Τμῆμα ζ. Περὶ τῶν δηλωτικῶν περὶ τῶν ἡμερῶν
καὶ τῶν ὡρῶν καὶ τῆς τούτων σημασίασ
4361, 008, 229, 4 Τὰς ἡμέρας καὶ τὰς ὥρας εἰς ἐννέα διαιρέσεις διαιροῦ-
μεν· ἀρχόμεθα δὲ ἀπὸ τῶν ἡμερῶν τῶν τῆς ἑβδομάδος
δηλωτικῶν, αἵτινες συμφωνοῦσι τῷ ἀριθμῷ τῶν ἑπτὰ
ἀστέρων. καὶ ὁ μὲν πρῶτος ἐκ τούτων δηλωτικός ἐστιν
ἵνα ἐπιβλέπῃ%σ& πρὸς πάσας τὰς ἡμέρας τοῦ κυηθέντος
ἀπ' ἀρχῆς τοῦ καιροῦ τῆς αὐτοῦ γεννήσεως καὶ ἄχρι
περαιώσεως ἐνιαυτοῦ. καὶ ἐπιμερίζῃς ταύτας κατὰ τὴν
ποσότητα τῶν ἑπτά· καὶ ὅσα γίνονται ἀπὸ τοῦ ἐπι-
μερισμοῦ, ταῦτά εἰσιν αἱ περίοδοι τῶν ἑβδομάδων· ὅσα
δὲ λοιπάζονται πρὸς τὸ ἕβδομον ἀριθμόν εἰσιν ἀπὸ τῶν
ἡμερῶν τῆς ἑβδομάδος. ἔπειτα ἵνα ἐπιδώσεις ἑνὶ ἑκάστῳ
ἀστέρι μίαν περίοδον ἐξ ἐκείνων τῶν περιόδων, ἀρξάμενος
ἀπὸ τοῦ κυρίου τοῦ ὡροσκόπου [τοῦ κυρίου τῆσ], ἔπειτα
τῷ ὑποκάτωθεν αὐτοῦ ὄντι ἀστέρι, καὶ οὕτως τῷ μετ'
ἐκεῖνον ὄντι ἄχρι οὗ πληρωθῶσιν αἱ περίοδοι ἐκεῖναι καὶ
καταντᾷ ὁ ἀριθμὸς πρὸς τὰς ὑπολοίπους [ἐκείνασ] ἡμέρας
τῆς ἐβδομάδος. καὶ ὁ ἀστὴρ ὁ ἔχων τὰς ἡμέρας ἐκείνας
οὕτως κυβερνᾷ τοῦ χρόνου εἰσερχομένου ἐν ταῖς τοιαύταις
τοῦ ἀστέρος ἡμέραις· κυβερνᾷ δὲ ὁ ἀστὴρ ἀπ' ἀρχῆς τοῦ
ἔτους ἔστ' ἂν περαιωθῶσιν αἱ ἡμέραι αὐτοῦ. καὶ οὕτως
παραλαμβάνει ὁ μετ' ἐκεῖνον ἀστήρ, καὶ οὕτως ὁ μετ'
ἐκεῖνον, καὶ καθεξῆς μέχρις ἂν παραλάβῃ ὁ ἀστὴρ ἐκεῖνος
ὁ κύριος τὴν ἀρχὴν τοῦ ἔτους κυβερνῶν· καὶ πάλιν
παραλαμβάνει ὁ μετ' ἐκεῖνον, ποιῶν οὕτως καθ' ὅλον τὸν
4361, 008, 230, 1 τῆς ζωῆς αὐτοῦ χρόνον ἔστ' ἂν καταλάβῃ ἡ κυβέρνησις
ἐπ' αὐτῷ τῷ ζητουμένῳ ἔτει καὶ ταῖς τοῦ ἔτους ζητου-
μέναις ἡμέραις. ὅτε κυβερνᾷ τις τῶν ἀστέρων μίαν
ἑβδομάδα τῶν ἑβδομάδων, αὐτὸς κυβερνᾷ τὴν πρώτην
ἡμέραν τῆς ἑβδομάδος ἐκείνης, καὶ καθεξῆς. εἶτα ὁ ἀστὴρ
ὁ ἔχων τὴν ἡμέραν ἐκείνην κυβερνᾷ ἀπὸ τῆς αὐτῆς ἡμέρας
τρεῖς ὥρας καὶ τρία ἕβδομα τῆς μιᾶς ὥρας· ὁ δέ γε μετ'
αὐτὸν ἀστὴρ κυβερνᾷ καὶ αὐτὸς ὁμοίως· καὶ κατὰ τοῦτον
τὸν τρόπον γίνεται καὶ ἡ τῶν ὡρῶν ἑκάστου ἀστέρος
κυβέρνησις μέχρι περαιώσεως τῶν <κδ> ὡρῶν τοῦ νυχθη-
μέρου.
Ὁ δὲ δεύτερος δηλωτικὸς ἵνα ἐπιβλέπῃς πρὸς τὸν
κύριον τῆς περιόδου ὡς ἔχει κατὰ τὸ ζητούμενον ἔτος
καθὼς εἰρήκαμεν ἐν τῷ πρώτῳ λόγῳ τοῦ τμήματος καὶ
δώσεις αὐτῷ ἡμέρας <ζ> %ἀρξάμενοσ& ἀπ' αὐτῆς τῆς πρώ-
της ἡμέρας τῆς ἐναλλαγῆς τοῦ ἔτους· εἶτα ἐπιδώσεις τῷ
ἀστέρι τῷ ὑποκάτωθεν ὄντι τῷ κυρίῳ τῆς περιόδου
ἑτέρας ἡμέρας <ζ>, καὶ καθεξῆς ἔστ' ἂν περαιωθῶσι
αἱ ἑβδομάδες τῶν ἑπτὰ ἀστέρων. πάλιν ἐπανακάμψεις
πρὸς τὸν κύριον τῆς περιόδου ἄχρι συμπληρώσεως τῶν
ἡμερῶν τοῦ τοιούτου ἔτους. %ἡ& δὲ κυβέρνησις τῶν
ἀστέρων ἡ[ν] κυβερνῶ%σα& τὰς ἡμέρας ἑκάστης ἑβδο-
μάδος τῶν ἡμερῶν τούτων ἢ τῶν ὡρῶν αὐτῶν ἔσται ὡς
ἡ προλαβοῦσα κυβέρνησις.
