Νερτερίη χθονίη τε καὶ οὐρανίη μολὲ Βομβώ, εἰνοδίη, τριοδῖτι, φαεσφόρε, νυκτερόφοιτε, ἐχθρὴ μὲν φωτός, νυκτὸς δὲ φίλη καὶ ἑταίρη, χαίρουσα σκυλάκων ὑλακῇ τε καὶ αἵματι φοινῷ, ἐν νέκυσιν στείχουσα κατ' ἠρία τεθνηώτων, αἵματος ἱμείρουσα, φόβον θνητοῖσι φέρουσα, Γοργὼ καὶ Μορμὼ καὶ Μήνη καὶ πολύμορφε, ἔλθοις εὐάντητος ἐφ' ἡμετέρῃσι θυηλαῖς.
 

Τίς μορφὰς ζώων ἔπλασεν; τίς δ' εὗρε κελεύθους; τίς καρπῶν γενέτης;
τίς δ' οὔρεα ὑψόσ' ἐγείρει; τίς δ' ἀνέμους ἐκέλευσεν ἔχειν ἐνιαύσια ἔργα;
τίς δ' Αἰὼν Αἰῶνα τρέφων Αἰῶσιν ἀνάσσει;
εἷς θεὸς ἀθάνατος· πάντων γενέτωρ σὺ πέφυκας
καὶ πᾶσιν ψυχὰς σὺ νέμεις καὶ πάντα κρατύνεις,
Αἰώνων βασιλεῦ καὶ κύριε, ὅν τε τρέμουσιν
οὔρεα σὺν πεδίοις, πηγῶν ποταμῶν τε ῥέεθρα
καὶ βῆσσαι γαίης καὶ πνεύματα, πάντα τὰ φύντα·
οὐρανὸς ὑψιφαής σε τρέμει καὶ πᾶσα θάλασσα,
κύριε παντοκράτωρ, ἅγιε καὶ δέσποτα πάντων·
σῇ δυνάμει στοιχεῖα πέλει καὶ φύεθ' ἅπαντα
'ἠελίου μήνης τε δρόμος νυκτός τε καὶ ἠοῦσ(
ἀέρι καὶ γαίᾳ καὶ ὕδατι καὶ πυρὸς ἀτμῷ.
Δεῦρο σύ, παντὸς κτίστα, θεῶν θεέ, κοίρανε παντόσ,
Πάν, ὁ διαστήσας τὸν κόσμον 'τῷ σεαυτῷ( πνεύματι θείῳ.
πρῶτος δ' ἐξεφάνης ἐκ πρωτογόνου, Μελιοῦχε,
ὕδατος ἐκ βιαίου ὁ τὰ πάντα κτίσσας· ἄβυσσον,
γαῖαν, πῦρ, ὕδωρ τε καὶ ἀέρα καὶ πάλιν αἶθραν
καὶ ποταμοὺσ κελάδοντασ· ὑσγινοιδὴσ δὲ σελήνη,
ἀστέρες ἀέριοι, ἐῶοι, περιδινοπλανῆται
αὐταῖς σαῖς βουλαῖς σοι δουρυφοροῦσιν ἅπαντα.
 Χαῖρε δράκων, ἀκμαῖε 'δε( λέων, Φύσι καὶ πυρὸς ἀρχή,
χαῖρε δὲ λεῦκον ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον
καὶ χρυσοῦ κυαμῶνος ἀναθρῴσκων μελίλωτον
καὶ καθαρῶν στομάτων ἀφρὸν ἥμερον ἐξαναβλύζων,
κάνθαρε, κύκλον ἄγων σπορίμου πυρός, αὐτογένεθλε,
ὅστε δισύλλαβος εἶ, ΑΗ, καὶ πρωτοφανὴς εἶ·
νεῦσον ἐμοί, λίτομαι, ὅτι σύμβολα μυστικὰ φράζω,
ἱλαθί μοι, προπάτωρ, καί μοι σθένος αὐτὸς ὀπάζοις.
Ἀεροφοιτήτων ἀνέμων ἐποχούμενος αὔραις,
Ἥλιε χρυσοκόμα, διέπων φλογὸς ἀκάματον πῦρ,
αἰθερίοισι τρίβοισι μέγαν πόλον ἀμφιελίσσων,
γεννῶν αὐτὸς ἅπαντα ἅπερ πάλιν ἐξαναλύεις·
ἐκ σοῦ γὰρ στοιχεῖα τεταγμένα σοῖσι νόμοισι
κόσμον ἅπαντα τρέφουσι τετράτροπον εἰς ἐνιαυτόν.
κλῦθι, μάκαρ, κλῄζω σε, τὸν οὐρανοῦ ἡγεμονῆα
γαίης τε χάεός τε καὶ Ἄιδος, ἔνθα νέμονται
δαίμονες ἀνθρώπων οἱ πρὶν φάος εἰσορόωντες.
καὶ δὴ νῦν λίτομαι 'σε(, μάκαρ ἄφθιτε, δέσποτα κόσμου·
ἢν γαίης κευθμῶνα μόλῃς νεκύων ἐνὶ χώρῳ,
πέμψον δαίμονα τοῦτον ἐμοὶ μεσάταισιν ἐν ὥραις
νυκτὸς ἐλευσόμενον προστάγμασι σῆς ὑπ' ἀνάγκης,
οὗπερ ἀπὸ σκήνους κατέχω τόδε, καὶ φρασάτω μοι
ὅσσα θέλω γνώμῃσιν, ἀληθείην καταλέξας,
πραύς, μειλίχιος, μηδ' ἀντία μοι φρονέοιτο.
μηδὲ σὺ μηνίσῃς ἐπ' ἐμαῖς ἱεραῖς ἐπαοιδαῖς·
ταῦτα γὰρ αὐτὸς ἔταξας ἐν ἀνθρώποισι δαῆναι
νήματα Μοιράων ταῖς σαῖς ὑποθημοσύνῃσιν·
ἀλλὰ φύλαξον ἅπαν 'μου( δέμας ἄρκιον ἐς φάος ἐλθεῖν,
καί μοι μηνυσάτω 'ὁ δεῖνα( τὸ τίσ ἢ πόθεν, ἢ δύναται 'μοι( τί
νῦν ἐς ὑπηρεσίαν, καὶ τὸν χρόνον ὃν παρεδρεύει.
κλῄζω δ' οὔνομα σὸν ὡρῶν Μοίραις ἰσάριθμον,
αχαιφωθωθωαιηιαηαιιαηαιηιαωθωθωφιαχα·
ἱλαθί μοι, προπάτωρ, κόσμου θάλος, αὐτολόχευτε,
πυρφόρε, χρυσοφαῆ, φαεσίμβροτε, δέσποτα κόσμου,
δαῖμον ἀκοιμήτου πυρὸς, ἄφθιτε, χρυσεόκυκλε,
φέγγος ἀπ' ἀκτίνων καθαρὸν πέμπων ἐπὶ γαῖαν.
 Ἥσυχον ἐν στόμασιν πάντες κατερύκετε φωνήν,
αἰθέρος ἀμφίδρομοι σιγὴν ὄρνιθες ἔχοιτε,
σκιρτῶντες δελφῖνες ὑπὲρ ἁλίοιο παύεσθε,
μείνατέ μοι ποταμῶν τε ῥοαὶ καὶ νάματ' ἀναύρων,
οἰωνοὶ πτηνοὶ νῦν στήσατε πάντες ὑπ' αἴθραν,
ἑρπετὰ φωλειοῖσι βοὴν ἀίοντα φοβεῖσθε,
δαίμονες ἐν φθιμένοις σιγὴν τρομέοντες ἔχοιτε·
ἀρρήτοις ἔπεσιν κόσμοσ ξεινίζεται αὐτός.
ὦ βασιλεῦ κόσμου γενέτωρ, ἐμοὶ ἵλαος ἔλθοις,
κάνθαρε, χρυσοκόμην κλῄζω θεὸν ἀθάνατόν σε,
κάνθαρε, πᾶσι θεοῖσι καὶ ἀνθρώποις μέγα θαῦμα,
ἵλαθι, δέσποτ' ἔχων ἐπὶ σοὶ φλόγινον πυρὸς ἀτμόν,
δέσποτα ἀντολίησ, Τίταν, πυρόεις ἀνατείλας·
κλῄζω πρῶτον τὸν Διὸς ἄγγελον, θεῖον Ἰάω,
καί σε τὸν οὐράνιον κόσμον κατέχοντα, Ῥαφαήλ,
ἀντολίῃς χαίρων, θεὸς ἵλαος ἔσσο, Ἀβρασάξ,
καί σε, μέγιστε καὶ αἰθέριε, κλῄζω 'αρωγον σου( σε Μιχαήλ,
καὶ σώζοντα βίουσ ἰδίων, Διὸσ ὄμμα τέλειον,
καὶ φύσιν ἀέξοντα καὶ ἐκ φύσεως φύσιν αὖθις,
καὶ κλῄζω ἀθανάτων σεσενγενβαρφαραγγης
παντοκράτωρ θεὸς ἔσσι, σὺ δ', ἀθάνατ', ἔσσι μέγιστος.
ἱκνοῦμαι νῦν λάμψον, ἄναξ κόσμοιο Σαβαώθ,
ὃς δύσιν ἀντολίῃσιν ἐπισκεπάζεις, Ἀδωναί,
κόσμος ἐὼν κόσμον μόνος ἀθανάτων ἐφοδεύεις,
αὐτομαθής, ἀδίδακτος, μέσον τὸν κόσμον ἐλαύνων
τῆσ νυκτὸς καιροὺς ἰδὲ ἠοῦς, Ἀκραμμαχάρι
κακρων ἐπιθύματα δάφνησ
καὶ Στυγὸς ἀδμήτοιο πύλας καὶ ἠέρα λυγρόν
 ὁρκίζω σε, σφραγῖδα θεοῦ, ὃν πάντες Ὀλύμπου
ἀθάνατοι φρίσσουσι !!! καὶ δαίμονες ἔξοχ' ἄριστοι
καὶ πέλαγος σιγᾷ καὶ στέλλεται ὁππότ' ἀκούει.
 

