ΟΡΦΕΥΣ ΠΡΟΣ ΜΟΥΣΑΙΟΝ.
Εὐτυχῶς χρῶ, ἑταῖρε.
Μάνθανε δή, Μουσαῖε, θυηπολίην περισέμνην,
εὐχήν, ἣ δή τοι προφερεστέρη ἐστὶν ἁπασέων.
Ζεῦ βασιλεῦ καὶ Γαῖα καὶ οὐράνιαι φλόγες ἁγναὶ
Ἠελίου, Μήνης θ' ἱερὸν σέλας Ἄστρα τε πάντα·
καὶ σύ, Ποσείδαον γαιήοχε, κυανοχαῖτα,
Φερσεφόνη θ' ἁγνὴ Δημήτηρ τ' ἀγλαόκαρπε
Ἄρτεμί τ' ἰοχέαιρα, κόρη, καὶ ἤιε Φοῖβε,
ὃς Δελφῶν ναίεις ἱερὸν πέδον· ὅς τε μεγίστας
τιμὰς ἐν μακάρεσσιν ἔχεις, Διόνυσε χορευτά·
Ἆρές τ' ὀμβριμόθυμε καὶ Ἡφαίστου μένος ἁγνὸν
ἀφρογενής τε θεά, μεγαλώνυμα δῶρα λαχοῦσα·
καὶ σύ, καταχθονίων βασιλεῦ, μέγ' ὑπείροχε δαῖμον,
Ἥβη τ' Εἰλείθυια καὶ Ἡρακλέος μένος ἠύ·
καὶ τὸ Δικαιοσύνης τε καὶ Εὐσεβίης μέγ' ὄνειαρ
κικλήσκω Νύμφας τε κλυτὰς καὶ Πᾶνα μέγιστον
Ἥρην τ', αἰγιόχοιο Διὸς θαλερὴν παράκοιτιν·
Μνημοσύνην τ' ἐρατὴν Μούσας τ' ἐπικέκλομαι ἁγνὰς
ἐννέα καὶ Χάριτάς τε καὶ Ὥρας ἠδ' Ἐνιαυτὸν
Λητώ τ' εὐπλόκαμον, Θείην σεμνήν τε Διώνην
Κουρῆτάς τ' ἐνόπλους Κορύβαντάς τ' ἠδὲ Καβείρους
καὶ μεγάλους Σωτῆρας ὁμοῦ, Διὸς ἄφθιτα τέκνα,
Ἰδαίους τε θεοὺς ἠδ' ἄγγελον Οὐρανιώνων,
Ἑρμείαν κήρυκα, Θέμιν θ', ἱεροσκόπον ἀνδρῶν,
Νύκτα τε πρεσβίστην καλέω καὶ φωσφόρον Ἦμαρ,
Πίστιν τ' ἠδὲ Δίκην καὶ ἀμύμονα Θεσμοδότειραν,
Ῥείαν τ' ἠδὲ Κρόνον καὶ Τηθὺν κυανόπεπλον
Ὠκεανόν τε μέγαν, σύν τ' Ὠκεανοῖο θύγατρας
Ἄτλαντός τε καὶ Αἰῶνος μέγ' ὑπείροχον ἰσχὺν
καὶ Χρόνον ἀέναον καὶ τὸ Στυγὸς ἀγλαὸν ὕδωρ
μειλιχίους τε θεούς, ἀγαθήν τ' ἐπὶ τοῖσι Πρόνοιαν
Δαίμονά τ' ἠγάθεον καὶ Δαίμονα πήμονα θνητῶν,
Δαίμονας οὐρανίους καὶ ἠερίους καὶ ἐνύδρους
καὶ χθονίους καὶ ὑποχθονίους ἠδ' ἐμπυριφοίτους,
καὶ Σεμέλην Βάκχου τε συνευαστῆρας ἅπαντας,
Ἰνὼ Λευκοθέην τε Παλαίμονά τ' ὀλβιοδώτην
Νίκην θ' ἡδυέπειαν ἰδ' Ἀδρήστειαν ἄνασσαν
καὶ βασιλῆα μέγαν Ἀσκληπιὸν ἠπιοδώτην
Παλλάδα τ' ἐγρεμάχην κούρην, Ἀνέμους τε πρόπαντας
καὶ Βροντὰς Κόσμου τε μέρη τετρακίονος αὐδῶ·
Μητέρα τ' ἀθανάτων, Ἄττιν καὶ Μῆνα κικλήσκω
Οὐρανίαν τε θεάν, σύν τ' ἄμβροτον ἁγνὸν Ἄδωνιν
Ἀρχήν τ' ἠδὲ Πέρας - τὸ γὰρ ἔπλετο πᾶσι μέγιστον -
εὐμενέας ἐλθεῖν κεχαρημένον ἦτορ ἔχοντας
τήνδε θυηπολίην ἱερὴν σπονδήν τ' ἐπὶ σεμνήν.

Ἑκάτης
  Εἰνοδίαν Ἑκάτην κλήιζω, τριοδῖτιν, ἐραννήν,
οὐρανίαν χθονίαν τε καὶ εἰναλίαν, κροκόπεπλον,
τυμβιδίαν, ψυχαῖς νεκύων μέτα βακχεύουσαν,
Περσείαν, φιλέρημον, ἀγαλλομένην ἐλάφοισι,
νυκτερίαν, σκυλακῖτιν, ἀμαιμάκετον βασίλειαν,
θηρόβρομον, ἄζωστον, ἀπρόσμαχον εἶδος ἔχουσαν,
ταυροπόλον, παντὸς κόσμου κληιδοῦχον ἄνασσαν,
ἡγεμόνην, νύμφην, κουροτρόφον, οὐρεσιφοῖτιν,
λισσόμενος κούρην τελεταῖς ὁσίαισι παρεῖναι
βουκόλωι εὐμενέουσαν ἀεὶ κεχαρηότι θυμῶι.
 
