Ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ἅγιος, ὁ ἀληθινός, φιλάνθρωπος καὶ δημιουργός, ὁ πατὴρ τοῦ κυρίου καὶ σωτῆρος
ἡμῶν Ἰησοῦ Χριστοῦ, φανέρωσόν μοι τὴν παρὰ σοὶ ἀλήθιαν· εἰ βούλῃ με ἀπελθεῖν εἰς Χιουτ, ἢ εὑρίσκω σὲ σὺν ἐμοὶ
πράττοντα καὶ εὐμενῆν; γένοιτο, ἀμήν. 

Τὴν θύραν, τὴν Ἀφροδίτην φροδιτην ροδιτην οδιτην διτην ιτην την ην ν Ὡρ Ὡρ φωρ φωρ, Ἰάω Σαβαώθ, Ἀδονέ,
δένο σε, σκορπίε Ἀρτερήσιε· ἀπάλλαξον τὸν οἶκον τοῦτον  ἀπὸ παντὸς κακοῦ ἑρπετοῦ [καὶ] πράγματος, ταχύ, ταχύ.
ὁ ἅγιος Φωκᾶς ὧδέ ἐστιν. Φαμενωθ ιγ, ἰνδικτιῶνοσ τρίτης. 

 Ἡ ἰσχὺς τοῦ θεοῦ ἡμῶν ἐνίσχυσεν, καὶ ἐπέβη κύριος ἐπὶ τὴν θύραν καὶ οὐκ ἔασεν τὸν ἐξολεθρεύοντα εἰσελθεῖν.
Ἀβραὰμ ὧδε κατ[οικεῖ.] τὸ αἷμ[α τοῦ Χριστοῦ,] παῦσον τὸ κακόν.

Ὡρ Ὡρ φωρ φωρ, Ἰάω, Σαβαώθ, Ἀδωναί; Ἐλωέ, Σαλαμαν Ταρχ[ει·] δέννω σε, σκορπίε Ἀρτεμίσιε, τιε, διαφύλαξον τὸν οἶκον τοῦτον μετὰ τῶν ἐνοικούντων ἀπὸ παντὸς κακοῦ, ἀπὸ βασκοσύνης  πάσης ἀερίνων πνευμάτων καὶ ἀνθρωπίνου ὀφθαλ[μοῦ] καὶ πόνου δεινοῦ [καὶ] δήγματος σκορπίου καὶ ὄφεως, διὰ τὸ ὄνομα τοῦ ὑψίστου θεοῦ ναιας μελι ζ ξυρουρο αααααα Βαϊνχωωωχ μαριιι ιιι λ ηναγ κορη· φύλαξον, κύριε, υἱὲ τοῦ Δαυῒδ κατὰ σάρκα, ὁ τεχθεὶς ἐκ τῆς ἁγίας παρθένου Μαρίας, ἅγιε, ὕψιστε θεέ, ἐξ ἁγίου πνεύματος. δόξα σοι, οὐράνιε βασιλεῦ. ἀμήν. Α † Ω  Α † Ω. ΙΧΘΥΣ. 


Ὡρ Ὡρ φωρ Ἐλωεί, Ἀδωναί, Ἰάω, Σαβαώθ, Μιχαήλ, Ἰεσοῦ Χριστέ· βοήθι ἡμῖν καὶ τούτῳ οἴκῳ. ἀμήν.

Δέσποτά μου, θεὲ παντοκράτωρ, καὶ ἅγιε Φιλόξενε, πρόστατά μου, παρακαλῶ ὑμᾶς διὰ τὸ μέγα ὄνομ[α] τοῦ δεσπότου θεοῦ· ἐὰν οὐκ ἔστιν θέλημα ὑμῶν μὴ λαλῆσαί με μηδὲ περὶ τραπέζ[ησ] μηδὲ περὶ ζυγοστασίας, παρακελεῦσαί με μαθεῖν, ἵνα μὴ λαλήσω.