Υμνος στην Εκάτη
Νερτερίη χθονίη τε καὶ οὐρανίη μολὲ Βομβώ,
εἰνοδίη, τριοδῖτι, φαεσφόρε, νυκτερόφοιτε,
ἐχθρὴ μὲν φωτός, νυκτὸς δὲ φίλη καὶ ἑταίρη,
χαίρουσα σκυλάκων ὑλακῇ τε καὶ αἵματι φοινῷ,
ἐν νέκυσιν στείχουσα κατ' ἠρία τεθνηώτων,
αἵματος ἱμείρουσα, φόβον θνητοῖσι φέρουσα,
Γοργὼ καὶ Μορμὼ καὶ Μήνη καὶ πολύμορφε,
ἔλθοις εὐάντητος ἐφ' ἡμετέρῃσι θυηλαῖς.

Κραταιὲ Τυφών, τῆς ἄνω σκηπτουχίας
σκηπτοῦχε καὶ δυνάστα, θεὲ θεῶν, ἄναξ,
γνοφεντινάκτα, βρονταγωγέ, λαιλαφέτη,
νυκταστραπῆτα, ψυχροθερμοφύσησε,
πετρεντινάκτα, τειχοσεισμοποίησε,
κοχλαζοκύμων, βυθοταραξοκίνησε·
ἐγὼ 'ειμι( ὁ σὺν σοὶ τὴν ὅλην οἰκουμένην
ἀνασκαλεύσας καὶ ἐξευρὼν τὸν μέγαν
Ὄσιριν, ὅν σοι δέσμιον προσήνεγκα,
ἐγὼ 'ειμι( ὁ σὺν σοὶ συμμαχήσας τοῖς θεοῖς,
ἐγὼ 'ειμι( ὁ κλείσας οὐρανοῦ δισσὰς πτύχας
καὶ κοιμίσας δράκοντα τὸν ἀθεώρητον,
στήσας θάλασσαν, ῥεῖθρα, ποταμῶν νάματα,
ἄχρις 'ου( κυριεύσῃς τῆσδε τῆς σκηπτουχίας,
ὁ σὸς στρατιώτης ὑπὸ θεῶν νενίκημαι,
πρηνὴς ῥέριμμαι μηνίδος εἵνεκεν κενῆς·
ἔγειρον, ἱκετῶ, τὸν σόν, ἱκνοῦμαι, φίλον
καὶ μή με ῥίψῃς χθονοριφῆ, ἄναξ θεῶν.
δυνάμωσον, ἱκετῶ, δὸς δέ μοι ταύτην χάριν,
ἵν' ὅταν τινα αὐτῶν τῶν θεῶν φράσω μολεῖν
ἐμαῖς ἀοιδαῖς, θᾶττον ὀφθῇ μοι μολών.
 