Προθυραίας, θυμίαμα στύρακα.
 Κλῦθί μοι, ὦ πολύσεμνε θεά, πολυώνυμε δαῖμον,
ὠδίνων ἐπαρωγέ, λεχῶν ἡδεῖα πρόσοψι,
θηλειῶν σώτειρα μόνη, φιλόπαις, ἀγανόφρον,
ὠκυλόχεια, παροῦσα νέαις θνητῶν, Προθυραία,
κλειδοῦχ', εὐάντητε, φιλοτρόφε, πᾶσι προσηνής,
ἣ κατέχεις οἴκους πάντων θαλίαις τε γέγηθας,
λυσίζων', ἀφανής, ἔργοισι δὲ φαίνηι ἅπασι,
συμπάσχεις ὠδῖσι καὶ εὐτοκίηισι γέγηθας,
Εἰλείθυια, λύουσα πόνους δειναῖς ἐν ἀνάγκαις·
μούνην γὰρ σὲ καλοῦσι λεχοὶ ψυχῆς ἀνάπαυμα·
ἐν γὰρ σοὶ τοκετῶν λυσιπήμονές εἰσιν ἀνῖαι,
Ἄρτεμις Εἰλείθυια,  καὶ ἡ  σεμνή, Προθυραία.
κλῦθι, μάκαιρα, δίδου δὲ γονὰς ἐπαρωγὸς ἐοῦσα
καὶ σῶζ', ὥσπερ ἔφυς αἰεὶ σώτειρα προπάντων.
,
Νυκτός, θυμίαμα δαλούς.
 Νύκτα θεῶν γενέτειραν ἀείσομαι ἠδὲ καὶ ἀνδρῶν.
'Νὺξ γένεσις πάντων, ἣν καὶ Κύπριν καλέσωμεν(
κλῦθι, μάκαιρα θεά, κυαναυγής, ἀστεροφεγγής,
ἡσυχίηι χαίρουσα καὶ ἠρεμίηι πολυύπνωι,
εὐφροσύνη, τερπνή, φιλοπάννυχε, μῆτερ ὀνείρων,
ληθομέριμν'  ἀγαθή τε  πόνων ἀνάπαυσιν ἔχουσα,
ὑπνοδότειρα, φίλη πάντων, ἐλάσιππε,  νυχαυγής,
ἡμιτελής, χθονία ἠδ' οὐρανία πάλιν αὐτή,
ἐγκυκλία, παίκτειρα διώγμασιν ἠεροφοίτοις,
ἣ φάος ἐκπέμπεις ὑπὸ νέρτερα καὶ πάλι φεύγεις
εἰς Ἀίδην· δεινὴ γὰρ ἀνάγκη πάντα κρατύνει.
νῦν σε, μάκαιρα, καλῶ, πολυόλβιε, πᾶσι ποθεινή,
εὐάντητε, κλύουσα ἱκετηρίδα φωνὴν
ἔλθοις εὐμενέουσα, φόβους δ' ἀπόπεμπε νυχαυγεῖς.

Οὐρανοῦ, θυμίαμα λίβανον.
 Οὐρανὲ παγγενέτωρ, κόσμου μέρος αἰὲν ἀτειρές,
πρεσβυγένεθλ', ἀρχὴ πάντων πάντων τε τελευτή,
κόσμε πατήρ, σφαιρηδὸν ἑλισσόμενος περὶ γαῖαν,
οἶκε θεῶν μακάρων, ῥόμβου δίναισιν ὁδεύων,
οὐράνιος χθόνιός τε φύλαξ πάντων περιβληθείς,
ἐν στέρνοισιν ἔχων φύσεως ἄτλητον ἀνάγκην,
κυανόχρως, ἀδάμαστε, παναίολε, αἰολόμορφε,
πανδερκές, Κρονότεκνε, μάκαρ, πανυπέρτατε δαῖμον,
κλῦθ' ἐπάγων ζωὴν ὁσίαν μύστηι νεοφάντηι.

Αἰθέρος, θυμίαμα κρόκον.
  Ὦ Διὸς ὑψιμέλαθρον ἔχων κράτος αἰὲν ἀτειρές,
ἄστρων ἠελίου τε σεληναίης τε μέρισμα,
πανδαμάτωρ, πυρίπνου, πᾶσι ζωοῖσιν ἔναυσμα,
ὑψιφανὴς Αἰθήρ, κόσμου στοιχεῖον ἄριστον,
ἀγλαὸν ὦ βλάστημα, σελασφόρον, ἀστεροφεγγές,
κικλήσκων λίτομαί σε κεκραμένον εὔδιον εἶναι.
 
Πρωτογόνου, θυμίαμα σμύρναν.
  Πρωτόγονον καλέω διφυῆ, μέγαν, αἰθερόπλαγκτον,
ὠιογενῆ, χρυσέαισιν ἀγαλλόμενον πτερύγεσσι,
ταυροβόαν, γένεσιν μακάρων θνητῶν τ' ἀνθρώπων,
σπέρμα πολύμνηστον, πολυόργιον, Ἠρικεπαῖον,
ἄρρητον, κρύφιον ῥοιζήτορα, παμφαὲς ἔρνος,
ὄσσων ὃς σκοτόεσσαν ἀπημαύρωσας ὁμίχλην
πάντη δινηθεὶς πτερύγων ῥιπαῖς κατὰ κόσμον
λαμπρὸν ἄγων φάος ἁγνόν, ἀφ' οὗ σε Φάνητα κικλήσκω
ἠδὲ Πρίηπον ἄνακτα καὶ Ἀνταύγην ἑλίκωπον.
ἀλλά, μάκαρ, πολύμητι, πολύσπορε, βαῖνε γεγηθὼς
ἐς τελετὴν ἁγίαν πολυποίκιλον ὀργιοφάνταις.
 
