷ παῖς. εἰ δὲ ἔχει σημασίαν ὁ Κρόνος εἰς τὸ
ἔτος, δηλοῖ θάνατον παίδων καὶ νόσον τοῦ τὴν ἐναλλαγὴν
ἔχοντος καὶ ἀβελτερίαν καὶ ἀπιστίαν καὶ καταφρόνησιν
τῶν νενομοθετημένων.
Εἰ δὲ τῷ Διῒ ἐπεμβῇ καὶ ἔχει τις ἐξ αὐτῶν λόγον εἰς
τὸ ἔτος, εὑρήσει ἀξίαν παρά τινος ὑπερέχοντος καὶ προς-
τεθήσεται ἡ παίδευσις αὐτοῦ καὶ ἡ πρᾶξις. εἰ δὲ κεκα-
κωμένοι ὦσι, δηλοῦσι βλάβας καὶ ἔριδας πρὸς ἐχθρούς.
Εἰ δὲ τῷ τόπῳ τοῦ Ἄρεως ἐπεμβῇ, δηλοῖ ὡς ὁ τὴν ἐναλ-
λαγὴν ἔχων ἐπιτηδεύσεται ψεύδη καὶ πλαστο-
γραφίας. εἰ δὲ ἀναποδίζει τις αὐτῶν, δηλοῖ καὶ κλοπάς.
εἰ δὲ σημασίαν ἔχει ὁ Ἑρμῆς εἰς τὸ ἔτος καὶ κακοῦται
παρὰ τοῦ Ἄρεως, ἐπικίνδυνον ἔσται τὸ ἔτος. εἰ δὲ σὺν
τούτοις καὶ ὕπαυγος ᾖ, δέος μή ποτε ἐπὶ ξένης ἀναιρεθῇ.
Εἰ δὲ τῷ Ἡλίῳ ἐπεμβῇ καὶ ὑπάρχουσιν ἐπίκεντροι,
εὑρή%σει& ἀξίαν καὶ δόξαν, καὶ μάλιστα εἰ μεσουρανοῦσιν.
Εἰ δὲ τῇ Ἀφροδίτῃ ἐπεμβῇ καὶ ἔχει λόγον εἰς τὸ ἔτος,
δηλοῖ ζήτησιν τῶν μυθωδῶν καὶ τῶν ἐμμέτρων λόγων καὶ
τῶν μελῳδιῶν.
Εἰ δὲ ἐπὶ τὸν οἰκεῖον τόπον ἀποκαταστῇ καὶ ἔχει λόγον
εἰς τὸ ἔτος καὶ ὑπάρχει ἐπίκεντρος, δηλοῖ προσθήκην
δόξης καὶ πλούτου. εἰ δὲ κεκακωμένος ἐστί, δηλοῖ δια-
φόρους κακώσεις.
4361, 008, 224, 1 Εἰ δὲ [ἐν] τῇ Σελήνῃ ἐπεμβῇ καὶ ἔχει λόγον
εἰς τὸ ἔτος ἡ Σελήνη, δηλοῖ ἀποδημίαν καὶ ἔριδας ἐν ταῖς
ὁδοιπορίαις καὶ ἐχθρῶν ἐπαναστάσεις καὶ δειλίαν ἀπ' αὐ-
τῶν· εἰ δὲ ἔχει λόγον ὁ Ἑρμῆς εἰς τὸ ἔτος, εὑρήσει ἀγαθὰ
καὶ πληθυνθήσονται οἱ φίλοι αὐτοῦ καὶ ἔσται ἐπαινού-
μενος. εἰ δὲ κεκακωμένη ἐστὶν ἡ Σελήνη, λυπηθήσεται
δι' ἃς προείπομεν αἰτίας.
4361, 008, 224, 8, t
%Ὄγδοον&. Περὶ τῆς ἐπεμβάσεως τῆς Σελήνης
ἐπί τε ἑαυτὴν καὶ ἐπὶ τοὺς τόπους τῶν λοιπῶν
ἀστέρων
4361, 008, 224, 11 Ἡ Σελήνη κατὰ τὸν τῆς ἐναλλαγῆς καιρὸν ἐπεμβᾶσα τῷ
Κρόνῳ καὶ ἔχουσα μαρτυρίαν εἰς τὸ ἔτος δηλοῖ δια-
θέσεις ἐρωτικὰς πρός τινας παρηβηκυίας. εἰ δὲ κεκακω-
μένη ἐστίν, δηλοῖ συνοχὰς καὶ ἔριδας· εἰ δὲ καὶ κλιμα-
κτὴρ πρόκειται τῷ ἔτει ἐκείνῳ, ἴσως καὶ τεθνήξεται. εἰ
δὲ καὶ ὁ Κρόνος λόγον ἔχει εἰς τὸ ἔτος, δηλοῖ φήμας
ἐναντίας καὶ λυπηράς.