 Σὲ καλέω τὸν πρῶτα θεῶν οργιλον διέποντα,
σὲ τὸν ἐπουρανίων σκῆπτρον βασίλειον ἔχοντα,
σὲ τὸν ἄνω μεσεύοντ' 'ων( ἄστρων Τυφῶνα δυνάστην,
σὲ καλέω τὸν ἐπὶ 'τῷ( στερεώματι δεινὸν ἄνακτα,
σὲ τὸν παμφοβερόν, 'καὶ( τρομερὸν καὶ φρικτὸν ἐόντα,
σὲ τὸν δηλον ἀμήχανον, μισοπόνηρον,
σὲ καλέω, Τυφών, ὥραις ἀνόμοις ἀμετρήτοις,
σὲ τὸν ἐπ' ἀσβέστῳ βεβηκότα πυρὶ λιγείῳ,
σὲ τὸν ἄνω χιόνων τε κάτω τε πάγους σκοτεεινοῦ,
σὲ τὸν ἐπευκταίων Μοιρῶν βασίλειον ἔχοντα
κλῄζω, παντοκράτωρ, ἵνα μοι ποιῇς ἅ σ' ἐρωτῶ
κεὐθὺς ἐπινεύσῃς μοι ἐπιτρέψῃς τε γενέσθαι.
 

Ἑρμῆ κοσμοκρ,άτωρ, ἐγκάρδιε, κύκλε σελήνης,,
στρογγύλε καὶ τ,ετράγωνε, λόγων ἀρχηγέτα γλώσσης,,
πειθοδικαιόσυνε,, χλαμυδηφόρε, πτηνοπέδιλε.,
παμφώνου γ,λώσσης μεδέων
εισπνοιη γὰρ
παρων προει
ντυτθῷ χρόνῳ 
ὅταν πάλι μόρσιμον ἦμαρ ἐπέλθῃ
.... χρησμόν τιν' ἀληθέα ... πεμπ
μοιρῶν τε κλωσ,τὴρ σὺ λέγῃ καὶ θεῖος ὄνειροσ,
αστος, ἅπερ φε
αν ἐπικρίνοιο 
ἐσθλὰ μὲν ἐσθλοῖσιν παρέχεις, ἀνόμοισι δὲ λυγρά.
σοὶ δ' ἠὼς ἀνέτειλε, θοὴ δ' ἐπελάσσατό σοι νύξ,
στοιχείων σὺ κρατεῖς, πυρός, ἀέρος, ὕδατος, αἴης·
ἡνία, πηδαλιοῦχος ἔφυς κόσμοιο ἅπαντος.
ὧν δ' ἐθέλεις ψυχὰς προάγεις, τοὺς δ' αὖτε καλύπτεις·
κόσμος γὰρ κόσμου γεγαὼς κόσμον σὺ κρατύνεις·
σὺ γὰρ καὶ νούσους μερόπων πάσας θεραπεύεις,
ἡμερινοὺς καὶ νυκτερινοὺς χρησμοὺς ἐπιπέμπων·,
καί μοι εὐχομένῳ τὴν σὴν μορφὴν ἐπίδειξαι
ἀνθρώπῳ ὁσίῳ, ἱκέτῃ καὶ σῷ στρατιώτῃ,
καὶ σὴν μαντοσύνην νημερτέα ...
 