Ὁ δὲ τρίτος δηλωτικὸς ἵνα ἐπιβλέπῃς πρὸς πάσας τὰς
ἡμέρας τοῦ ἔτους αἵτινές εἰσι <τξε> καὶ τέταρτον ἡμέρας
ἐκτός τινος μέρους τῶν τριακοσίων ἐκ μιᾶς ἡμέρας. καὶ
μερίζεις αὐτὰς εἰς ἑβδομάδας αἵτινες καλοῦνται μείζονες
ἑβδομάδες, καὶ ἐπιδώσεις μίαν ἑβδομάδα τῶν ἑβδομάδων
τῶν ἡμερῶν τοῦ ἔτους αἵτινές εἰσι τῷ ἀριθμῷ δύο %καὶ
πεντήκοντα& ἡμέραι καὶ ὧραι <δ> καὶ ἔγγιστα τοῦ τετάρτου
τῆς ὥρας ἀπ' ἀρχῆς τῆς πρώτης ἡμέρας τῆς ἐναλλαγῆς
4361, 008, 231, 1 τῷ κυρίῳ τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς [τῷ κυρίῳ τοῦ
ὡροσκόπου τῆς ἐναλλαγῆσ]· εἶτα ἐπιδώσει%σ& τῷ ἑτέρῳ
ἀστέρι τῷ ὑποκάτωθεν αὐτοῦ ὄντι ἑτέραν μίαν ἑβδομάδα,
καὶ οὕτως τῷ μετ' αὐτὸν ἔστ' ἂν τελειωθῇ ἡ κυβέρνησις
τῶν ἑπτὰ ἀστέρων ἐπὶ ταῖς ὅλαις ἡμέραις τοῦ ἔτους.
μερίζεται δ' αὖθις ἑκάστη ἑβδομὰς τῶν ἑβδομάδων τού-
των ἐπὶ τοῖς ἑπτὰ ἄστροις πρὸς τὸ ἕβδομον τῆς μείζονος
ἑβδομάδος ὅ ἐστιν ἡμέραι <ζ> καὶ ὧραι <ι> ἔγγιστα· καὶ
καλεῖται ἡ ἑκάστη τούτων ἐλάττων ἑβδομάς. εἶτα παρ-
έχεις τῷ ἀστέρι τῷ κυβερνῶντι τὴν μείζονα ἑβδομάδα
τὴν μικρὰν ταύτην %τὴν& πρώτην ἑβδομάδα· εἶτα τὴν δευ-
τέραν ἑβδομάδα τῷ μετ' αὐτόν, καὶ καθεξῆς ὅπως ἡ
μεγάλη ἑβδομὰς ἐπὶ τοῖς <ζ> ἄστροις μερισθῇ. ἡ δὲ κυβέρνησις
τῶν ἡμερῶν ἐν ἑκάστῃ ἑβδομάδι τῶν ἐλαττόνων ἑβδομάδων
καὶ τῶν ὡρῶν αὐτῶν παρεκβληθήσεται ὡς εἰρήκαμεν.
Ὁ δὲ δ δηλωτικὸς ἵνα ἐπιβλέπῃς πρὸς τὰς περιόδους
τῶν ἑβδομάδων ὧν πεποίηκας ἐκ πασῶν τῶν ἡμερῶν τοῦ
κυηθέντος καὶ τὸ λοιπαζόμενον ἀπὸ τῶν ἡμερῶν τῆς
μιᾶς ἑβδομάδος τῶν προρρηθεισῶν παρ' ἡμῶν %καὶ&
ἐπιδώσεις ἑνὶ ἑκάστῳ ζῳδίῳ τῶν ζῳδίων περίοδον μίαν
ἐξ ἐκείνων τῶν περιόδων· καὶ ἄρξαι ἀπὸ τοῦ ζῳδίου τοῦ
κατὰ πῆξιν, εἶτα τῷ τόπῳ τῆς οὐσίας, καὶ οὕτως τῷ
οἴκῳ ἢ τῷ τόπῳ τῶν ἀδελφῶν ἄχρι τῶν <ιβ> ζῳδίων.
εἶτα ἐπανακάμψεις πρὸς τὸν ὡροσκόπον τὸν κατὰ πῆξιν
καὶ οὕτως πληρωθῶσιν αἱ περίοδοι ἐκεῖναι καὶ καταντᾷ
ὁ ἀριθμὸς πρὸς τὰς ἐπιλοίπους τῆς ἑβδομάδος ἡμέρας καὶ
τὸ ζῴδιον τὸ ἔχον τὰς ἡμέρας ἐκείνας. εἰσέρχεται %δὲ& ὁ
χρόνος ἐν τῇ ἑβδομάδι αὐτοῦ καὶ κυβερνᾷ τὸ ζῴδιον ἐκεῖνο
ἀπ' ἀρχῆς τοῦ ἔτους τὰς ὑπολοίπους τῆς ἑβδομάδος
ἐκείνης ἡμέρας· εἶτα ἡ μετ' ἐκείνην τὴν ἑβδομάδα ἑβδο-
μὰς ἔσται εἰς κυβέρνησιν τοῦ ζῳδίου τοῦ μετ'
ἐκεῖνο τὸ ζῴδιον, καὶ οὕτως τὸ μετ' ἐκεῖνο. ὡσαύτως
ἔσονται αἱ περίοδοι τῶν ἑβδομάδων τῶν ἡμερῶν ἐπὶ
τοῖς ζῳδίοις καθ' ὅλον τὸ ἔτος καὶ τὸν τῆς ζωῆς τοῦ
4361, 008, 232, 1 ἀνθρώπου χρόνον σύμπαντα [χρόνον]. καὶ ὅτε τι τῶν
ζῳδίων κυβερνᾷ ἑβδομάδα μίαν τῶν ἑβδομάδων, αὐτὸ
κυβερνᾷ ἀπ' ἀρχῆς τῆς ἑβδομάδος ἐκείνης ὥρας <ιδ>·
εἶτα τὸ μετ' ἐκεῖνο ζῴδιον κυβερνᾷ κατὰ τὸν αὐτὸν
ἀριθμὸν τῶν ὡρῶν, καὶ κατὰ τοῦτον τὸν τρόπον ἔσται ἡ
κυβέρνησις τῶν λοιπῶν ζῳδίων καθεξῆς ἕως οὗ πληρωθῇ
ἡ ἑβδομὰς τοῦ ζῳδίου ἐκείνου.
