Λίθος σμάραγδος,
ὁ κάλλιστος καὶ πολύτιμος, δύναμιν ἔχει πρὸς πᾶσαν χάριν καὶ ἐπιτυχίαν ἐν πάσῃ πράξει· τοὺς γὰρ ἁγνῶς φοροῦντας αὔξει βίῳ καὶ λόγῳ καὶ πράξει καὶ πράγματι. ποιεῖ δὲ καὶ πρὸς ὑδρομαντείας καὶ δούλοις πρὸς ἐλευθερίαν συμβάλλεται· ὃς γὰρ ἂν αὐτὸν κατασκευάσῃ καὶ τελέσῃ, πάντων ἐπιτεύξεται. δεῖ δὲ αὐτὸν κατασκευάσαι οὕτως· κτησάμενος τὸν λίθον κέλευε ἀδάμαντι γλυφῆναι κάνθαρον· εἶτα  εἰς τῆν κοιλίαν αὐτοῦ ἑστῶσαν ειν· ἔπειτα τρύπησον εἰμῆκος καὶ ἐμβαλὼν χρυσῆν βελόνην φόρει περὶ τὸν δάκτυλον. οὗτος ὁ λίθος γεννᾶται ἐν Ἰνδίᾳ, ὅπου ὁ Φισὼν ποταμὸς ἐκ τοῦ παραδείσου ἔρχεται· οὗτος ὅρασιν ἔχει ὁμοίαν τῇ χλόῃ τῆς γῆς καὶ ὁ μὲν πρασώδης οὗτος καλεῖται νερωνιανός· ὁ δὲ παρὰ τοῦτον ὑποχλωριάζων λέγεται σμάραγδος ὑακτορίζων· ἐὰν δὲ ᾖ ὑπόχλωρος, ἀσπροειδὴς ἔλαττον τούτου, λέγεται τακτώριος.
Λίθος ὑάκινθος·
γλύφεται ἐν τούτῳ τῷ λίθῳ τῷ καθαρῷ Ποσειδῶν ἔχων δελφῖνα τῷ δεξιῷ ποδὶ καὶ τρίαιναν τῇ δεξιᾷ χειρί· τελέσας οὖν οὕτως ἔχε φορῶν τὸν δακτύλιον, καὶ ποιεῖ πάντα ὅσα καὶ ὁ σμάραγδος· ἀλλὰ καὶ τοὺς διὰ θαλάσσης ἐμπορευομένους ἀπὸ κλύδωνος ῥύεται.
Λίθος ὁ σπάνιος·
οὗτος καὶ ἄνευ γλυφῆς φορούμενος μεγάλα ἀποτελεῖ· οὐδεὶς δὲ τὸν λίθον τοῦτον ἔχει ἀλλ' ἢ μόνος ὁ Περσῶν βασιλεύς, ὅθεν δυνατὸς γέγονε καὶ τῶν ἄλλων ὑπερφερέστερος· τὸ δὲ εἶδος τούτου τοῦ λίθου ἐστὶν ὡσπερεὶ λυχνίτης καθαρός, πορφυροῦς, ἡλιόφεγγος.
Λίθος ὁ χαλκηδόνιος·
τὴν χροιάν ἐστι πυραυγὴς ἄνθρακι ὅμοιος, ἔλαττον δὲ τοῦ σπανίου στιβαρός· οὗτος ὁ λίθος ἐστὶν ὁ λυχνίτης. ὁ ἄνθραξ, καθαρός, αἱματοειδής· οὗτος ἐπιχαραχθεὶς Ἀθηνᾶν τελείαν κρατοῦσαν τῇ δεξιᾷ χειρὶ ὄρνεον τὸ λεγόμενον ἐρωδιόν, τῇ δὲ εὐωνύμῳ κατέχουσαν κράνος, καὶ φορούμενος μετὰ τὸ τελεσθῆναι τὸν φοροῦντα ποιήσει περιγίνεσθαι πάντων ἐχθρῶν καὶ ἀντιπάλων, ἐπίχαριν καὶ εὐσύνετον καὶ πάντα δυνάμενον καταπράττεσθαι καὶ ναυαγίων ἀνώτερον. σημείωσαι δὲ τὸν λίθον οἷός ἐστιν, ἐὰν αὐτὸν περιτρίψῃς ἱματίῳ μαλακῷ· ἐπισπαστικὸς γὰρ γίνεται τῆς παρακειμένης αὐτῷ ὕλης ἁρπάζων κάρφη ὡσπερεὶ καὶ ὁ μαγνήτης τὸν σίδηρον. γίνεται δὲ ἐν τῇ Ἰνδικῇ, ὅπου καὶ ὁ προγεγραμμένος.
Λίθος ὁ βαβυλώνιος·