Χαῖρ' ἱερὸν φῶς, ταρταροῦχε, φωτοπλήξ,
χαῖρ' ἱερὰ αὐγὴ ἐκ σκότους εἰλημμένη,
ἀναστατοῦσα πάντα βουλαῖς ἀστόχοις.
καλέσω κἀκούσῃ μου τῶν ἱερῶν λόγων
φρικτῆς ἀνάγκης σοι παντόθ' ὑπεστρωμένης·
δεθεῖσα τρίς, λύθητι, ἐλθέ, βρίμασον
τὸν δεῖνα· Κλωθὼ γὰρ ἐπικλώσει σοι λίνα.
νεῦσον μάκαιρα, πρὶν στυγνήν σε καταλάβω,
πρὶν τοὺς ξιφήρεις ἀναλάβῃς σου κονδύλους,
πρὶν ἠδὲ λυσσῇς, ἰσοπαρθένος κύων.
τὸ δεῖνα ποιήσεις, κἂν θέλῃς κἂν μὴ θέλῃς,
ὅτι οἶδά σου τὰ φῶτα πρὸσ στιγμῆς μέτρον
καὶ τῶν καλῶν σου μυσταγωγὸς πραγμάτων
ὑπουργόσ εἰμι καὶ συνίστωρ, παρθένε.
ὃ δεῖ γενέσθαι, τοῦτ' οὐκ ἔξεστιν φυγεῖν,
τὸ δεῖνα ποιήσεις, κἂν θέλῃς κἂν μὴ θέλῃς.
ἐνεύχομαί σοι τήνδε νύκτα κυρίαν,
ἐν ᾗ τὸ σὸν φῶς ὕστατον χωρίζεται,
ἐν ᾗ κύων κέχηνε κοὐ κλείει στόμα,
ἐν ᾗ τὸ κλεῖθρον ἠνέῳχε ταρτάρου,
ἐν ᾗ προλυσσᾷ Κέρβερος κεραύνοπλος.
ἔγειρε σεαυτήν, ἡλιωτίδος τροφοῦ
χρῄζουσα Μήνη, νερτέρων ἐπίσκοπε,
ἐνεύχομαί σοι, ξενη δ αυγη, παρθένε,
ἐνεύχομαί σοι, δαιδάλη καὶ πειθόη,
ολκιτι λοφαιη φασγανων θυμαντρια
παιωνια προθμηεισδαυγη πολυκλειτη
νυσσα ποδαρκη αλκιμη πορφυρεη
σκοτειη Βριμω αμβροτε επηκοε
Περσια νομαιε Αλκυονη χρυσοστεφη
πρεσβειρα φαεννω πελαγιη ειδωνη
ινδαλιμη δειχτειρα βαριδουχε ευστοχε
αυτοφυης μιτριη ανδρειη στρατηλατι
Δωδωνιη Ιδαια νεοπενθης λυκω
στηλιτι ουλοη αρκιη χαροπη οξυβοη
Θασια Μηνη πηματ', ηγκαλισμενη
ακτινας, η σωτειρα παγγαιη κυων
Κλωθαιη πανδωτειρα δολιχη κυδιμη
ανασσα αρηγε αγλαη ευρυστοχε
αιζηιη αγια ημερη αφθιτε
λιγεια λιπαροπλοκαμε θαλια ζαθεη
χρυσωπι τερψιμβροτε Μινωα λοχιας
Θηβαια τλητη δολοεσσα ατασθαλη
ἀκτινοχαῖτι, ἰοχέαιρα, παρθένε,
δόλου γέμουσα καὶ φόβου σωτηρίη.
ἦ σ' οἶδα, πάντων ὡς μάγων ἀρχηγέτης,
Ἑρμῆς ὁ πρέσβυς, Ἴσιδος πατὴρ ἐγώ.
ἄκουσον ηω 'φορβα βριμω σαχμι
νεβουτο σουαληθ(, τοῦτο γάρ σου σύμβολον·
τὸ σάνδαλόν σου ἔκρυψα καὶ κλεῖδα κρατῶ,
ἤνοιξα ταρταρούχου κλεῖθρα 'ταρταρου( Κερβέρου
καὶ νύκτα τὴν ἄωρον παρέδωκα σκότει.
ῥόμβον στρέφω σοι, κυμβάλων οὐχ ἅπτομαι.
ἄθρησον εἴς σε, Νειλωῖτι, δὸς χάριν,
κάτοπτρον ἣν ἰδοῦσα σαυτὴν θαυμάσεις,
πρὶν ἢ μέλαν φῶς ἐκπτύσῃς ἀπ' ὀμμάτων.
ὃ δεῖ σε ποιῆσαι, τοῦτο δεῖ σε μὴ φυγεῖν,
τὸ δεῖνα 'μοι( ποιήσεις, κἂν θέλῃς κἂν μὴ θέλῃς.
ἵππος, κόρη, δράκαινα, λαμπάς, ἀστραπή,
ἀστήρ, λέων, λύκαινα, αηω ηη,
σκεῦος παλαιόν, κόσκινόν μου σύμβολον
καὶ ψωμὸς εἷς, κόραλλος, αἷμα τρυγόνος,
ὄνυξ καμήλου καὶ βοὸς θρὶξ παρθένου,
Πανὸς γόνος, πῦρ ἡλιωτίδος βολῆς,
χαμαίλυκον, νήθουσα, παιδέρως, ἄρις,
γλαυκῆς γυναικὸς σῶμα διεσκελισμένον,
σφιγγὸς μελαίνης ἡ φύσις θεωρουμένη,
ἅπαντα ταῦτα σύμβολόν μου πνεύματος.
ὅλης ἀνάγκης δεσμὰ συρραγήσεται,
καὶ κρύψει σὸν φῶς Ἥλιος πρὸς τὸν νότον,
Τηθύς τε τὴν σὴν κουφίσει οἰκουμένην,
Αἰὼν κραδαίνει, κινηθήσετ' οὐρανός,
Κρόνος φοβηθείς τὸν βεβιασμένον σου νοῦν
πέφευγ' εἰς Ἅιδην νερτέρων ἐπίσκοπος,
Μοῖραί σου τὸν ἀνέκλειπτον ῥίπτουσιν μίτον,
ἂν μὴ μαγείης τῆς ἐμῆς ἀναγκάσῃς
βέλος πετηνὸν ταχύτατον τέλος δραμεῖν.
οὐ γὰρ φυγεῖν ἔξεστι μοῖραν μου λόγων,
ὃ δεῖ 'σε( γενέσθαι μὴ ς ατην ἀναγκάσῃς
ἄνωθεν εἰς ανωθεν ἀκούειν συμβόλων.
τὸ δεῖνα ποιήσεις, κἂν θέλῃς κἂν μὴ θέλῃς,
ἀχρείου φωτὸς πρίν σε μοῖρα καταλάβῃ.
ποίησον ὃ λέγω, ταρταροῦχε, παρθένε·
ἔδησα δεσμοῖς τοῖς Κρόνου τὸν σὸν πόλον
καὶ σφιγγανάγκῃ ἀντίχειρά σου κρατῶ.
'οὐ γείνεται αὔριον, εἰ μὴ γένηται ὃ βούλομαι(
ἔνευσας Ἑρμῇ, τῷ θεῶν ἀρχηγέτῃ,
εἰς τήνδε 'τὴν( πρᾶξιν συμβαλεῖν· ἦ μὴν σ' ἔχω.
ἄκουσον ἡ θεωροῦσα καὶ θεωρουμένη·
βλέπω σε καὶ βλέπεις με, εἶτα κἀγώ σοι
ἐρῶ σημεῖον· χάλκεον τὸ σάνδαλον
τῆς ταρταρούχου, στέμμα, κλείς, κηρύκιον,
ῥόμβος σιδηροῦς καὶ κύων κυάνεος,
κλεῖθρον τρίχωρον, ἐσχάρα πυρουμένη,
σκότος, βυθός, φλὸξ ταρτάρου σημάντρια
φοβοῦσ' Ἐριννῦς, δαίμονας τεραστίους·
εἰσῆλθας, ἥκεις; ὀργίσθητι, παρθένε,
τῷ δεῖνα, ἐχθρῷ τῶν ἐν οὐρανῷ θεῶν,
Ἡλίου Ὀσίριδος συνεύνου τ' Ἴσιδος.
οἷον λέγω σοι, εἴσβαλ' εἰς τοῦτον κακόν,
ὅτι οἶδά σου τὰ καλὰ καὶ μεγάλα, Κόρη,
ὀνόματα σεμνά, οἷς φωτίζετ' οὐρανός
καὶ γαῖα πίνει τὴν δρόσον καὶ κυοφορεῖ,
ἐξ ὧν ὁ κόσμος αὔξεται 'τε( καὶ λείπεται.
 