Ὁ δὲ ε δηλωτικός ἐστιν ἵνα ὑφέλῃς ἀπὸ πασῶν τῶν
ἡμερῶν τοῦ κυηθέντος δωδεκάδας πρὸς τὸν τῶν ζῳδίων
ἀριθμόν, καὶ αἱ ἀπολειφθεῖσαι ἡμέραι ἐλάττονες τῶν
δώδεκα ἀπολύονται ἀπὸ τοῦ κατὰ πῆξιν ὡροσκόπου,
παρέχων ἑκάστῳ ζῳδίῳ ἡμέραν μίαν· καὶ ἐν ᾧ ζῳδίῳ
καταντᾷ ὁ ἀριθμός, ἐκεῖνό ἐστι τὸ τὴν ἡμέραν κυβερνῶν
ἐκείνην. τὸ τοιοῦτον ζῴδιόν ἐστι τὸ κυβερνῶν αὐτὴν τὴν
ἡμέραν τῆς [τῆσ] τοῦ ἔτους εἰσόδου. εἶτα ἐπιδώσεις τῷ ζῳ-
δίῳ ἐκείνῳ ἀπ' ἐκείνης τῆς ἡμέρας κυβέρνησιν ὡρῶν δύο,
καὶ τῷ μετ' ἐκεῖνο κυβέρνησιν ἑτέρων ὡρῶν <β>, καὶ οὕτως
ποιήσεις ἔστ' ἂν ἀποπληρωθῶσιν αἱ <κδ> ὧραι πρὸς τὰ
<ιβ> ζῴδια. ἐπιβλέπε δὲ πρὸς τοὺς πάντας τρόπους τούτους
τοὺς ἐν ταῖς ἑβδομάσι καὶ πρὸς τὴν ἡμέραν τοῦ ζῳδίου
τοῦ ἔτους. καὶ εἰ μὲν ὁ κύριος τῆς ἑβδομάδος τοῦ ἔτους
καὶ ὁ κύριος τῆς ἡμέρας τοῦ ζῳδίου αὐτοῦ ὦσιν ἀγαθο-
ποιοὶ ἐν διαθέσει ἀγαθῇ, δηλοῦσι τὸ ἀγαθὸν ἐν ἐκείνῳ τῷ
ἔτει· εἰ δὲ ὦσι κακοποιοὶ καὶ ἐν διαθέσει κακῇ, δηλοῦσι
τὸ κακόν. ὡσαύτως δηλοῦσιν ὅτε κυβερνῶσί τινας τῶν
ἑβδομάδων καὶ τῶν ἡμερῶν.
Ὁ δὲ δηλωτικὸς ἵνα ἐπιβλέπῃς ἐν τῇ ἐναλλαγῇ τοῦ
ἔτους πρὸς τὴν μοῖραν τοῦ ζῳδίου πρὸς ὃ καταντᾷ τὸ ἔτος
ἀπὸ τοῦ κατὰ πῆξιν ὡροσκόπου. καὶ εἰ μέν ἐστιν ἐν
ἐκείνῃ τῇ μοίρᾳ σῶμα ἀστέρος ἢ ἀκτίς, ἔσται ἡ κυβέρνη-
σις τῶν ἡμερῶν ἐκείνων κυβέρνησις τοῦ τοιούτου ἀστέρος
ἔστ' ἂν καταντηθῇ ὑφ' ἑτέρου ἀστέρος %κατὰ& σῶμα ἢ
ἀκτῖνα· εἰ δὲ οὐχ εὑρεθῇ σῶμα ἢ ἀκτὶς ἀστέρος, ἔστιν
κυβερνήτης ὁ ὁριοκράτωρ τῆς μοίρας ἐκείνης ἔστ' ἂν
4361, 008, 233, 1 εὑρεθῇ σῶμα ἀστέρος ἢ ἀκτίς. αἱ δὲ ἡμέραι τῆς κυβερνή-
σεως ἐπιγινώσκονται οὕτως· ἵνα ἐπιβλέπῃς τὴν ὑπεροχὴν
τὴν μέσον τῆς μοίρας τοῦ καταντήματος καὶ τοῦ σώ-
ματος ἢ τῆς ἀκτῖνος τοῦ ἀστέρος, καὶ τὰς εὑρεθείσας
μοίρας καὶ τὰ λεπτὰ πολλαπλασιάσεις ἐπὶ ἡμέρας <ιβ>
καὶ λεπτὰ <ι> καὶ δευτερόλεπτα <λ>, ἅτινά εἰσιν ἕκτον μιᾶς
ἡμέρας καὶ ἥμισυ ἐκ τοῦ δεκάτου %τοῦ ἕκτου& μιᾶς ἡμέρας,
καὶ ἐπὶ τῷ ἀναβιβασθέντι ποσῷ καταντᾷ ἡ κυβέρνησις
κατὰ τὸν ἀριθμὸν ἐκείνων τῶν ἡμερῶν τῶν ἀριθμουμένων
ἀπ' ἀρχῆς τῆς πρώτης ἡμέρας τῆς ἐναλλαγῆς. καὶ εἰ μὲν
ὁ ἀστὴρ πρὸς ὃν καταντᾷ ἡ κυβέρνησίς ἐστιν ἀγαθο-
ποιός, δηλοῖ τὸ ἀγαθὸν ἐν ἐκείνῳ τῷ καιρῷ ἔστ' ἂν κυ-