Ἄστρων, θυμίαμα ἀρώματα.
 Ἄστρων οὐρανίων ἱερὸν σέλας ἐκπροκαλοῦμαι
εὐιέροις φωναῖσι κικλήσκων δαίμονας ἁγ[ν]ούς.
Ἀστέρες οὐράνιοι, Νυκτὸς φίλα τέκνα μελαίνης,
ἐγκυκλίοις δίναισι  περιθρόνια κυκλέοντες.
ἀνταυγεῖς, πυρόεντες, ἀεὶ γενετῆρες ἁπάντων,
μοιρίδιοι, πάσης μοίρης σημάντορες ὄντες,
θνητῶν ἀνθρώπων θείαν διέποντες ἀταρπόν,
ἑπταφαεῖς ζώνας ἐφορώμενοι, ἠερόπλαγκτοι,
οὐράνιοι χθόνιοί τε, πυρίδρομοι, αἰὲν ἀτειρεῖς,
αὐγάζοντες ἀεὶ νυκτὸς ζοφοειδέα πέπλον,
μαρμαρυγαῖς στίλβοντες, ἐύφρονες ἐννύχιοί τε·
ἔλθετ' ἐπ' εὐιέρου τελετῆς πολυΐστορας ἄθλους
ἐσθλὸν ἐπ' εὐδόξοις ἔργοις δρόμον ἐκτελέοντες.
,
Εἰς Ἥλιον, θυμίαμα λιβανομάνναν.
Κλῦθι μάκαρ, πανδερκὲς ἔχων αἰώνιον ὄμμα,
Τιτὰν χρυσαυγής, Ὑπερίων, οὐράνιον φῶς,
αὐτοφυής, ἀκάμασ, ζώιων ἡδεῖα πρόσοψι,
δεξιὲ μὲν γενέτωρ ἠοῦς, εὐώνυμε νυκτός,
κρᾶσιν ἔχων ὡρῶν, τετραβάμοσι ποσσὶ χορεύων,
εὔδρομε, ῥοιζήτωρ, πυρόεις, φαιδρωπέ, διφρευτά,
ῥόμβου ἀπειρεσίου δινεύμασιν οἶμον ἐλαύνων,
εὐσεβέσιν καθοδηγὲ καλῶν, ζαμενὴς ἀσεβοῦσι,
χρυσολύρη, κόσμου τὸν ἐναρμόνιον δρόμον ἕλκων,
ἔργων σημάντωρ ἀγαθῶν, ὡροτρόφε κοῦρε,
κοσμοκράτωρ, συρικτά, πυρίδρομε, κυκλοέλικτε,
φωσφόρε,  αἰολόδικτε, φερέσβιε, κάρπιμε Παιάν,
ἀιθαλής, ἀμίαντε, χρόνου πάτερ, ἀθάνατε Ζεῦ,
εὔδιε, πασιφαής, κόσμου τὸ περίδρομον ὄμμα,
σβεννύμενε λάμπων τε καλαῖς ἀκτῖσι φαειναῖς,
δεῖκτα δικαιοσύνης, φιλονάματε, δέσποτα κόσμου,
πιστοφύλαξ, αἰεὶ πανυπέρτατε, πᾶσιν ἀρωγέ,
ὄμμα δικαιοσύνης, ζωῆς φῶς· ὦ ἐλάσιππε,
μάστιγι λιγυρῆι τετράορον ἅρμα διώκων·
κλῦθι λόγων, ἡδὺν δὲ βίον μύστηισι πρόφαινε.
 
Εἰς Σελήνην, θυμίαμα ἀρώματα.
  Κλῦθι, θεὰ βασίλεια, φαεσφόρε, δῖα Σελήνη,
ταυρόκερως  Μήνη, νυκτιδρόμε, ἠεροφοῖτι,
ἐννυχία, δαιδοῦχε, κόρη, εὐάστερε, Μήνη,
αὐξομένη καὶ λειπομένη, θῆλύς τε καὶ ἄρσην,
αὐγάστειρα, φίλιππε, χρόνου μῆτερ, φερέκαρπε,
ἠλεκτρίς, βαρύθυμε, καταυγάστειρα,  νυχία,
πανδερκής, φιλάγρυπνε, καλοῖς ἄστροισι βρύουσα,
ἡσυχίηι χαίρουσα καὶ εὐφρόνηι ὀλβιομοίρωι,
λαμπετίη, χαριδῶτι, τελεσφόρε, νυκτὸς ἄγαλμα,
ἀστράρχη, τανύπεπλ', ἑλικοδρόμε, πάνσοφε κούρη,
ἐλθέ, μάκαιρ', εὔφρων, εὐάστερε, φέγγεϊ τρισσῶι
λαμπομένη, σώζουσα νέους ἱκέτας σέο, κούρη.
,
Φύσεως, θυμίαμα ἀρώματα.
Ὦ Φύσι, παμμήτειρα θεά, πολυμήχανε μῆτερ,
οὐρανία, πρέσβειρα, πολύκτιτε δαῖμον, ἄνασσα,
πανδαμάτωρ, ἀδάμαστε, κυβερνήτειρα, παναυγής,
παντοκράτειρα,  τιτιμενέα πανυπέρτατε πᾶσιν
ἄφθιτε, πρωτογένεια, παλαίφατε, κυδιάνειρα,
ἐννυχία, πολύτειρε, σελασφόρε, δεινοκαθέκτι,
ἄψοφον ἀστραγάλοισι ποδῶν ἴχνος εἱλίσσουσα,
ἁγνή, κοσμήτειρα θεῶν ἀτελής τε τελευτή,
κοινὴ μὲν πάντεσσιν, ἀκοινώνητε δὲ μούνη,
αὐτοπάτωρ, ἀπάτωρ, ἐρατή,  πολύγηθε, μεγίστη,
εὐάνθεια, πλοκή, φιλία, πολύμικτε, δαῆμον,
ἡγεμόνη, κράντειρα, φερέσβιε, παντρόφε κούρη,
αὐτάρκεια, δίκη, Χαρίτων πολυώνυμε πειθώ,
αἰθερία, χθονία καὶ εἰναλία μεδέουσα,
πικρὰ μέν φαύλοισι, γλυκεῖα δὲ πειθομένοισι,
πάνσοφε, πανδώτειρα, κομίστρια, παμβασίλεια,
αὐξιτρόφος, πίειρα πεπαινομένων τε λύτειρα.
πάντων μὲν σὺ πατήρ, μήτηρ, τροφὸς ἠδὲ τιθηνός,
ὠκυλόχεια, μάκαιρα, πολύσπορος, ὡριὰς ὁρμή,
παντοτεχνές, πλάστειρα, πολύκτιτε,  ποντία δαῖμον,
ἀιδία, κινησιφόρε, πολύπειρε, περίφρων,
ἀενάωι στροφάλιγγι θοὸν ῥύμα δινεύουσα,
πάνρυτε, κυκλοτερής, ἀλλοτριομορφοδίαιτε,
εὔθρονε, τιμήεσσα, μόνη τὸ κριθὲν τελέουσα,
σκηπτούχων ἐφύπερθε βαρυβρεμέτειρα κρατίστη,
ἄτρομε, πανδαμάτειρα, πεπρωμένη, αἶσα, πυρίπνους,
ἀίδιος ζωὴ ἠδ' ἀθανάτη τε πρόνοια·
πάντα σύ ἐσσι, ἄνασσα· σὺ γὰρ μούνη τάδε τεύχεις.
ἀλλά, θεά, λίτομαί σε  σὺν εὐόλβοισιν  ἐν ὥραις
εἰρήνην ὑγίειαν ἄγειν, αὔξησιν ἁπάντων.
 