 Ἐλθέ μοι, ὦ δέσποινα φίλη, τριπρόσωπε Σελήνη,
εὐμενίῃ δ' ἐπάκουσον ἐμῶν ἱερῶν ἐπαοιδῶν,
νυκτὸς ἄγαλμα, νέα, φαεσίμβροτε, ἠριγένεια,
ἡ χαροποῖς ταύροισιν ἐφεζομένη βασίλεια,
Ἠελίου δρόμον ἶσον ἐν ἅρμασιν ἱππεύουσα,
ἣ Χαρίτων τρισσῶν τρισσαῖς μορφαῖσι χορεύεις
ἄστρασι κωμάζουσα· Δίκη καὶ νήματα Μοιρῶν,
Κλωθὼ καὶ Λάχεσις ἠδ' Ἄτροπος εἶ, τρικάρανε,
Περσεφόνη τε, Μέγαιρα καὶ Ἀλληκτώ, πολύμορφε,
ἡ χέρας ὁπλίζουσα κελαινὰς λαμπάσι δειναῖς,
ἡ φοβερῶν ὀφίων χαίτην σείουσα μετώποις,
ἡ ταύρων μύκημα κατὰ στομάτων ἀνιεῖσα,
ἡ νηδὺν φολίσιν πεπυκασμένη ἑρπυστήρων,
ἰοβόλοις ταρσοῖσι κατωμαδίοισι δρακόντων
σφιγγομένη κατὰ νῶτα παλαμναίοις ὑπὸ δεσμοῖς·
νυκτιβόη, ταυρῶπι, φιλήρεμε, ταυροκάρηνε,
ὄμμα δέ σοι ταυρωπόν, ἔχεις σκυλακωδέα φωνήν,
μορφὰς δ' ἐν κνήμαισιν ὑποσκεπάουσα λεόντων,
μορφόλυκον σφυρόν ἐστι, κύνες φίλοι ἀγριόθυμοι·
τοὔνεκά σε κλῄζουσ' Ἑκάτην, πολυώνυμε, Μήνην,
ἀέρα μὲν τέμνουσαν, ἅτ' Ἄρτεμιν ἰοχέαιραν,
τετραπρόσωπε θεά, τετραώνυμε, τετραοδῖτι,
Ἄρτεμι, Περσεφόνη, ἐλαφηβόλε, νυκτοφάνεια,
τρίκτυπε, τρίφθογγε, τρικάρανε, τριώνυμε Μήνη,
Θρινακία, τριπρόσωπε, τριαύχενε καὶ τριοδῖτι,
ἣ τρισσοῖς ταλάροισιν ἔχεις φλογὸς ἀκάματον πῦρ
καὶ τριόδων μεδέεις τρισσῶν δεκάδων τε ἀνάσσεις·
ἵλαθί μοι καλέοντι καὶ εὐμενέως ἐσάκουσον,
ἡ πολυχωρητὸν κόσμον νυχὸς ἀμφιέπουσα,
δαίμονες ἣν φρίσσουσι καὶ ἀθάνατοι τρομέουσιν,
κυδιάνειρα θεά, πολυώνυμε, καλλιγένεια,
ταυρῶπι, κερόεσσα, θεῶν γενέτειρα καὶ ἀνδρῶν
καὶ Φύσι παμμήτωρ· οὐ γὰρ φοιτᾷς ἐν Ὀλύμπῳ,
εὐρεῖαν δέ τ' ἄβυσσον ἀπείριτον ἀμφιπολεύεις.
ἀρχὴ καὶ τέλος εἶ, πάντων δὲ σὺ μούνη ἀνάσσεις·
ἐκ σέο γὰρ πάντ' ἐστὶ καὶ εἰς 'αιωνε( σὲ ἅπαντα τελευτᾷ.
ἀέναον διάδημα ἑοῖς φορεεῖς κροτάφοισιν,
δεσμοὺς ἀρρήκτους, ἀλύτους μεγάλοιο Κρόνοιο
καὶ χρύσειον σκῆπτρον ἑαῖς κατέχεις παλάμαισιν.
γράμματα σῷ σκήπτρῳ αὐτὸσ Κρόνος ἀμφεχάραξεν,
δῶκε δέ σοι φορεεῖν, ὀφρ' ἔμπεδα πάντα μένοιεν·
Δαμνὼ Δαμνομένη Δαμασάνδρα Δαμνοδαμία.
σὺ δὲ χάους μεδέεις, ἀραραχαραρα 'η( φθισίκηρε.
χαῖρε θεά, καὶ σαῖσιν ἐπωνυμίαις ἐπάκουσον.
θύω σοι τόδ' ἄρωμα, Διὸς τέκος, ἰοχέαιρα,
οὐρανία, λιμνῖτι, ὀρίπλανε εἰνοδία τε,
νερτερία νυχία τ', ἀϊδωναία σκοτία τε,
ἥσυχε καὶ δασπλῆτι, τάφοις ἔνι δαῖτα ἔχουσα,
Νύξ, Ἔρεβος, Χάος εὐρύ, σὺ γὰρ δυσάλυκτος Ἀνάγκη,
Μοῖρα δ' ἔφυς σύ τ' ἐρινὺς βάσανος ὀλετισι δίκη σύ.
Κέρβερον ἐν δεσμοῖσιν ἔχεις, φολίσιν σὺ δρακόντων
κυανέα, ὀφεοπλόκαμε καὶ ζωνοδράκοντι,
αἱμαπότι, θανατηγέ, φθορηγόνε, καρδιόδαιτε,
σαρκοφάγε, καπετόκτυπ', ἀωροβόρ', οἰστροπλάνεια·
ἐλθ' ἐπ' ἐμαῖς θυσίαις καί μοι τόδε πρᾶγμα ποίησον.
 

 Ἡ δεῖνά σοι θύει, θεά, δεινόν τι θυμίασμα·
αἰγός τε ποικίλης στέαρ καὶ αἷμα καὶ μύσαγμα,
ἰχῶρα παρθένου νεκρᾶς καὶ καρδίαν ἀώρου
καὶ οὐσίαν νεκροῦ κυνὸς καὶ ἔμβρυον γυναικός
καὶ λεπτὰ πίτυρα τῶν μύρων καὶ λύματ' ὀξόεντα,
ἅλα, στέαρ ἐλάφου νεκρᾶς σχῖνόν τε μυρσίνην τε,
δάφνην ἄτεφρον, ἄλφιτα καὶ καρκίνοιο χηλάς,
σφάγνον, ῥόδον πυρῆνά τε καὶ κρόμμυον τὸ μοῦνον
σκόρδον τε, σύκων ἄλφιτον, κόπρον κυνοκεφάλοιο
 