βερνᾷ· εἰ δὲ κακοποιός, δηλοῖ τὸ κακόν. ὡσαύτως ποιήσεις
τὸν περίπατον τῶν μηνῶν τῶν ζῳδίων πρὸς ἣν μοῖραν
καταντᾷ τὸ ἔτος ἀπό τε τοῦ πατρικοῦ κλήρου καὶ τοῦ
μητρικοῦ, καὶ ἀπὸ πάντων τῶν κλήρων καὶ τῶν οἴκων
ἤτοι τῶν τόπων αὐτῶν κατὰ πῆξιν, λογιζόμενος ὑπὲρ
ἑκάστου ζῳδίου ἔτος ἕν· πρὸς δήλωσιν δὲ τῶν ἡμερῶν
τῆς κυβερνήσεως τοῦ τε ἀγαθοῦ καὶ τοῦ ἐναντίου πολλα-
πλασιαζόμεναι [δὲ] αἱ <λ> μοῖραι τοῦ ζῳδίου τοῦ καταν-
τήματος ἐπὶ ταῖς ῥηθείσαις <ιβ> ἡμέραις καὶ <ι> λεπτοῖς %καὶ
<λ> δευτερολέπτοισ& γίνονται ἡμέραι <τξε> τέταρτον, αἱ ἡμέ-
ραι δηλονότι τοῦ ἔτους ἔγγιστα. καὶ δῆλον ἐκ τούτου ὅτι
ἑκάστῃ μοίρᾳ τοῦ καταντήματος ἀναλογοῦσιν ἡμέραι <ιβ>
καὶ ὧραι <δ> πέμπτον, αἵτινες ἡμέραι ὀνομάζονται μέγισται.
Ὁ δὲ ζ δηλωτικὸς ἐπιγινώσκεται οὕτως· ἵνα ἐπι-
βλέπῃς τὴν μοῖραν τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς τοῦ
ἔτους καὶ ποιῇς τὴν περίοδον αὐτῆς, παρέχων ἑκάστῃ
ἡμέρᾳ λεπτὰ <νθ> καὶ δευτερόλεπτα <η> πρὸς τὸ ἐπιγνῶναι
τὰς διαθέσεις τῶν ἡμερῶν. ποιῇς δὲ τοῦτο ἀπ'
αὐτῆς τῆς ἀρχῆς τῆς μοίρας τοῦ ὡροσκόπου τῆς ἐναλ-
λαγῆς ἔστ' ἂν ἐπανακάμψῃς αὖθις πρὸς αὐτὴν κατὰ τὸ
τέλος τοῦ ἔτους. εἰ δὲ εὑρεθῇ κατ' αὐτὴν τὴν μοῖραν τοῦ
ὡροσκόπου τῆς ἐναλλαγῆς σῶμα ἀστέρος ἢ ἀκτίς, ἔσται
ἡ κυβέρνησις τῆς μοίρας τοῦ ὡροσκόπου κυβέρνησις τοῦ
αὐτοῦ ἀστέρος ἔστ' ἂν συναντᾷ σῶμα ἑτέρου ἀστέρος ἢ
4361, 008, 234, 1 ἀκτῖνα· εἰ δ' οὐχ εὑρεθῇ σῶμα ἀστέρος ἢ ἀκτὶς ἐν τῇ
μοίρᾳ τοῦ ὡροσκόπου, κυβερνήτην ἕξομεν τὸν ὁριοκρά-
τορα τῆς τοιαύτης μοίρας ἔστ' ἂν συναντᾷ ἡ μοῖρα πρὸς
σῶμα ἢ ἀκτῖνα ἀστέρος. οὕτως γὰρ ὀφείλεις ποιεῖν πρὸς
πάντας τοὺς περιπάτους τῶν ἀστέρων καὶ τῶν κλήρων καὶ
τῶν τόπων ἐν τοῖς <ιβ> ζῳδίοις ἐπὶ ταῖς ἡμέραις δηλονότι
τοῦ ὅλου ἐνιαυτοῦ. καλεῖται δὲ ἡ τοιαύτη κυβέρνησις τῶν
μικρῶν ἡμερῶν· ἡ χρῆσις δὲ αὕτη ἐστὶ χρησιμωτάτη διὰ
τὸ γίνεσθαι ταύτην κατὰ τὴν ἀνώμαλον κίνησιν τοῦ
Ἡλίου ἐφ' ἑκάστῃ ἡμέρᾳ, οὐ πάνυ δὲ ἀκριβεστάτη διὰ
τὸ τὸν Ἥλιον πατεῖν ποτε μὲν ἐπέκεινα τῆς μοίρας, ποτὲ
δὲ ἔλαττον, τέως δ' οὖν οὐ πολλὴ ἡ διαφορά. ὅτε δὲ
καταντᾷ ἡ κυβέρνησις πρὸς ἀγαθοποιὸν ἀστέρα ἤ ἐστιν
ἀγαθοποιὸς ἀστὴρ ὁ κυβερνῶν ἀπὸ τῶν ὁρίων, σημαίνει
ἀγαθά· εἰ δὲ ἐναντίος, ἐναντία.