Πανός, θυμίαμα ποικίλα.
  Πᾶνα καλῶ κρατερόν, νόμιον, κόσμοιο τὸ σύμπαν,
οὐρανὸν ἠδὲ θάλασσαν ἰδὲ χθόνα παμβασίλειαν
καὶ πῦρ ἀθάνατον· τάδε γὰρ μέλη ἐστὶ τὰ Πανός.
ἐλθέ, μάκαρ, σκιρτητά, περίδρομε, σύνθρονε Ὥραις,
αἰγομελές, βακχευτά, φιλένθεε, ἀστροδίαιτε,
ἁρμονίαν κόσμοιο κρέκων φιλοπαίγμονι μολπῆι,
φαντασιῶν ἐπαρωγέ, φόβων ἔκπαγλε βροτείων,
αἰγονόμοις χαίρων ἀνὰ πίδακας ἠδέ τε βούταις,
εὔσκοπε, θηρητήρ, Ἠχοῦς φίλε, σύγχορε νυμφῶν,
παντοφυής, γενέτωρ πάντων, πολυώνυμε δαῖμον,
κοσμοκράτωρ, αὐξητά, φαεσφόρε, κάρπιμε Παιάν,
ἀντροχαρές, βαρύμηνις, ἀληθὴς Ζεὺς ὁ κεράστης.
σοὶ γὰρ ἀπειρέσιον γαίης πέδον ἐστήρικται,
εἴκει δ' ἀκαμάτου πόντου τὸ βαθύρροον ὕδωρ
Ὠκεανός τε πέριξ  ἐν ὕδασι  γαῖαν ἑλίσσων,
ἀέριόν τε μέρισμα τροφῆς, ζωοῖσιν ἔναυσμα,
καὶ κορυφῆς ἐφύπερθεν ἐλαφροτάτου πυρὸς ὄμμα.
βαίνει γὰρ τάδε θεῖα πολύκριτα σαῖσιν ἐφετμαῖς·
ἀλλάσσεις δὲ φύσεις πάντων ταῖς σαῖσι προνοίαις
βόσκων ἀνθρώπων γενεὴν κατ' ἀπείρονα κόσμον.
ἀλλά, μάκαρ, βακχευτά, φιλένθεε, βαῖν' ἐπὶ λοιβαῖς
εὐιέροις, ἀγαθὴν δ' ὄπασον βιότοιο τελευτὴν
Πανικὸν ἐκπέμπων οἶστρον ἐπὶ τέρματα γαίης.
,
Ἡρακλέος, θυμίαμα λίβανον.
 Ἥρακλες ὀμβριμόθυμε, μεγασθενές, ἄλκιμε Τιτάν,
καρτερόχειρ, ἀδάμαστε, βρύων ἄθλοισι κραταιοῖς,
αἰολόμορφε, χρόνου πάτερ,  ἀίδιέ τε  ἐύφρων,
ἄρρητ', ἀγριόθυμε, πολύλλιτε, παντοδυνάστα,
παγκρατὲς ἦτορ ἔχων, κάρτος μέγα, τοξότα, μάντι,
παμφάγε, παγγενέτωρ, πανυπέρτατε, πᾶσιν ἀρωγέ,
ὃς θνητοῖς κατέπαυσας ἀνήμερα φῦλα διώξας,
εἰρήνην ποθέων κουροτρόφον, ἀγλαότιμ[ον],
αὐτοφυής, ἀκάμας, γαίης βλάστημα φέριστον,
πρωτογόνοις στράψας βολίσιν, μεγαλώνυμε Παιών,
ὃς περὶ κρατὶ φορεῖς ἠῶ καὶ νύκτα μέλαιναν,
δώδεκ' ἀπ' ἀντολιῶν ἄχρι δυσμῶν ἆθλα διέρπων,
ἀθάνατος, πολύπειρος, ἀπείριτος, ἀστυφέλικτος·
ἐλθέ, μάκαρ, νούσων θελκτήρια πάντα κομίζων,
ἐξέλασον δὲ κακὰς ἄτας κλάδον ἐν χερὶ πάλλων,
πτηνοῖς τ' ἰοβόλοις κῆρας χαλεπὰς ἐπίπεμπε.
,
Κρόνου, θυμίαμα στύρακα.
 Ἀιθαλής, μακάρων τε θεῶν πάτερ ἠδὲ καὶ ἀνδρῶν,
ποικιλόβουλ', ἀμίαντε, μεγασθενές, ἄλκιμε Τιτάν,
ὃς δαπανᾶις μὲν ἅπαντα καὶ αὔξεις ἔμπαλιν αὐτός,
δεσμοὺς ἀρρήκτους ὃς ἔχεις κατ' ἀπείρονα κόσμον,
αἰῶνος Κρόνε παγγενέτωρ, Κρόνε ποικιλόμυθε,
Γαίης τε βλάστημα καὶ Οὐρανοῦ ἀστερόεντος,
γέννα, φυή, μείωσι, Ῥέας πόσι, σεμνὲ Προμηθεῦ,
ὃς ναίεις κατὰ πάντα μέρη κόσμοιο, γενάρχα,
ἀγκυλομῆτα, φέριστε· κλύων ἱκετηρίδα φωνὴν
πέμποις εὔολβον βιότου τέλος αἰὲν ἄμεμπτον.
 
Ῥέας, θυμίαμα ἀρώματα.
Πότνα Ῥέα, θύγατερ πολυμόρφου Πρωτογόνοιο,
 ἥτ' ἐπὶ ταυροφόρον  ἱερότροχον ἅρμα τιταίνεις,
τυμπανόδουπε, φιλοιστρομανές, χαλκόκροτε κούρη,
μῆτερ Ζηνὸς ἄνακτος Ὀλυμπίου, αἰγιόχοιο,
πάντιμ', ἀγλαόμορφε, Κρόνου σύλλεκτρε μάκαιρα,
οὔρεσιν ἣ χαίρεις θνητῶν τ' ὀλολύγμασι φρικτοῖς,
παμβασίλεια Ῥέα, πολεμόκλονε, ὀμβριμόθυμε,
ψευδομένη, σώτειρα, λυτηριάς, ἀρχιγένεθλε,
μήτηρ μέν τε θεῶν ἠδὲ θνητῶν ἀνθρώπων·
ἐκ σοῦ γὰρ καὶ γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν
καὶ πόντος πνοιαί τε· φιλόδρομε, ἀερόμορφε·
ἐλθέ, μάκαιρα θεά, σωτήριος εὔφρονι βουλῆι
εἰρήνην κατάγουσα σὺν εὐόλβοις κτεάτεσσι,
λύματα καὶ κῆρας πέμπουσ' ἐπὶ τέρματα γαίης.
,
Διός, θυμίαμα στύρακα.
  Ζεῦ πολυτίμητε, Ζεῦ ἄφθιτε, τήνδε τοι ἡμεῖς
μαρτυρίαν τιθέμεσθα λυτήριον ἠδὲ πρόσευξιν.
ὦ βασιλεῦ, διὰ σὴν κεφαλὴν ἐφάνη τάδε θεῖα,
γαῖα θεὰ μήτηρ ὀρέων θ' ὑψηχέες ὄχθοι
καὶ πόντος καὶ πάνθ', ὁπόσ' οὐρανὸς ἐντὸς ἔταξε·
Ζεῦ Κρόνιε, σκηπτοῦχε, καταιβάτα, ὀμβριμόθυμε,
παντογένεθλ', ἀρχὴ πάντων πάντων τε τελευτή,
σεισίχθων, αὐξητά, καθάρσιε, παντοτινάκτα,
ἀστραπαῖε, βρονταῖε, κεραύνιε, φυτάλιε Ζεῦ·
κλῦθί μου, αἰολόμορφε, δίδου δ' ὑγίειαν ἀμεμφῆ
εἰρήνην τε θεὰν καὶ πλούτου δόξαν ἄμεμπτον.
 
Ἥρης, θυμίαμα ἀρώματα.
 Κυανέοις κόλποισιν ἐνημένη, ἀερόμορφε,
Ἥρα παμβασίλεια, Διὸς σύλλεκτρε μάκαιρα,
ψυχοτρόφους αὔρας θνητοῖς παρέχουσα προσηνεῖς,
ὄμβρων μὲν μήτηρ, ἀνέμων τροφέ, παντογένεθλε·
χωρὶς γὰρ σέθεν οὐδὲν ὅλως ζωῆς φύσιν ἔγνω·
κοινωνεῖς γὰρ ἅπασι κεκραμένη ἠέρι σεμνῶι·
πάντων γὰρ κρατέεις μούνη πάντεσσί τ' ἀνάσσεις
ἠερίοις ῥοίζοισι τινασσομένη κατὰ χεῦμα.
ἀλλά, μάκαιρα θεά, πολυώνυμε, παμβασίλεια,
ἔλθοις εὐμενέουσα καλῶι γήθοντι προσώπωι.
 
Ποσειδῶνος, θυμίαμα σμύρναν.
  Κλῦθι, Ποσείδαον γαιήοχε, κυανοχαῖτα,
ἵππιε, χαλκοτόρευτον ἔχων χείρεσσι τρίαιναν,
ὃς ναίεις πόντοιο βαθυστέρνοιο θέμεθλα,
ποντομέδων, ἁλίδουπε, βαρύκτυπε, ἐννοσίγαιε,
κυμοθαλής, χαριδῶτα, τετράορον ἅρμα διώκων,
εἰναλίοις ῥοίζοισι τινάσσων ἁλμυρὸν ὕδωρ,
ὃς τριτάτης ἔλαχες μοίρης βαθὺ χεῦμα θαλάσσης,
κύμασι τερπόμενος θηρσίν θ' ἅμα, πόντιε δαῖμον·
ἕδρανα γῆς σώζοις καὶ νηῶν εὔδρομον ὁρμήν,
εἰρήνην, ὑγίειαν ἄγων ἠδ' ὄλβον ἀμεμφῆ.

Εἰς Πλούτωνα.
 Ὦ τὸν ὑποχθόνιον ναίων δόμον, ὀμβριμόθυμε,
Ταρτάριον λειμῶνα βαθύσκιον ἠδὲ λιπαυγῆ,
Ζεῦ χθόνιε, σκηπτοῦχε, τάδ' ἱερὰ δέξο προθύμως,
Πλούτων, ὃς κατέχεις γαίης κληῖδας ἁπάσης,
πλουτοδοτῶν γενεὴν βροτέην καρποῖς ἐνιαυτῶν·
ὃς τριτάτης μοίρης ἔλαχες χθόνα παμβασίλειαν,
ἕδρανον ἀθανάτων, θνητῶν στήριγμα κραταιόν·
ὃς θρόνον ἐστήριξας ὑπὸ ζοφοειδέα χῶρον
τηλέπορον 'τ'(, ἀκάμαντα, λιπόπνοον, ἄκριτον Ἅιδην
κυάνεόν τ' Ἀχέρονθ', ὃς ἔχει ῥιζώματα γαίης·
ὃς κρατέεις θνητῶν θανάτου χάριν, ὦ πολυδέγμων
Εὔβουλ', ἁγνοπόλου Δημήτερος ὅς ποτε παῖδα
νυμφεύσας λειμῶνος ἀποσπαδίην διὰ πόντου
τετρώροις ἵπποισιν ὑπ' Ἀτθίδος ἤγαγες ἄντρον
δήμου Ἐλευσῖνος, τόθι περ πύλαι εἴσ' Ἀίδαο.
μοῦνος ἔφυς ἀφανῶν ἔργων φανερῶν τε βραβευτής,
ἔνθεε, παντοκράτωρ, ἱερώτατε, ἀγλαότιμε,
σεμνοῖς μυστιπόλοις χαίρων ὁσίοις τε σεβασμοῖς·
ἵλαον ἀγκαλέω σε μολεῖν κεχαρηότα μύσταις.
 
