Ο Χρόνος ποτέ δεν γερνά. Μετά από αυτόν έρχεται το Χάος και ο Αιθήρ

Ο Χρόνος έφτιαξε μέσα στον Αιθέρα ένα ασημένιο αυγό. Από το αυγό αυτό βγήκε πρώτος ο Θεός Φάνης, ο μορφοποιητής του κόσμου. Ο Αριστοφάνης τον αποκαλεί Έρωτα, ενώ αλλού τον αποκαλούν Ηρικεπαίο.

Κατά τις Ορφικές αντιλήψεις, ο Φάνης γεννήθηκε από το κοσμικό Ωόν. Είναι ο πρώτος Θεός και δημιουργός. Είναι ο πρώτος που βασίλευσε στο σύμπαν και στον κόσμο. Ο Πρόκλος, που είναι μία από τις κυριότερες πηγές των ορφικών θεωρήσεων, λέει ότι κατά τη βασιλεία του Φάνητος ή Ηρικεπαίου, ζούσε το Χρυσό Γένος. Επίσης πάλι κατά τον Πρόκλο, ο Φάνης κατασκεύασε το σκήπτρο και πρώτος βασίλευσε ο Ηρικεπαίος ή Ηρικαπαίος.
Ο Ηρικεπαίος, κατά την Ορφική κοσμογονία υπήρξε αυτός που μετείχε σε αμφότερα τα φύλα, χαρακτηριζόμενος ως κυρίαρχος του κόσμου, ζωοδότης, πρωτόγονος. Κατά την ανωτέρω Κοσμογονία, δημιουργήθηκε κατ’ αρχάς ο Χρόνος, εξ αυτού η δυάς Αιθήρ και Χάος, τα οποία μετά του κοσμογονικού Ωού, παρήγαγαν την πρώτη τριάδα. Εκ της γονιμοποιήσεως του Ωού προήλθε ο Έρος, ο Φάνης, δηλαδή ο Θεός του Φωτός και ο Μήτις, ήτοι ο Θεός της σκέψης, της φρόνησης, αποτελέσαντες τοιουτοτρόπως την Δευτέρα τριάδα. Μετά της τριάδος ταυτής συνένωναν οι Ορφικοι τον Ηρικαπαίον, ο οποίος συνδύαζε κατ’ αυτούς την ζωή, το φως και την φρόνηση. Στο Θεό αυτόν υπάρχει αφιερωμένος ένας Ορφικός Ύμνος, «Πρωτογόνου», που εκεί καθαρά οι Ορφικοί τον ταυτίζουν με τον Φάνητα.
Απόσπασμα του Πρόκλου από τα σχόλιά του για τον Κρατύλο του Πλάτωνα.