Ὁ δὲ η δηλωτικὸς ὁ κυβερνῶν τὰς ἡμέρας τῶν μηνῶν
καὶ τὰς ὥρας ἀπὸ τῶν ζῳδίων γινώσκεται κατὰ τρόπους
δύο. κατὰ μὲν τὸν πρῶτον ἵνα ἐπιβλέπῃς πρὸς τὴν μοῖραν
τοῦ ζῳδίου πρὸς ἣν καταντᾷ ὁ μὴν ἀπὸ τῶν τεσσάρων
κεφαλαιωδῶν δηλωτικῶν καὶ πρὸς τὴν μοῖραν τοῦ ὡρο-
σκόπου τοῦ μηνὸς καὶ τὴν μοῖραν τοῦ κλήρου τῆς τύχης
τοῦ μηνὸς καὶ τὴν μοῖραν τῆς Σελήνης τοῦ μηνός· καὶ
ποιῇς τὸν περίπατον ἑκάστου τούτων λογιζόμενος ἐπὶ
ἑκάστῃ μοίρᾳ ἡμέραν μίαν μέχρι περαιώσεως τῶν <λ>
ἡμερῶν. καὶ εἰ μὲν βουλόμεθα τὸν περίπατον τοῦ μηνὸς
τοῦ ὡροσκόπου ποιῆσαι ὡς εἴρηται, ὀφείλομεν ποιῆσαι ὡς
ἀγαθὰ σημαίνειν καταντήσαντα ἐπὶ ἀγαθοποιούς, ὥσπερ
ἐναντία καταντήσαντα ἐπὶ κακοποιούς. τὸν αὐτὸν οὖν
περίπατον ὀφείλεις ποιεῖν καὶ ἐπὶ τοῖς λοιποῖς <ια> τόποις
τοῦ θέματος. κατὰ δὲ τὸν δεύτερον τρόπον ἵνα ἐπι-
βλέπῃς πρὸς τοὺς ῥηθέντας δηλωτικοὺς καὶ ποιῇς ἀπ'
ἀρχῆς τοῦ τόπου ἑνὸς ἑκάστου τούτων μερισμὸν πρὸς
δύο ἥμισυ ἡμέρας ἑκάστῳ ζῳδίῳ, ἀπαριθμῶν τὰς <λ>
ἡμέρας διὰ τῶν <ιβ> ζῳδίων, καὶ ἐπιγινώσκῃς ἑκάστου
4361, 008, 235, 1 μερισμοῦ τῶν <β> ἥμισυ ἡμερῶν τὸ σημαντικὸν τὸ τοιοῦτον
[δύο ἥμισυ ἡμερῶν] ζῴδιον. εἶτα ὀφείλεις ποιεῖν ἕτερον
μερισμὸν λεπτότερον οἷον [ὅτι] ἵνα μερίσῃς τὰς <β> ἥμισυ
ἡμέρας τὰς γινομένας ὥρας <ξ> ἐπὶ τοῖς <ιβ> ζῳδίοις, καὶ
ἀναλογοῦσιν ἑκάστῳ ζῳδίῳ ὧραι <ε>. πάρασχε οὖν τὰς
τοιαύτας πρῶτας <ε> ὥρας τῷ ὡροσκόπῳ, τὰς δὲ μετ' αὐτὰς
ἑτέρας <ε> ὥρας τῷ δευτέρῳ ζῳδίῳ, καὶ καθεξῆς μέχρι
περαιώσεως τῶν <ιβ> ζῳδίων καὶ τῶν <ξ> ὡρῶν. ὅτε δὲ
εὑρεθῇ μὴν ἔχων ἡμέρας <λα>, ἐπανάκαμψον ἐπὶ τῇ λα
ἡμέρᾳ καὶ ποίησον τὴν χρῆσιν καθὼς ἄρα πεποίηκας
αὐτὴν κατὰ τὴν α ἡμέραν τοῦ μηνός, καὶ οὕτως προχώρει
ἐπὶ τὴν ἀρχὴν τοῦ ἑτέρου μηνός, καὶ καθεξῆς. τῇ αὐτῇ οὖν
χρήσει χρήσαι ἐπὶ τοῖς <η> δηλωτικοῖς εἴπερ βούλεσαι
λεπτοτέραν διαγνῶναι διάγνωσιν. καὶ ὅτε εὑρεθῇ εἶναι
τῶν τε ἡμερῶν καὶ τῶν ὡρῶν κυβερνήτην ἀγαθοποιὸν
ἀστέρα, ὑπόφαινε ἀγαθά· εἰ δὲ κακοποιόν, ἐναντία.
