Περὶ τοῦ ἀριθμοῦ τῶν σημαντήρων τοῦ ἔτους.
Ἰστέον ὅτι τὸ ἓν ἔτος διαιρεῖται εἰς μῆνας καὶ εἰς ἡμέ ρας καὶ εἰς ὥρας, καὶ ἑκάστῳ τούτων εἰσὶ πολλοὶ σημαν τῆρες. καὶ οἱ ἀστέρες τῇ διαφορότητι τῶν διαθέσεων αὐτῶν δηλοῦσι ἑκάστοτε διαφόρους διαθέσεις· καὶ οἱ μὲν δηλοῦσι κατὰ τὸν τῆς ἐναλλαγῆς καιρὸν τὴν τοῦ χρόνου ποιότητα, εἴτε ἀγαθὴ εἴτε ἐναντία· ἔστι δὲ αὕτη ἡ σημα σία ἡ καθολική· οἱ δὲ ἰδιοτάτην τινὰ ἔχουσι σημασίαν κατά τινα καιρὸν μερικὸν τοῦ ἔτους διὰ τῶν ἐπιβάσεων αἵτινες δηλοῦσι τὰς ἐπιτάσεις καὶ ἀνέσεις τῶν ἀγαθῶν καὶ τῶν κακῶν· οἱ δὲ δηλοῦσι τὴν τῶν μηνῶν ἐναλλαγὴν καὶ τῶν ἡμερῶν· καὶ ἔστιν αὕτη ἡ σημασία μερική. οἱ δὲ σημαντῆρες τοῦ ὅλου ἔτους εἰσὶ ιθ·
α. τὸ ζῴδιον ἔνθα κατέληξε τὸ ἔτος καὶ ὁ κύριος αὐτοῦ.
β. ὁ τόπος τοῦ μερισμοῦ καὶ ὁ ἐπιμερίζων.
γ. ὁ συνεπιμερίζων αὐτῷ.
δ. ὁ ἔχων τὸ φαρτὰρ καὶ ὁ συγκοινωνῶν αὐτῷ.
ε. ὁ κυριεύων τῆς περιόδου.
ς . ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς τοῦ ἔτους καὶ ὁ κύριος αὐτοῦ.
ζ. ἡ Σελήνη καὶ οἱ συνάπτοντες αὐτῇ ἀστέρες ὄντες ἐν τῷ ζῳδίῳ ἐν ᾧ ἐστιν· εἰ δὲ κενοδρομεῖ, λαβὲ τὸν κύριον τοῦ ζῳδίου ἐν ᾧ ἐστιν.
η. ἡ ἐπέμβασις τῶν ἀστέρων εἰς τοὺς κατὰ πῆξιν τό πους αὐτῶν, καὶ ἀλλήλων ἐπ ἀλλήλους μετάβασις.
θ. ὁ χρονοκράτωρ ὅτε τύχῃ ἐν τῇ ἐναλλαγῇ ἔν τινι τόπῳ τῶν δώδεκα.
ι. οἱ τόποι τῶν ἀστέρων οἱ ἀπὸ τῶν οἴκων αὐτῶν καὶ οἱ τόποι τῶν οἴκων αὐτῶν ἀπ αὐτῶν.
ια. ἡ περίοδος τῶν ἀστέρων καὶ τῶν δώδεκα οἴκων.
ιβ. τὸ τυχεῖν τὸ χρονικὸν ζῴδιον ἢ τὸν ὡροσκόπον τῆς ἐναλλαγῆς ἔν τινι τόπῳ ἀστέρος τῶν κατὰ πῆξιν.
ιγ. τὸ τυχεῖν τὸ χρονικὸν ζῴδιον ἢ τὸν ὡροσκόπον τῆς ἐναλλαγῆς ἐν τοῖς τόποις τῶν ἀστέρων κατὰ πῆξιν,
ιδ. τὸ εἶναι τὸν ἀστέρα ἐν τῷ γενεθλίῳ ἔν τινι τόπῳ καὶ ἐν τῇ ἐναλλαγῇ ἐν ἑτέρῳ οἴκῳ.
ιε. αἱ συναφαὶ τῶν ἀστέρων πρὸς ἀλλήλους.
ι. ἃ σημαίνει ἕκαστος ἀστὴρ μεταβαίνων ἀπὸ τόπου εἰς τόπον δι ὅλου τοῦ χρόνου.
ιζ. ὅσα σημαίνουσιν οἱ ἀστέρες τυχόντες ἔν τινι ζῳδίῳ τοῦ ἔτους.
ιη. ὅσα σημαίνει ὁ ἀστὴρ ἐν ἰδίῳ οἴκῳ ὢν ἢ ἐν ἀλλο τρίῳ ἢ ἐν ἰδίῳ ὁρίῳ ἢ ἐν ἀλλοτρίῳ.
ιθ. περὶ τῆς σημασίας τοῦ Ἀναβιβάζοντος καὶ Καταβιβάζοντος.
ταῦτά εἰσι τὰ σημαίνοντα τὴν τῶν γενεθλίων ἐναλλαγήν. καὶ ὁ πρῶτος ἰσχυρότερός ἐστι τοῦ ἐφεξῆς, καὶ ὁ β τοῦ τρίτου· ἔδει οὖν διαγνῶναι τοῦτον τὸν λόγον καὶ καθεξῆς εἶναι καὶ περὶ τοὺς λόγους, ἀλλ ἡμεῖς εὐσχήμο νος χάριν διδασκαλίας καὶ τῆς συνεπείας τῶν λόγων προ τάσσομεν ἐνίοτε τὰ ὕστερα τῶν προτέρων καὶ τὰ πρότερα ὑποτάσσομεν τοῖς ὑστέροις. ἔχει μὲν οὖν ἕκαστον τούτων τῶν εἰρημένων ἰδίαν τινὰ σημασίαν, πολλάκις δὲ καί τινας ἑτέρας σημασίας· ἐνίοτε δὲ τὴν αὐτὴν ἔχει σημα σίαν τοῖς κυρίοις τῶν μηνῶν. Τινὲς δὲ τῶν ἀστρολόγων βουλόμενοι ἐρευνῆσαι περὶ τῆς τῶν χρόνων ἐναλλαγῆς ποιοῦσι τὸν περίπατον τούτων ἁπάντων καὶ ἀναλύουσιν εἴς τε μῆνας καὶ ἡμέρας καὶ ὥρας. οὗτοι δὲ σφαλερῶς ἐπεχείρουν τοῖς τοιούτοις διὰ τὸ μὴ ἐπιμένειν τὰς αὐτὰς σημασίας, ἀλλὰ δεῖ τὸν ὡρο σκόπον τοῦ μηνὸς στῆσαι καὶ τοὺς ἀστέρας ἀπογράψα σθαι καὶ τὰς ἀκτινοβολίας καὶ τὰ δωδεκατημόρια καὶ τοὺς κλήρους, καὶ κατ ἐκεῖνα ἀποτελεῖν προσλαμβάνον τας τούς τε κατὰ πῆξιν ἀστέρας καὶ τοὺς τῆς ἐναλλαγῆς. εἰ γὰρ εἷς ἀστὴρ ἐδήλου τὰ τοῦ ἀνθρώπου, ἦν ἂν πᾶσα ἕξις αὐτοῦ καὶ διάθεσις καὶ κίνησις κατὰ τὴν τοῦ ἀστέρος ἐκείνου φύσιν· ἀλλ ἐπεὶ πολλοί εἰσιν οἱ σημαίνοντες τὰ τοῦ ἀνθρώπου, διὰ τοῦτο διάφορά ἐστι καὶ τὰ κατ αὐτὸν πάθη.

Δεύτερον. Περὶ τῶν σημασιῶν τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ τῶν ἐν ταῖς ἐναλλαγαῖς σημασιῶν
Τὰς σημασίας ἃς προείπομεν λαμβάνομέν τινας μὲν ἐπὶ τῶν παθῶν τῆς ψυχῆς, τινὰς δὲ ἐπὶ τῶν ἕξεων τοῦ σώ ματος, τινὰς δὲ ἐπὶ τῶν διαθέσεων καὶ κινήσεων καὶ ἐνερ γειῶν τοῦ ἀνθρώπου κατὰ πάντα καιρόν. καὶ πρῶτον μὲν ἐν τῇ ἐναλλαγῇ τοῦ ἔτους δεῖ σκοπεῖν τὴν διάθεσιν τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ τὴν τούτων σύγκρασιν καὶ συμφωνίαν, εἶτα τὰς λοιπὰς διαθέσεις τοῦ ἀνθρώπου κατὰ τὸ ἔτος ἐκεῖνο ἅπαν. δηλοῦσι δὴ τὰ μὲν τοῦ σώμα τος πέντε·
α μὲν τὸ τῆς ἐναλλαγῆς ζῴδιον,
β τὸ ὅριον ἔνθα κατήντησεν ὁ ἀπὸ τοῦ ὡροσκόπου περίπατος,
γ τὸ ὅριον ἔνθα κατήντησεν ὁ ἀπὸ τοῦ ἀφέτου περί πατος,
δ ἡ Σελήνη,
ε ὁ ὡροσκόπος τῆς τοῦ ἔτους ἐναλλαγῆς.
τὰ δὲ τῆς ψυχῆς δηλοῦσιν η>.
α ὁ κύριος τοῦ ἔτους,
β ὁ κύριος τῶν ὁρίων ἔνθα κατήντησεν ὁ ἀπὸ τοῦ ὡροσκόπου περίπατος,
γ ὁ κύριος τῶν ὁρίων ἔνθα κατήντησεν ὁ ἀπὸ τοῦ ἀφέτου περίπατος,
δ ὁ συγκοινωνῶν καὶ συνεπιμερίζων τούτοις κατὰ σῶμα ἢ ἀκτινοβολίαν,
ε ὁ κύριος τοῦ φαρτάρ,
ὁ κύριος τῆς περιόδου,
ζ ὁ ἀστὴρ ὁ δεχόμενος τὴν τῆς Σελήνης συναφὴν ἢ ὁ ἀστὴρ ὁ δεχόμενος τὴν συναφὴν τοῦ κυρίου τοῦ οἴκου αὐτῆς,
η ὁ κύριος τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς τοῦ ἔτους.
ὅτε οὖν οἱ τοιοῦτοι ἤτοι οἱ σημαίνοντες τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος ἢ οἱ πλείους αὐτῶν ὑπάρχουσιν ἐν τόποις καλοῖς τοῖς κατὰ τὴν οὐρανίαν θέσιν καὶ ὑπάρχουσιν ἀκά κωτοι, δηλοῦσι τὴν συμφωνίαν τῆς ψυχῆς καὶ τοῦ σώμα τος καὶ τὴν τούτων εὐεξίαν καὶ διαμονήν· τὰ δὲ λοιπὰ σημειωτικὰ σχήματα δηλοῦσι τὰς κινήσεις καὶ τὰς ἐνερ γείας. εἰ δέ ποτε καιροῦ δηλώσουσί τινα τῶν τῆς ψυχῆς καὶ τοῦ σώματος, ἡ σημασία ἐκείνη οὐκ ἔσται ἀρχέτυπος, ἀλλ ἢ κατὰ συμβεβηκός. τὰ δὲ τοιαῦτα ἃ προείπομεν σημαίνειν τὰ κατὰ τὴν ψυχὴν καὶ τὸ σῶμα καὶ τὴν πρὸς ἄλληλα τούτων συμφωνίαν δηλοῦσι πρὸς τούτοις καὶ πάσας τὰς λοιπὰς διαθέσεις καὶ κινήσεις, πλὴν ἡ κυρία αὐτῶν καὶ ἰδία σημασία ἐστὶ περί τε τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ οὐκ ἔστιν εὑρεῖν παρά τινι τῶν σημαινόντων τὰ λοιπὰ τὰς τοιαύτας σημασίας ἃς οὗτοι σημαίνουσιν.  

Τρίτον. Περὶ τοῦ ζῳδίου τῆς ἐναλλαγῆς καὶ τοῦ κυρίου τοῦ ἔτους ἤτοι τοῦ χρονοκράτορος τοῦ λεγομένου Περσιστὶ σαλχαδάη, καὶ ἣν ἔχουσι σημασίαν Δεῖ σε ἐν τῇ τῶν ἐτῶν ἐναλλαγῇ ἰδεῖν τὸν κατὰ πῆξιν ὡροσκόπον καὶ λογίσασθαι ζῴδιον ἓν κατ ἔτος ἕν, καὶ ἔνθα καταντήσει, ἐκεῖνο ἔσται τὸ ζῴδιον τῆς ἐναλλαγῆς· καὶ ὁ κύριος αὐτοῦ ἐστιν ὁ χρονοκράτωρ ὃς λέγεται Περσιστὶ σαλχοδάης· εἶτα ἰδεῖν τοῦτο τὸ ζῴδιον ποῖον τόπον ἐπεῖχεν ἐν τῷ θέματι τῆς καταρχῆς, ἆρα τῶν τεσσάρων ἦν κέντρων ἢ τῶν ἐπαναφορῶν ἢ τῶν ἀποκλι μάτων, καὶ τίνος μέν ἐστιν οἶκος, τίνος δὲ ὕψωμα, τίνος δὲ τρίγωνον, καὶ ἆρα ἀγαθοποιοῦ ἐστιν ἢ κακοποιοῦ, καὶ τίς ἦν ἐν αὐτῷ ἀστὴρ ἐν τῇ καταρχῇ, τίς δὲ κλῆρος, καὶ ποῖον δωδεκατημόριον, καὶ τίς τοῦτον ἐπέβλεπεν ἢ τίς ἀπὸ τῶν ἑπτὰ ἀστέρων τὴν ἀκτῖνα ἐπέβαλε, καὶ ἀπὸ ποίου ζῳδίου καὶ ποίας μοίρας τοῦτον ἔβλεπεν· ἆρα ἀπὸ τῶν συμφώνων αὐτῷ ζῳδίων ἢ τῶν ἐναντιουμένων, τῶν πολυαναφόρων ἢ τῶν ὀλιγοαναφόρων, τῶν ἰσοαναφόρων ἢ τῶν ὁμοζώνων, καὶ ἆρα ἀπὸ τῶν λαμπρῶν μοιρῶν ὁ σχηματισμός, ἀπὸ τῶν σκιερῶν καὶ ἀμαυρῶν, καὶ τῶν εὐτυχῶν ἢ τῶν δυστυχῶν, καὶ ἐπὶ ποῖον ὅριον, καὶ ἐπὶ ποῖον δεκανόν, καὶ ἐπὶ ποῖον ἐνατημόριον, καὶ ἐπὶ ποίαν μοῖραν τῶν λαμπρῶν ἢ τῶν σκιερῶν καὶ ἀμαυρῶν κατήντησεν ἡ ἀκτίς. εἶτα ἴδῃς τὸ ζῴδιον τῆς ἐν αλλαγῆς, ἆρα ἐν τῇ καταρχῇ ἀπόκλιμα ἦν καὶ οὐκ ἐφορᾶται παρὰ τῶν ἀκτίνων τῶν ἀστέρων. εἶτα σκόπησον ἐν τῇ ἐν αλλαγῇ τοῦ ἔτους εἰ ἔστιν ἐν τῷ τῆς ἐναλλαγῆς ζῳδίῳ ἀστὴρ κατὰ πάροδον ἢ ἀστέρος ἀκτὶς ἢ δωδεκατημόριον, καὶ εἰ ἐφορᾶται παρά τινος ἢ ἀσύναπτός ἐστι πρὸς ἅπαν τας· καὶ εἰ ἐφορᾶται παρά τινων ἢ πάντων, ἀπὸ ποιῶν μοιρῶν ἐφορᾶται, καὶ ποῦ ἦσαν ἐν τῇ καταρχῇ οἱ ἐφορῶν τες ἀστέρες, ποῦ δὲ κατὰ πάροδον, καὶ πῶς ἦσαν ἐν τῇ καταρχῇ, πῶς δέ εἰσιν ἐν τῇ ἐναλλαγῇ. καὶ γνῶθι ἑκάστου διάθεσιν, καὶ μάλιστα τὴν διάθεσιν τοῦ χρονοκράτορος καθὼς προείπομεν. εἰ μὲν οὖν ἐστι τὸ ζῴδιον τῆς ἐναλλα γῆς ἀκάκωτον παρά τε τῶν κατὰ πῆξιν ἀστέρων καὶ τῶν κατὰ πάροδον, ὑπάρχει δὲ καὶ ὁ κύριος αὐτοῦ κατά τε πῆξιν καὶ κατὰ πάροδον προποδίζων, καὶ ἐν τῇ οἰκείᾳ αἱρέσει εἴτε ἡμερινὸς εἴη ἢ νυκτερινός, καὶ ἐν τόπῳ ἔνθα λόγους τινὰς ἔχει, καὶ ἐνδύναμος ὑπάρχει καθ ἑαυτὸν ὡσαύτως καὶ οἱ ἐφορῶντες ἀστέρες, καὶ ἐν καλῷ τόπῳ ἑστήκοι ἀπό τε τοῦ ὡροσκόπου τῆς καταρχῆς καὶ τοῦ ζῳδίου τῆς ἐναλλαγῆς καὶ τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς, τότε δηλοῖ σώματος σωτηρίαν τοῦ ἔχοντος τὴν ἐναλλαγὴν καὶ εὐφροσύνην καὶ θυμηδίαν ἐπ ἐκείνοις τοῖς πράγμασιν ὧν ἐστι σημαντικὸς ὁ χρονοκράτωρ καὶ οἱ συναπτίζοντες αὐτῷ ἀστέρες κατά τε πῆξιν καὶ κατὰ πάροδον, οἷον πλού του καὶ ἀξίας καὶ δόξης καὶ κτήσεως ἀκινήτων καὶ παιδο ποιΐας καὶ ἐπικτήσεως δούλων καὶ τέρψεως γυναικῶν κατὰ τὰς κράσεις τῶν ἀστέρων καὶ τοὺς οἴκους ἐν οἷς ὑπάρχουσιν. Εἰ δὲ ὁ κύριος τοῦ ἔτους ἐν μὲν τῷ κατὰ πῆξιν ὡροσκόπῳ ἀγαθυνόμενος ᾖ, ἐν δὲ τῇ ἐναλλαγῇ κακύμενος εἴτε διὰ τὸ ἀναποδίζειν εἴτε διὰ τὸ ὕπαυγον εἶναι ἢ διὰ τὸ ἐν ἀλλο τρίῳ τόπῳ τυχεῖν ἢ διὰ τὸ ἑσπέριον ὑπάρχειν ἢ διὰ τὸ συνοδεύειν κακοποιῷ ἢ σχηματίζεσθαι αὐτῷ ἢ διὰ τὸ παρ αἵρεσιν εἶναι καὶ τὰ τοιαῦτα, δηλοῖ ὡς ἐν ἐκείνῳ τῷ ἔτει ἀμυδραὶ καὶ ἀσθενεῖς ἔσονται αὐτοῦ τοῦ ἀστέρος ἐνέργειαι καὶ ἀναλόγως τῇ τοῦ ἀστέρος ἀπὸ τῶν εἰρημένων διαθέσεων κακώσει. εἰ δὴ ὁ τοῦ ἔτους κύριος κατὰ μὲν πῆξιν κεκακωμένος ᾖ, κατὰ δὲ τὴν ἐναλλαγὴν καλῶς διακείμενος, δηλοῖ μετρίως ἀγαθύνεσθαι τὰ τοῦ ἔχοντος τὴν ἐναλλαγὴν