 Ἡ δεῖνά σοι ἐπιθύει, θεά, ἐχθρόν τι θυμίασμα·
αἰγὸς στέαρ τῆς ποικίλης καὶ αἷμα καὶ δύσαγμα,
ἰχῶρα, κύνεον ἔμβρυον καὶ παρθένου ἀώρου
καὶ καρδίαν παιδὸς νέου σὺν ἀλφίτοις μετ' ὄξους
ἅλας τε καὶ ἐλάφου κέρας σχῖνόν τε μυρσίνην τε,
δάφνην ἄτεφρον εὐχερῶς καὶ καρκίνοιο χηλάς,
σφάγνον, ῥόδον, πυρῆνά σοι καὶ κρόμμυον τὸ μοῦνον
σκόρδον τε, μυγαλοῦ κόπρον, κυνοκεφάλειον αἷμα
 ὠόν τε ἴβεως νέας 'ἃ μὴ θέμισ( τοῖς σοῖς ἔθηκε βωμοῖς
φύλλα τε τἀμαράντιν' εἰς φλόγας πυρὸς βαλοῦσα
ἱέρακα τὸν πελαγοδρόμον καὶ γῦπά σοι σφαγιάζει
καὶ μυγαλόν, τὸ σόν, θεά, μυστήριον μέγιστον.
ἔλεξε δ' ἄλγη ταῦτα σὲ δεδρακέναι ἀπηνῶς·
κτανεῖν γὰρ ἄνθρωπον σ' ἔφη, πίνειν τὸ δ' αἷμα τούτου,
σάρκας φαγεῖν, μίτρην τε σὴν εἶναι τὰ ἔντερ' αὐτοῦ,
καὶ δέρμ' ἔχειν δορῆς ἅπαν κεἰς τὴν φύσιν σου θεῖναι
ἱέρακος αἷμα πελαγίου, τροφὴν δὲ κάνθαρόν σοι.
ὁ Πὰν δὲ σῶν κατ' ὀμμάτων γονὴν ἀθέμιτον ὦρσε·
ἐκγίνεται κυνοκέφαλος ὅταν τὰ μηνιαῖα.
σὺ δ' Ἀκτιωφι κοίρανε, μόνη τύραννε, κραιπνή
Τύχη θεῶν καὶ δαιμόνων 
στίξον πικραῖς τιμωρίαις τὴν δεῖνα τὴν ἄθεσμον,
 ὠόν τε ἴβεως νέας, ὃ μὴ θέμις γενέσθαι,
ἐν σοῖς ἔθηκε 'και( βωμίοις ξύλοις ἀρκευθίνοισιν.
ἡ δεῖνα σὲ δεδρακέναι τὸ πρᾶγμα τοῦτ' ἔλεξεν·
κτανεῖν γὰρ ἄνθρωπόν σ' ἔφη, πιεῖν τὸ δ' αἷμα τούτου,
σάρκας φαγεῖν, μίτρην δὲ σὴν λέγει τὰ ἔντερ' αὐτοῦ,
καὶ δέρμ' ἑλεῖν δορῆς ἅπαν κεἰς τὴν φύσιν σου θεῖναι
ἱέρακος αἷμα πελαγίου, τροφὴν δὲ κάνθαρον σήν.
ὁ Πὰν δὲ σῶν κατ' ὀμμάτων γονὴν οὐ θεμιτὸν ὦσεν·
ἐκγίνεται κυνοκέφαλος ὅλῃ τῇ μηνιαίᾳ.
σὺ δ' Ἀκτιωφι κοίρανε, μηνοτύραννε Σελήνη,
Τύχη θεῶν καὶ δαιμόνων 
τεῦξον πικραῖς τιμωρίαις τὴν δεῖνα τὴν ἄθεσμον,
ηπεπα ἐγώ σοι κατὰ τρόπον ἐναντίως ελεξω
καλῶ σε τριπρόσωπον θεάν, Μήνην, ἐράσμιον φῶς,
Ἑρμῆν τε καὶ Ἑκάτην ὁμοῦ, ἀρσενόθηλυν ἔρνος.
 ἣν πάλιν ἐγώ σοι κατὰ τρόπον ἐναντίως ἔλεξα.
 λέγει πρὸς τὴν θεὸν ἄθεσμα,
ἀναγκάσει γὰρ τῷ λόγῳ καὶ τὰς πέτρας ῥαγῆναι.
Θύω σοι τόδ' ἄρωμα, Διὸς τέκος, ἰοχέαιρα,
Ἄρτεμι, Περσεφόνη, ἐλαφηβόλε, νυκτοφάνεια,
τρίκτυπε, τρίφθογγε, τρικάρανε, 'σεληνη( τριώνυμε Μήνη,
Τριναχία, τριπρόσωπε, τριαύχενε καὶ τριοδῖτι,
ἣ τρισσοῖς ταλάροισιν ἔχεις φλογὸς ἀκάματον πῦρ
καὶ τρίοδον μεθέπεις, τρισσῶν δεκάδων δὲ ἀνάσσεις
καὶ τρισὶ μορφαῖσιν καὶ φλέγμασι καὶ σκυλάκεσσι
διονυν εξατονων πέμπεις οξεανιων
φρικτὸν ἀναυδήσασα θεὰ τρισσοῖς στομάτεσσι.
κλαγγῆς σῆς ἀκούοντα τὰ κοσμικὰ πάντα δονεῖται
νερτέριαί τε πύλαι καὶ Λήθης ἱερὸν ὕδωρ
καὶ Χάος ἀρχέγονον καὶ Τάρταρα, χάσμα φαεινόν·
ἣν πάντες θεοὶ ἀθάνατοι 'ην τε( θνητοί τ' ἄνθρωποι
οὔρεά τ' ἀστερόεντα, νάπαι καὶ δένδρεα πάντα
καὶ ποταμοὶ κελαδοῦντες ἰδ' ἀτρύγετός τε θάλασσα,
ἠχὼ ἐρημαίη καὶ δαίμονες οἱ κατὰ κόσμον
φρίσσουσίν σε, μάκαιρα, ἀκούοντες ὄπα δεινήν.
δεῦρ' ἴθι μοι, νυχία, θηροκτόνε, δεῦρ' ἐπ' ἀρωγῆς,
ἥσυχε καὶ δασπλῆτι, τάφοις ἔνι δαῖτας ἔχουσα,
εὐχαῖσίν τ' ἐπάκουσον ἐμαῖς, πολυώδυνε Μήνη,
ἡ νυκταιροδύτειρα, τριώνυμε καὶ τρικάρανε 'Μηνη(,
Μαρζουν, ἡ φοβερά τε καὶ ἀπρονόη καὶ Πειθώ·
δεῦρ' ἴθι μοι, κερατῶπι, φαεσφόρε, ταυρεόμορφε,
ἱπποπρόσωπε θεά, κυνολύγματε, δεῦρο, λύκαινα,
καὶ μόλε νῦν ἁγία, νυχία, χθονία, μελανείμων,
ἣν ἀνακυκλεῖται κόσμου φύσις ἀστερόφοιτος·
ἡνίκα γὰρ αὔξεις, σὺ τὰ κοσμικὰ πάντα τέθεικας.
γεννᾷς γὰρ σὺ ἅπαντα ἐπὶ χθονὸς ἠδ' ὑπὸ πόντου
καὶ πτηνῶν δεξιε παντοῖα γένη παλίνεδρα,
παγγενέτειρα θεὰ καὶ ἐρωτοτόκει' Ἀφροδίτη,
λαμπαδία, φαέθουσα καὶ αὐγάζουσα Σελήνη,
αστροχια καὶ οὐρανία, δᾳδοῦχε, πυρίπνου,
τετραπροσωπεινή, τετραώνυμε, τετραοδῖτι.
χαῖρε, θεά, καὶ σαῖσιν ἐπωνυμίαις ἐπάκουσον,
οὐρανία, λιμενῖτι, ὀρείπλανε εἰνοδία τε,
νερτερία, βυθία, ἀιδωναία σκοτία τε·
ἐλθ' ἐπ' ἐμαῖς θυσίαις καί μοι τόδε πρᾶγμα τέλεσσον
εὐχομένῳ τ' ἐπάκουσον ἐμοί, λίτομαί σε, ἄνασσα.
 Δεῦρ' Ἑκάτη γιγάεσσα, Διώνης ἡ μεδέουσα,
Περσεία, Βαυβώ, Φρούνη, θεὰ ἰοχέαιρα,
ἀδμήτη, Λυδή, ἀδαμάστωρ, εὐπατόρεια,
δᾳδοῦχ', ἡγεμόνη, κατακαμψυψαύχενε κούρη,
κλῦθι διαζεύξασα πύλας ἀλύτου ἀδάμαντος,
Ἄρτεμι, ἣ καὶ πρόσθεν ἐπίσκοπος ἦσθα μεγίστη,
πότνια, ῥηξίχθων, σκυλακάγεια, πανδαμάτειρα,
εἰνοδία, τρικάρανε, φαεσφόρε, παρθένε σεμνή,
σὲ καλῶ ἐλλοφόνα λωεσσα αυδναια πολύμορφε.
δεῦρ' Ἑκάτη, τριοδῖτι, πυρίπνοα φάσματ' ἔχουσα,
ἅτ' ἔλαχες δεινὰς μὲν ὁδούς, χαλεπὰς δ' ἐπιπομπάς,
τὰν Ἑκάταν σὲ καλῶ σὺν ἀποφθιμένοισιν ἀώροις
κεἴ τινες ἡρώων 'ε(θάνον ἁγ'υ(ναῖοί τε ἄπαιδες,
ἄγρια συρίζοντες, ἐπὶ φρεσὶ θυμὸν ἔχοντες
στάντες ὑπὲρ κεφαλῆς 'τῆς δεῖνα(, ἀφέλεσθ' αὐτῆς 'τὸν( γλυκὺν ὕπνον·
μηδέποτε βλέφαρον βλεφάρῳ κολλητὸν ἐπέλθοι,
τειρέσθω δ' ἐπ' ἐμαῖσι φιλαγρύπνοισι μερίμναις.
εἰ δὲ τιν' ἄλλον ἔχουσ' ἐν κόλποισιν κατάκειται,
κεῖνον ἀπωσάσθω, ἐμὲ δ' ἐν φρεσὶν ἐγκαταθέσθω
καὶ προλιποῦσα τάχιστ' ἐπ' ἐμοῖς προθύροισι παρέστω
δαμνομένη ψυχὴν ἐπ' ἐμῇ φιλότητι καὶ εὐνῇ.
ἀλλὰ σύ, ὦ Ἑκάτη, πολυώνυμε, παρθένε, κούρα,
λοεσσα ελομαι ἅλωος φυλακὰ καὶ ἰωγή,
Περσεφόνα, τρικάρανε, θεὰ πυρίφοιτε, βοῶπι,
βουορφορβη, πανφορβα φαρβαρα Ακτιωφι Ερεσχιγαλ
Νεβουτοσουαληθ παρὰ θύραις πυπυληδεδεζω ῥηξιπύλη τε.
δεῦρ' Ἑκάτη, πυρίβουλε, καλῶ σ' ἐπ' ἐμαῖς ἐπαοιδαῖς
μασκελλι μαινομένη δ' 'ἡ δεῖνα( ἥκοι ἐπ' ἐμαῖσι θύραισι τάχιστα
ληθομένη τέκνων τε συνηθείης τε τοκήων
καὶ στυγέουσα τὸ πὰν ἀνδρῶν γένος ἠδὲ γυναικῶν
εἰς τόδ' ἐμοῦ τοῦ δεῖνα, μόνον με δ' ἔχουσα παρέστω
ἐν φρεσὶ δαμνομένη κρατερῆς ὑπ' ἔρωτος ἀνάγκης.
 