Απόσπασμα του Πρόκλου

 ΠΡΟΚΛΟΥ ΔΙΑΔΟΧΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ ΠΛΑΤΩΝΟΣ Λοιπὸν δὲ περὶ αὐτῶν τῶν θεῶν τούτων, ὧν ἐμνημό νευσεν ὁ Πλάτων, ὁποίας ἔχειν ἐννοίας προσήκει ῥητέον, διότι καὶ τῶν παλαιῶν οἳ μὲν εἰς μύθους τὸν περὶ αὐτῶν λόγον ἀνήνεγκαν, οἳ δὲ εἰς πάτρια πόλεων, οἳ δὲ εἰς φυλακικὰς δυνάμεις, οἳ δὲ εἰς ἠθικὰς ἀποδόσεις, οἳ δὲ εἰς ψυχάς. οὓς καὶ ὁ θεῖος Ἰάμβλιχοσ αὐτάρκως διήλεγξεν ὡς τῆς τε τοῦ Πλάτωνος διανοίας ἁμαρτόντας καὶ τῆς τῶν πραγμάτων ἀληθείας. ῥητέον δ' οὖν τοῦτον τὸν τρόπον, ὅτι Πυθαγόρειος ὢν ὁ Τίμαιος ἕπεται ταῖς τῶν Πυθαγορείων ἀρχαῖς. αὗται δέ εἰσιν αἱ Ὀρφικαὶ παραδόσεις· ἃ γὰρ Ὀρφεὺς δι' ἀπορρήτων λόγων μυστικῶς παραδέδωκε, ταῦτα Πυθαγόρασ ἐξέμαθεν ὀργιασθεὶς ἐν Λεβήθροις τοῖς Θρᾳκίοις Ἀγλαοφάμω τελεστᾶ μεταδόντοσ ἣν περὶ θεῶν Ὀρφεὺσ σοφίαν παρὰ Καλλιόπης τῆς μητρὸς ἐπινύσθη· ταῦτα γὰρ αὐτός φησιν ὁ Πυθαγόρας ἐν τῷ Ἱερῷ λόγῳ. τίνες οὖν αἱ Ὀρφικαὶ παραδόσεισ, ἐπειδήπερ εἰς ταύτας ἀναφέρειν οἰόμεθα χρῆναι τὴν τοῦ Τιμαίου περὶ θεῶν διδασκαλίαν; θεῶν βασιλέας παραδέδωκεν Ὀρφεὺς κατὰ τὸν τέλειον ἀριθμὸν τῶν ὅλων προεστηκότας Φάνητα Νύκτα Οὐρανὸν Κρόνον Δία Διόνυσον· πρῶτος γὰρ ὁ Φάνης κατασκευάζει τὸ σκῆπτρον· καὶ πρῶτος βασίλευσε περικλυτὸς Ἠρικεπαῖοσ· δευτέρα δὲ ἡ Νύξ, δεξαμένη παρὰ τοῦ πατρός, τρίτος δὲ ὁ Οὐρανὸς παρὰ τῆς Νυκτός, καὶ τέταρτος ὁ Κρόνος, βιασάμενος, ὥς φασι, τὸν πατέρα, καὶ πέμπτος ὁ Ζεύς, κρατήσας τοῦ πατρός, καὶ μετὰ τοῦτον ἕκτος ὁ Διόνυσος.
οὗτοι δὴ πάντες οἱ βασιλεῖς ἄνωθεν ἀπὸ τῶν νοητῶν καὶ νοερῶν ἀρξάμενοι θεῶν χωροῦσι διὰ τῶν μέσων τάξεων καὶ ἐς τὸν κόσμον, ἵνα καὶ τὰ τῇδε κοσμήσωσι· Φάνης γὰρ οὐ μόνον ἐστὶν ἐν τοῖς νοητοῖς, ἀλλὰ καὶ ἐν τοῖς νοεροῖς, ἐν τῇ δημιουργικῇ τάξει καὶ ἐν τοῖς ὑπερκοσμίοις καὶ τοῖς ἐγκοσμίοις, καὶ Νὺξ καὶ Οὐρανὸς ὁμοίως· αἱ γὰρ ἰδιότητες αὐτῶν διὰ πάντων χωροῦσι τῶν μέσων. αὐτὸς δὲ ὁ μέγιστος Κρόνος οὐχὶ καὶ πρὸ τοῦ Διὸς τέτακται καὶ μετὰ τὴν Δίιον βασιλείαν, μετὰ τῶν ἄλλων Τιτάνων τὴν Διονυσιακὴν μερίζων δημιουργίαν, καὶ ἄλλος μὲν ἐν τῷ οὐρανῷ, ἄλλος δὲ ἐν τοῖς ὑπὸ σελήνην, καὶ ἐν μὲν τῇ ἀπλανεῖ ἄλλος, ἐν δὲ ταῖς πλανωμέναις ἄλλος, καὶ Ζεὺς ὁμοίως καὶ Διόνυσος; ταῦτα μὲν οὖν καὶ διαρρήδην εἴρηται τοῖς παλαιοῖσ. εἰ δὲ ταῦτα ὀρθῶς φαμεν, πάντα πανταχοῦ ἀνὰ λόγον ἐστί, καὶ ὁ βουλόμενος τὰς ἐν οὐρανῷ τῶν θεῶν προόδους ἢ τὰς ὑπὸ σελήνην θεωρῆσαι πρὸς τὰς πρώτας ἀποβλέψει καὶ ἀρχηγικὰς αἰτίας τῶν βασιλειῶν· ἐκεῖθεν γὰρ πάσαις καὶ κατ' ἐκείνας ἡ γένεσις, διὸ δὴ καὶ ἡμῖν πρὸς ἐκείνας ἀποβλεπτέον.