οἱ δὲ σάρδιον τοῦτον καλοῦσιν, βαβυλώνιος δέ ἐστιν ἕτερος λίθος ὑποκείμενος τοῖς Χαλδαίοις· ὁ δὲ βαβυλώνιος ἔχει ὡς ἄνθρακος καιομένου αὐγήν· ἡδὺς ὥσπερ ἡλίου ἀνατολή· οὗτος ὁ σάρδιος εἰς Βαβυλῶνα γίνεται λευκάζων, ἔχων ζώνας μέσον λαμπρὰς ἀπαυγιζούσας. οὗτος φορούμενος ὑπὸ λαμπρῶν ἀνδρῶν καὶ μάλιστα τῶν ἐν τῷ παλατίῳ ποιεῖ αὐτοὺς ἐν μεγάλαις τιμᾶσθαι δόξαις. γεγλυμμένος ἔχων τὴν Ἄρτεμιν τελείαν καὶ παρισταμένην αὐτῇ ἔλαφον ποιεῖ δὲ τὸν φοροῦντα ἀνδρεῖον, γοργόν, γενναῖον, εὔψυχον, ἀπωθεῖται δὲ καὶ τὰ ἀπὸ τῶν πολεμίων ἐπιφερόμενα τραύματα ἀσθενεστέρους τοὺς ἐναντίους ποιῶν, καὶ ἐάν τις τραυματισθῇ καὶ περιάψῃ τὸν λίθον τοῦτον εἰς τὸν τόπον, οὐκ ἐᾷ τὸ τραῦμα οἰδῆσαι, τηρεῖ δὲ καὶ ἀνώδυνον τὸν φοροῦντα ἀπὸ τῶν τραυμάτων, ἢν ἔχῃ. γλύφεται δὲ καὶ Ἄρης, ὁ δεσπόζων τοῦ λίθου· τούτῳ γὰρ ἀνάκειται.
Λίθος σαρδώνυξ·
οὗτος ὑπὸ πάντων τῶν μάγων μόλοχος λέγεται διὰ τὸ μαλάσσειν καὶ ἁπαλύνειν τὰς τῶν ὑπερεχόντων δυνάμεις· οὗτος φυλακτήριον μέγιστον τοῦ σώματός ἐστιν· Ἀθηναῖοι δὲ τούτῳ χρῶνται τῷ λίθῳ ὅτι ἐπιτευκτικός ἐστιν· λαμβάνουσι δὲ αὐτὸν μηνὶ Ξανθικῷ ἡλίου ὄντος ἐν κριῷ καὶ γλύφουσι κριὸν καὶ Ἀθηνᾶν καρδίαν κρατοῦσαν. οὗτος ἔχει ζώνας ποικίλους πολλάς, τὰς μὲν ἀεριζούσας, τὰς δὲ χρῶμα ἐχούσας μέλιτος, ἀλλὰ καὶ μελαίνας καὶ ὑπολευκιζούσας καὶ ἑτέρας λευκοτέρας.
Λίθος ὀνυχίτης·
οὗτος ἐν τῇ Ἰνδικῇ γίνεται λευκὰς ζώνας πλείστας ἔχων ἐν ἑαυτῷ ἀεριζούσας. ἐπιχάρασσε δὲ ἐπ' αὐτῷ σπείραμα ὄφεως ἔχον προτομὴν ἤγουν κεφαλὴν κυνός· οὗτος φορούμενος τὰ ἐντὸς πάντα φυλάσσει καὶ οὐκ ἐᾷ βλαβῆναι τὸν φοροῦντα αὐτόν· ἔχει δὲ ζώνας λευκὰς ὡς εἴρηται καὶ ὀλίγας ξανθιζούσας.
Λίθος ὀνυχίτης ἕτερος·
ἔχων ἐν ἑαυτῷ τὸ μέν τι μέλιτος χρῶμα, τὸ δέ τι μέλαν, μέσον δὲ λευκόν. οὗτος ἐπιχαραχθεὶς τὸν Ἀπόλλωνα καὶ τὴν Ἄρτεμιν εὐτεκνίαν ποιεῖται. ἐὰν δὲ ἐν ὄχλῳ προπορεύηται ὁ φορῶν, ἐνδοξότητα καὶ εὐημερίαν αὐτῷ προξενεῖ.
Λίθος ὀνυχίτης ἕτερος,
ὅν τινες περιλεύκιον καλοῦσιν· ἐὰν γλυφῇ εἰς αὐτὸν ᾠὸν καὶ μέσον τοῦ ᾠοῦ κάνθαρος, ἄληπτος ἐν τῷ βίῳ ἔσῃ καὶ χρημάτων καὶ πραγμάτων εὐπορήσεις πολλῶν.
Λίθος ὀνυχίτης ἕτερος·
λευκὸς καὶ διαυγὴς δι' ὅλου καθάπερ ἀήρ· ἔστι δὲ οὗτος ὀνυχίτου γένος· ἐπιχάρασσε οὖν εἰς αὐτὸν σπείραμα ὄφεως ἔχον προτομὴν ἤτοι κεφαλὴν λέοντος καὶ ἀκτῖνας· οὗτος φορούμενος οὐκ ἐᾷ ὅλως ἀλγῆσαι τὸν στόμαχον, ἀλλὰ καὶ ὅσαις ἂν χρήσῃ τροφαῖς εὐπεπτήσεις· ὁ δὲ φορῶν μὴ ἀποτιθέσθω αὐτόν. Λίθος ὀνυχίτης ἕτερος· μέλας τῇ ὄψει δι' ὅλου· οὗτος ὠφέλιμος ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις· γλύφεται δὲ ἐν αὐτῷ Χνούβιος ἔχων κεφαλὰς τρεῖς.