καὶ ἀνακαινισθήσεται εὐφροσύνη· μεγάλη γὰρ ἡ δύναμις τοῦ χρονοκράτορος εἰς τὰ τοῦ ἔτους ἀπο τελέσματα. εἰ δὲ ὁ χρονοκράτωρ ἐν τῇ καταρχῇ καὶ ἐν τῇ τοῦ ἔτους ἐναλλαγῇ ὁμοῦ κεκακωμένος ᾖ, ἐπίτασιν δηλοῖ τῆς βλάβης κατὰ τὴν οἰκείαν σημασίαν. Σὺν τούτοις ἰδὲ τὸν αὐτὸν χρονοκράτορα ἐν ποίῳ τόπῳ ἐστὶ τοῦ θέματος τῆς τε καταρχῆς καὶ τῆς ἐναλλαγῆς, καὶ ἆρά ἐστιν ἀκάκωτος ἢ κεκακωμένος. εἰ μὲν οὖν ἐστιν ἐν τοῖς δυσὶ καιροῖς ἐν τόποις ἀγαθοῖς καὶ ἀκάκωτος, δηλοῖ ἐπιτυχίαν ἀγαθῶν καὶ ὠφέλειαν. εἰ δὲ ἐν μὲν τῇ καταρχῇ εὖ διακείμενός ἐστιν ὡσαύτως καὶ ἐν τῇ ἐναλλαγῇ, μήπω δὲ συσχηματίζεται ἀγαθοποιοῖς, δηλοῖ ὡς τεύξεται μὲν τῶν ἀγαθῶν, μειωθήσονται δὲ καὶ ἐλαττωθήσονται κατ ὀλίγον. εἰ δὲ ἔν τε τῇ καταρχῇ καὶ τῇ ἐναλλαγῇ κεκακω μένος ᾖ καὶ ἀποκεκλικώς, συσχηματίζεται δέ τισιν ἀγα θοποιοῖς, δηλοῖ εὑρήσειν μὲν ἀγαθὰ καὶ ἐλαχίστην ὠφέ λειαν πραγμάτων μέντοι μηδαμινῶν καὶ εὐτελῶν. εἰ δὲ ὁ χρονοκράτωρ κεκακωμένος ᾖ τοῖς δυσὶ καιροῖς, ἐπίκεν τρος δὲ ὑπάρχει τῷ θέματι τῆς ἐναλλαγῆς καὶ κακωθῇ ὑπὸ τοῦ ἀστέρος ἀπὸ τετραγώνου ἢ διαμέτρου, δηλοῖ περιστάσεις καὶ ἐναντιώματα καὶ συμπτώματα περιφανεῖν ἐν ἐκείνῳ τῷ ἔτει. εἰ δὲ ὁ κακοποιὸς ἐκεῖνος ἀναποδίζει ἢ φέρεται πρὸς τὸ ὕπαυγον, δηλοῖ ὡς ἡ ἀνάγκη ἐπιβρίσει αὐτῷ ἀπό τινος ἀναλόγου πράγματος. εἰ δὲ ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει κεκακωμένος καὶ ἐπίκεντρος, αὔξει μεί ζονα τὰ δεινά. εἰ δὲ ὁ χρονοκράτωρ τοῖς δυσὶ καιροῖς οὐχ ὑπάρχει ἐπίκεντρος, ἀλλὰ κεκακωμένος καὶ τὸν ὡρο σκόπον ἐφορῶν, ἐλαττωθήσεται τὸ δεινὸν καὶ οὐ περίφημον καὶ διαβόητον γενήσεται, ἀλλὰ μόνοις τοῖς συγγενέσι καὶ τοῖς οἰκείοις γνωστόν. εἰ δὲ ἐν τοῖς τέσσαρσι τόποις ὑπ άρχει τοῖς μὴ ἐφορῶσι τὸν ὡροσκόπον, ἤτοι τῷ β, τῷ , τῷ η, τῷ ιβ, ἔσται τὸ σύμπτωμα λαθραῖον καὶ κρύφιον καὶ πᾶσιν ἀδιάγνωστον. εἰ δὲ ἀποκεκλικὼς μὲν ᾖ καθὼς εἴπομεν ἀπὸ τοῦ ὡροσκόπου, ἐφορᾶται δὲ παρά τινος ἐπικέντρου ἀστέρος, φανήσεται τὸ σύμπτωμα μετὰ τὸ ἐπί τινα καιρὸν κρυβῆναι. εἰ δὲ πάλιν ἐκεῖνος ὁ ἀστὴρ συνάπτει ἑτέρῳ ἀστέρι ἐπικέντρῳ, αὐτὸς ὁ τὴν ἐναλλαγὴν ἔχων ἐκφαυλίσει τὰ περὶ αὑτοῦ. σκόπει δὲ καὶ τὰς συνόδους τοῦ χρονοκράτορος πρὸς τοὺς ἀστέρας καὶ τὰς ἀκτινοβολίας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια, καὶ οὕτως ἀπο φαίνου.

Τέταρτον. Περὶ τῆς χρονοκρατορίας τοῦ Κρόνου ὅτε ἀγαθυνόμενος ᾖ Ὁ μὲν Κρόνος φύσει ἐστὶ κακοποιὸς καὶ φθοροποιός, ὁ δὲ Ζεὺς φύσει ἀγαθοποιὸς καὶ ἀγαθῶν δηλωτικός· πολλά κις δὲ ὁ κακοποιὸς δηλοῖ εὐτυχίαν, ὁ δὲ ἀγαθοποιὸς δηλοῖ δυστυχίαν κατὰ τὰς διαφόρους αὐτῶν διαθέσεις. καὶ ὁ μὲν κακοποιὸς κακῶς διακείμενος διά τε τὴν οἰκείαν φύσιν καὶ τὴν ἐναντίαν διάθεσιν δηλοῖ λύμας καὶ βλάβας· εἰ δὲ συσχηματισθῇ ἑτέρῳ τινὶ ἀστέρι κακῶς κἀκείνῳ δια κειμένῳ, ἐπιταθήσεται ἡ τούτου βλάβη· ὅτε δὲ τύχῃ ὁ κακοποιὸς εὖ διακείμενος, οὐ βλαβήσεται διὰ τοῦ τριγώ νου καὶ ἑξαγώνου σχήματος, ἀλλὰ μᾶλλον ἀγαθὰ σημαί νει. καὶ ὁ ἀγαθοποιὸς ὅτε κακῶς διάκειται καὶ ἀδυναμίαν ἔχει, ἀδυνατοῦσι καὶ αἱ τούτου σημασίαι· εἰ δὲ οὕτως ἔχοντι ἐπιβλέψει αὐτῷ κακοποιός, δέχεται ἀπ ἐκείνου τὴν κακοποίησιν καὶ διενεργεῖ τὰς τοῦ κακοποιοῦ ἐνεργείας ὁ ἀγαθοποιὸς διὰ τὴν σύγκρασιν. Ὁ μὲν οὖν Κρόνος ὅτε κακῶς διάκειται καὶ συσχηματισθῇ τούτῳ ὁ Ζεὺς ἤ τινες τῶν ἀγαθοποιῶν, ἐλαττοῦσι τὴν κα κίαν αὐτοῦ. τοιγαροῦν ὁ Κρόνος χρονοκράτωρ γινόμενος καὶ κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀνατολικὸς ὢν καὶ προποδίζων ἐν ἰδίῳ οἴκῳ ἢ ὑψώματι ἢ ἔν τισι τόποις ὢν ἐν οἷς ἔχει λόγον ἢ ἔν τινι τόπῳ τῶν φίλων αὐτοῦ καὶ συν εργῶν καὶ ἐν καλῷ τόπῳ τῆς τῶν οἴκων διαιρέσεως καὶ ἐν ἰδίᾳ αἱρέσει ποιεῖ τὸν ἔχοντα τὴν ἐναλλαγὴν διοικητὴν λυσι τελῶν καὶ ὠφελίμων πραγμάτων καὶ εὐοδούμενον ἐν αὐ τοῖς καὶ ἐνδύναμον καὶ ὑπομονητικόν, καὶ μάλιστα συνεργεῖ εἰς τὰς τῶν γαιῶν καὶ τῶν χωρίων διοικήσεις καὶ εἰς τὰς οἰκοδομὰς καὶ τὰς ἐπικτήσεις αὐτῶν καὶ τὰς τῶν οἴκων ἀνορθώσεις καὶ τὰς τῶν ὑδάτων μετοχετεύσεις καὶ τὰς φυτείας τῶν δένδρων. εἰ δέ ἐστιν ὁ ἄνθρωπος τῶν ἀρχόντων ἢ τῶν βασιλέων καὶ τύχῃ ὁ Κρόνος οὑτωσὶ διακείμενος καὶ τριγωνίζων ἐν τῇ καταρχῇ τὸν Δία, δηλοῖ ὡς ἐν ἐκείνῳ τῷ ἔτει κτίσει πόλεις καὶ παλάτια καὶ περιτειχίσει ταῦτα καὶ ὑψώσει τὰ τείχη καὶ ἀνακαινίσει κήπους καὶ ἀγωγοὺς ποιή σει καὶ διορύξει ῥύακας καὶ τὰ διεφθαρμένα ἀνακαινίσει· εἰ δὲ ἐν τῇ καταρχῇ μὴ τριγωνίζει, ἀλλὰ ἑξαγωνίζει τὸν Δία, ἥττονα ἔσται τὰ τοιαῦτα. εἰ δὲ ὁ Ζεὺς καὶ κατὰ πάρ οδον ἐφορᾷ τοῦτον ἀπὸ τριγώνου ἢ ἑξαγώνου, ἐπιβλέπει δὲ τοῦτον καὶ ἐν τῇ καταρχῇ, δηλοῖ πρὸς τούτοις καὶ ὡς διὰ τιμῆς ἔσται καὶ ἐν εὐφροσύνῃ διάξει καὶ ὡς ἐπικτήσεται πλοῦτον πολὺν καὶ εὐχαριστηθήσεται καὶ ὠφεληθήσεται διὰ πάντων αὐτοῦ τῶν ἔργων, καὶ εἰ ἕξει παῖδα, εὐφραν θήσεται ἐπὶ τῷ οἰκείῳ παιδί. εἰ δὲ τύχῃ ὁ Κρόνος κατά τε πῆξιν καὶ κατὰ πάροδον ἐν ζῳδίοις βασιλικοῖς τῷ Διῒ συσχηματιζόμενος, κυβερνήσει ὁ ἔχων τὴν ἐναλλαγὴν κατ ἐκεῖνον τὸν χρόνον βασιλικὰ ἔργα· τὸ δ αὐτὸ σημαίνει καὶ εἰ συνοδεύει τῷ Διΐ. δεῖ δὲ σὺν τούτοις ἐπιτηρεῖν καὶ τὰς ἀκτῖνας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια κατ ἐκεῖνον τὸν χρόνον τῆς [τε] καταρχῆς καὶ τὰς κατὰ πάρ οδον, καὶ τίνι τούτων σύνεστιν ὁ Κρόνος, καὶ τίνα τούτων ἐφορᾷ ἐν τοῖς δυσὶ καιροῖς· [καὶ] τὰ τοιαῦτα γὰρ ἔχουσι σημασίας. εἰ μὲν οὖν ἔχει λόγον ὁ Κρόνος ἐν ᾧ ἐστι τόπῳ ἢ κυριεύει τοῦ οἴκου ἐν ᾧ ἐστιν ὁ κλῆρος τῆς τύχησ ἢ ἐπιβλέπει τὸν κλῆρον ἀπὸ ζῳδίου ἔνθα ἔχει λόγον, περι γενήσεται αὐτῷ ἡ ὠφέλεια ἀπό τινος μέρους γνωρίμου ἢ ἀπό τινος φίλου· εἰ δὲ ἐν ἀλλοτρίῳ τόπῳ ὑπάρχει, γενή σεται ὠφέλεια ἀπὸ ξένου προσώπου. Εἰ μὲν οὖν ὁ Κρόνος χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ὁ Ἄρης ἀγαθυνόμενοι κατά τε πῆξιν καὶ κατὰ πάρ οδον, ἐφορᾷ δὲ τοῦτον ὁ Ἄρης ἀπὸ τριγώνου ἢ ἑξαγώνου σχήματος καὶ προσδέχονται ἀλλήλους, ἔσται ὁ ἔχων τὴν ἐναλλαγὴν ἐν ἐκείνῳ τῷ χρόνῳ ἐπιχειρῶν πράγμασι βιω φελέσι καὶ προστεθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ ἡ δόξα καὶ ὁμιλήσει βασιλεῦσι καὶ εὐφρανθήσεται ἐπ ἀδελφοῖς καὶ εὖ ἕξει τὰ κατ αὐτούς. εἰ δὲ συνοδεύσει αὐτῷ ὁ Ἄρης ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχωσιν ἀκάκωτοι, ἔσται ἐν ἐκείνῳ τῷ χρόνῳ εὖ ἔχειν καὶ ἐπιτήδειος εἰς τὸ συμβουλεύεσθαι καὶ εὐστόχως ἐπιβάλλειν τοῖς πράγμασιν καὶ εὐχερεῖς ἔσονται αὐτοῦ αἱ δουλεῖαι καὶ εὐμετάδοτος ἔσται καὶ πολυέξοδος. Εἰ δὲ ὁ Κρόνος ἔσται χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ὁ Ἥλιος ἀκάκωτοι ἐν τοῖς δυσὶ καιροῖς, ἐφορῶντος αὐτὸν τοῦ Ἡλίου ἀπὸ σχήματος ἑξαγώνου, ἐξ αύγου ὄντος τοῦ Κρόνου, δηλοῖ τῷ ἔτει ἐκείνῳ προσθήκην δόξης καὶ ὠφέλειαν τοῦ πατρὸς καὶ παρὰ βασιλέων ὠφέ λειαν· εἰ δὲ ἐκ τριγώνου τοῦτον ἐφορᾷ ὁ Ἥλιος, τοῦ Κρό νου ἀρχομένου ἀναποδίζειν, ἥττονα ἔσται τὰ ἀγαθά. εἰ δὲ ἐν ἑνὶ τῶν β καιρῶν ἐφορᾷ τοῦτον ὁ Ἥλιος ἀπὸ τετραγώνου ἢ διαμέτρου, ἐλαττοῦται τὰ ἀγαθά. Εἰ δὲ τοῦ Κρόνου ὄντος χρονοκράτορος αὐτός τε καὶ ἡ Ἀφροδίτη ἀγαθύνονται κατὰ πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματισθῇ τούτῳ ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου, ἀγαθύνεται δὲ καὶ ὁ κλῆρος τοῦ γάμου, ἐν ἐκείνῳ τῷ ἔτει εὐφρανθήσεται ἐπὶ γυναιξὶ καὶ προστεθή σεται τῷ καλλωπισμῷ καὶ τῇ πλάστρᾳ καὶ ἁβρὸς ἔσται ὁ τούτου πλοῦτος, ἀγαπήσει δὲ καὶ ζωγραφίας καὶ τορεύ σεις ἐν τοῖς οἴκοις. εἰ δὲ ἐν τῷ ἑνὶ καιρῷ τοιουτο τρόπως διάκεινται, οὐ πάνυ τι ἄκρατα ἔσονται τὰ ἀγαθά, ἀλλὰ φθονήσουσιν αὐτῷ τινες καὶ καταμέμψονται αὐτοῦ καὶ λυπηθήσεται διὰ γυναῖκας καὶ γυναικώδεις ἄνδρας καὶ δυσχερῶς τεύξεται τῶν ἀφροδισίων καί τις τῶν αὐτοῦ γυναικῶν λυπηθήσεται καὶ διαφθαρήσεταί τι τῆς κινητῶν αὐτοῦ ὑποστάσεως ἢ τῶν μυριστικῶν αὐτοῦ καὶ διὰ μέσης τῆς χαρᾶς λυπηθήσεται καὶ διὰ μέσης τῆς παιδιᾶς σκαν δαλισθήσεται. Εἰ δὲ ὁ Κρόνος ᾖ χρονοκράτωρ καὶ ἀγαθύνονται αὐτός τε καὶ ὁ Ἑρμῆς κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματίζεται αὐτῷ τριγωνικῶς ἢ ἑξαγωνικῶς καὶ προς δέχεται ὁ ἕτερος τὸν ἕτερον, ὑπάρχουσι δὲ καὶ ὁ κλῆρος τῶν δούλων καὶ ὁ κλῆρος τῶν τέκνων καὶ ὁ κλῆρος τῆς πράξεως εὖ διακείμενοι ἅμα τοῖς κυρίοις αὐτῶν, ἐν ἐκείνῳ τῷ ἔτει διὰ τιμῆς ἔσται καὶ εὐσταθὴς ὑπάρξει καὶ σχολάσει περὶ τὴν ἀνάγνωσιν τῶν γραφῶν καὶ τὰς ψηφηφορίας καὶ τὰ μαθήματα καὶ εὐφρανθήσεται ἐπὶ τέκνοις καὶ δούλοις. εἰ δὲ συνοδεύσει αὐτῷ ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς, ἔσται πανευφυέστατος τῷ ἔτει ἐκείνῳ. εἰ δὲ ἐν τῷ ἑνὶ καιρῷ τοι ουτοτρόπως διάκεινται, ἐλαττοῦνται πάντα ὅσα εἴπομεν. Εἰ δὲ ὁ Κρόνος ᾖ χρονοκράτωρ καὶ ἀγαθύνεται ἅμα τῇ Σελήνῃ κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ τριγωνισθῇ παρ αὐτῆς ἢ ἑξαγωνισθῇ ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχει ἡ Σελήνη ἐν τοῖς φωσὶ καὶ τοῖς ἀριθμοῖς προσθετική, προστεθήσεται ἐν ἐκείνῳ τῷ χρόνῳ ὁ πλοῦτος αὐτοῦ καὶ ἡ δόξα καὶ κτήματα καὶ οἰκειωθήσεται βασιλεῦσι καὶ παρὰ πολλῶν ἐπαινεθήσεται καὶ εὐφρανθήσεται ἐπὶ μητράσι καὶ γυναιξί. εἰ δὲ ἐπιβλέψει τοῦτον ἐν τῷ ἑνὶ καιρῷ καὶ ὑπ άρχουσι κεκακωμένοι, ἐλαττοῦνται πάντα ὅσα προείπομεν.