Ἐπὶ δὲ τὸν τόπον τοῦ Διὸς παραγενομένη καὶ ἀκάκωτος
οὖσα δηλοῖ ἀποδημίαν ἐπὶ τόπους ὑδατώδεις, κἀκ τού-
των ἐπὶ ἑτέρους. εἰ δὲ κεκακωμένη ἐστί, περιπεσεῖται
δεινοῖς καὶ νοσήσει.
Ἐπὶ δὲ τὸν [τὸν] τόπον τοῦ Ἄρεως ἐπεμβᾶσα ἀκακώτου
ὄντος, εὑρήσει ἐξουσίαν καὶ ἑνωθήσεται στρατ%ι&ώταις
καὶ νοσήσει ἀπὸ θερμότητος καὶ αἱμόρροιαν ὑποστήσεται.
4361, 008, 225, 1 εἰ δὲ κεκακωμένος ἐστί, νόσον δεινὴν ὑποστήσεται καὶ
φόβους παρὰ ἐξουσιαστῶν καὶ ἀποδημήσει ἄχρηστον ἀπο-
δημίαν· εἰ δὲ %ἡ& Σελήνη κεκακωμένη ὑπάρχει κατά
τε πῆξιν καὶ ἐν τῇ ἐναλλαγῇ καὶ συνοδεύσει τῷ Ἄρει
κεκακωμένῳ ὄντι, κατ' ἐκείνην τὴν ἡμέραν ἐκχυθήσεται
τὸ αἷμα αὐτοῦ διά τινος τρόπου καὶ φιλονεικίας ἕξει καὶ
ἀδικίας.
Εἰ δὲ τῷ Ἡλίῳ ἐπεμβῇ καὶ ἔχει λόγον εἰς τὸ ἔτος,
ὑποστήσεται δεινὰ παρὰ ἐξουσιαστοῦ ἢ παρὰ μειζόνων
προσώπων. εἰ δὲ ὁ Ἥλιος ἔχει λόγον εἰς τὸ ἔτος, τεύξεται
ἐξουσίας τινὸς καὶ στερηθήσεται ἴσως ματρὸς ἢ ὁμοίων
προσώπων ματρί.
Εἰ δὲ τῇ Ἀφροδίτῃ ἐπεμβῇ ἀκάκωτος οὖσα, δηλοῖ
ἐμποδισμοὺς περὶ τὰς κινήσεις καὶ λυπηθήσεται διὰ
συγγενεῖς καὶ ἔσται ἐν ἀναπαύσει καὶ τρυφῇ καὶ ἐπικτήσε-
ται ἀκίνητον περιουσίαν. εἰ δὲ κεκακωμένη ἐστί, τεύξεται
δόξης καὶ ὠφεληθήσονται δι' αὐτοῦ οἱ συγγενεῖς αὐτοῦ.
Ἐπὶ δὲ τὸν %Ἑρμῆν παρα&γενομένη δηλοῖ ἀποδημίαν
καὶ βλάβην παρ' ἐχθρῶν. εἰ δὲ λόγον ἔχει ὁ Ἑρμῆς εἰς
τὸ ἔτος, εὐ%τυχήσει τὰ& κατ' αὐτὸν %καὶ& κερδήσει
πλοῦτον καὶ ἐπαινεθήσεται παρὰ πολλῶν.
Ἐπὶ δὲ ἑ%αυτὴν παρα&γενομένη, νυκτερινῆς οὔσης τῆς
ἐναλλαγῆς, ἔσται ἐν ὑγείᾳ καὶ εὐρωστίᾳ καὶ ἐπικτήσεται
4361, 008, 226, 1 ἐξ %ἐξουσιαστοῦ&. καὶ εἰ ἐφορῶσίν τινες ἀστέρες τὴν
Σελήνην, ἐκφανοῦσιν ἕκαστος τὴν οἰκείαν ἐνέργειαν.
εἰ δὲ κεκακωμένη ἐστὶν ἡ Σελήνη καὶ καταντήσει εἰς
τετράγωνον τοῦ κατὰ πῆξιν αὐτῆς τόπου ἢ διάμετρον,
%δηλοῖ βλά&βην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. εἰ δὲ καταντήσει
κακοποιὸς ἐπὶ τὸν τῆς Σελήνης τόπον ἐν τῇ ἐναλλαγῇ τὴν
Σελήνην %ἐφορῶν&, δηλοῖ νόσους καὶ λύπας καὶ στενοχω-
ρίας, καὶ μάλιστα εἰ κακοποιός ἐστιν ὁ κύριος τοῦ ἔτους
καὶ ὑπάρχει ἐν τῇ ἐναλλαγῇ ἐν τόπῳ ἐναντίῳ· εἰ δὲ καὶ
καταντήσει ἡ Σελήνη εἰς τόπον κακοποιοῦ κατὰ πῆξιν,
τὸ αὐτὸ συμβήσεται. ὅτε δέ ἐστιν ἡ Σελήνη ἐν τῇ τοῦ
ἔτους ἐναλλαγῇ ἀγαθοποιῷ συσχηματιζομένη ἢ κακο-
ποιῷ, ὅτε καταντήσει εἰς τὸ σῶμα τοῦ ἀγαθοποιοῦ ἐκείνου
ἢ κακοποιοῦ ἢ ἐπὶ ἀκτῖνά τινα ἐξ αὐτῶν, δηλοῖ ἀγαθὰ ἢ
κακὰ κατὰ τὴν τοῦ ἀστέρος φύσιν. ὅτε δὲ καταντήσει ἡ
Σελήνη εἰς ἀστέρα δηλοῦντα κατὰ πῆξιν ἀγαθὸν ἢ κακόν,
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐκφανεῖ τὴν ἐνέργειαν.