Ὁ δὲ θ δηλωτικὸς κυβερνᾷ τὰς ἡμέρας τῶν μηνῶν καὶ
τὰς ὥρας διὰ τῶν ἐννατημορίων ἤτοι τῶν νουπαχράτων,
ὧν ἡ ἀρχὴ λαμβάνεται ἐν τῇ τοῦ ἔτους εἰσόδῳ. λαμβάνε-
ται δὲ ἀπὸ τῶν τριῶν, ἤγουν ἀπὸ τοῦ ζῳδίου τοῦ καταν-
τήματος, ἀπὸ τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς τοῦ ἔτους,
καὶ ἀπὸ τῆς Σελήνης. κατὰ τὸ μὲν [τὸ] ἀπὸ τοῦ ζῳδίου
τοῦ καταντήματος ὀφείλεις ποιεῖν οὕτως· ἵνα ἐπιβλέπῃς
πρὸς τὸν κύριον τοῦ κατα%ντήματοσ& ὅς ἐστιν κύριος τοῦ
πρώτου ἐννατημορίου [τοῦ ἀπαντήματοσ] τοῦ ζῳδίου ὡς
οἱ Ἰνδοὶ δοξάζουσι, καθὼς ἐδηλώσαμεν ἐν τῷ τρίτῳ
τμήματι ταύτης τῆς βίβλου. καὶ ποιήσῃς κυβερνήτην τοῦ
α ἐννατημορίου τοῦ ζῳδίου τοῦ καταντήματος αὐτὸν τὸν
κύριον τοῦ ζῳδίου, τοῦ δὲ δευτέρου ἐννατημορίου αὐτὸν
τὸν κύριον τοῦ δευτέρου ζῳδίου ἀπὸ τοῦ καταν-
τήματος, τοῦ δὲ τρίτου ἐννατημορίου αὐτὸν τὸν κύριον τοῦ
τρίτου ζῳδίου ἀπὸ τοῦ καταντήματος, καὶ καθεξῆς
ἔστ' ἂν τελεσθῶσι τὰ <θ> ἐννατημόρια τοῦ ζῳδίου ἐπὶ τὸν
α μῆνα. ἔπειτα μεταβαίνει ἡ κυβέρνησις κατὰ τὸν κύριον
4361, 008, 236, 1 %τοῦ& μηνὸς ἐπὶ τὴν ἀρχὴν τοῦ ζῳδίου %τοῦ& δευτέρου
ἀπὸ τοῦ καταντήματος, καὶ κυβερνᾷ αὐτὸν ὁ κύριος τοῦ
πρώτου ἐννατημορίου τοῦ ζῳδίου, καὶ τοῦ δευτέρου ἐννα-
τημορίου ὁ κύριος τοῦ τοιούτου ἐννατημορίου ὡς ἐδιδά-
χθης ἔστ' ἂν ἀπαριθμῶσιν ἐπὶ τὸν δεύτερον ὅλον μῆνα
τὰ <θ> ἐννατημόρια τοῦ τοιούτου ζῳδίου. ἡ αὐτὴ χρῆσις
ὀφείλει γίνεσθαι καὶ ἐπὶ τοῖς λοιποῖς ζῳδίοις καὶ μησὶν
ὥστε γενέσθαι τὸν μερισμὸν τῶν <ρη> ἐννατημορίων ἐπὶ
τοῖς <ιβ> μησίν, τοῦ πρώτου ἐννατημορίου τοῦ ζῳδίου
κυβερνῶντος τὸν ὅλον μῆνα καθὼς προείπομεν. εἰ δὲ
βουληθῶμεν λεπτοτέραν τὴν ψῆφον ποιῆσαι, μερίζομεν
τὸν ἀριθμὸν τοῦ ἑνὸς ἐννατημορίου εἰς τρία μέρη ἴσα,
ἑκάστῃ δηλονότι μερίδι %λογιζόμενοι& ἡμέραν μίαν καὶ
ἔννατον ἡμέρας· καὶ τὴν μὲν πρώτην ἡμέραν κυβερνᾷ τὸ
πρῶτον ἐννατημόριον τοῦ ζῳδίου ἤτοι ὁ κύριος αὐτοῦ
%τοῦ& ἐννατημορίου, τὴν δευτέραν ὁ κύριος τοῦ ε ζῳδίου,
τὴν τρίτην ὁ κύριος τοῦ ἐννάτου ζῳδίου. εἰ δὲ βουληθῶ-
μεν λεπτοτέραν τὴν ψῆφον καὶ αὖθις ποιῆσαι, μερίζομεν
αὐτὴν τὴν μίαν ἡμέραν καὶ τὸ ἔννατον τῆς ἡμέρας
εἰς μέρη <θ>. καὶ κυβερνᾷ ἕκαστον ἐννατημόριον τοῦ
μερισμοῦ τοῦ τοιούτου ἕκαστος ἀστὴρ οὕτως· τοῦ μὲν
πρώτου ἐννατημορίου ὁ κύριος αὐτοῦ τοῦ πρώτου ἐννα-
τημορίου τοῦ μερισμοῦ τῶν ὡρῶν, τοῦ δευτέρου ὁ δεύτε-
ρος, καὶ καθεξῆς καθὼς εἰρήκαμεν ἐπὶ ταῖς ἡμέραις. εἰ δὲ
βουληθῶμεν λεπτοτέραν ψῆφον ποιῆσαι, μερίζομεν πάλιν
ἐπὶ <θ> τὰς τοιαύτας ὥρας τοῦ ἐννατημορίου, καὶ εὑρίσκομεν
τὸν μερισμὸν τῶν λεπτῶν τῶν ὡρῶν, καὶ χρώμεθα καὶ ἐπὶ
τούτοις χρήσει οἷαν ἐδηλώσαμεν ἐπὶ ταῖς ἡμέραις καὶ ταῖς
ὥραις. αἱ ῥηθεῖσαι γοῦν τρεῖς τρίτον μοῖραι ἑκάστου
ἐννατημορίου γίνονται ἡμέραι <γ> καὶ ὧραι <θ> ἕκτον, ἅτινα
πολλαπλασιαζόμενα ἐπὶ τοῖς <θ> ἐννατημορίοις γίνονται
ἡμέραι <λ> καὶ ὧραι <ι> ἥμισυ. ὁ αὐτὸς γοῦν ἀριθμὸς παρὰ τοῖς
Ἰνδοῖς ἐστι ἑκάστου μηνός, διότι ποιοῦσι τὰς ἡμέρας τῶν
ὅλων μηνῶν τῶν γενεθλιακῶν ἐτῶν ἴσας ὥστε μὴ εἶναι τὸν
4361, 008, 237, 1 ἕνα μῆνα ἐλάττονα ἢ μείζονα τοῦ ἑτέρου. πολλαπλασιαζό-
μεναι δὲ αἱ <λ> ἡμέραι καὶ αἱ δέκα ἥμισυ ὧραι ἑκάστου
μηνὸς ὡς εἴρηται ἐπὶ τοῖς <ιβ> μησὶ γίνονται ἡμέραι
<τξε> τέταρτον, τοῦ ἡλιακοῦ ἔτους ἔγγιστα· αἱ δέ γε παρ'
ἡμῶν ῥηθεῖσαι πᾶσαι ὧραι ἰσημεριναί εἰσιν.