Πέμπτον. Περὶ τοῦ Κρόνου ὅτε ᾖ χρονοκράτωρ καὶ ὑπάρχει κεκακωμένοσ Ὅτε ἐστὶν ὁ Κρόνος χρονοκράτωρ καὶ ὑπάρχει κεκακω μένος κατά τε πῆξιν καὶ κατὰ πάροδον, ἀποκεκλικὼς καὶ ἐν τόπῳ κακῷ καὶ ἐν ἀλλοτρίῳ ζῳδίῳ καὶ ὕπαυγος ᾖ ἢ ἀναποδίζων, καὶ μάλιστα ἐὰν ᾖ ἐν τῷ ἐναντιώματι αὐτοῦ μὴ βοηθούμενος παρὰ τοῦ Διὸς εἴτε κατὰ σχῆμα εἴτε κατὰ σύγκρασιν διὰ τῶν ἰσοδυναμούντων ζῳδίων, καὶ ὑπάρχει νυκτερινὴ ἡ ἐναλλαγή, καὶ ὑπάρχει ὑπὲρ γῆν εἴτε ἐν τῷ ζ εἴτε ἐν τῷ μεσουρανήματι, εἴτε τῆς ἐναλλαγῆς ἡμερινῆς οὔσης ὑπάρχει ὑπὸ γῆν καὶ μάλιστα ἐν τῷ ὑπογείῳ, δηλοῖ τῷ ἔτει ἐκείνῳ βλάβην ἐν τοῖς γέρουσι τοῦ οἴκου καὶ τοῖς πατράσι καὶ τοῖς πάπποις· καὶ εἰ ἔστι τὸ ζῴδιον ἄρρεν, ἔσται τὸ σύμπτωμα περὶ τοὺς ἄρρενας· εἰ δὲ θῆλυ, περὶ τὰς θηλείας· εἰ δέ ἐστιν ἐν δισώμῳ ζῳδίῳ, περὶ ἀμφότερα. σὺν τούτοις δηλοῖ ὅτι ὁ τὴν ἐναλλαγὴν ἔχων ὑποστήσεται μεγά λα συμπτώματα καὶ νόσους μακρὰς ἀπὸ ὑγρότητος καὶ ῥιγοπυρέτων καὶ τρόμου σώματος καὶ δυσουρίας καὶ με λαγχολικῶν νοσημάτων καὶ ἑκτικῶν πυρετῶν καὶ τῶν τοιούτων· σημαίνει δὲ καὶ βλάβην ἐν τοῖς κτήμασι καὶ τῷ πλούτῳ καὶ τοῖς ἀγροῖς καὶ τοῖς ὕδασι καὶ ἐν πάσῃ αὐτοῦ τῇ ὑποστάσει τῇ τε κινητῇ καὶ τῇ ἀκινήτῳ καὶ ἀρ γίαν ἐν τοῖς ἐπιχειρήμασι καὶ δυσεντερίαν, ὁμιλήσει δὲ φειδωλοῖς ἀνθρώποις καὶ δολίοις, καὶ μάλιστα εἰ στηρίζει. εἰ δὲ ὁ Κρόνος οὕτως ἔχων ὑπάρχει ἐν ἀλλοτρίῳ ζῳδίῳ, ὑποστήσεται ταῦτα ἐπὶ γαίης ἀλλοδαπῆς. εἰ δέ ἐστιν ὁ Κρό νος ἐν φιλίῳ τόπῳ, ὑποστήσεται ταῦτα παρὰ φίλων. εἰ δὲ ὁ κύριος τοῦ οἴκου τοῦ Κρόνου ἐφορᾷ αὐτὸν κατὰ πῆξιν, πείσεται ταῦτα παρὰ παλαιοῦ ἐχθροῦ· εἰ δὲ κατὰ πάροδον ἐφορᾷ τοῦτον, βλαβήσεται παρὰ νέου ἐχθροῦ· εἰ δὲ καὶ κατὰ πῆξιν καὶ κατὰ πάροδον ἐφορᾷ τοῦτον, βλαβήσεται παρ ἀμφοῖν. καὶ ἐν τοῖς τρισὶ τρόποις οἷς ἔφαμεν γνωστὸς ἔσται αὐτῷ πρότερον ὁ ἐχθρός. Εἰ δὲ ὁ Κρόνος ὢν χρονοκράτωρ κατά τε πῆξιν καὶ κατὰ πάροδον ὑπάρχει ὕπαυγος, δηλοῖ τῷ ἔτει ἐκείνῳ διαμάχας καὶ φόβους ἀπὸ ἐξουσιαστοῦ καὶ νόσον ἐν κρυφίῳ τόπῳ καὶ βλάβην ἀπὸ πατρῶν καὶ πάππων καὶ γερόντων κατὰ τὴν τοῦ κυρίου φυσικὴν ἰδιότητα. καὶ εἰ μὲν ὑπάρχει ὁ Ἥλιος δυναμικώτερος, ἐπιταθήσεται τὰ τῆς βλάβης· εἰ δὲ ἀδυνατώτερος, ἐλαττωθήσεται. εἰ δὲ τοιουτοτρόπως ὁ Κρόνος διακείμενος συνοδεύσει ἀστέρι ἢ ἀκτῖνι ἀστέρος ἢ κλήρῳ ἢ δωδεκατημορίῳ ἢ ἐναντίῳ σχή ματι ἐπιβλέψει τούτους κατὰ πῆξιν ἢ κατὰ πάροδον, δηλοῖ διαφθορὰν καὶ ἐρήμωσιν τοῦ εἴδους ἐκείνου· ὅτε μέντοι ὁ Κρόνος δηλώσει ἐναντία, ὑπάρχει δὲ ἡ ἐναλλαγὴ ἡμερινή, διὰ τὸ ἐν τῇ οἰκείᾳ αἱρέσει εἶναι τάχιον ἐλεύσεται τὰ δεινά. Εἰ δὲ τοῦ Κρόνου χρονοκράτορος ὄντος καὶ ὁ Ζεὺς σὺν αὐτῷ κεκακωμένος ᾖ κατά τε πῆξιν καὶ κατὰ πάροδον, ἑξαγωνίζει δὲ τοῦτον ἢ τριγωνίζει ὢν ἐν τόπῳ φαύλῳ, δηλοῖ τῷ χρόνῳ ἐκείνῳ κατάλυσιν οἰκίας τινὸς αὐτοῦ ἢ κτήματος καὶ ἀπώλειαν μέρους πλούτου καὶ ἀδοξίαν καὶ ἀμέλειαν περὶ τὰ δέοντα. εἰ δὲ ἐν τοῖς δυσὶ καιροῖς ἐφορᾷ τοῦτον ἀπὸ τετραγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακω μένοι, δηλοῖ ἐλάττωσιν πλούτου τῷ ἔτει ἐκείνῳ καὶ δυς χέρειαν ἐν πᾶσι τοῖς ἐπιχειρήμασι· βλαβήσονται δὲ καὶ οἱ γονεῖς αὐτοῦ. εἰ δὲ ὁ Ζεὺς ἀπὸ διαμέτρου ἴδῃ ἐν τοῖς δυσὶ καιροῖς τὸν Κρόνον καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἔσται ἐν ἐκείνῳ τῷ ἔτει δυσχέρειαν ἔχων ἐν πᾶσι τοῖς ἐπιχειρήμασι καὶ λυπηθήσεται διὰ τέκνα. εἰ δὲ ἐν τοῖς δυσὶ καιροῖς συνοδεύσουσι, δηλοῖ ἀπώλειαν πλούτου καὶ ζημίαν καὶ ἔριδας· εἰ δὲ ἥ τε σύνοδος καὶ οἱ σχηματισμοὶ ὑπ άρχουσιν ἐν ἑνὶ καιρῷ, κουφότερα ἔσται τὰ δεινά. Εἰ δὲ ὁ Κρόνος ὑπάρχει χρονοκράτωρ καὶ ὦσιν αὐτός τε καὶ ὁ Ἄρης κεκακωμένοι κατά τε πῆξιν καὶ πάροδον καὶ συσχηματισθῇ τούτῳ οἱῳδήποτε σχήματι καὶ ὑπάρχουσιν ἀμφότεροι ἐν ἀνθρωποειδέσι ζῳδίοις, δηλοῖ συμπτώματα γενέσθαι περὶ τὸν ἔχοντα τὴν ἐναλλαγὴν τῷ ἔτει ἐκείνῳ καὶ φυλακὴν παρὰ ἐχθρῶν ἢ παρά τινος τῶν στρατηγῶν· λυπηθήσεται δὲ καὶ δι ἀδελφούς. εἰ δὲ ἐκ τριγώνου ἢ ἑξαγώνου ἐφορᾷ ὁ Ἄρης τὸν Κρόνον ἐν τοῖς δυσὶ καιροῖς καὶ ὦσι κεκακωμένοι, δηλοῖ ἀμέλειαν τῷ ἔτει ἐκείνῳ ἀδελφῶν καὶ πάθῃ ὁ ἔχων τὴν ἐναλλαγὴν συμφορὰν μεγί στην ἅμα τοῖς ἀδελφοῖς αὐτοῦ. εἰ δὲ ὁ Ἄρης ἀπὸ τετρα γώνου τοῦτον θεάσηται ἐν τοῖς δυσὶ καιροῖς, καθυπερτερεῖ δὲ τοῦτον ὁ Κρόνος, ἀρρωστήσει ἀπὸ θερμασίας καὶ πυ ρετοῦ καὶ φθαρήσεται ἡ περιουσία τοῦ πατρὸς αὐτοῦ καὶ τελευτήσει τις τῶν ἀδελφῶν αὐτοῦ· εἰ δὲ ὁ Ἄρης καθ υπερτερεῖ τὸν Κρόνον, φθονήσει τοῖς συγγενέσι αὐτοῦ καὶ ἀρρωστήσει ἀρρωστίαν μεγίστην καὶ τὰ κατ αὐτὸν κακῶς διατεθήσεται, πρὸς δὲ καὶ τὰ κατὰ τὸν πατέρα αὐτοῦ. εἰ δὲ ὁ Ἄρης ἐν τοῖς δυσὶ καιροῖς ἐπιβλέψει τοῦτον ἀπὸ διαμέτρου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἐλαττω θήσεται ἐν τῷ ἔτει ἐκείνῳ ὁ πλοῦτος αὐτοῦ καὶ μέγιστα ὑποστήσεται συμπτώματα καὶ ἀρρωστήσει καὶ ὑποστή σεται ἀνάγκας διὰ φθόνον καὶ συκοφαντίαν καὶ διαφορὰς ἕξει μετὰ τῶν συγγενῶν αὐτοῦ· καὶ εἰ ὑπάρχουσιν ἐν ὑδατώ δει ζῳδίῳ, ἔσονται τὰ συμπτώματα ἀπὸ ὕδατος καὶ ὑγρό τητος· εἰ δὲ ἐν τετραπόδῳ, ἔσται τὸ σύμπτωμα ἀπὸ κρούς ματος ἢ δήγματος ἢ δηλητηρίου. εἰ δὲ συνοδεύσει τούτῳ ὁ Ἄρης ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκα κωμένοι, ἔσται τῷ ἔτει ἐκείνῳ πολύσπορος καὶ κακοήθης καὶ κακῶς διοικῶν καὶ δυσχερεῖς ἔχων τὰς ἐπιχειρήσεις καὶ οἱ μέγιστοι αὐτοῦ ἀδελφοὶ βλαβήσονται· εἰ δὲ καλῶς ἔχου σιν ἐν τοῖς δυσὶ καιροῖς, μέτρια ἔσται τὰ δεινά. Εἰ δὲ ὁ Κρόνος ἐστὶν χρονοκράτωρ καὶ ᾖ ἅμα τῷ Ἡλίῳ κεκακωμένος κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχη ματισθῇ τούτῳ ἀφ οἱουδήποτε σχήματος, δηλοῖ τῷ ἔτει ἐκείνῳ λύπας καὶ ὕβρεις καὶ συκοφαντίας καὶ βλάβην τῶν πατρῶν καὶ ἐλάττωσιν τοῦ πλούτου αὐτοῦ. εἰ δέ ἐστι μετὰ τοῦ κλήρου τοῦ πατρὸς ἢ μετὰ τοῦ κυρίου αὐτοῦ ἢ κακοῦνται παρ ἑτέρων, δηλοῖ βλάβην τῶν πατρῶν καὶ τῶν θείων ἢ βλαβήσεται παρ ἐκείνων ὁ ἔχων τὴν ἐναλλαγὴν ἢ ἐξ αἰτίας αὐτῶν. εἰ ὁ Ἥλιος ἐφορᾷ τὸν Κρόνον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, καὶ μάλιστα νυκτερινῆς οὔσης τῆς ἐναλλαγῆς, βλαβήσεται αὐτός τε καὶ ὁ πατὴρ αὐτοῦ ἐν ἐκείνῳ τῷ χρόνῳ βλάβας διαφόρους εἴς τε πλοῦτον καὶ εἰς τὴν ἀξίαν καὶ περιεσπασμένος ἔσται. εἰ δὲ ὁ Ἥλιος ἐφορᾷ τὸν Κρόνον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τετραγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι καὶ ἐπιδεκατεύει τοῦ τον ὁ Ἥλιος, ἀφανισθήσεται τῷ ἔτει ἐκείνῳ πάντα ὅσα ἐκληρονόμησεν ἀπὸ πατρῶν καὶ ἀρρωστήσει ψυχρὰς ἀρρωστίας· ἴσως δὲ καὶ ἱερᾷ νόσῳ περιπεσεῖται καὶ πό νοις καὶ μόχθοις δεινοπαθήσει. εἰ δὲ ὁ Κρόνος ἐπιδεκα τεύει τὸν Ἥλιον, ὑποστήσεται λύπας ἐν αἷς ἀπορήσει καὶ φυλακῇ ἐμπεσεῖται καὶ αἰχμαλωτισθήσεται καὶ ἀργήσει ἐκ πάντων τῶν λυσιτελούντων ἔργων. εἰ δὲ ὁ Ἥλιος ἐπι βλέψει τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ διαμέτρου καὶ ὑπ άρχουσιν ἄμφω κεκακωμένοι, γενήσεται περί τε αὐτὸν καὶ τὸν πατέρα αὐτοῦ πάθος χρόνιον. εἰ δὲ ὁ Κρόνος ἐν τοῖς δυσὶ καιροῖς ὕπαυγός ἐστιν, ἐν ἐκείνῳ τῷ χρόνῳ σκορπίσει τὸν πλοῦτον τοῦ πατρὸς αὐτοῦ καὶ ἔσται ἐναντία ἡ ἀπό βασις τῶν κατ αὐτὸν πραγμάτων· εἰ δὲ νυκτερινή ἐστιν ἡ ἐναλλαγή, χεῖρον ἔσται· πείσεται γὰρ αὐτός τε καὶ ὁ πατὴρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ ἐναντία πολλά. εἰ δὲ ὁ Ἥλιος ἐλαττό νων ἐστὶ μοιρῶν, χείρων ἐν πᾶσι τοῖς εἰρημένοις· ἐκπε σεῖται γὰρ τῆς ἀξίας αὐτοῦ καὶ ἕτοιμος ἔσται πρὸς πᾶσαν ἔριδα καὶ φιλονεικίαν καὶ πόλεμον. εἰ δὲ εἴτε σύνοδος εἴτε σχηματισμὸς ἐν τῷ ἑνὶ μόνῳ ἐστὶ καιρῷ καὶ ὑπάρχουσιν ἀκάκωτοι, ἐλάττονα ἔσται τὰ δεινά. Εἰ δὲ ὁ Κρόνος ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχει ἅμα τῇ Ἀφροδίτῃ κεκακωμένος κατά τε πῆξιν καὶ κατὰ πάροδον, συσχηματίζεται δὲ τούτῳ ἡ Ἀφροδίτη, κακοῦται δὲ καὶ ὁ κλῆρος τοῦ γάμου ἢ ὁ κύριος αὐτοῦ διὰ συνόδου τῶν κακοποιῶν ἢ συσχηματισμοῦ αὐτῶν, πείσονται αἱ γυναῖκες πολλὰ δεινὰ ἢ προφάσει αὐτῶν πείσεται ἐκεῖνος καὶ γενή σεται βλάβη εἰς τὰ μυριστικὰ αὐτοῦ καὶ τὰ ἐφαπλώματα καὶ τὰ χρήματα. εἰ δὲ ἐν τοῖς δυσὶ καιροῖς ἐφορᾷ τοῦτον ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὦσι κεκακωμένοι, ῥυπαροῖς ἐνδιατρίψει τόποις τῷ ἔτει ἐκείνῳ καὶ φθαρήσονται τὰ τούτου χρήματα καὶ ἔσται τεθολωμένος τὴν βιοτὴν καὶ φιλιωθήσεται εὐτελέσιν ἀνδράσιν καὶ εὐτελέσι γυναιξὶ καὶ βλαβήσεται διὰ εὐτελῶν ἀνδρῶν καὶ γυναικῶν. εἰ δὲ ἐφορᾷ τοῦτον ἡ Ἀφροδίτη ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τετραγώνου καὶ ὑπάρχωσιν ἄμφω κεκακωμένοι, τοῦ Κρόνου καθυπερ τεροῦντος, ὁ ἔχων τὴν ἐναλλαγὴν οὐκ εὐφρανθήσεται τῷ χρόνῳ ἐκείνῳ ἐπὶ γυναιξίν, ἀλλά τινες ἐξ αὐτῶν βλαβή σονται ἢ μάχην ἕξει μετ αὐτῶν καὶ χωρισμὸν καὶ ἀπο σχισμόν· εἰ δὲ ἡ Ἀφροδίτη καθυπερτερεῖ τὸν Κρόνον, ὑπο ταγήσονται αὐτῷ αἱ γυναῖκες καὶ ἀγαπήσουσιν αὐτὸν ὡσαύτως ἀγαπηθήσονται καὶ παρ αὐτοῦ. εἰ δὲ ἡ Ἀφρο δίτη ἐπίδῃ τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ διαμέτρου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἐν ἐκείνῳ τῷ χρόνῳ ἔσται ἀθυμῶν καὶ ὀλιγοεύφραντος καὶ βλαβήσεται παρὰ γυναι κῶν ἢ ἀρρωστήσει ἢ τελευτήσει τις τῶν γυναικῶν αὐτοῦ. εἰ δὲ συνοδεύσει τούτῳ ἡ Ἀφροδίτη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσι κεκακωμένοι, ἐν ἐκείνῳ τῷ χρόνῳ πόρναις γυναιξὶ συνουσιάσει καὶ εὐτελέσιν ἢ γυναῖκα προσλήψεται στείραν ἢ ἀφ ἑτέρας εἰς ἑτέραν μεταβήσεται καὶ οὔτε αὐτὸν ἀγαπήσουσιν οὔτε αὐτὸς ἀγαπήσει αὐτάς· εἰ δὲ συνοδεύσει αὐτῷ ἡ Ἀφροδίτη ἢ συσχηματισθῇ ἐν τῷ ἑνὶ καιρῷ, ἔσται τὰ τοιαῦτα ἐλάττονα. Εἰ δὲ ὁ Κρόνος ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐ τός τε καὶ ὁ Ἑρμῆς κεκακωμένοι κατὰ τε πῆξιν καὶ κατὰ πάροδον καὶ ἐπιβλέψει τοῦτον ἀφ οἱουδήποτε σχήματος ὁ Ἑρμῆς καὶ ὑπάρχει ὁ κλῆρος τῶν τέκνων ἢ ὁ κλῆρος τῶν δούλων ἢ ὁ κλῆρος τῆς πράξεως ἢ οἱ κύριοι αὐτῶν κεκακωμένοι, δηλοῖ τῷ ἔτει ἐκείνῳ βλάβην καὶ δια φθορὰν καὶ λύπας καὶ ἀκηδίας καὶ ἐπιμελείας καὶ φρον τίδας ἕνεκε τῶν δούλων καὶ τῶν τέκνων καὶ τῶν κοινω νῶν καὶ τῶν ἀνὰ χεῖρα πραγμάτων ἢ πείσεται ταῦτα ἐξ αἰτιῶν τοιούτων καὶ διὰ κυβερνήσεις ἐναντίας καὶ ἀσυνέ τους. εἰ δὲ ἐπιβλέψει τοῦτον ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακω μένοι, ὑποστήσεται λύπας διὰ ψήφους καὶ γράμματα καὶ μαθήματα καὶ πλοῦτον καὶ ἔσται ῥάθυμος καὶ ἀμελὴς καὶ κακοδιεξάγωγος καὶ τοῦ οἰκείου συμφέροντος ἀμελῶν. εἰ δὲ ὁ Ἑρμῆς ἔπιδε τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τετρα γώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, καθυπερτερεῖ δὲ ὁ Κρόνος τὸν Ἑρμῆν, ὑποστήσεται λύπας καὶ συμ πτώματα ἐν τῇ βιοτῇ αὐτοῦ καὶ τῷ πλούτῳ καὶ ἀπολέσει τὴν πρᾶξιν ἣν ἐνεχειρίζετο καὶ δουλεύσει τισὶ διὰ τὴν εἰς αὐτοὺς χρείαν καὶ ὑποστήσεται ἀνάγκας διὰ λόγους καὶ ἀλγήσει τὸ στόμα ἢ τὸ ὠτίον· εἰ δὲ ὁ Ἑρμῆς καθυπερτε ρεῖ τοῦτον, ἐλάττονα ἔσται τὰ δεινά. εἰ δὲ διαμετρήσει τοῦ τον ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, γενήσεται ἄλγημα ἐν τῷ στόματι αὐτοῦ καὶ τῇ γλώσσῃ καὶ βλαβήσεται διὰ λόγους καὶ παρεμποδισθή σεται ἐν ταῖς πράξεσιν αὐτοῦ καὶ ἔσται τὴν κράσιν ψυχρὸς καὶ ὁ νοῦς αὐτοῦ διεφθαρμένος, πρὸς δὲ καὶ ἡ διάνοια· ἀρρωστήσει δὲ δι ἐμπνευμάτωσιν καὶ λυπηθήσεται διά τινα κλοπὴν καὶ ὑποστήσεται ἀνάγκας περὶ πάντων τῶν ἀντεριζόντων αὐτῷ καὶ ἐκκοπήσονται αἱ ἐλπίδες αὐτοῦ καὶ τὸν ἐρημικὸν ἀσπάσεται βίον καὶ λυπηθήσεται διὰ πλοῦ τον καὶ διά τινα παρῳχηκότα πράγματα. εἰ δὲ συνοδεύσει τούτῳ ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ὑποστήσεται λύπας διαφόρους καὶ ἔσται ἄπονος καὶ φοβερὸσ [καὶ] τοὺς λόγους καὶ τὰς πρά ξεισ καὶ κατακυριεύσουσιν αὐτοῦ πονηροὶ λογισμοὶ καὶ τεταραγμένος ἔσται τὸν νοῦν καὶ λέγων οὐ πιστευθήσεται παρὰ πολλῶν καὶ ἀρρωστήσει καὶ βλαβήσονται οἱ παῖδες αὐτοῦ καὶ οἱ δοῦλοι καὶ πᾶν εἶδος κακῶν ὑποστήσεται τῷ ἔτει ἐκείνῳ. σὺν τούτοις δὲ πᾶσιν εἰ συνοδεύσει τούτῳ ἢ συσχηματίζεται ἐν τῷ ἑνὶ καιρῷ ἢ ὑπάρχουσιν ἀκάκωτοι, ἔσται πάντα τὰ ῥηθέντα ἐλάττονα. Εἰ δὲ ὁ Κρόνος ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ἡ Σελήνη κεκακωμένοι κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματίζονται ἀλλήλοις ἐν τοῖς β και ροῖς οἱῳδήποτε σχήματι, μάλιστα δὲ εἰ καὶ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς ἀφαιρετική ἐστι τοῖς τε φωσὶ καὶ τοῖς ἀριθμοῖς, δηλοῖ τῷ ἔτει ἐκείνῳ σωματικὴν ἀρρωστίαν καὶ λύπας ἕνεκε μητέρων καὶ διὰ φήμας ἐναντίας. εἰ δὲ ἐπι βλέψει τοῦτον ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ὑπο στήσεται λύπας τῷ ἔτει ἐκείνῳ προφάσει ἀρχόντων καὶ βασιλέων καὶ περὶ πολλῶν κατηγορηθήσεται. εἰ δὲ συ σχηματισθῇ τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τετραγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, καθυπερ τερεῖ δὲ ταύτην ὁ Κρόνος, ἔσται ῥάθυμος καὶ ἀκατευ όδωτος ἐν οἷς πράττει καὶ διασκορπίσει τὸν πλοῦτον τῶν γονέων αὐτοῦ· εἰ δὲ ἡ Σελήνη τὸν Κρόνον καθυπερτερεῖ, μάχαις προσπαλαίσει καὶ ἔχθρας καὶ διαφορὰς πρός τινας ἕξει καὶ νοσήσει καὶ τὸν πλοῦτον τῶν γονέων σκορπίσει καὶ διὰ τέκνον λυπηθήσεται. εἰ δὲ ἡ Σελήνη κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς ἐν θηλυκῷ ὑπάρχει ζῳδίῳ, ἐχθρῶς διακείσεται πρὸς αὐτὸν ἡ τούτου ὁμευνέτις καὶ ἐπιζητή σει τὴν βλάβην αὐτοῦ. εἰ δὲ ἡ Σελήνη ἐπιβλέψει τῷ Κρόνῳ ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ διαμέτρου καὶ ὑπάρχου σιν ἄμφω κεκακωμένοι, ἐνσκήψει νόσος τοῖς γονεῦσιν αὐτοῦ ἐν τόπῳ κρυφίῳ καὶ καταναλωθήσεται παρ αὐτοῦ ἡ περιουσία αὐτοῦ καὶ ἔσται κακοήθης καὶ λυπηρὸς καὶ βλαβήσεται ἐν τῷ πλούτῳ αὐτοῦ καὶ τῇ βιοτῇ· εἰ δὲ ἄμφω ἐν τετράποσιν ὑπάρχουσι ζῳδίοις, πείσεται δεινὰ ἀπὸ τετραπόδων· τῷ αὐτῷ δὲ τρόπῳ ἀποτελεστέον καὶ εἰ ἐν θηριώδεσιν ὑπάρχουσι ζῳδίοις ἢ ἀνθρωποειδέσιν. εἰ δὲ συνοδεύσει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, δηλοῖ νόσον τῆς μητρὸς καὶ ἀδυναμίαν αὐτῆς. εἰ δὲ συνοδεύσει ἢ συσχη ματίζεται τούτῳ ἡ Σελήνη ἐν τῷ ἑνὶ καιρῷ ἢ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, ἔσται τὰ εἰρημένα ἐλάττονα. Καὶ αὗται μέν εἰσιν αἱ τοῦ Κρόνου σημασίαι ὅτε χρονο κράτωρ ἐστὶ καὶ ὑπάρχει ἀκάκωτος ἐν τοῖς δυσὶ καιροῖς καὶ ἐπιβλέψουσιν τοῦτον ἀγαθοποιοί, καὶ ὅτε ὑπάρχει κεκακωμένος ἐν τοῖς δυσὶ καιροῖς καὶ συσχηματισθῶσι τούτῳ κακοποιοί. εἰ δὲ ὁ τοιοῦτος ἀστὴρ χρονοκράτωρ ἐστὶ καὶ ὑπάρχει ἀκάκωτος ἐν τοῖς δυσὶ καιροῖς, ἐφορᾷ δὲ τοῦτον ἀστὴρ κακυνόμενος, ἐλαττοῦται ἡ σημασία τῶν δηλουμένων ἀγαθῶν· εἰ δέ ἐστιν ὁ σχηματισμὸς ἀπὸ τρι γώνου ἢ ἑξαγώνου, οὐκ ἐλαττώσει μέν, μετὰ κόπου δὲ γενέσθαι παρασκευάσει· εἰ δὲ ἀπὸ τετραγώνου ἢ δια μέτρου ἐστὶν ὁ συσχηματισμός, ἐλάττωσιν δηλοῖ καὶ βλά βην. εἰ δὲ ὁ Κρόνος χρονοκράτωρ ὢν καὶ ἐν τοῖς δυσὶ καιροῖς κεκακωμένος [οὐ] συσχηματισθῇ ἀστέρι ἀγαθυ νομένῳ, καὶ αὐτὸς ἀγαθύνεται· εἰ δὲ ὁ σχηματισμός ἐστιν ἀπὸ τριγώνου ἢ ἑξαγώνου, ἔσται τὸ ἀγαθὸν πολὺ πλὴν μετὰ κόπου καὶ λύπης. εἰ δὲ ὁ ἀστὴρ ἐφορῶν κατὰ μὲν τὸν ἕνα καιρὸν ὑπάρχει ἀγαθυνόμενος, κατὰ δὲ τὸν ἕτερον κακυνόμενος, ἀφαιρεῖται τῆς οἰκείας σημασίας μετρίως εἴτε ἀγαθή ἐστιν εἴτε κακή. εἰ δὲ τὸν χρονοκράτορα ἐπιβλέψει τις κατὰ πῆξιν τῶν ἀστέρων ἀπὸ τετραγώνου ἢ διαμέτρου καὶ ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς ἐπιβλέψει τοῦτον ἀπὸ ἑξαγώνου ἢ τριγώνου, δεῖ συγκιρνᾶν τὰ ἀπο τελέσματα· ὁ γὰρ τριγωνισμὸς μείζονα δύναμιν ἔχει εἰς τὸ βλάπτειν ἤπερ τὸ τετράγωνον, πλὴν εἰς τὰς ἔχθρας ἀσθενέστερόν ἐστι τοῦ τετραγώνου. εἰ δὲ ἐπιβλέψουσι τὸν χρονοκράτορα διάφοροι ἀστέρες, δεῖ ἀποτελεῖν περὶ ἑκάστου αὐτῶν κατὰ τὴν οἰκείαν διάθεσιν καὶ σημασίαν καὶ τὸν τόπον καθὼς προείπομεν. ἡ δὲ πρὸς τοὺς ἀστέρας σύνοδος τοῦ χρονοκράτορος καὶ αἱ σύνοδοι τῶν ἀστέρων πρὸς ἀλλήλους εἰ μὲν γένωνται σύμφωνοι, δηλοῦσιν ἀγαθὰ καὶ εὐτυχίαν· εἰ δὲ ἀσύμφωνοι, δηλοῦσιν ἐναντία. τὸ δὲ μέγεθος καὶ ἡ ποιότης τοῦ ἀποτελέσματος διαγινώσκε ται ἀπὸ τοῦ χρονοκράτορος αὐτοῦ καθ ἑαυτὸν καὶ ἀπὸ τῶν συσχηματιζομένων αὐτῷ ἀστέρων ἢ συνοδευόντων καὶ τῆς τοποθεσίας αὐτῶν. Ὁ μὲν οὖν [ὁ] Κρόνος εἰ ὑπάρχει κατά τε πῆξιν καὶ κατὰ πάροδον κεκακωμένος καθὼς προείπομεν, πολλὰ ποιήσει δυσχερῆ τῷ ἔτει ἐκείνῳ καὶ ἐπιτείνει τὴν κακοπάθειαν· εἰ δὲ ὁ Κρόνος ἐν μὲν τῇ ἐναλλαγῇ κακοῦται, κατὰ δὲ πῆ ξιν εὖ ἔχει, ἐλαττοῖ τὰ δεινά· εἰ δὲ σὺν τούτῳ καὶ ἀγαθο ποιοὶ τούτῳ συσχηματισθῶσι, τέλεον ῥυσθήσεται ἐκ τῶν κινδύνων ὁ τὴν ἐναλλαγὴν ἔχων, καὶ μάλιστα ἡμερινῆς ταύτης οὔσης καὶ τοῦ Κρόνου ὑπὲρ γῆν διοδεύοντος· εἰ δὲ κατὰ πῆξιν κεκακωμένος ἐστίν, ἀγαθύνεται δὲ κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς, ἕξει μεσότητα τὰ δεινά. ὅτε δηλώσει ὁ ἀστὴρ ἀγαθόν τι ἢ κακὸν κατὰ πῆξιν καὶ δη λώσει πάλιν τὸ αὐτὸ κατὰ πάροδον, ἔσται τοιοῦτον τέ λειον καὶ πολὺ καὶ ἰσχυρὸν καὶ ἀμετάθετον· εἰ δὲ κατὰ πῆξιν σημαίνει τι ἔσεσθαι, κατὰ πάροδον δηλοῖ δὲ πάλιν τὸ αὐτὸ μὴ ἔσεσθαι, ἢ ἀνάπαλιν κατὰ μὲν πάροδον δηλώ σει τι ἔσεσθαι, κατὰ δὲ πῆξιν μὴ γενέσθαι, ποίησον ἀντεξέτασιν τῶν β σημασιῶν καὶ πρὸς τὴν ἰσχυροτέραν ἀποφαίνου. εἰ δὲ ἰσάζουσι, μέσον ἔσται καὶ τὸ ἀποτέλε σμα· ἐὰν μὲν οὖν ἡ κατὰ πῆξιν σημασία δυνατωτέρα ἐστίν, ὑπερβαίνει τὸ ἀποτέλεσμα τὴν μεσότητα· εἰ δὲ ἡ κατὰ πάροδον σημασία ἰσχυροτέρα ἐστίν, ὑποβαίνει. εἰ δὲ μόνη ἡ ἐναλλαγὴ δηλώσει τι ἀνισχύρως, ἔσται μηδαμινὸν καὶ εὐτελὲς τὸ ἀποτέλεσμα ἢ μόνη κίνησις ἀτέλεστος γενήσε ται. σὺν τούτοις πᾶσιν αἱ σημασίαι τῶν ἐναλλαγῶν μέχρις ἑνὸς ἔτους περιορίζονται ἢ ἄχρις ὅτου ὁ σημειωτι κὸς ἀστὴρ ἐνδύναμος ᾖ. ὅτε δὲ σημαίνει ὁ ἀστὴρ ὁ συσχηματιζόμενος τῷ χρονοκράτορι ἀγαθόν τι ἢ κακόν, τότε ἐνδείξεται τὴν οἰκείαν σημασίαν, ὅτε κυβερνήσει μέρος τι τῶν καιρῶν τοῦ ἔτους, καὶ μάλιστα ὅτε συσχη ματισθῇ ἐν ἐκείνῳ τῷ καιρῷ τῷ χρονοκράτορι ἢ τῷ ζῳ δίῳ ἐν ᾧ ἦν κατὰ πῆξιν ὁ χρονοκράτωρ ἢ κατὰ πάροδον ἢ ἐπιβλέψει τῷ ζῳδίῳ τῆς ἐναλλαγῆς ἢ τῷ ὡροσκόπῳ καὶ τῷ κυρίῳ αὐτοῦ ἢ τῷ κυβερνήτῃ τοῦ μηνὸς ἢ τῷ κυβερ νήτῃ τῆς ἡμέρας. Καὶ αὗται μέν εἰσιν αἱ τοῦ Κρόνου σημασίαι καθ ἑαυτὸν καὶ τῶν συσχηματιζομένων αὐτῷ ἀστέρων ἢ τῶν συν οδευόντων· εἰσὶ δὲ τρόποι η· εἷς μὲν ὅτε ἀγαθύνεται καθ ἑαυτὸν ὁ ἀστήρ· ἕτερος ὅτε κακύνεται· γ καὶ δ ὅτε κακύνεται ἀπὸ ἑτέρων ἀστέρων καὶ ἀγα θύνεται· ε ὅτε καθ ἑαυτὸν μὲν ἀγαθύνεται, παρ ἑτέρων δὲ ἀστέρων οὐκ ἀγαθύνεται· ὅτε καθ ἑαυτὸν κακύνεται, ὑπὸ δὲ τοῦ συσχηματί ζεσθαι ἀγαθοποιοῖς ἀγαθύνεται· ζ ὅτε συνοδεύουσιν αὐτῷ οἱ ἀστέρες· η ἡ τοποθεσία αὐτοῦ περὶ ἧς ὅσον οὔπω λεκτέον.