Καὶ ὅτε ἐπεμβῇ ἀστὴρ κατά τινα καιρὸν τῇ μοίρᾳ ἐν ᾗ
ἐστιν ὁ ἐπιμερισμὸς ἢ τῷ ἐπιμερίζοντι ἢ τῇ μοίρᾳ τοῦ ὡρο-
σκόπου τῆς καταρχῆς ἢ τῇ μοίρᾳ τοῦ ὡροσκόπου τῆς ἐναλ-
λαγῆς ἢ τῇ μοίρᾳ τοῦ ζῳδίου τοῦ ἔτους ἢ τῇ μοίρᾳ τῆς Σελή-
4361, 008, 227, 1 νης τῆς καταρχῆς ἢ τῆς ἐναλλαγῆς ἢ ἐπὶ ἀκτῖνας ἀστέρων
τινῶν ἢ κλήρους ἢ δωδεκατημόρια ἢ τοὺς κυρίους αὐτῶν,
κινεῖ σημασίαν τινὰ κατὰ τὴν οἰκείαν φύσιν· καὶ
εἰ ἐπίδῃ ἀστὴρ τόπον ἑτέρου ἀστέρος ἀφ' οἱουδήτινος
σχηματισμοῦ, ἀνακαινίζει τὴν σημασίαν αὐτοῦ. καὶ ὅτε
ἐπεμβῇ ἀστὴρ ἔχων λόγον εἰς τὸ ἔτος ἐπὶ δωδεκατημόριον
ζῳδίου ἢ ἀστέρος, ὧν ἐστι τὸ δωδεκατημόριον, τὰ αὐτὰ
δηλοῖ, τὴν σημασίαν τῶν εἰρημένων τοῦ τε ζῳδίου καὶ
τοῦ ἀστέρος.
Ὑποδείγματος χάριν. τὸ δωδεκατημόριον τοῦ δ τόπου
πέπτωκεν ἐν τῷ β ζῳδίῳ. λέγομεν οὖν ὡς ὅτε ἐπεμβῇ
τῷ τόπῳ ἐκείνῳ ἀστὴρ ἔχων λόγον εἰς τὸ ἔτος, μεταχει-
ρίσεται τὰ τῶν οἰκημάτων καὶ τοῦ πλούτου· ἔχουσι δὲ καὶ
ἑτέραν σημασίαν οἱ ἀστέρες κατὰ τὴν ἀπόστασιν τῶν
οἴκων τοῦ ἑνὸς ἀπὸ τοῦ ἑτέρου, περὶ ὧν οὐδὲν λέγομεν
διὰ τὸ δύνασθαι τὸν μανθάνοντα ἐκ τῶν εἰρημένων κατα-
στοχάζεσθαι αὐτά. ὅτε δὲ σημαίνουσί τι οἱ ἀστέρες κατὰ
πῆξιν ὁμοῦ καὶ κατὰ [τὰ] τὴν ἐναλλαγήν, βεβαιότερα ἔσται
τὰ ἀποτελέσματα.
Δεῖ δὲ ὁρᾶν ἐν ταῖς ἐπεμβάσεσι τίνι συσχηματίζεται ὁ
ἐπεμβαίνων ἀστὴρ τῶν κατὰ πῆξιν ἀστέρων ἢ κατὰ
πάροδον. καὶ εἰ μὲν συσχηματίζεται ἀστέρι κατὰ πῆξιν,
δηλοῖ τὸ ἀποτέλεσμα ἔσεσθαι διά τινα προγενομένην
4361, 008, 228, 1 αἰτίαν· εἰ δὲ κατὰ τὴν ἐναλλαγὴν συσχηματίζεται, δηλοῖ
διά τινα ἐπιφυεῖ%σ&αν αἰτίαν. εἰ δὲ οὐδενὶ συσχηματίζεται
τῶν κατὰ πῆξιν ἢ κατὰ πάροδον ἀστέρων, δηλοῖ τὸ ἀπο-
τέλεσμα ἔσεσθαι ἐξ ἀπροόπτου αἰτίας.