Ὑπόδειγμα τῆς τοιαύτης χρήσεως. κατήντησεν ἔτος
τινὸς ἀνθρώπου ἐπὶ <κ> μοίραις Ταύρου· ἔστι δὲ ὁ κύριος
τοῦ πρώτου ἐννατημορίου τοῦ Ταύρου Κρόνος ὁ κύριος
δηλονότι τοῦ Αἰγοκέρωτος, ὃς Κρόνος κύριος %ἦν& [ἐπὶ]
τοῦ ἔτους, καὶ κυβερνᾷ ἡμέρας <γ> καὶ ὥρας <θ> ἕκτον. βου-
λόμενοι δὲ ποιῆσαι λεπτοτέραν τὴν χρῆσιν, ἐμερίσαμεν
τὸ τοιοῦτον ἐννατημόριον εἰς τρία μέρη, καὶ ἀναλογοῦσιν
ἑκάστῃ μερίδι μοῖρα <α> λεπτὰ <> καὶ δευτερόλεπτα <μ>. καὶ
ὁ μὲν Κρόνος ὁ κύριος τοῦ Αἰγοκέρωτος καὶ ὁ κύριος τοῦ
πρώτου ἐννατημορίου κυβερνᾷ τὴν πρώτην μερίδα ἥτις
ἐστὶν ὡρῶν <κζ> καὶ ἥμισυ ἐννάτου· ἡ δὲ Ἀφροδίτη ἡ κυρία
τοῦ Ταύρου τοῦ ε δηλονότι ζῳδίου ἀπὸ τοῦ Αἰγοκέρωτος
κυριεύει τοῦ δευτέρου μέρους, ἀριθμοῦ δηλονότι ὡρῶν
ὅσων εἰρήκαμεν· τῆς δὲ τρίτης μερίδος κυβερνᾷ ὁ Ἑρμῆς
ὁ κύριος τῆς Παρθένου τοῦ θ δηλονότι ζῳδίου ἀπὸ
Αἰγοκέρωτος. εἰ δὲ βουληθῶμεν λεπτοτέραν τὴν χρῆσιν
ποιῆσαι, μερίσομεν τὴν τοιαύτην ἑκάστην μερίδα ἐπὶ
ἐννέα, καὶ γίνεται ἑκάστη μερὶς λεπτὰ <ζ> δευτερόλεπτα <κε>
καὶ τριτόλεπτα <λγ>, γινόμενα ὧραι <γ> καὶ μέρος τι. καὶ
κυβερνᾷ ὁ %Κρόνος ὁ& κύριος τοῦ Αἰγοκέρωτος καὶ ὁ
κύριος τοῦ πρώτου ἐννατημορίου τὴν πρώτην ταύτην μερί-
δα, τῆς δὲ δευτέρας μερίδος καὶ αὖθις ὁ Κρόνος ὁ κύριος
τοῦ Ὑδροχόου καὶ κύριος τοῦ β ἐννατημορίου, τῆς δὲ
τρίτης μερίδος ὁ Ζεὺς ὁ κύριος τῶν Ἰχθύων καὶ
κύριος τοῦ τρίτου ἐννατημορίου· κατὰ τοῦτον γοῦν τὸν
τρόπον ὀφείλεις ἐπιγνῶναι τοὺς κυρίους τῶν ἐννατημορίων
πάσης χρήσεως.
Ἀλλὰ καὶ τοῖς ἐννατημορίοις τοῦ ὡροσκόπου τῆς ἐναλ-
4361, 008, 238, 1 λαγῆς οὕτως ὀφείλεις χρήσασθαι καθὼς προειρήκαμεν
ἐπὶ τῷ ζῳδίῳ τοῦ καταντήματος, ποιῶν τὴν ἀρχὴν τῆς
κυβερνήσεως τοῦ ἐννατημορίου ἀπ' ἀρχῆς τοῦ τοιούτου
ζῳδίου τοῦ ὡροσκόπου, καθὼς ἐδηλώσαμεν καὶ ἐπὶ τῷ
καταντήματι, μὴ ἀποβλέπων πρὸς τὰς εὑρεθείσας τοῦ
ζῳδίου μοίρας. τὴν δὲ Σελήνην ὀφείλεις ἰδεῖν ἐν τῇ ἐναλ-
λαγῇ τοῦ ἔτους ἐν ποίῳ ἐννατημορίῳ ὑπάρχῃ ἀπὸ τῶν
ἐννατημορίων τῆς μοίρας τοῦ ζῳδίου ἐν ᾧ ἐστιν, καὶ ποιεῖν
τὴν ἀρχὴν τῆς κυβερνήσεως τῶν ἡμερῶν ἀπ' ἐκείνου τοῦ
ἐννατημορίου τῆς μοίρας τῆς Σελήνης τοῦ λεγομένου
νουπάχρατις. εἶθ' οὕτως χρήσῃ%σ& τοῖς λοιποῖς καθὼς
ἄρα ἐδηλώσαμεν ἐπὶ τῷ ζῳδίῳ τοῦ καταντήματος. ἀλλὰ
καὶ ἐπὶ τοῖς ἐννατημορίοις [τοῖς λοιποῖς ἄστροισ] τῶν
λοιπῶν ἀστέρων οὕτως ὀφείλεις ποιεῖν τὴν χρῆσιν καθὼς
εἰρήκαμεν καὶ ἐπὶ τῆς Σελήνης ὥστε λαμβάνειν τὴν ἀρχὴν
τοῦ ἐννατημορίου ἀπ' αὐτῆς τῆς μοίρας τοῦ ἀστέρος.