ἔνιοι μὲν οὖν φασιν, ὅτι τοὺς μὲν ἀνὰ λόγον τοῖς δύο βασιλεῦσιν ἐν οὐρανῷ καταλέλοιπε ζητεῖν, Φάνητι λέγω καὶ Νυκτί· δεῖ γὰρ )αὐ*τοὺς ἐν ὑπερτέρᾳ τάξει ποιεῖν καὶ ἐν τοῖς ἐγκοσμίοις, διότι δὴ καὶ πρὸ τοῦ κόσμου τῶν νοερῶν ἡγοῦνται θεῶν, ἐν τῷ ἀδύτῳ διαιωνίως ἱδρυμένοι, καθά φησιν Ὀρφεύσ, αὐτοῦ τοῦ Φάνητος, τὴν κρύφιον αὐτῶν τάξιν καὶ ἀνέκφαντον ἐκεῖνος ἄδυτον ἀποκαλῶν. εἴτε οὖν τὴν ταὐτοῦ περιφορὰν καὶ τὴν θατέρου τάττειν ἐθέλοι τισ εἰς τὴν τούτων ἀναλογίαν ὡς ἄρρεν καὶ θῆλυ καὶ πατρικὸν καὶ γεννητικόν, οὐκ ἂν ἁμαρτάνοι τῆς ἀληθείας, εἴτε ἥλιον καὶ σελήνην ὡς ἐν τοῖς πλανωμένοις ἀντιθέτους, ὁ μὲν ἥλιος τὴν ὁμοιότητα [τὴν] πρὸς τὸν Φάνητα δια[σώσει, ἡ δὲ] σελήνη τὴν πρὸς τὴν Νύκτα. [εἰ δὲ τοῦτο] ἀληθές,
ὡς ἐμοὶ δοκεῖ, [τὸν ἕν]α τῶν ὅλων δημιουργὸν [ἀνὰ λόγ]ον ἱδρύσας τῷ πατρὶ [τῷ] Φάνητι νοερὸν ... καὶ αὐτόν καὶ γὰρ ... ταύτης ἐστὶ τῶν κόσμων ... ποιεῖν ὁ θεολόγοσ, ὥσπερ οὗτος τοῦ τε Οὐρανοῦ καὶ τῆς Γῆσ· τὸν δὲ κρατῆρα τὸν ζῳογόνον τῇ Νυκτὶ τῇ πᾶσαν ἐκ τῶν ἀφανῶν παραγούσῃ ζωὴν μετὰ τοῦ Φάνητος, ὡς καὶ ὁ κρατὴρ πᾶσαν λοχεύει τοῖς ἐν τῷ κόσμῳ ψυχήν· βέλτιον γὰρ ἄμφω πρὸ τοῦ κόσμου νοεῖν καὶ τὸν μὲν δημιουργὸν αὐτὸν ἀνὰ λόγον τῷ Φάνητι τάττειν, ἐπειδὴ καὶ πρὸς αὐτὸν ἀφομοιοῦσθαι λέγεται κατὰ τὴν ποίησιν τῶν ὅλων, τὴν δὲ συνεζευγμένην αὐτῷ καὶ γεννητικὴν τῶν ὅλων δύναμιν τῇ Νυκτὶ ἀφανῶς τὰ πάντα ἐκ τοῦ πατρὸς προαγούσῃ, μετὰ δὲ τούτους τὰς λοιπὰς παραδιδόναι βασιλείας διακεκοσμημένας ἀνὰ λόγον ταῖς νοεραῖς. καὶ εἰ καὶ αὐτὸ τοῦτο ζητοίημεν, διὰ τί μὴ καὶ τὰς δύο διαρρήδην βασιλείας ἔλαβεν ἀνὰ λόγον, προσεχέστερόν ἐστι λέγειν, ὅτι καὶ ἐκείνους μὲν ἡ Ὀρφέως εἶχε παράδοσις δι' οὗ τὴν Οὐρανοῦ πρώτην καὶ Γῆς ἐξυμνεῖ βασιλείαν, συνηθεστέρα τοῖς Ἕλλησιν οὖσα, καθάπερ καὶ αὐτὸς ἐν τῷ Κρατύλῳ λέγει, τῆς Ἡσιόδου μεμνημένος διαφερόντως Θεογονίασ καὶ μέχρι ταύτης ἀνατρέχων κατὰ τὸν Ἡσίοδον.