Ἕκτον. Περὶ τῆς σημασίας τοῦ Κρόνου ὅτε ὑπάρχει χρονοκράτωρ ἀπὸ τῶν τόπων ἐν οἷς τυγχάνει
Ὅτε ἐστὶ χρονοκράτωρ ὁ Κρόνος καὶ τύχῃ ἐν τοῖς δυσὶ καιροῖς ἀκάκωτος ἐν ἰδίῳ οἴκῳ ἢ ὑψώματι ἢ τριγώνῳ καὶ ὑπάρχει ἐπίκεντρος εἴτε πρὸς τὸ κατὰ πῆξιν θεμάτιον εἴτε πρὸς τὸ κατὰ τὸ ζῴδιον τῆς ἐναλλαγῆς εἴτε πρὸς τὸν ὡροσκόπον τῆς ἐναλλαγῆς, καὶ εἰ μὲν τύχῃ τὸ κέντρον ἐκεῖνο τὸ μεσουρανοῦν, ἐκείνῳ τῷ ἔτει ἐπικτήσεται κτή ματα καὶ κτίσει κτίσματα καὶ ὀχετοὺς διορύξει· καὶ εἴπερ ἐστὶν ἐν ἀλλοτρίῳ ζῳδίῳ, ἐγχειρισθήσεται ταῦτα παρ ἑτέρου προσώπου ὡς πιστὸς καὶ ἐπιστάτης καὶ ἐπαινεθήσεται καὶ εὑρήσει κέρδος· εἰ δὲ ἐν ἀλλοτρίῳ ᾖ ζῳδίῳ καὶ σὺν τούτῳ κεκακωμένος, εἰ μὲν μετρία ἡ κάκω σις ᾖ, μέμψεις ἕξει διὰ τὰ τοιαῦτα· εἰ δὲ μείζων, καὶ βλάβην.
Εἰ δὲ ὑπάρχει χρονοκράτωρ ὁ Κρόνος καὶ ᾖ ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ια ἢ τῷ ε ἀκάκωτος καὶ ἐν τῷ ἰδίῳ οἴκῳ, εὐφρανθήσεται τῷ ἔτει ἐκείνῳ ἐπὶ τοῖς οἰκείοις φίλοις καὶ πακτεύσεταί τινα καὶ κτίσει καὶ προνοήσεται ἐγγαίων· εἰ δὲ ἐν ἀλλοτρίῳ ἐστὶ ζῳδίῳ, λυπηθήσεται διὰ τέκνα καὶ φίλους καὶ ψόγον ὑποστήσεται καὶ στενοχωρίαν ἐν τῇ ὑποστάσει. εἰ δὲ πρὸς τούτῳ καὶ ἀναποδίζει, καταλυθή σεται οἴκημα αὐτοῦ καὶ ἐλαττωθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ αἱ εἴσοδοι. εἰ δὲ ὁ Ἄρης ἐπιβλέψει τοῦτον ἐναντίῳ σχήματι, βλαβήσεται ὁ πλοῦτος αὐτοῦ καὶ φθαρήσονται οἱ φίλοι αὐτοῦ καὶ λυπηθήσεται ἐπὶ τέκνοις. Εἰ δὲ ὁ Κρόνος ὑπάρχει χρονοκράτωρ καὶ ᾖ ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ τρίτῳ ἢ ἐν τῷ ἐννάτῳ ἐν ἰδίῳ οἴκῳ καὶ ἀκάκωτος, παρέξει ἔργον ἐν ἐκείνῳ τῷ ἔτει ἐφ ᾧ ἐλπίσει μισθὸν παρὰ Θεοῦ καὶ ὠφέλειαν παρά τινος τῶν ἀνθρώ πων ἐν τῷ μέλλοντι καὶ κτίσει τινὰ κτίσματα ἑαυτῷ ἤ τινι τῶν παρ αὐτοῦ προνοουμένων καὶ ἀποδημήσει εἴς τινα χώραν ἐγνωσμένην αὑτῷ καὶ κοπιάσει δι ἐλπιζομέ νην ὠφέλειαν καὶ προνοήσεται συγγενῶν καὶ ἀδελφῶν καὶ ξένων· καὶ εἴπερ ἐστὶν ἐν τοῖς δυσὶ τούτοις τόποις, ὑπάρ χουσι δὲ ἀλλότριοι, δηλοῖ [κατὰ] τὰ τοιαῦτα πλὴν ἀπο δημήσει μακρὰν ἀποδημίαν καὶ ὠφεληθήσεται ἐν αὐτῇ. εἰ δὲ μετρίως ᾖ κεκακωμένος, ἐναντίαι περὶ αὐτοῦ φῆμαι γενήσονται διὰ τὸ δόγμα καὶ τὴν θρησκείαν καὶ ἐννοίαις περιπεσεῖται, ξενιτείαν δεινὴν πείσεται, καὶ ἕξει διαφορὰς πρὸς συγγενεῖς καὶ ἰδίους. εἰ δὲ ὁ Κρόνος ἀναποδίζει, ταραχθήσεται ἡ διάνοια αὐτοῦ καὶ ἐνδοιάσει περὶ τοῦ δόγματος καὶ πράξει πρᾶξιν δι ἣν ὑπολήψονταί τινες περὶ αὐτοῦ ὡς ἀσεβὴς ἔσται. εἰ δὲ ἐν τοιαύτῃ καταστάσει ὄντος τοῦ Κρόνου ἐπιβλέψει τοῦτον καὶ ὁ Ἄρης ἐν αντίῳ σχήματι, ὑποστήσεται βλάβην ἀπὸ κλοπῆς ἢ πυρός. Εἰ δὲ χρονοκράτωρ ὢν ὁ Κρόνος ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἀκάκωτος ἐν τῷ β οἴκῳ ἐν ἰδίῳ οἴκῳ, προς τεθήσεται ὁ πλοῦτος αὐτοῦ τῷ ἔτει ἐκείνῳ καὶ εὖ ἕξει τὰ κατ αὐτοῦ· εἰ δὲ ἐν ἀλλοτρίῳ ὑπάρχει ζῳδίῳ, προστεθή σεται ὁ πλοῦτος αὐτοῦ ἐκ πόρου ἀνελπίστου καὶ ἀγνώ στου καὶ [προφάσει] διὰ σπορᾶς εὐτυχήσει. εἰ δὲ πρὸς τούτῳ κεκακωμένος ἐστί, φθαρήσεται ὁ πλοῦτος αὐτοῦ ἀπὸ ποντισμοῦ. Εἰ δὲ χρονοκράτωρ ὢν ὁ Κρόνος ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει ἐν τῷ η ἐν οἴκῳ ἰδίῳ, προφάσει νεκρικῶν ὠφε ληθήσεται τῷ ἔτει ἐκείνῳ· εἰ δὲ κεκακωμένος ἐστίν, ἐλατ τωθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ λυπηθήσεται δι ἀποι χομένων. Εἰ δὲ ὁ τοιοῦτος ἀστὴρ χρονοκράτωρ ὢν ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει ἐν τῷ ἀκάκωτος, ἐν ἐκείνῳ τῷ ἔτει ἀρρωστήσει μακρὰς ἀρρωστίας ἀπὸ ψυχρότητος καὶ ὑγρότητος· εἰ δὲ κεκακωμένος ἐστί, φρενίτιδας καὶ νόσους μακράς· καὶ εἰ ἐφορῶσι τοῦτον ἀγαθοποιοί, ὑγιανεῖ καὶ ὠφεληθήσεται ταῖς ἰατρείαις. εἰ δὲ σὺν τούτῳ ὑπάρχει κεκακωμένος ὁ κύριος τοῦ τόπου, ἀπολεσθήσονται τὰ ὑποζύγια αὐτοῦ καὶ οἱ δοῦλοι αὐτοῦ· εἰ δὲ ἀκάκωτος ὑπάρχει ὁ κύριος τοῦ τόπου, ἀρρωστήσουσι μέν, ἀλλὰ σωθήσονται. Εἰ δὲ ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει ἐν τῷ ιβ ἐν ἰδίῳ οἴκῳ ἀκάκωτοσ, ἐπικρατήσει τῶν ἐχθρῶν καὶ φιλιω θήσονται αὐτῷ καὶ ἐπαινήσουσιν αὐτὸν πλὴν οὐ φροντίσει τῶν βιωφελῶν πραγμάτων· εἰ δὲ ἐν ἀλλοτρίῳ τόπῳ ἐστὶν ἢ ἀναποδίζων, εἱρκτῇ καὶ φρουρᾷ περιπεσεῖται καὶ ἀνάγ κας ὑποστήσεται παρὰ τῶν ἐχθρῶν αὐτοῦ. εἰ δὲ κεκακω μένος ἐστὶν ἢ τῷ Ἄρει συσχηματιζόμενος ἐναντίῳ σχή ματι, καὶ τιμωρίαν καὶ βλάβην μεγίστην ὑποστήσεται. Εἰ δὲ ὁ Κρόνος χρονοκράτωρ ὢν ὑπάρχει ἐν ἑνὶ τῶν τες σάρων ἀποκλιμάτων τῶν ἀσυνδέτων τῷ ὡροσκόπῳ  ἤτοι τῷ β, τῷ , τῷ η, τῷ ιβ  καὶ ὑπάρχει κεκακωμένος, δηλοῖ σχολὴν καὶ νωχελίαν καὶ ἀπόγνωσιν τῶν ἐλπιζομέ νων καὶ τῶν βιωφελῶν πραγμάτων· εἰ δὲ σὺν τούτοις καὶ ἐν ἀλλοτρίῳ ἐστὶ τόπῳ, ἐπιταθήσεται τὰ δεινὰ καὶ ἀνάγ κας ὑποστήσεται καὶ εἴπωσί τινες τὰ κακὰ καὶ κατηγορή σουσιν αὐτῷ καὶ ἀρρωστήσει νόσον ἀπὸ ψυχρότητος καὶ ὑγρότητος ἢ ἀπὸ ψυχρότητος καὶ ξηρότητος. εἰ δὲ ἐν τοῖς τοιούτοις τόποις ὢν ὑπάρχει ἀνατολικὸς ἢ ἐν ἰδίῳ οἴκῳ, ἐν εὐεξίᾳ ὑπάρξει πλὴν ἔσται εὔκαιρος σχολὴν ἄγων. Εἰ δὲ ὁ Κρόνος ἐστὶ κατὰ μὲν πῆξιν ἔν τινι τόπῳ, κατὰ δὲ πάροδον εὑρεθῇ ἐν τῷ αὐτῷ τόπῳ εἴτε ἀπὸ τοῦ ζῳδίου τῆς ἐναλλαγῆς εἴτε ἀπὸ τοῦ ὡροσκόπου τοῦ ἔτους, πλείονα ἕξει τὴν σημασίαν καὶ βεβαιοτέραν καὶ ἐκφαντικωτέραν τὴν φύσιν ἐνδείξεται τοῦ τόπου, καὶ μάλιστα εἰ ἐφορᾷ τὸν τόπον τῆς καταρχῆς. εἰ δὲ ἐν ἄλλῳ μέν ἐστι τόπῳ κατὰ πῆξιν, ἐν ἑτέρῳ δὲ κατὰ πάροδον, ποίησον σύγκρασιν κατὰ τὰς μεθοδείας ἅς σοι ὑπέδειξα τῶν τόπων ὡς· ἂν βέβαιον ὑπάρχῃ σοι τὸ ἀποτέλεσμα. τοιουτοτρόπως οὖν στοχάζου καὶ τὰς σημασίας τῶν λοιπῶν ἀστέρων ἀπὸ τῆς τῶν τόπων ἐν οἷς εἰσι διαθέσεως. καὶ ἡμεῖς δὴ καθ άπερ ἐμνήσθημεν τοῦ Κρόνου καὶ τῆς σημασίας αὐτοῦ, ἰδίᾳ καὶ τῆς τῶν ἀστέρων πρὸς αὐτὸν συσχηματίσεως ἢ συνόδου καὶ τῆς τῶν τόπων θέσεως, οὕτως μνημονεύσο μεν καὶ τῶν λοιπῶν ἀστέρων.