Κεραυνοῦ Διόσ, θυμίαμα στύρακα.
  Ζεῦ πάτερ, ὑψίδρομον πυραυγέα κόσμον ἐλαύνων,
στράπτων αἰθερίου στεροπῆς πανυπέρτατον αἴγλην,
παμμακάρων ἕδρανον θείαις βρονταῖσι τινάσσων,
νάμασι παννεφέλοις στεροπὴν φλεγέθουσαν ἀναίθων,
λαίλαπας, ὄμβρους, πρηστῆρας κρατερούς τε κεραυνούς,
βάλλων  ἐς ῥοθίους φλογερούς, βελέεσσι καλύπτων
παμφλέκτους, κρατερούς, φρικώδεας, ὀμβριμοθύμους,
πτηνὸν ὅπλον δεινόν, κλονοκάρδιον, ὀρθοέθειρον,
αἰφνίδιον, βρονταῖον, ἀνίκητον βέλος ἁγνόν,
ῥοίζου ἀπειρεσίου δινεύμασι παμφάγον ὁρμήν,
ἄρρηκτον, βαρύθυμον, ἀμαιμάκετον πρηστῆρα
οὐράνιον βέλος ὀξὺ καταιβάτου αἰθαλόεντος,
ὃν καὶ γαῖα πέφρικε θάλασσά τε παμφανόωντα,
καὶ θῆρες πτήσσουσιν, ὅταν κτύπος οὖας ἐσέλθηι·
μαρμαίρει δὲ πρόσωπ' αὐγαῖς, σμαραγεῖ δὲ κεραυνὸς
αἰθέρος ἐν γυάλοισι· διαρρήξας δὲ χιτῶνα
οὐράνιον προκάλυμμα  βάλλεις ἀργῆτα κεραυνόν.
ἀλλά, μάκαρ, θυμὸν [.....] κύμασι πόντου
ἠδ' ὀρέων κορυφαῖσι· τὸ σὸν κράτος ἴσμεν ἅπαντες.
ἀλλὰ χαρεὶς λοιβαῖσι δίδου φρεσὶν αἴσιμα πάντα
ζωήν τ' ὀλβιόθυμον, ὁμοῦ θ' ὑγίειαν ἄνασσαν
εἰρήνην τε θεόν, κουροτρόφον, ἀγλαότιμον,
καὶ βίον εὐθύμοισιν ἀεὶ θάλλοντα λογισμοῖς.
 
Διὸς Ἀστραπαίου, θυμίαμα λιβανομάνναν.
 Κικλήσκω μέγαν, ἁγνόν, ἐρισμάραγον, περίφαντον,
ἀέριον, φλογόεντα, πυρίδρομον, ἀεροφεγγῆ,
ἀστράπτοντα σέλας νεφέων παταγοδρόμωι αὐδῆι,
φρικώδη, βαρύμηνιν, ἀνίκητον θεὸν ἁγνόν,
ἀστραπαῖον Δία, παγγενέτην, βασιλῆα μέγιστον,
εὐμενέοντα φέρειν γλυκερὴν βιότοιο τελευτήν.
 
Νεφῶν, θυμίαμα σμύρναν.
 Ἀέριοι νεφέλαι, καρποτρόφοι, οὐρανόπλαγκτοι,
ὁμβροτόκοι, πνοιαῖσιν ἐλαυνόμεναι κατὰ κόσμον,
βρονταῖαι, πυρόεσσαι, ἐρίβρομοι, ὑγροκέλευθοι,
ἀέρος ἐν κόλπωι πάταγον φρικώδη ἔχουσαι,
πνεύμασιν ἀντίσπαστοι ἐπιδρομάδην παταγεῦσαι,
ὑμᾶς νῦν λίτομαι, δροσοείμονες, εὔπνοοι αὔραις,
πέμπειν καρποτρόφους ὄμβρους ἐπὶ μητέρα γαῖαν.
 
Θαλάσσης, θυμίαμα λιβανομάνναν.
 Ὠκεανοῦ καλέω νύμφην, γλαυκώπιδα Τηθύν,
κυανόπεπλον ἄνασσαν, ἐύτροχα κυμαίνουσαν,
αὔραις ἡδυπνόοισι πατασσομένην περὶ γαῖαν.
θραύουσ' αἰγιαλοῖσι πέτρηισί τε κύματα μακρά,
εὐδίνοις ἁπαλοῖσι γαληνιόωσα δρόμοισι,
ναυσὶν ἀγαλλομένη, θηροτρόφε, ὑγροκέλευθε,
μήτηρ μὲν Κύπριδος, μήτηρ νεφέων ἐρεβεννῶν
καὶ πάσης πηγῆς νυμφῶν νασμοῖσι βρυούσης·
κλῦθί μου, ὦ πολύσεμνε, καὶ εὐμενέουσ' ἐπαρήγοις,
εὐθυδρόμοις οὖρον ναυσὶν πέμπουσα, μάκαιρα.

Νηρέως, θυμίαμα σμύρναν.
 Ὦ κατέχων πόντου ῥίζας, κυαναυγέτιν ἕδρην,
πεντήκοντα κόραισιν ἀγαλλόμενος κατὰ κῦμα
καλλιτέκνοισι χοροῖς, Νηρεῦ, μεγαλώνυμε δαῖμον,
πυθμὴν μὲν πόντου, γαίης πέρας, ἀρχὴ ἁπάντων,
ὃς κλονέεις Δηοῦς ἱερὸν βάθρον, ἡνίκα πνοιὰς
ἐν μυχίοις κευθμῶσιν ἐλαυνομένας ἀποκλείηις·
ἀλλά, μάκαρ, σεισμοὺς μὲν ἀπότρεπε, πέμπε δὲ μύσταις
ὄλβον τ' εἰρήνην τε καὶ ἠπιόχειρον ὑγείην.
 