Ἰὼ πασικράτεια καὶ Ἰὼ πασιμέδουσα, Ἰὼ παντρεφέουσα
σπεῦδε τάχιστ', ἤδη δ' ἐπ' ἐμαῖσι θύραισι παρέστω.
 Ἀφρογενὲς Κυθέρεια, θεῶν γενέτειρα καὶ ἀνδρῶν,
αἰθερία, χθονία, Φύσι παμμήτωρ, ἀδάμαστε,
ἀλληλοῦχε, πυρὸς μεγάλου περιδινήτειρα,
ἣ τὸν ἀεικίνητον ἔχεις περιδινέα Βαρζαν
ἄρρηκτον, σὺ δὲ πάντα τελεῖς, κεφαλήν τε πόδας τε,
σαῖς τε θελημοσύναις περιμίγνυται ἱερὸν ὕδωρ,
ἡνίκα κινήσῃς τὸν ἐν ἄστροις χείρεσι Ρουζω,
ὄμφαλον ὃν κατέχεις κόσμου· κινεῖς δὲ τὸν ἁγνόν
ἵμερον εἰς ἀνδρῶν ψυχὰς ἐπί τ' ἄνδρα γυναῖκας,
κἀνδρὶ γυναῖκα τίθης συ ἐράσμιον ἤματα πάντα.
ἡμετέρη βασίλεια, θεά, μόλε ταῖσδ' ἐπαοιδαῖς,
πότνια 'Αρρωριφρασι Γωθητινι(
Κυπρογένει', 'σουι ης θνοβοχου θοριθε σθενεπιω ἄνασσα
σερθενεβηηι καὶ τῇ Δ ἣν Δ(
αὐτῇ βάλε πυρσὸν ἐρώτων,
ὥστ' ἐπ' ἐμοῦ 'τοῦ Δ, οὗ ἡ Δ( φιλότητι τακήμεναι ἤματα πάντα.
σὺ δέ, μάκαρ, Ζουρω, τάδε νεῦσον ἐμοί, τῷ δεῖνα, ὡς σὸν ἐν ἄστροις
ἐς χόρον οὐκ ἐθέλοντ' ἦξες ἐπὶ λέκτρα μιγῆναι,
ἀχθεὶς δ' ἐξαπίνης καὶ τὸν μέγαν ἔστρεφε Βαρζαν,
στρεφθεὶς δ' οὐκ ἀνεπαύσετ' ἐλισσόμενός τε δονεῖται.
'διὸ ἆξόν μοι τὴν Δ, φιλότητι καὶ εὐνῇ(
'σὺ δὲ( Κυπρογένεια θεά, σὺ τέλει τελέαν ἐπαοιδήν.

εἰς Μοῦσαν
Ἄειδε μοῦσά μοι φίλη,
μολπῆς δ' ἐμῆς κατάρχου,
αὔρη δὲ σῶν ἀπ' ἀλσέων
ἐμὰς φρένας δονείτω.
Καλλιόπεια σοφά,
μουσῶν προκαθαγέτι τερπνῶν,
καὶ σοφὲ μυστοδότα,
Λατοῦς γόνε, Δήλιε Παιάν,
εὐμενεῖς πάρεστέ μοι.