Ἕβδομον. Περὶ τῆς σημασίας τοῦ Διὸς ὅτε ὑπάρχει χρονοκράτωρ καὶ ᾖ ἀκάκωτοσ
Ὅτε ἐστὶ χρονοκράτωρ ὁ Ζεὺς καὶ ὑπάρχει ἀκάκωτος κατά τε πῆξιν καὶ κατὰ πάροδον, ἐν ἐκείνῳ τῷ ἔτει φιλιωθήσεται βασιλεῦσι καὶ ἄρχουσι καὶ ἔσται καλῶς διοικῶν τὰ ἑαυτοῦ καὶ ὁδηγούμενος ἐπὶ τὰ συμφέροντα ἔχων τὴν ἀπόβασιν ἀγαθήν, ἐν ἡσυχίᾳ διάγων τι πρὸς πάντας φιλίᾳ· προστεθήσεται δὲ ἡ δόξα αὐτοῦ καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ μεταχειρισθήσεται πρᾶξιν ἐν τῇ ἰδίᾳ πατρίδι· εἰ δὲ σημαίνει ἡ καταρχὴ τεκνογονίαν, ἕξει τέκνον ἐν ἐκείνῳ τῷ χρόνῳ· καὶ ὠφε ληθήσεται καὶ εὐφρανθήσεται ἀπὸ διαφόρων καὶ ἐπικτή σεται πλοῦτον ἀπὸ δωρεῶν καὶ ἀφ ἑτέρων, πολλάκις δὲ καὶ κληρονομήσει τὸν ἴδιον πατέρα· εἰ δέ ἐστιν ὁ ἔχων τὴν ἐναλλαγὴν ἐν ἀξιώματι περιδόξῳ, ἐν ἐξουσίᾳ ἔσται τῷ ἔτει ἐκείνῳ καὶ ἄρξει πολλῶν καὶ ἐπικτήσεται πάμ πολλα· εἰ δὲ τῆς μέσησ τύχης ἐστὶν ὁ τὴν ἐναλλαγὴν ἔχων, ἐν ἐκείνῳ τῷ ἔτει ἄρξει τῷν ὁμοίων αὐτῷ καὶ εὐφρανθήσεται ἐπὶ διαφόροις πράγμασι καὶ κέρδεσι καὶ εὐτυχίαις, καὶ μάλιστα ἐὰν ὁ Ζεὺς ὑπάρχῃ ἐν ἰδίῳ οἴκῳ ἢ ὁρίῳ ἢ τριγώνῳ. ἰδὲ δὲ καὶ τὰς ἀκτῖνας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια οἷς συνοδεύει ὁ Ζεὺς ἢ ἐφορᾷ ἐν τοῖς δυσὶ καιροῖς· εἰ γὰρ ἀγαθῷ σχήματι συσχηματίζε ται τούτοι, δηλοῖς ὠφέλειαν κατὰ φύσιν ἐκείνων. Εἰ δέ ἐστιν ὁ Ζεὺς χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ὁ Ἄρης ἀκάκωτοι κατά τε πῆξιν καὶ κατὰ πάροδον, συσχηματίζονται δὲ ἀλλήλοις ἀπὸ τριγώνου ἢ ἑξαγώνου σχήματος, ἔσται ὁ ἔχων τὴν ἐναλλαγὴν ἐν ἐκείνῳ τῷ ἔτει αὐθεντικὸς εἰδήμων τῶν πρακτέων καὶ προσκείμενος τοῖς ἔργοις, τεύξεται δὲ τιμῆς καὶ ἀξίας ὑψηλῆς καὶ ὠφελείας ἀπό τινος ἀρχῆς καὶ φημήσει τοῦτον ὁ κοινὸς λαὸς τοῖς ἐπαίνοις. εἰ δὲ συνοδεύει τούτῳ ὁ Ἄρης ἐν τοῖς δυσὶ και ροῖς καὶ ὑπάρχουσιν οἱ β ἀκάκωτοι, ἐν ἐκείνῳ τῷ ἔτει λήψεται βαθμὸν καὶ ἀξίαν ἐν τῇ ἰδίᾳ πατρίδι καὶ ἔσται εὔθυμος· εἰ δὲ ἐν ἀλλήλων οἴκοις ὦσιν ἀκάκωτοι, ἔσται τῷ ἔτει ἐκείνῳ ἐνδύναμος καὶ τεύξεται ἐξουσίας. εἰ δὲ ἐν τῷ ἑνὶ καιρῷ συνοδεύσει τούτῳ ὁ Ἄρης ἢ συσχηματίζεται, ἔσται ἐλάττονα τὰ εἰρημένα. Εἰ δὲ τοῦ Διὸς χρονοκράτορος ὄντος ὑπάρχει καὶ ὁ Ἥλιος ἅμα τούτῳ ἀκάκωτος κατά τε πῆξιν καὶ κατὰ πάροδον, συσχηματίζονται δὲ ἀλλήλοις ἀπὸ ἑξαγώνου, ἐπιταθήσεται ἡ εὐτυχία τῷ ἔτει ἐκείνῳ τοῦ ἔχοντος τὴν ἐναλλαγὴν καὶ ἐν ἀνέσει βίου ἔσται καὶ τεύξεται γάμου χρηστοῦ καὶ τέκνου ἀγαθοῦ· εἰ δὲ ἐκ τριγώνου ὁ Ἥλιος συσχηματίζεται τούτῳ ἀναποδίζοντι ἢ ἐν τῷ ἑνὶ καιρῷ τούτῳ συσχηματίζεται, ἔσται τὰ εἰρημένα ἐλάττονα. εἰ δὲ συνοδεύσει ὁ Ἥλιος τούτῳ ἐν τοῖς δυσὶ καιροῖς ὥστε τοῦτον ἑῷον εἶναι, τεύξεται ἀξίας καὶ διαφόρων ὠφελειῶν καὶ εὐφρανθήσονται ἐπ αὐτῷ οἱ γονεῖς αὐτοῦ καὶ ὠφελη θήσονται δι αὐτοῦ. εἰ δὲ ἐν τῷ ἑνὶ καιρῷ συνοδεύσει τούτῳ καὶ ὑπάρχει ἑῷος, ἐλάττονα ἔσται τὰ εἰρημένα. εἰ δὲ συνοδεύσει τούτῳ ὁ Ἥλιος ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρ χει ὕπαυγος, ὑποστήσεται ἀνάγκας τῷ ἔτει ἐκείνῳ κατὰ τὰς σημασίας τοῦ Διός. εἰ δὲ ὁ Ἥλιος ὑπάρχει δυνα μικώτερος καὶ κακώμενος, πλείων ἔσται ἡ κάκωσις καὶ δέος μή ποτε τελευτήσει· εἰ δὲ ἀκάκωτός ἐστιν ὁ Ἥλιος, ἔσται ἐλάττονα τὰ κακά. εἰ δὲ καὶ ὁ Ζεὺς δυναμικώτερος ᾖ, ἐλάττων ἔσται ἡ διαφθορά. Εἰ δὲ ὁ Ζεὺς ὑπάρχει χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ἡ Ἀφροδίτη ἀκάκωτοι κατά τε πῆξιν καὶ κατὰ πάροδον, καὶ συσχηματισθῇ τούτῳ ἡ Ἀφροδίτη οἱῳδήποτε σχήματι, δηλοῖ τῷ ἔτει ἐκείνῳ προσθήκην πλούτου ἀπὸ γυναικῶν καὶ διὰ μεσιτείας ἐνδόξων ἀνδρῶν καὶ περιφανῶν καὶ φίλων καὶ εὐφρανθήσεται ἐπὶ γυναιξὶ καὶ ὠφεληθήσεται ἐξ αὐτῶν. εἰ δὲ συσχηματίζε ται τούτῳ ἡ Ἀφροδίτη ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, ἐν ἐκείνῳ τῷ ἔτει προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἡ ἀξία καὶ ὁ πλοῦτος καὶ ὁ ἱματισμὸς καὶ ὁ καλλωπισμὸς καὶ ἡ εὐφρο σύνη καὶ ἡ ἀγαλλίασις, καὶ ταῦτα προφάσει γυναικῶν· πολλάκις δὲ τεχθήσεται αὐτῷ παιδίον ἢ εὐφρανθήσεται ἐπὶ οἰκείῳ παιδὶ ἢ ὠφεληθήσεται διὰ παίδων βασιλέων. εἰ δὲ λόγον ἔχει ἡ Ἀφροδίτη ἐν ᾧ ἐστι ζῳδίῳ, ἔσται ἡ ὠφέλεια ἀπό τινων γνωρίμων καὶ φίλων καὶ μάλιστα γυ ναικῶν· εἰ δὲ ἐν ἀλλοτρίῳ ὑπάρχει ζῳδίῳ, ἔσται ἡ ὠφέ λεια ἀπὸ ξένων ἢ ἐχθρῶν ἀνδρῶν καὶ γυναικῶν. εἰ δὲ συνοδεύει τούτῳ ἡ Ἀφροδίτη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὦσιν οἱ β ἀκάκωτοι, ἐν ἐκείνῳ τῷ ἔτει ὁ τὴν ἐν αλλαγὴν ἔχων εὔκλειαν ἐπικτήσεται παρὰ τοῖς ἐξουσια σταῖς καὶ διοικηταῖς καὶ ἔντιμος ἔσται παρὰ ἀνθρώποις καὶ φίλους ἐπικτήσεται πλείονας τῶν προτέρων καὶ ἐπαι νεθήσεται παρὰ πολλῶν ἐπ ἀγαθοῖς [καὶ φίλους ἐπικτήσεται κρείττονας τῶν προτέρων] καὶ ὠφεληθήσεται προφάσει θαυμάτων καὶ τεράτων καὶ τόπων ἐκκλησιαστι κῶν καὶ ἱλαστηρίων καὶ εὐφρανθήσεται ἐπὶ γυναιξὶ καὶ γάμῳ καὶ τέκνοις. εἰ δὲ διαμετρήσει τοῦτον ἡ Ἀφροδίτη ἢ τὰ εἰρημένα σχήματα ἐν τῷ ἑνὶ καιρῷ ὑπάρχουσιν, ἐλάττονα ἔσται ἅπαντα τὰ δηλωθέντα. Εἰ δὲ τοῦ Ζηνὸς ὄντος χρονοκράτορος συσχηματίζεται τούτῳ ὁ Ἑρμῆς ἀκάκωτος ὢν καὶ αὐτὸς κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀπὸ τριγώνου ἢ ἑξαγώνου, ἐν ἐκείνῳ τῷ χρόνῳ ὁ τὴν ἐναλλαγὴν ἔχων ἐπικτήσεται δι ἐμπει ρίας καὶ πραγματειῶν καὶ πράσεως καὶ ἀγορασίας καὶ γραμμάτων καὶ διοικήσεως καὶ οἰκονομίας· ἔσται δὲ τῶν μυστηρίων συντηρητικὸσ καὶ τοῦ πλούτου φυλακτι κὸς πεπυκνωμένος καὶ συνετὸς καὶ διάγνωσιν ἱκανὴν ἔχων τῶν πραγμάτων· ὑπερτερήσει τε τῶν κατ αὐτὸν διὰ τῆς ἀξίας καὶ τῆς δόξης καὶ τῶν γραμμάτων καὶ τῶν διορισμῶν καὶ τῆς διαγνώσεως, ἐγχειρισθήσεται δὲ καὶ διοικήσεις πραγμάτων τινῶν ἀρχόντων καὶ ἔσται ἐπαινετὸς παρὰ πᾶσιν ἀνθρώποις καὶ ἀρεστὸς αὑτῷ ἐπιμενεῖ καὶ προσκαρτερή σει ταῖς εὐχαῖς καὶ τοῖς ὁμοίοις τούτοις καὶ τῷ δόγματι· καὶ εἰ μέν ἐστιν ὁ τὴν ἐναλλαγὴν ἔχων τῆς κάτω τύχης καὶ τῶν βαναύσων, ὠφεληθήσεται διὰ τῆς τέχνης αὐτοῦ καὶ τοῦ ἔργου τῶν χειρῶν αὐτοῦ. καὶ εἴπερ συνοδεύσει τούτῳ ὁ
Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς, ὑπάρχουσι δὲ καὶ οἱ δύο ἀκάκω τοι, ὠφεληθήσεται ἐν ἐκείνῳ τῷ ἔτει καὶ προστεθήσεται ὁ βίος αὐτοῦ καὶ ἡ πρὸς Θεὸν πίστις καὶ ἡ λογικότης καὶ τὸ ἐπίβουλον τῆς διανοίας καὶ τὸ ῥητορικώτερον ἐν λόγοις καὶ ὠφεληθήσεται διὰ τῶν τοιούτων ὡσαύτως ὠφεληθή σεται καὶ δι ἑτέρων πραγμάτων διαφόρων, συνομιλήσει δὲ καὶ μεγαλοδόξοις νοταρίοις καὶ ἐγχειρισθήσεται τὴν διοίκησιν τῶν πραγμάτων αὐτῶν. εἰ δὲ τῷ ἑνὶ καιρῷ συν οδεύσει τούτῳ ὁ Ἑρμῆς ἢ ἑτέρῳ σχηματισθῇ σχήματι, ἀφαιρεῖται ἐκ πάντων ὧν προείπομεν. Εἰ μὲν ὁ Ζεύς ἐστι χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ἡ Σελήνη ἀκάκωτοι κατά τε πῆξιν καὶ κατὰ πάρ οδον, συσχηματίζονται δὲ ἀλλήλοις ἀπὸ τριγώνου ἢ ἑξα γώνου, δηλοῖ ὡς ἐν ἐκείνῳ τῷ ἔτει προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἡ ἀξία καὶ ἐπικτήσεται παρὰ ἀνθρώπων εὐφη μίαν καὶ ἔπαινον καὶ οἱῳδήποτε ἐπιχειρήσει ἔργῳ ἢ οἱᾳδή ποτε πράξει, τελειωθήσεται· καὶ εἰ ἐπιζητεῖ τεκνογονίαν, τεχθήσονται αὐτῷ τέκνα τῷ ἔτει ἐκείνῳ ἢ συλλήψονται αἱ τούτου γυναῖκες· καὶ κληρονομήσει τοῦ πατρῴου πλού του· καὶ εἴ ἐστιν ὁ ἔχων τὴν ἐναλλαγήν τις τῶν βασι λέων, εἰ τύχῃ δὲ καὶ ἡ Σελήνη αὐξιφωτοῦσα, τεύξεται δόξης ἀξιολόγου· εἰ δὲ τῆς μέσης ὑπάρχει τύχης, ἐγχει ρισθήσεταί τινα ἀρχὴν κατὰ πλήθους λαοῦ καὶ χρήσεται εἰς αὐτοὺς δικαιοσύνῃ καὶ τὸν εὐϋπόληπτον καὶ ἄμεμπτον ἀσπάσεται βίον· εἰ δ ἐστι τῆς κάτω τύχης, ὑπερτερήσει τῶν ὁμοίων αὐτῷ κατὰ τὴν τύχην καὶ προτερήσει ἐν ἐκεί νοις οἷς προείπομεν· σημαίνει δὲ καὶ ὡς ὠφεληθήσεται διὰ πράσεως καὶ ἀγορασίας καὶ πραγματειῶν. καὶ εἴπερ συνοδεύσει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν οἱ β ἀκάκωτοι, προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἡ ἀξία καὶ ὁ πλοῦτος, καὶ μάλιστα ἐὰν ἡμερινὴ ὑπάρχῃ ἡ ἐναλλαγή. εἰ δὲ συνοδεύει τούτῳ ἡ Σελήνη ἢ ἑτέρῳ συσχηματισθῇ σχήματι καθ ἕνα τῶν δύο καιρῶν, ἀφαιρεῖται ἐκ πάντων ὧν προείπομεν.
Περὶ δὲ τοῦ σχηματισμοῦ τῶν ἀστέρων πρὸς τὸν Δία ἀπὸ τετραγώνου ἢ διαμέτρου ἀκακώτων καὶ αὐτῶν παρ εχόντων οὐδὲν διεξήλθομεν δι αἰτίαν τοιαύτην, ἐπειδὴ ἐν τῷ τοιούτῳ τμήματι περὶ ἀγαθύνσεως διελάβομεν τοῦ Διὸς καὶ τῶν σὺν αὐτῷ ἀστέρων, τὰ δὲ τετράγωνα καὶ διάμετρα τὰ πρὸς αὐτὸν τῶν ἀστέρων πολλάκις ἐναντία τινὰ δηλοῖ περὶ ὧν μὲν νῦν οὐ πρόκειται λέγειν, ἐν δὲ τοῖς ἐφεξῆς ἀριδηλότερον σαφηνίσονται.