Νηρηίδων, θυμίαμα ἀρώματα.
  Νηρέος εἰναλίου νύμφαι καλυκώπιδες, ἁγναί,
 σφράγιαι βύθιαι, χοροπαίγμονες, ὑγροκέλευθοι,
πεντήκοντα κόραι περὶ κύμασι βακχεύουσαι,
Τριτώνων ἐπ' ὄχοισιν ἀγαλλόμεναι περὶ νῶτα
θηροτύποις μορφαῖς, ὧν βόσκει σώματα πόντος,
ἄλλοις θ' οἳ ναίουσι βυθόν, Τριτώνιον οἶδμα,
ὑδρόδομοι, σκιρτηταί, ἑλισσόμενοι περὶ κῦμα,
ποντοπλάνοι δελφῖνες, ἁλιρρόθιοι, κυαναυγεῖς.
ὑμᾶς κικλήσκω πέμπειν μύσταις πολὺν ὄλβον·
ὑμεῖς γὰρ πρῶται τελετὴν ἀνεδείξατε σεμνὴν
εὐιέρου Βάκχοιο καὶ ἁγνῆς Φερσεφονείης,
Καλλιόπηι σὺν μητρὶ καὶ Ἀπόλλωνι ἄνακτι.

Πρωτέως, θυμίαμα στύρακα.
 Πρωτέα κικλήσκω, πόντου κληῖδας ἔχοντα,
πρωτογενῆ, πάσης φύσεως ἀρχὰς ὃς ἔφηνεν
ὕλην ἀλλάσσων ἱερὴν ἰδέαις πολυμόρφοις,
πάντιμος, πολύβουλος, ἐπιστάμενος τά τ' ἐόντα
ὅσσα τε πρόσθεν ἔην ὅσα τ' ἔσσεται ὕστερον αὖτις·
πάντα γὰρ αὐτὸς ἔχων μεταβάλλεται οὐδέ τις ἄλλος
ἀθανάτων, οἳ ἔχουσιν ἕδος νιφόεντος Ὀλύμπου
καὶ πόντον καὶ γαῖαν ἐνηέριοί τε ποτῶνται·
 πάντα γὰρ  Πρωτεῖ πρώτη φύσις ἐγκατέθηκε.
ἀλλά, πάτερ, μόλε μυστιπόλοις ὁσίαισι προνοίαις
πέμπων εὐόλβου βιότου τέλος ἐσθλὸν ἐπ' ἔργοις.

Γῆς, θυμίαμα πᾶν σπέρμα πλὴν κυάμων καὶ ἀρωμάτων.
  Γαῖα θεά, μῆτερ μακάρων θνητῶν τ' ἀνθρώπων,
παντρόφε, πανδώτειρα, τελεσφόρε, παντολέτειρα,
αὐξιθαλής, φερέκαρπε, καλαῖς ὥραισι βρύουσα,
ἕδρανον ἀθανάτου κόσμου, πολυποίκιλε κούρη,
ἣ λοχίαις ὠδῖσι κύεις καρπὸν πολυειδῆ,
ἀιδία, πολύσεπτε, βαθύστερν', ὀλβιόμοιρε,
ἡδυπνόοις χαίρουσα χλόαις πολυανθέσι δαῖμον,
ὀμβροχαρής, περὶ ἣν κόσμος πολυδαίδαλος ἄστρων
εἱλεῖται φύσει ἀενάωι καὶ ῥεύμασι δεινοῖς.
ἀλλά, μάκαιρα θεά, καρποὺς αὔξοις πολυγηθεῖς
εὐμενὲς ἦτορ ἔχουσα,  σὺν ὀλβίοισιν  ἐν ὥραις.
 
Μητρὸς θεῶν, θυμίαμα ποικίλα.
 Ἀθανάτων θεότιμε θεῶν μῆτερ, τροφὲ πάντων,
τῆιδε μόλοις, κράντειρα θεά, σέο, πότνι', ἐπ' εὐχαῖς,
ταυροφόνων ζεύξασα ταχυδρόμον ἅρμα λεόντων,
σκηπτοῦχε κλεινοῖο πόλου, πολυώνυμε, σεμνή,
ἣ κατέχεις κόσμοιο μέσον θρόνον, οὕνεκεν αὐτὴ
γαῖαν ἔχεις θνητοῖσι τροφὰς παρέχουσα προσηνεῖς.
ἐκ σέο δ' ἀθανάτων τε γένος θνητῶν τ' ἐλοχεύθη,
σοὶ ποταμοὶ κρατέονται ἀεὶ καὶ πᾶσα θάλασσα,
Ἑστία αὐδαχθεῖσα· σὲ δ' ὀλβοδότιν καλέουσι,
παντοίων ἀγαθῶν θνητοῖς ὅτι δῶρα χαρίζηι,
ἔρχεο πρὸς τελετήν, ὦ πότνια, τυμπανοτερπήσ,
πανδαμάτωρ, Φρυγίη'σ(, σώτειρα, Κρόνου συνόμευνε,
Οὐρανόπαι, πρέσβειρα, βιοθρέπτειρα, φίλοιστρε·
ἔρχεο γηθόσυνος, κεχαρημένη εὐσεβίηισιν.

Ἑρμοῦ, θυμίαμα λίβανον.
 Κλῦθί μου, Ἑρμεία, Διὸς ἄγγελε, Μαιάδος υἱέ,
παγκρατὲς ἦτορ ἔχων, ἐναγώνιε, κοίρανε θνητῶν,
εὔφρων, ποικιλόβουλε, διάκτορε ἀργειφόντα,
πτηνοπέδιλε, φίλανδρε, λόγου θνητοῖσι προφῆτα,
γυμνάσιν ὃς χαίρεις δολίαις τ' ἀπάταις,  τροφιοῦχε,
ἑρμηνεῦ πάντων, κερδέμπορε, λυσιμέριμνε,
ὃς χείρεσσιν ἔχεις εἰρήνης ὅπλον ἀμεμφές,
Κωρυκιῶτα, μάκαρ, ἐριούνιε, ποικιλόμυθε,
ἐργασίαις ἐπαρωγέ, φίλε θνητοῖς ἐν ἀνάγκαις,
γλώσσης δεινὸν ὅπλον τὸ σεβάσμιον ἀνθρώποισι·
κλῦθί μου εὐχομένου, βιότου τέλος ἐσθλὸν ὀπάζων
ἐργασίαισι, λόγου χάρισιν καὶ μνημοσύνηισιν.