ΕΚ ΤΩΝ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΡΟΚΛΟΥ ΣΧΟΛΙΩΝ ΕΙΣ ΤΟΝ ΚΡΑΤΥΛΟΝ ΠΛΑΤΩΝΟΣ ΕΚΛΟΓΑΙ ΧΡΗΣΙΜΟΙ

Ὅτι πᾶς νοῦς ἢ ἕστηκε, καὶ ἔστιν νοητὸς τότε ὡς κρείττων κινήσεως, ἢ κινεῖται, καὶ ἔστιν νοερὸς τότε, ἢ ἀμφότερα, καὶ ἔστιν τότε νοητὸς ἅμα καὶ νοερός. καὶ ἔστιν ὁ μὲν πρῶτος Φάνης, ὁ δὲ δεύτερος, ὁ καὶ κινούμενος καὶ ἑστηκώς, Οὐρανός, ὁ δὲ μόνον κινούμενος Κρόνος.
Ὅτι τὸν Κρόνον διὰ τὸ ἀμέριστον αὐτοῦ καὶ ἑνιαῖον καὶ πατρικὸν καὶ ἀγαθουργὸν ἐν τοῖς νοεροῖς εἰς ταὐτόν τινεσ ἄγουσι τῇ μιᾷ τῶν πάντων αἰτίᾳ, οὐ καλῶς λέγοντες· ἀναλογεῖ γὰρ αὐτῇ μόνον, ὡς καὶ Ὀρφεὺσ  τὴν πρώτην πάντων αἰτίαν Χρόνον καλεῖ ὁμωνύμως σχεδὸν τῷ Κρόνῳ, αἱ δὲ θεοπαράδοτοι φῆμαι τὴν θεότητα ταύτην τῷ ἅπαξ χαρακτηρίζουσιν λέγουσαι ἅπαξ ἐπέκεινα· τὸ γὰρ ἅπαξ τῷ ἑνὶ συγγενές.
Ὅτι ὁ τοῦ Κρόνου πατὴρ Οὐρανὸς νοῦς ἐστι νοῶν μὲν καὶ ἑαυτόν, ἡνωμένος δὲ τοῖς πρωτίστοις νοητοῖς καὶ ἱδρυμένος σταθερῶς ἐν ἐκείνοις καὶ συνεκτικὸς τῶν νοερῶν πάντων διακόσμων τῷ μένειν ἐν τῇ ἑνώσει τῇ νοητῇ. καὶ ἔστιν συνεκτικὸς οὗτος ὁ θεός, ὥσπερ ὁ Κρόνος διακριτικός, καὶ διὰ τοῦτο πατήρ· προηγεῖται γὰρ τὰ συνοχικὰ αἴτια τῶν διακριτικῶν καὶ τῶν νοερῶν μόνον τὰ νοητὰ ἅμα καὶ νοερά.
ὅθεν δὴ καὶ ὁ Οὐρανός, συνοχεὺς ὢν τῶν ὅλων κατὰ μίαν ἕνωσιν, ὑφίστησι τὴν Τιτανικὴν σειρὰν καὶ πρὸ ταύτης ἄλλας διακοσμήσεις θεῶν, τὰς μὲν ἐν ἑαυτῷ μενούσας μόνον, ἃς δὴ καὶ κατέχει παρ' ἑαυτῷ, τὰς δὲ μενούσας καὶ προϊούσας, ἃς δὴ μετὰ τὴν ἔκφανσιν ἀποκρύπτειν λέγεται, καὶ μετὰ ταύτας ἁπάσας τὰς ἐπὶ πᾶν προϊούσας καὶ διακρινομένας ἀπὸ τοῦ πατρός· καὶ γὰρ μονάδας παράγει δισσὰς καὶ τριάδας ἰσαρίθμους ταῖς μονάσι καὶ ἑβδομάδας· ἀλλὰ ταῦτα μὲν ἐν ἄλλοισ ἐπὶ πλέον ἐξήτασται.

Αναζήτηση

Το πιο ισχυρό μου ατού!

  • Σχετικά με τα αραβικά φυλαχτά Φάιζα Κωδωνά - Δεκέμβριος 28, 2014

    Το θέμα των τάλισμαν και των περιάπτων και εν γένει των φυλαχτών, εμφανίζεται απέραντο στον απλό άνθρωπο, είτε γιατί έχει πολυάριθμες παραλλαγές, είτε γιατί τα στοιχεία είναι ποικίλα, είτε γιατί ο ίδιος ο άνθρωπος έχει ελάχιστη γνώση για αυτά.

    Περισσότερα...

nooriyavenusLogo blogger blogger facebookgoogle sitesgoogle+pinterest