Ὄγδοον. Περὶ τῆς σημασίας τοῦ Διὸς ὅτε ὑπάρχει χρονοκράτωρ καὶ ᾖ κεκακωμένοσ
Ὅτε ὑπάρχει ὁ Ζεὺς χρονοκράτωρ καὶ τύχῃ κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀναποδίζων ἢ ὕπαυγος ἢ ἐν ἀλ λοτρίῳ τόπῳ ἢ ἑσπέριος ἢ ἐν οἴκῳ κακοποιοῦ ἢ ἀποκεκλι κὼς τῶν κέντρων καὶ ἐν τόποις ἐναντίοις, ἀφαιρεῖται τὴν φαιδρότητα τοῦ ἔχοντος τὴν ἐναλλαγὴν καὶ ἐλαττοῖ τὴν εὐτυχίαν αὐτοῦ καὶ καταβάλλει τὴν δόξαν αὐτοῦ καὶ προς τίθησι ταῖς λύπαις αὐτοῦ· δηλοῖ δὲ καὶ πλῆθος ἐξόδων καὶ πλούτου κένωσιν ἄκαιρον, καὶ ταῦτα ἑκούσια καὶ αὐτο προαίρετα βουλήσει διὰ τὸ ἐφίεσθαι τοῦ παρὰ τῶν πολ λῶν ἐπαίνου· λυπηθήσεται δὲ διὰ γονεῖς καὶ παῖδας καί τινα ἔνδοξα πρόσωπα καὶ διάφορα πράγματα καὶ διὰ τὸ βίαιον τοῦ κατ αὐτὸν βίου, καὶ μάλιστα εἰ τύχῃ ὁ Ζεὺς ἐν τῷ . εἰ δὲ συνοδεύσουσι τούτῳ οἱ κακοποιοὶ ἢ συσχη ματισθῶσιν ἀπὸ τετραγώνου ἢ διαμέτρου ἢ καθυπερ τεροῦσιν αὐτὸν ὄντα κεκακωμένον καὶ ἐν τῷ τόπῳ τῶν γονέων ἢ ἐν τῷ τόπῳ τῶν τέκνων ἢ ἔχοντα λόγον ἐν τοῖς τοιούτοις τόποις, τύχῃ δὲ ὁ κλῆρος τοῦ πατρὸς καὶ ὁ κλῆ ρος τῆς μητρὸς καὶ ὁ κλῆρος τῶν τέκνων ἢ οἱ κύριοι αὐτῶν κεκακωμένοι, δηλοῖ ὡς ὁ τῆν ἐναλλαγὴν ἔχων λυ πηθήσεται διὰ θάνατον παίδων ἢ πατρὸς ἢ μητρὸς κατὰ τὴν φύσιν τοῦ ζῳδίου ἐν ᾧ ἐστιν ὁ Ζεὺς ἢ τὴν φύσιν τοῦ κλήρου καὶ τοῦ κυρίου αὐτοῦ. εἰ δὲ συνοδεύσει τινὶ τῶν κλήρων ἤ τινι τῶν ἀκτίνων ἢ δωδεκατημορίων ἐν τοῖς δυσὶ καιροῖς ἢ ἐπιβλέψει τούτοις ἐναντίῳ σχήματι, δηλοῖ λύπας καὶ ἀκαταστασίας ἐπ ἐκείνοις ὧν εἰσι δηλωτικὰ τὰ προειρη μένα. σκεπτέον δὲ καὶ τοὺς πρὸς αὐτὸν σχηματισμοὺς τῶν ἀστέρων καὶ τὰς συνόδους· εἰ γὰρ τοιουτοτρόπως δια κείμενον θεάσονται αὐτὸν οἱ κακοποιοὶ ἀστέρες ἀπὸ τρι γώνου ἢ ἑξαγώνου, οὐ δηλώσει μέγιστον σύμπτωμα διὰ τὸ τοῦ σχηματισμοῦ σύμφωνον καὶ τὸ φίλιον τῆς κρά σεως, πλὴν διὰ τὴν οἰκείαν ἀδυναμίαν καὶ τὴν κάκωσιν οὐ δύναται καταλαβεῖν τὸ τῆς εὐτυχίας τέλειον. ὁ δὲ κεκα κωμένος ἀστὴρ προστίθησι τῇ κακώσει αὐτοῦ ἐπ ἐκεί νοις τοῖς πράγμασιν ὧν ἐστι δηλωτικός· λυπηθήσεται γὰρ ὁ τὴν ἐναλλαγὴν ἔχων ἐπὶ τοῖς τοιούτοις καὶ μόχθον καὶ κόπον ὑποστήσεται· τὸ δὲ τετράγωνον καὶ διάμετρος τὸ ἀνάπαλιν, περὶ ὧν ἐν τοῖς ἑξῆς ἐροῦμεν. Τοῦ μὲν οὖν Διὸς ὄντος χρονοκράτορος καὶ τοῦ Ἄρεως εὖ ἔχοντος κατὰ πῆξιν καὶ κατὰ πάροδον, συσχηματιζομέ νου τούτου ἐκ τετραγώνου καὶ καθυπερτεροῦντος αὐτὸν τοῦ Διός, στηρίζεται ἡ βάσις αὐτοῦ καὶ ἄρξει τῆς ἰδίας πόλεως πολλάκις καὶ τεύξεται παρὰ βασιλέων καὶ στρατη γῶν ἀξίας καὶ ὠφελείας, πλὴν λυπηθήσεται διὰ τέκνα καὶ πλοῦτον καί τι μέρος βλαβήσεται πλούτου τῶν γονέων αὐτοῦ. εἰ δὲ συσχηματισθῶσιν τοιούτῳ σχήματι ἐν τοῖς δυσὶ καιροῖς καὶ τύχωσιν ἄμφω κεκακωμένοι, ἀφαιρεῖται ἃς προείπομεν εὐτυχίας καὶ ὑποστήσεται ὁ τὴν ἐναλλα γὴν ἔχων ἐναντιότητας καὶ ἐξόδους ἀφορήτους. εἰ δὲ ὁ Ἄρης καθυπερτερεῖ αὐτοῦ καὶ ὦσιν οἱωσδήποτε, βλαβή σεται ὁ τὴν ἐναλλαγὴν ἔχων παρὰ μεγιστάνων καὶ ἐξου σιαστῶν καὶ ἀρχόντων τῶν μετάλλων· λυπηθήσεται δὲ καὶ διὰ στέρησιν ὠφελειῶν καὶ πλούτου καὶ ἀναστροφῆς καὶ τέκνου καὶ διά τινα δόλον καὶ πανουργίαν καὶ φθόνον καὶ συκοφαντίαν καὶ ἔριδα καὶ πλεονάσει ὁ κόπος αὐτοῦ· πρὸς τούτοις εἰ ἀκάκωτοι ὦσι συσχηματιζόμενοι τοιούτῳ σχήματι ἐν τοῖς δυσὶ καιροῖς, ἔσται ἐλάττονα τὰ δεινά. εἰ δὲ ἐπιβλέψει τοῦτον ὁ Ἄρης ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ δια μέτρου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ὑποστήσεται τῷ ἔτει ἐκείνῳ λύπας διὰ δόξαν καὶ γυναῖκας καὶ τέκνα καὶ [καὶ] ὄψεται θάνατόν τινος τῶν ἀντιλαμβα νομένων παρ αὐτοῦ· ἴσως δὲ καὶ συζευχθήσεται γυναικὶ ἢ τεχθήσεται αὐτῷ παῖς· πληθύνουσι δὲ αἱ ἔριδες αὐτοῦ καὶ τὰ κατ αὐτὸν πράγματα συνταραχθήσονται καὶ δια φθερεῖ πλοῦτον καὶ ἐπικτήσεται ἕτερον· κἀκείνῳ τῷ ἔτει ἕξει ἀκαταστασίας ἄχρις τῆς ἡμισείας αὐτοῦ. εἰ δὲ ἄμφω ὑπάρχουσιν ἀκάκωτοι ἐν τοῖς δυσὶ καιροῖς, ὀλίγα τινὰ τῶν προφασισθέντων συμβήσεται ἢ προφάσει τῶν τοιού των πολλὰς ὀχλήσεις καὶ κινήσεις ὑποστήσεται καὶ ὑπο πτεύσει παθεῖν μέγιστα ἐναντιώματα, πλὴν οὐ πείσεται. Εἰ δὲ τοῦ Διὸς ὄντος χρονοκράτορος ὑπάρχει σὺν αὐτῷ ὁ Ἥλιος ἀκάκωτος κατά τε πῆξιν καὶ κατὰ πάροδον, συσχηματίζεται δὲ τούτῳ ἐκ τετραγώνου καὶ ἐπιδε κατεύει τοῦτον ὁ Ἥλιος, προστεθήσεται ἐν ἐκείνῳ τῷ ἔτει ἡ δόξα αὐτοῦ καὶ ἡ δόξα τοῦ πατρὸς αὐτοῦ καὶ ὠφε ληθήσεται ἐν διαφόροις πράγμασιν· εἰ δὲ κεκακωμένοι εἰσίν, ὑποστήσεται αὐτός τε καὶ οἱ γονεῖς αὐτοῦ ἔνδειαν καὶ στενοχωρίαν ἐν πλούτῳ καὶ ξενωθήσονται καὶ ἀπο δημήσουσιν ἀποδημίαν ἀνεύφραντον καὶ πρὸς ὑπερέχοντα πρόσωπα διαφορὰς ἕξουσιν· ἔσται δὲ τὰ τοιαῦτα πρός ωπα γνώριμα αὐτοῖς ἢ γειτονοῦντα ἢ συγγενικὰ καὶ φθονη θήσονται παρ αὐτῶν. εἰ δὲ ὁ Ζεὺς ἐπιδεκατεύει τὸν Ἥλιον καὶ ὑπάρχωσιν ἄμφω ἀκάκωτοι ἐν τοῖς δυσὶ και ροῖς, εὑρήσει ὁ τὴν ἐναλλαγὴν ἔχων ἀγαθὰ τῷ ἔτει ἐκείνῳ  πρὸς δὲ καὶ οἱ γονεῖς αὐτοῦ  καὶ ὠφελείας καὶ δό ξας καὶ ἀξίας καὶ τιμὴν ὑπερέχουσαν· εἰ δὲ κεκακωμένοι εἰσί, λυπηθήσονται ταῖς τῶν τοιούτων προφάσεσι. εἰ δὲ ὁ Ἥλιος ἐπιβλέπει τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ διαμέτρου καὶ [ὑ] ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, ἔσται ἐν ἐκείνῳ τῷ ἔτει εὐφρόσυνος ἐν πᾶσι τοῖς κατ αὐτὸν καὶ προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἐγχειρισθήσεται παρὰ ἐξουσιαστοῦ καὶ παρά τινων ἐνδόξων προσώπων μυστικὰς ὑποθέσεις καὶ συμβουλεύσονται τούτῳ οἱ βασιλεῖς εἰς τὰς οἰκείας ὑπο θέσεις καὶ ὑπακούσουσι ταῖς βουλαῖς αὐτοῦ· εἰ δὲ τῷ προειρημένῳ συσχηματισθῶσι σχήματι καὶ ὑπάρχουσι κε κακωμένοι, οὐ μόνον ἐλαττωθήσεται πάντα τὰ προειρη μένα, ἀλλὰ καὶ βλάβην τῇ προφάσει τῶν τοιούτων ἕξου σιν. Εἰ δὲ τοῦ Διὸς ὄντος χρονοκράτορος ὑπάρχουσιν αὐτός τε καὶ ἡ Ἀφροδίτη ἀκάκωτοι κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματισθῶσιν ἀλλήλοις ἀπὸ τετραγώ νου, τοῦ Διὸς ἐπιδεκατεύοντος αὐτήν, ἐν ἐκείνῳ τῷ ἔτει προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ὠφεληθήσεται διὰ γυ ναικῶν καὶ ἔσται εὐβίοτος καὶ χρήσεται καθαρότητι καὶ ἀνθέξεται τοῦ οἰκείου δόγματος καὶ τῶν ἑπομένων αὐτῷ καὶ ἔργα ποιήσει ὁσιότητος καὶ δικαιοσύνης· εἰ δὲ ὑπ άρχουσι κεκακωμένοι, ὑποστήσεται πειρασμοὺς προφάσει τῶν εἰρημένων. εἰ δὲ ἡ Ἀφροδίτη ἐπιδεκατεύει τὸν Δία καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι ἐν τοῖς δυσὶ καιροῖς, ἀγωνισθήσεται ὁ ἔχων τὴν ἐναλλαγὴν τῷ ἔτει ἐκείνῳ περὶ τὰς παιδιὰς καὶ περὶ τὴν τῶν γυναικῶν ὁμιλίαν δι ἃς καὶ λυπηθήσεται· κτήσεται δὲ καὶ παρ ἑτέρων γυναικῶν πλοῦτον· βλάψει δὲ καί τινας καὶ ἀγανακτήσει ἐπί τινι τῶν φίλων αὐτοῦ καί τινα τῶν χρημάτων αὐτοῦ διαφθαρήσον ται ὡσαύτως καὶ τῶν ἐδεσμάτων· εἰ δὲ ἄμφω ὑπάρχουσιν ἀκάκωτοι, ὠφεληθήσεται καὶ εὐφρανθήσεται ἐπὶ πᾶσιν οἷς προείπομεν. εἰ δὲ ἐκ διαμέτρου ἐπιβλέψει τοῦτον ἡ Ἀφροδίτη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ εὐχαρι στηθήσεται παρὰ πολλῶν καὶ ἐπαινεθήσεται καὶ ἀγαπη θήσεται καὶ ἄρξει τῶν ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐπικτή σεται πλοῦτον καὶ συντηρήσει αὐτόν· εἰ δὲ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἐλαττωθήσονται πάντα ὅσα προ είπομεν καὶ λυπηθήσεται τῇ τούτων προφάσει. Εἰ δὲ ὁ Ζεύς ἐστι χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ὁ Ἑρμῆς ἀκάκωτοι κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματισθῶσιν ἀλλήλοις ἀπὸ τετρα γώνου, τοῦ Διὸς ἐπιδεκατεύοντος αὐτόν, προστεθήσεται ὁ τὴν ἐναλλαγὴν ἔχων τῇ μαθήσει τῶν γραμμάτων καὶ συνεργήσει πολλοῖς καὶ διὰ τὴν ἐνέργειαν αὐτοῦ ἐπικτή σεται ἀγαθὰ καὶ ὠφέλειαν· εἰ δὲ ὑπάρχωσιν ἄμφω κεκα κωμένοι, ἐλαττωθήσεται τὰ εἰρημένα καὶ λυπηθήσεται προφάσει αὐτῶν. εἰ δὲ ὁ Ἑρμῆς ἐπιδεκατεύει τοῦτον ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἐστε νοχωρημένος ἔσται κατὰ τὴν τοῦ πλούτου ἐπίκτησιν· εὐφρανθήσεται δὲ καὶ ἐπὶ κέρδει εὐτελεῖ καὶ ὠφελείᾳ μηδαμινῇ καὶ ἔσται ἀχάριστος πρὸς τοὺς ἀνθρώπους καὶ δυσχεραίνων ἐπὶ τῇ σὺν τούτοις ἀναστροφῇ καὶ βλάψει τινὰς καὶ ἀδικήσει· εἰ δὲ ἀκάκωτοι ὦσιν, ὠφεληθήσεται καὶ εὐφρανθήσεται ἐπὶ πᾶσιν οἷς προείπομεν. εἰ δὲ ὁ Ἑρμῆς ἐπιβλέψει τὸν Δία ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ δια μέτρου καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, προστεθήσεται ἐν ἐκείνῳ τῷ ἔτει ἡ τούτου παίδευσις καὶ ἡ γνῶσις καὶ διαγνώσεται μυστήρια κρύφια καὶ μεταχειρίσ[θησ]εται πράσεις καὶ ἀγορασίας καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ ἀγαπηθήσεται παρὰ τῶν ἐν τῷ οἴκῳ αὐτοῦ· εἰ δὲ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἐλαττωθήσονται πάντα ὅσα προείπομεν καὶ ἕνεκε τούτων λυπηθήσεται. Εἰ δὲ τοῦ Διὸς ὄντος χρονοκράτορος αὐτός τε καὶ ἡ Σελήνη ἀκάκωτοι κατά τε πῆξιν καὶ κατὰ πάροδον, συσχη ματίζονται δὲ ἀλλήλοις ἀπὸ τετραγώνου, καθυπερτερεῖ δὲ ταύτην ὁ Ζεὺς εἴτε νυκτερινή ἐστιν ἡ ἐναλλαγὴ εἴτε ἡμε ρινή, ὁ τὴν ἐναλλαγὴν ἔχων καὶ οἱ γονεῖς αὐτοῦ ἐν ἀγαθοῖς ἔσονται τῷ ἔτει ἐκείνῳ καὶ παρὰ πάντων ἐπαινούμενοι· ὠφεληθήσονται δὲ καὶ παρὰ συγγενῶν καὶ προσθήκην δέξονται δόξης· εἰ δὲ κεκακωμένοι εἰσίν, ὕφεσιν δέξονται τὰ εἰρημένα καὶ τῇ τούτων προφάσει λυπηθήσονται. εἰ δὲ ἡ Σελήνη καθυπερτερεῖ αὐτὸν καὶ ὑπάρχουσιν ἀκάκω τοι, ἐπαινεθήσονται παρὰ πολλῶν καὶ τιμηθήσονται παρὰ ἀρχόντων καὶ ἰδιωτῶν· εἰ δὲ κεκακωμένοι εἰσίν, ἐλλείψουσι τὰ εἰρημένα καὶ ἔριδας ὑποστήσονται καὶ δόξης καὶ πλού του ἐλάττωσιν καὶ ἁμαρτήσονται περὶ τῆς ἰδίας οἰκονο μίας. εἰ δὲ ἐφορᾷ τοῦτον ἡ Σελήνη ἀπὸ διαμέτρου ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, εἰ δὲ ἡ Σελήνη ἐλαττόνων μοιρῶν, ἐν ἐκείνῳ τῷ ἔτει προστεθήσε ται ἡ δόξα αὐτοῦ καὶ ἐπικτήσεται πλοῦτον καὶ εὐφρανθή σεται ἐπὶ συγγενέσι καὶ τέκνοις καὶ ὁμιλήσει βασιλεῦσι καὶ ἄρχουσι καὶ ἐν εὐεξίᾳ ἔσται καὶ οἴησιν ἕξει περὶ αὐτοῦ καὶ τῷ οἰκείῳ λογισμῷ ἀρκεσθήσεται μὴ συμβουλευόμενος ἑτέρῳ· εἰ δὲ καὶ ἀποδημήσει, ὑποστρέψει· εἰ δὲ κεκακω μένοι ὦσιν ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχει ἡ Σελήνη πλειόνων μοιρῶν, ἐλάττωσιν ὑποστήσεται πλούτου καὶ λυπηθήσεται διὰ διαφόρους αἰτίας καὶ μάλιστα κατὰ τὴν τοῦ χρόνου ἀρχήν.
Περὶ δὲ τοῦ συσχηματισμοῦ τοῦ Κρόνου πρὸς αὐτὸν προείπομεν ἐν οἷς διεξήλθομεν περὶ τῆς τοῦ Κρόνου δια θέσεως. καὶ αὗται μέν εἰσιν αἱ τοῦ Διὸς σημασίαι ὅτε ἀγα θύνεται καὶ συνοδεύουσιν αὐτῷ ἢ συσχηματίζονται ἀστέ ρες ἀγαθοποιοὶ ἢ ὅτε κακύνεται καὶ συνοδεύουσι τούτῳ ἢ ἐφορῶσιν ἀστέρες κακοποιοί. εἰ δὲ ἀγαθυνόμενος ὁ Ζεὺς ἐφορᾶται ὑπὸ ἀστέρος κακοποιοῦ ἢ κακυνόμενος συσχη ματίζεται ἀστέρι ἀγαθοποιῷ, τὰ αὐτὰ σημαίνει οἷα καὶ ἐπὶ τοῦ Κρόνου προείπομεν.