Ἐπὶ πᾶσι δὲ τοῖς παρ' ἡμῶν ῥηθεῖσιν ἐνταῦθα ἐννέα
τρόποις περὶ τῆς κυβερνήσεως τῶν ἀστέρων ἐπί τε ταῖς
ἑβδομάσι καὶ ταῖς ἡμέραις καὶ ταῖς ὥραις κατὰ τούτους
τοὺς δύο λόγους ἔσται ἡ σημασία τοῦ κυβερνῶντος ἀστέ-
ρος· καθ' ἕνα μὲν λόγον τὸ φανῆναι ἐν ἐκείνῳ τῷ καιρῷ
τὸ κατὰ πῆξιν σημανθὲν εἴτε κατὰ τὸν ἐνιαυτὸν εἴτε κατὰ
τὸν μῆνα, καθ' ἕτερον δὲ τὸ φανῆναι μὲν μέρος τοῦ σημαν-
θέντος κατὰ τὸν τοιοῦτον καιρὸν ἀπὸ τῆς σημασίας τῆς
οἰκείας φύσεως τῆς διαθέσεως ἧς εὑρεθῇ ἔχων, ἐπὶ
πράγμασί τισι ταχέ[ι]ως ἀλλοιούμενον ὥσπερ ὑπὸ εὐνοιῶν
τινων καὶ λογισμῶν καὶ φροντίδων καὶ ὁραμάτων. ὅτε δὲ
καταλάβῃ ὁ Ἥλιος πρὸς τὴν σημασίαν τῆς ἑβδομάδος ἢ
τῆς ἡμέρας ἢ τῆς ὥρας, ἐπενέγκῃ κυρίως τὴν προρρη-
θεῖσαν σημασίαν, εἴτε ἀγαθή ἐστιν εἴτε ἐναντία. ὅτε δὲ ἡ ση-
μασία τῆς ἑβδομάδος ἢ τῆς ἡμέρας ἢ τῆς ὥρας ἢ αὐτῆς τῆς
Σελήνης καταλάβῃ ἔν τισι καιροῖς πρός τινα τῶν ἀπλανῶν
ἀστέρων ἢ ἔχει τινὰ συνοικείωσιν καὶ ἀναλογίαν παρὰ τὰς
μορφώσεις τῶν <λ> ζῳδίων τῶν τε βορείων καὶ τῶν
4361, 008, 239, 1 νοτίων ὥστε ἵνα καταλάβῃ ὁ τῆς ἑβδομάδος δηλωτικὸς
ἢ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐν μορφῇ τινι, φανερωθήσεται
μέρος τι τῆς σημασίας ἐκείνου τοῦ πράγματος. εἰ δὲ κατα-
λάβῃ εἷς τῶν δηλωτικῶν ἐκ τούτων ἐν μοίρᾳ δηλούσᾳ
εὐδαιμονίαν ἢ ἐν μοίραις φωτειναῖς ἢ ἐν δεκανοῖς χρω-
μένοις κατὰ τὸ δερπεζᾶν ἢ ἐν νουπαχράτοις ἢ ἐν δωδε-
κατημορίοις ἢ ἀκτῖσι τῶν ἀγαθοποιῶν ἢ ἐν κυβερνήσει
τινῶν τῶν δηλούντων ἀγαθά, δηλοῖ τινα ὀλίγην προσθήκην
εὐδαιμονίας ἐν ἐκείνῳ τῷ καιρῷ· εἰ δὲ ἐν ταῖς σκοτειναῖς
μοίραις καταλάβῃ ὁ δηλωτικὸς ἢ ἐν μοίρᾳ κενῇ ἢ νεφε-
λοειδεῖ ἢ ἐν ἀκτῖσι καὶ κλήροις καὶ τόποις κακοῖς, δηλοῖ
ἐναντία.
Ἡ δὲ ἐναλλαγὴ τῶν ἡμερῶν καὶ ὡρῶν γίνεται %οὕτωσ&.
ὅταν ὁ Ἥλιος καταλάβῃ ἐπὶ τὴν δευτέραν μοῖραν %ἀπὸ&
τῆς κατὰ πῆξιν πρώτης μοίρας, τότε γίνεται ἡ ἐναλλαγὴ
τῆς β ἡμέρας, χρώμενος ταῖς μοίραις ἀντὶ ἡμερῶν· ἀλλὰ
καὶ ἐπὶ ταῖς ἐναλλαγαῖς τῶν ὡρῶν, τότε γίνεται ἡ ἐναλ-
λαγὴ τῆς β ὥρας ὅτε κινηθῇ ὁ Ἥλιος λεπτὰ <β>. εἰ δ' ἴσως
βουληθῶμεν ποιῆσαι ἐναλλαγὴν ἡμερῶν καὶ ὡρῶν καὶ
εὑρεῖν ὡροσκόπον τῆς τοιαύτης ἐναλλαγῆς καὶ τὰς ἐποχὰς
τῶν ἀστέρων, ὀφείλομεν ποιῆσαι καθὼς προεδηλώσαμεν,
κἂν οὐκ ἔστι ἀναγκαία ἡ τούτων χρῆσις ὡς ἀρκούντων τῶν
ῥηθέντων πάντων ἐν τοῖς δηλωθεῖσι ἐννέα δηλωτικοῖς περί
τε τῶν ἡμερῶν %καὶ& τῶν ὡρῶν καὶ τῶν λεπτῶν. 

Αναζήτηση

Το πιο ισχυρό μου ατού!

  • Σχετικά με τα αραβικά φυλαχτά Φάιζα Κωδωνά - Δεκέμβριος 28, 2014

    Το θέμα των τάλισμαν και των περιάπτων και εν γένει των φυλαχτών, εμφανίζεται απέραντο στον απλό άνθρωπο, είτε γιατί έχει πολυάριθμες παραλλαγές, είτε γιατί τα στοιχεία είναι ποικίλα, είτε γιατί ο ίδιος ο άνθρωπος έχει ελάχιστη γνώση για αυτά.

    Περισσότερα...

nooriyavenusLogo blogger blogger facebookgoogle sitesgoogle+pinterest