Λίθος χρυσόλιθος·
ὑγρός, διαυγής, διαφαής, χρυσίζων διαφανήσ· οὗτος φορούμενος κοσμίους ποιεῖ καὶ ἀγαθοὺς ταῖς γνώμαις, μάλιστα δὲ ταῖς γυναιξὶ φορεῖν συμφέρει· ἐπιχάρασσε οὖν Ἀφροδίτην καὶ τελέσας ἔχε· ποιεῖ δὲ πολλὴν χάριν.
Λίθος ὀπάλλιος·
οὗτος λέγεται ὑπό τινων σαλπιζηνός, ὑπὸ δὲ ἄλλων παιδέρως διὰ τὴν εὐμορφίαν· ἔστι δὲ παρόμοιος ἀμεθύστῳ, ἀνειμένος καὶ διαυγής, ὑελίζων, προσφιλὴς μὲν πᾶσιν, μάλιστα δὲ τῷ ἡλίῳ· ἔστιν οὗτος καὶ πρὸς τὰς τῶν ὑπερεχόντων αἰτήσεις ἐπιτευκτικός· ἐπίχαρίς τε καὶ ἔνδοξος ὁ λίθος· ἐπὶ δὲ τοὺς ἀποτροπιαζομένους ἄκρως εὐεργετεῖ καὶ μάλιστα τοῖς φανταζομένοις ὑπὸ τῆς Ἑκάτης· ποιεῖ δὲ καὶ πρὸς τὰ ἀφροδίσια τῶν παίδων· γλύφεται δὲ ἐν αὐτῷ
Λίθος ἀχάτης·
οἱ ἀχάται μεγίστας δυνάμεις ἔχουσιν· εἰσὶ δὲ Ἑρμοῦ· ὁ δὲ ὁμόχρους λέοντος δορᾷ ἰσχύει πρὸς τοὺς σκορπιοδήκτους προσδεθεὶς ἢ λειωθεὶς καὶ παραχρισθεὶς μεθ' ὕδατος· αὐτίκα γὰρ ἄπονον ποιεῖ τὸν πληγέντα· εὔθετος δὲ καὶ ἐν τοῖς ἐχιοδήκτοις τριβεὶς καὶ ἐπιπασθεὶς τῷ δήγματι ἢ καὶ μετὰ οἴνου ποτισθείς· φορούμενος δὲ ἐν τῷ δακτυλίῳ ποιεῖ τὸν φοροῦντα εὐπροσήγορον καὶ εὐόμιλον καὶ εὐπειθῆ καὶ δυνατὸν καὶ ἐν πᾶσι περιχαρῆ εὔρρωστόν τε καὶ εὔχρουν τελεῖται δὲ οὕτως· λαβὼν βελόνην χαλκῆν γράφε ἐν αὐτῷ τὸ ὄνομα τοῦτο· ἰαχώ, καὶ ὑπόθες εἰς τὸν δακτύλιον τὸν λίθον καὶ ἐντυπώσας φόρει· οὗτός ἐστιν ὁλοκίτρινος.
Λίθος ἀνταχάτης·
ἔστι μὲν πολλῷ διαφορώτερος τῷ εἴδει τοῦ ἀχάτου, τῇ δὲ δυνάμει κράτιστος· οὗτος ὁ λίθος τριταῖόν τε καὶ τεταρταῖον καὶ πᾶσαν ἄλλην περίοδον νόσου ἰᾶται· γίνεται δὲ οὕτως· τρίψας ὑποθυμία εἰς διαπύρους ἄνθρακας ὡς ἀντὶ λιβανωτοῦ, οὐκ ἄγαν δὲ λεπτὸν θυμιᾶται, ὡς ἂν ἐπὶ πλείονας ὥρας μείνας ἑλκυσθῇ διὰ τῶν αἰσθήσεων·


Αναζήτηση

Το πιο ισχυρό μου ατού!

  • Σχετικά με τα αραβικά φυλαχτά Φάιζα Κωδωνά - Δεκέμβριος 28, 2014

    Το θέμα των τάλισμαν και των περιάπτων και εν γένει των φυλαχτών, εμφανίζεται απέραντο στον απλό άνθρωπο, είτε γιατί έχει πολυάριθμες παραλλαγές, είτε γιατί τα στοιχεία είναι ποικίλα, είτε γιατί ο ίδιος ο άνθρωπος έχει ελάχιστη γνώση για αυτά.

    Περισσότερα...

nooriyavenusLogo blogger blogger facebookgoogle sitesgoogle+pinterest