ὕμνος εἰς Ἥλιον
Εὐφαμείτω πᾶς αἰθήρ,
γῆ καὶ πόντος καὶ πνοιαί,
οὔρεα, τέμπεα σιγάτω,
ἦχοι φθόγγοι τ' ὀρνίθων·
μέλλει γὰρ πορτ' ἡμᾶς βαίνειν
Φοῖβος ἀκερσεκόμας εὐχαίτας.
χιονοβλεφάρου πάτερ Ἀοῦς,
ῥοδόεσσαν ὃς ἄντυγα πώλων
πτανοῖς ὑπ' ἴχνεσσι διώκεις,
χρυσέαισιν ἀγαλλόμενος κόμαις
περὶ νῶτον ἀπείριτον οὐρανοῦ
ἀκτῖνα πολύστροφον ἀμπλέκων,
αἴγλας πολυδερκέα παγάν
περὶ γαῖαν ἅπασαν ἑλίσσων,
ποταμοὶ δὲ σέθεν πυρὸς ἀμβρότου
τίκτουσιν ἐπήρατον ἁμέραν.
σοὶ μὲν χορὸς εὔδιος ἀστέρων
κατ' Ὄλυμπον ἄνακτα χορεύει
ἄνετον μέλος αἰὲν ἀείδων
Φοιβηίδι τερπόμενος λύρᾳ,
γλαυκὰ δὲ πάροιθε Σελάνα
χρόνον ὥριον ἁγεμονεύει
λευκῶν ὑπὸ σύρμασι μόσχων·
γάνυται δέ τέ σοι νόος εὐμενής
πολυείμονα κόσμον ἑλίσσων.

ὕμνος εἰς Νέμεσιν
Νέμεσι πτερόεσσα βίου ῥοπά,
κυανῶπι θεά, θύγατερ Δίκας,
ἃ κοῦφα φρυάγματα θνατῶν
ἐπέχεις ἀδάμαντι χαλινῷ,
ἔχθουσα δ' ὕβριν ὀλοὰν βροτῶν
μέλανα φθόνον ἐκτὸς ἐλαύνεις.
ὑπὸ σὸν τροχὸν ἄστατον ἀστιβῆ
χαροπὰ μερόπων στρέφεται τύχα,
λήθουσα δὲ πὰρ πόδα βαίνεις,
γαυρούμενον αὐχένα κλίνεις.
ὑπὸ πῆχυν ἀεὶ βίοτον μετρεῖς,
νεύεις δ' ὑπὸ κόλπον ὄφρυν ἀεί
ζυγὸν μετὰ χεῖρα κρατοῦσα.
ἵλαθι μάκαιρα δικασπόλε
Νέμεσι πτερόεσσα βίου ῥοπά.
Νέμεσιν θεὸν ᾄδομεν ἀφθίταν,
Νίκην τανυσίπτερον ὀμβρίμαν
νημερτέα καὶ πάρεδρον Δίκας,
ἃ τὰν μεγαλανορίαν βροτῶν
νεμεσῶσα φέρεις κατὰ ταρτάρου.

εἰς τὴν Φύσιν
Ἀρχὰ καὶ πάντων γέννα,
πρεσβίστα κόσμου μᾶτερ
καὶ νὺξ καὶ φῶς καὶ σιγά,
ἃ φρουρεῖς πάντασ μύστασ
ἠδ' ἀγγέλλεις τοὺς Ζηνός
παῖδας κυδίστῃ Ῥείῃ,
δέχει γὰρ πάντας μύθους
μειλικτοὺς ἀνδρῶν ἔργοις.
καί μοι πρῶτον μὲν ψυχά
ὀρθὰν βαίνοι πρὸς γραμμάν
ἀψευδεῖ γλώσσης ῥύμῃ·
γυίων αὖθις δ' ἀσκηθεῖς
γόμφοι τ' εἶεν καὶ ταρσοί
ζωᾶς ἐς μέτρον τᾶσδε.
σὺ δ' ὦ λαμπραῖς ἀκτῖσιν
γαῖαν πᾶσαν πυρσεύων
Αἰὼν ἀσβέστων φλογμῶν,
ταῖς σαῖς δέρκευ με γλήναις
ὄλβον χεύων εὐαγῆ
τῷ σῷ, Παιάν, βακχευτᾷ.
εἰς σὲ ζωὰν γὰρ τείνω
γυίοις ἐνναίων ῥευστοῖς·
οἴκτειρον τόσσον, Τιτάν,
ἀνθρώπου δειλοῦ δεσμόν.

εἰς τὴν Ἶσιν
Εἷς ὕμνος ἀνά τε γᾶν
ἀνά τε νηῦς ἁλιπόρους
ᾄδεται, πολυτρόποις
ἓν τέλος ἐν ὀργίοις·
ἁ βαθύκερως Ἶσις
ἅτ' ἔαρος ἅτε θέρεος
ἅτε χείματος ἄγει
νεογόνους ἡνίας.
τὲ καλεῦσι πῦρ Ἄιδος 'τε(
καὶ χθόνιος ὑμέναιος,
αἱ φυτῶν ὠδῖνες,
οἱ Κύπριδος ἵμεροι,
τὲ νηπιάχου γονά,
πῦρ τέλεον ἄρρητον,
οἱ Ῥέας Κούρητες
ὅ τε Κρόνιος ἄμητος·
ἄστρα διφρηλάτᾳ
πάντα δι' ἀνακτόρων
Ἴσιδι χορεύεται.

εἰς Ἀδρίαν
Ἀδρία βαθύπλου, πόθεν ἄρξομαι
ὑμνεῖν σε, μεσαιπόλε πόντου;
πῶς ἢ τίς ἔτικτέ σε παγά
ἢ πῶς τὸ πανόλβιον ὕδωρ
χθονὶ μὴ περικείμενον ἵσταται;
οὐ γὰρ βλέπετ' ἔνθεν †ἀπωροφά,
οὐ βουκόλος, οὐ γένος ὀρνέων,
οὐ μηκάσι σύρισε ποιμήν·
ἔνθ' ὕδατα καὶ πλατὺς ἀήρ.
χορὸς εἰς σὲ πάλιν κέκλιτ' ἀστέρων
καὶ κέντρα φαεινὰ σελάνας
καὶ Πλειάδος ἀστέρες εὐγενεῖς.
δὸς ἰδεῖν χθόνα, δέσποτα, καὶ πόλιν,
ἀνέμους δὸς ἀπήμονας εὐδίους·
καὶ μητέρα γῆς ἐσιδὼν πόλιν
τότε σοι νεβρὸν εὔκερω θύσω.

nooriya blogger facebook pinterest