Ἔννατον. Περὶ τῆς σημασίας τοῦ Διὸς χρονο κράτορος ὄντος κατὰ τὴν ἐν τοῖς τόποις αὐτοῦ πάροδον
Ὅτε ὑπάρχει χρονοκράτωρ ὁ Ζεὺς καὶ ᾖ κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀκάκωτος καὶ ἐν ἰδίῳ οἴκῳ ἢ ἐν ᾧ ἔχει λόγον καὶ ὑπάρχει ἐν ἑνὶ τῶν τεσσάρων κέντρων εἴτε τῶν κατὰ πῆξιν εἴτε τῶν κατὰ πάροδον τῆς ἐναλλα γῆς εἴτε τῶν κατὰ τὸν ὡροσκόπον τῆς ἐναλλαγῆς, ἔσται περίφημος ἐν ἐκείνῳ τῷ ἔτει καὶ προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἡ ἀξία καὶ ὁ πλοῦτος. καὶ εἰ μέν ἐστιν ἐν τῷ μεσουρανίσματι, ἔσονται τὰ τοιαῦτα προφάσει μεγιστάνων· εἰ δὲ ἐν τῷ ὡροσκόπῳ, ἐξ ἰδίας κινήσεως καὶ ἀγῶνος καὶ οἰκείου ἔργου· εἰ δὲ ἐν τῷ δύνοντι, ἔσται τὰ τοιαῦτα προφάσει γυναικῶν καὶ ἐναντίων· εἰ δὲ ἐν τῷ ὑπογείῳ, προφάσει γονέων καὶ συγγενῶν καὶ ἐγγαίων καὶ οἰκημά των. εἰ δὲ ἐν τοῖς τοιούτοις τόποις ὑπάρχει κεκακωμένος ἢ ἀναποδίζων, δηλοῖ δόξης ὕφεσιν καὶ διαφθορὰν πλούτου καὶ ἀμέλειαν αὐτοῦ περὶ τὰς ἐπικτήσεις· λυπηθήσεται δὲ κατὰ τὴν σημασίαν τοῦ κέντρου ἐν ᾧ ἐστιν. Εἰ δὲ ὁ Ζεὺς χρονοκράτωρ ὢν καὶ ἐν τοῖς δυσὶ καιροῖς ἀκάκωτος ὑπάρχει ἐν τῷ ια, ἐν ἐκείνῳ τῷ χρόνῳ ἔσται εὐβίωτος καὶ ἐν ἀνέσει πάσῃ καὶ παρὰ πολλῶν ἐπαινε θήσεται καὶ ὠφεληθήσονται οἱ φίλοι αὐτοῦ δι αὐτοῦ· εἰ δὲ κεκακωμένος ἐστίν, ἔσται πολύφροντις καὶ κακοϋπόληπτος, μὴ ποιῶν ἔργον ὠφέλιμον· λυπηθήσεται δὲ καὶ διὰ φίλους καὶ διά τινας ἐλπίδας. Εἰ δὲ ὁ Ζεὺς χρονοκράτωρ ὢν ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ε ἀκάκωτος, τέκνων εὐμοιρήσει γονῆς εἴπερ ἡ καταρχὴ ἐδήλου τέκνων γένεσιν· καὶ εὐφραν θήσεται ἐπὶ τέκνοις εἴ γε ἔχει τέκνα· εἰ δὲ κεκακω μένος ἐστί, λυπηθήσεται διὰ τέκνα καί τινας πρεσβείας καὶ δεξιώματα. Εἰ δὲ ὁ Ζεὺς χρονοκράτωρ ὢν ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει ἐν τῷ θ ἢ τῷ τρίτῳ ἀκάκωτος, ἐπαινεθήσεται τῷ ἔτει ἐκείνῳ ἐπ εὐσεβείᾳ καί τινα ποιήσεται ἀποδημίαν ἕνεκε τῆς πρὸς Θεὸν θρησκείας καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ εὐφρανθήσεται ἐπ ἀδελφοῖς καὶ ἐπὶ φήμαις τισίν· εἰ δὲ κεκακωμένος ἐστίν, ἔσται κενόδοξος ἐν ἐκείνῳ τῷ ἔτει καὶ φήμας δέξεται ἐναντίας καὶ βλάβας καὶ λύπας δέξεται προφάσει ἀδελφῶν καὶ καταφρονήσει τῆς ἰδίας πίστεως καὶ ἐνδοιάσει περὶ αὐτῆς· εἰ δὲ καὶ ἀποδημήσει, πράγμασιν ἀπευκταίοις συναντήσει. Εἰ δὲ ὁ Ζεὺς ἀκάκωτος ὢν ὑπάρχει ἐν τοῖς δυσὶ και ροῖς ἐν τῷ β ἢ τῷ η τόπῳ ἀργίαν καὶ σχολὴν δηλοῖ, πλὴν τεύξεται ὠφελειῶν τινων ἄνευ ζητήσεως καὶ χωρὶς ἀγῶνος ἢ προφάσει νεκρῶν· εἰ δὲ κεκακωμένος ἐστίν, δη λοῖ ἐξόδους πολλὰς ἀπροαιρέτους καὶ λύπας καὶ ἔριδας προφάσει ἐπικτήσεως πλούτου. Εἰ δὲ ὁ Ζεὺς χρονοκράτωρ ὢν ὑπάρχει ἐν τοῖς δυσὶ και ροῖς ἐν τῷ ἢ τῷ ιβ τόπῳ ἀκάκωτος, ἐπαινεθήσεται παρά τινος εὐτελοῦς καὶ συρφετώδους ὄχλου καὶ ὠφελη θήσεται δι ἐναποκλείστων καὶ εἰρηνεύσει μετὰ οἰκείων ἐχθρῶν· εἰ δὲ κεκακωμένος ὑπάρχει ἐν τοῖς δυσὶ τόποις τούτοις, νόσους ὑποστήσεται πνευματώδεις καὶ ἑτέρας τινὰς καὶ λύπας ἕνεκεν ἐχθρῶν καὶ φυλακήν. Εἰ δὲ ὁ Ζεὺς κατὰ πῆξιν ἔν τινι τόπῳ ὢν τύχῃ ἐν ἑτέρῳ τόπῳ κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς εἴτε τὴν αὐτὴν διά θεσιν ἔχων τῇ κατὰ πῆξιν διαθέσει ἢ καὶ ἑτεροῖαν, δεῖ σε σύγκρασιν ποιήσασθαι τῶν διαθέσεων αὐτοῦ τῶν ἐν τοῖς δυσὶ καιροῖς καθὼς προείπομεν ἐν τῷ περὶ τοῦ Κρόνου λόγῳ καὶ κατὰ [πῆξιν] ταύτην ἀποφήνασθαι. εἰ δὲ ὁ Ζεὺς χρονοκράτωρ ὢν ὑπάρχει μάλιστα κατὰ τὸν τῆς ἐναλλαγῆς καιρὸν ἐν τοῖς τέσσαρσι τόποις τοῖς ἀσυνδέτοις τῷ ὡροσκόπῳ, ἐν ἐκείνῳ τῷ ἔτει ὁ τὴν ἐναλλαγὴν ἔχων ἄδοξος ἔσται καὶ οὐ προστεθήσεται αὐτῷ ὠφέλεια καὶ πολλοὶ τῶν φίλων αὐτοῦ καὶ γνωρίμων περιφρονήσουσιν αὐτόν· καταγενήσεται δὲ καὶ περί τινα ἀλυσιτελῆ αὐτῷ πράγματα· τῶν δὲ ὠφελίμων μικρὸν ἢ μηδαμινὸν ποιήσεται λόγον· εἰ δὲ κεκακωμένος ἐστὶν ἐν τοῖς τοιού τοις τόποις, ὑποστήσεται λύπας τῇ τῶν τοιούτων προφάσει.

Δέκατον. Περὶ τῆς σημασίας τοῦ Ἄρεως ὅτε χρονοκράτωρ ἐστὶ καὶ ἀκάκωτοσ
Ὅτε ἐστὶ χρονοκράτωρ ὁ Ἄρης καὶ ὑπάρχει κατά τε πῆξιν καὶ κατὰ πάροδον ἐν τῷ οἰκείῳ φωτὶ προποδίζων καὶ προσθετικὸς τοῖς ἀριθμοῖς καὶ ἐν ἀγαθοῖς τόποις καὶ ἐν οἰκείᾳ αἱρέσει καὶ ἐν ζῳδίῳ ἐν ᾧ ἔχει λόγον, ποιεῖ τὸν ἔχοντα τὴν ἐναλλαγὴν ἐνδύναμον τὴν ψυχὴν καὶ ἀποτρέπει πάντα ὄκνον καὶ ῥαθυμίαν καὶ λύπην, καὶ ἀγχίνους ἔσται καὶ εὐεπίβουλος καὶ πρόθυμος περὶ τὰ ἔργα καὶ ἀνυστικὸς πραγμάτων διαφόρων καὶ δραστήριος ἐν τοῖς ἔργοις καὶ ἀγωνιστικὸς περὶ τὰς ἐπικτήσεις καὶ τεύξεται τῶν ἐπι ζητουμένων παρὰ τῶν ἐξουσιαστῶν καὶ ἔνδοξος ἔσται παρὰ τοὺς κατ αὐτὸν καὶ μεγάλας ὠφεληθήσεται ὠφελείας ἐξ ὧν διαπράττεται καὶ ἡ ἀπόβασις τῶν κατ αὐτὸν πραγμά των ἔσται ἀγαθή. εἰ δὲ ἀκάκωτος ὢν ὁ Ἄρης ἐν ἀλλοτρίῳ ὑπάρχει ζῳδίῳ ἔσται ἡ ὠφέλεια αὐτοῦ παρὰ ἐπηλύδων καὶ ξένων· εἰ δὲ ἐν οἰκείῳ ζῳδίῳ ὑπάρχει, γενήσεται ἡ ὠφέ λεια παρὰ φίλων καὶ γνωρίμων. καὶ εἰ ἔστιν ἐν ἀνθρω ποειδεῖ ζῳδίῳ, ἐπικτήσεται παρὰ ἀνθρώπων φιλίας καὶ εὐφροσύνην καὶ ὠφεληθήσεται δι αὐτῶν καὶ ἐπαινεθή σεται· καὶ εἰ ἔστιν ἐν ὑδατώδει ζῳδίῳ, ἔσται ἡ ὠφέλεια προφάσει ὑδάτων καὶ ὑγρῶν· καὶ τοιουτοτρόπως στοχά ζου καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων. πρόσεχε δὲ καὶ ταῖς ἀκ τινοβολίαις καὶ τοῖς κλήροις καὶ τοῖς δωδεκατημορίοις οἷς συνοδεύει ὁ Ἄρης ἢ συσχηματίζεται ἐν τοῖς δυσὶ καιροῖς σχήμασι συμφώνοις καὶ φίλοις καὶ ποίαν σημασίαν ἔχουσιν οἱ κύριοι αὐτῶν· καὶ κατ ἐκεῖνο τὸ εἶδος ἀποφαίνου τὴν ὠφέλειαν. Εἰ δέ ἐστιν ὁ Ἄρης χρονοκράτωρ καὶ ὑπάρχει ἅμα τῷ Διῒ ἀκάκωτος κατά τε πῆξιν καὶ κατὰ πάροδον ἢ συσχη ματίζεται τούτῳ ἀπὸ τριγώνου ἢ ἑξαγώνου, ὑπάρχει δὲ ὁ τὴν ἐναλλαγὴν ἔχων ἐκ τῶν πολυχρονίων τὴν εὐτυχίαν, προστεθήσεται ἡ εὐτυχία αὐτοῦ καὶ ἡ δόξα καὶ οἱ ὑπ ήκοοι καὶ οἱ ὑποχείριοι καὶ οἱ ὀπαδοὶ καὶ ὁ στρατὸς καὶ ὁδηγήσει στρατεύματα καὶ ἄρξει ἀνθρώπων πολλῶν καὶ ὑποταγήσονται αὐτῷ οἱ ἐχθροὶ αὐτοῦ· εἰ δέ ἐστιν ὁ Ἄρης ἐν τῷ Κριῷ ἢ ἐν τῷ Αἰγοκέρωτι, ἄρξει τῶν ἐχθρῶν αὐτοῦ καὶ προστεθήσεται ἡ δύναμις αὐτοῦ καὶ ἡ συμμαχία καὶ τὰ ὑποζύγια καὶ τὰ ὅπλα καὶ πάντα ὅσα ὁ Ἄρης δηλοῖ. εἰ δέ ἐστιν ὁ τὴν ἐναλλαγὴν ἔχων τῆς μέσης τύχης καὶ ὧν ὁ κατὰ πῆξιν ὡροσκόπος οὐ δηλοῖ τηλικαύτας εὐτυχίας, φιλιωθήσεταί τισιν ἐνδόξοις καὶ περιφανέσι καὶ στρατηγοῖς καὶ στρατιωτικοῖς μεγάλοις προσώποις καὶ ὠφεληθήσεται δι αὐτῶν· εἰ δὲ τῆς κάτω ἐστὶ τύχης, τεύξεται ὠφελείας παρὰ στρατιωτικῶν προσώπων καὶ παρὰ τῶν μετερχο μένων [παρὰ] τὰς ἀρεϊκὰς τέχνας. ἐπισκέπτου καὶ τὸ ζῴδιον ἐν ᾧ ἐστιν ὁ Ἄρης κατά τε πῆξιν καὶ κατὰ πάροδον εἴτε τῶν βασιλικῶν ζῳδίων ἐστὶν εἴτε τῶν τῆς μέσης τύχης εἴτε τῶν εὐτελῶν, καὶ ποίει σύγκρασιν αὐτοῦ τε καὶ τῆς φύσεως τοῦ ζῳδίου. Εἰ δὲ ὁ Ἥλιος ἐφορᾷ τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἡ εὐτυχία καὶ ὁ πλοῦτος· γάμῳ προσομιλήσει καὶ τέκνων τεύξεται καὶ προσθήκην δόξης ἐπικτήσεται παρὰ ἐξουσιαστῶν καὶ μεγιστάνων καὶ στρατιωτῶν καὶ στρατηγῶν καὶ παρὰ πολλῶν ἐπαινε θήσεται. Εἰ δὲ ἡ Ἀφροδίτη ἐφορᾷ τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, ὑπάρχει δὲ καὶ ὁ κύριος τοῦ κλήρου τοῦ γάμου ἐν τῷ ζ συσχηματιζόμενος ἀγαθοποιοῖς, προστεθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ αἱ ὠφέλειαι καὶ γάμῳ συναφθήσεται καὶ ἐνηδυνθήσεται τῇ τῶν γυναικῶν ὁμιλίᾳ καὶ τῇ τούτων συνουσίᾳ καὶ εὐφρανθήσεται ἐπ αὐταῖς καὶ ὠφεληθήσεται δι αὐτῶν καί τισι συνουσιάσει κρύφα καὶ προσθήκην δέξονται τὰ τέκνα αὐτῶν ὡσαύτως καὶ ὁ ἱματισμ[εν]ὸς καὶ φιλιωθήσεται ἄρχουσι καὶ ἐξουσιασταῖς καὶ γυναιξίν· εἰ δὲ ὁ Ἄρης καὶ ἡ Ἀφροδίτη εἰσὶν ἐν ζῳδίῳ ἐν ᾧ ἔχουσι λόγον, ἔσται ταῦτα προφάσει τῆς γυναικὸς αὐτοῦ ἢ τῶν γνωρίμων αὐτοῦ· εἰ ἐν ἀλλοτρίῳ ζῳδίῳ εἰσίν, ἔσται ταῦτα ἐν ἀλλοτρίᾳ γῇ καὶ διὰ ξένων προσώπων. Εἰ δὲ ὁ Ἑρμῆς θεωρήσει τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὦσιν ἀμφότεροι ἀκάκωτοι, προστεθήσεται ἡ εὐφυΐα καὶ ἡ ἀγχίνοια τοῦ τὴν ἐναλλα γὴν ἔχοντος καὶ ἀγωνιστικός ἐστι περὶ τὰ πρακτέα καὶ ταχυκίνητος περὶ τὰ πράγματα καὶ ἐπαινούμενος καὶ προστεθήσεται ἡ λογιότης αὐτοῦ καὶ ἡ παίδευσις καὶ ἡ γνῶσις καὶ ἡ κατανόησις. Καὶ ἐὰν ἐπιθεωρήσῃ τοῦτον ἡ Σελήνη ἐν τοῖς δυσὶ και ροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω ἀκά κωτοι, ᾖ δὲ καὶ ἡ ἐναλλαγὴ νυκτερινὴ καὶ ἡ Σελήνη λειψιφωτοῦσα, σημαίνει ἐπίκτησιν ἀγαθῶν καὶ ὠφελείας καὶ εὐόδωσιν ἐν ταῖς ἀνὰ χεῖρα δουλείαις καὶ εὐφροσύνην ἐφ οἷς μεταχειρίζεται πράγμασι. τῆς δὲ συνοδίας τῶν ἀστέρων πρὸς αὐτὸν καὶ τῶν λοιπῶν σχματισμῶν οὐκ ἐμνήσθη διὰ τὸ ἐναντίον δηλοῦν, τοῦ προκειμένου σκόπου ὄντος περὶ σχημάτων ἀγαθῶν.

nooriya blogger facebook pinterest