Δέσποτα, θεὲ παντοκράτωρ, ὁ πατὴ[ρ] τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν [Ἰησοῦ Χριστοῦ, κ]αὶ ἅγιε Σερῆνε,
εὐχαριστῶ ἐγὼ Σιλουανός, υἱὸς Σαραπίωνος, καὶ κλίνω τὴν κεφαλήν [μο]υ κατενώπιόν σου αἰτῶν καὶ παρακαλῶν, ὅπως διώξῃς ἀπ' ἐμοῦ, τοῦ δούλου σου, τὸν δαίμονα προβασκανίας καὶ τὸν κ[ακο]ε[ρ]γίας καὶ τὸν τῆς ἀηδίας, κα[ὶ] πᾶσαν δὲ νόσον καὶ πᾶσαν μαλακίαν ἄφελε ἀπ' ἐμοῦ, ὅπως ὑγιάνω καὶ [μελ]λ[ήσω] εἰπεῖν τὴν εὐαγγελικὴν
εὐχὴν [ὑγιήσ]· πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐραν[οῖς, ἁγιασθήτω] τὸ ὄνομά σου, ἐλθάτω ἡ βα[σιλεία σ]ου, γενηθήτω τὸ θέλημά [σου ὡσ] ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. τὸν ἄρτον ἡ[μῶν τὸ]ν ἐπιούσιον δὸς ἡ[μῖν] σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλ[ή]ματα ἡμῶν, [κα]θὰ καὶ ἡμεῖς ἀφείε[μεν] τοῖς ὀφει[λέταις ἡμῶν], καὶ [μὴ] ἄγε ἡμᾶς εἰς πειρασμόν, κύριε, ἀ[λλὰ] ῥῦσ[αι ἡ]μᾶς ἀπὸ τῆς πονηρ[ίας· σοῦ γάρ ἐστιν] ἡ δόξ[α εἰσ] τοὺς αἰῶν[ασ καὶ ἡ τῶν ἐν ἀρχῇ ἦν ὁ [λόγο]ς. βίβλος γε[νέσεως Ἰησοῦ Χριστοῦ, υἱ]ο[ῦ Δαυίδ, υἱοῦ Ἀβραάμ.] ὦ φῶς ἐκ φωτός, θεὸς ἀληθινός, χάρισον
ἐμέ, τὸν δοῦλόν σου, τὸ φῶς. ἅγιε Σερῆνε, πρόσπεσε ὑπὲρ ἐμοῦ, ἵνα τελείως ὑγιάνω. 

Ἄγγελοι, ἀρχάγγελοι, οἱ κατέχοντες τοὺς καταράκτους τῶν οὐρανῶν, οἱ ἀνατέλλοντες τὸ φῶς ἐκ τῶν τεσσάρων γω-
νιῶν τοῦ κόςμου· ὅτι δικάσιμον ἔχω μετά τινων ἀκεφάλων, κρατεῖτε αὐτοὺς καὶ ἐμὲ ἀπολύσατε διὰ τὴν δύναμιν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. τὸ ἐμοῦ αἷμα Χριστοῦ τὸ ἐκχυθὲν ἐν τῷ κρανίῳ τόπῳ, φῖσαι καὶ ἐλέησον. ἀμήν, ἀμήν, ἀμήν.

Δέσποτά μου, θεὲ παντοκράτωρ, καὶ ἅγιε Φιλόξενε, πρόστατά μου, παρακαλῶ ὑμᾶς διὰ τὸ μέγα ὄνομα τοῦ δεσπότου θεοῦ· ἐὰν θέλημα ὑμῶν ἐστιν καὶ συνέρχεσθέ μοι λαβεῖν τὴν τραπεζῖτιν, παρακαλῶ κελεῦσαί με μαθεῖν καὶ λαλῆσαι. 

Αναζήτηση

Το πιο ισχυρό μου ατού!

  • Σχετικά με τα αραβικά φυλαχτά Φάιζα Κωδωνά - Δεκέμβριος 28, 2014

    Το θέμα των τάλισμαν και των περιάπτων και εν γένει των φυλαχτών, εμφανίζεται απέραντο στον απλό άνθρωπο, είτε γιατί έχει πολυάριθμες παραλλαγές, είτε γιατί τα στοιχεία είναι ποικίλα, είτε γιατί ο ίδιος ο άνθρωπος έχει ελάχιστη γνώση για αυτά.

    Περισσότερα...

nooriyavenusLogo blogger blogger facebookgoogle sitesgoogle+pinterest