Ὕμνος Περσεφόνης.
 Φερσεφόνη, θύγατερ μεγάλου Διός, ἐλθέ, μάκαιρα,
μουνογένεια θεά, κεχαρισμένα δ' ἱερὰ δέξαι,
Πλούτωνος πολύτιμε δάμαρ, κεδνή, βιοδῶτι,
ἣ κατέχεις Ἀίδαο πύλας ὑπὸ κεύθεα γαίης,
Πραξιδίκη, ἐρατοπλόκαμε, Δηοῦς θάλος ἁγνόν,
Εὐμενίδων γενέτειρα, ὑποχθονίων βασίλεια,
ἣν Ζεὺς ἀρρήτοισι γοναῖς τεκνώσατο κούρην,
μῆτερ ἐριβρεμέτου πολυμόρφου Εὐβουλῆος,
Ὡρῶν συμπαίκτειρα, φαεσφόρε, ἀγλαόμορφε,
σεμνή, παντοκράτειρα, κόρη καρποῖσι βρύουσα,
εὐφεγγής, κερόεσσα, μόνη θνητοῖσι ποθεινή,
εἰαρινή, λειμωνιάσιν χαίρουσα πνοῆισιν,
ἱερὸν ἐκφαίνουσα δέμας βλαστοῖς χλοοκάρποις,
ἁρπαγιμαῖα λέχη μετοπωρινὰ νυμφευθεῖσα,
ζωὴ καὶ θάνατος μούνη θνητοῖς πολυμόχθοις,
Φερσεφόνη· φέρβεις γὰρ ἀεὶ καὶ πάντα φονεύεις.
κλῦθι, μάκαιρα θεά, καρποὺς δ' ἀνάπεμπ' ἀπὸ γαίης
εἰρήνηι θάλλουσα καὶ ἠπιοχείρωι ὑγείαι
καὶ βίωι εὐόλβωι λιπαρὸν γῆρας κατάγοντι
πρὸς σὸν χῶρον, ἄνασσα, καὶ εὐδύνατον Πλούτωνα.

Διονύσου, θυμίαμα στύρακα.
 Κικλήσκω Διόνυσον ἐρίβρομον, εὐαστῆρα,
πρωτόγονον, διφυῆ, τρίγονον, Βακχεῖον ἄνακτα,
ἄγριον, ἄρρητον, κρύφιον, δικέρωτα, δίμορφον,
κισσόβρυον, ταυρωπόν, Ἀρήιον, εὔιον, ἁγνόν,
ὠμάδιον, τριετῆ, βοτρυηφόρον, ἐρνεσίπεπλον.
Εὐβουλεῦ, πολύβουλε, Διὸς καὶ Περσεφονείης
ἀρρήτοις λέκτροισι τεκνωθείς, ἄμβροτε δαῖμον·
κλῦθι, μάκαρ, φωνῆς, ἡδὺς δ' ἐπίπνευσον ἀμεμ[φ]ής
εὐμενὲς ἦτορ ἔχων, σὺν ἐυζώνοισι τιθήναις.

Ὕμνος Κουρήτων.
Σκιρτηταὶ Κουρῆτες, ἐνόπλια βήματα θέντες,
ποσσίκροτοι, ῥομβηταί, ὀρέστεροι, εὐαστῆρες,
κρουσιλύραι, παράρυθμοι, ἐπεμβάται, ἴχνεσι κοῦφοι,
ὁπλοφόροι, φύλακες, κοσμήτορες, ἀγλαόφημοι,
μητρὸς ὀρειομανοῦς συνοπάονες, ὀργιοφάνται·
ἔλθοιτ' εὐμενέοντες ἐπ' εὐφήμοισι λόγοισι,
βουκόλωι εὐάντητοι ἀεὶ κεχαρηότι θυμῶι.

Ἀθηνᾶς, θυμίαμα ἀρώματα.
Παλλὰς μουνογενήσ, μεγάλου Διὸς ἔκγονε σεμνή,
δῖα, μάκαιρα θεά, πολεμόκλονε, ὀμβριμόθυμε,
ἄρρητε, ῥητή, μεγαλώνυμε, ἀντροδίαιτε,
ἣ διέπεις ὄχθους ὑψαύχενας ἀκρωρείους
ἠδ' ὄρεα σκιόεντα, νάπαισί τε σὴν φρένα τέρπεις,
ὁπλοχαρής, οἰστροῦσα βροτῶν ψυχὰς μανίαισι,
γυμνάζουσα κόρη, φρικώδη θυμὸν ἔχουσα,
Γοργοφόνη, φυγόλεκτρε, τεχνῶν μῆτερ πολύολβε,
ὁρμάστειρα, φίλοιστρε κακοῖς, ἀγαθοῖς δὲ φρόνησις·
ἄρσην μὲν καὶ θῆλυς ἔφυς, πολεματόκε, μῆτι,
αἰολόμορφε, δράκαινα, φιλένθεε, ἀγλαότιμε,
Φλεγραίων ὀλέτειρα Γιγάντων, ἱππελάτειρα,
Τριτογένεια, λύτειρα κακῶν, νικηφόρε δαῖμον,
ἤματα καὶ νύκτας αἰεὶ νεάταισιν ἐν ὥραις,
κλῦθί μου εὐχομένου, δὸς δ' εἰρήνην πολύολβον
καὶ κόρον ἠδ' ὑγίειαν  ἐπ' εὐόλβοισιν  ἐν ὥραις,
γλαυκῶφ', εὑρεσίτεχνε, πολυλλίστη βασίλεια.

Νίκης, θυμίαμα μάνναν.
  Εὐδύνατον καλέω Νίκην, θνητοῖσι ποθεινήν,
ἣ μούνη λύει θνητῶν ἐναγώνιον ὁρμὴν
καὶ στάσιν ἀλγινόεσσαν ἐπ' ἀντιπάλοισι μάχαισιν,
ἐν πολέμοις κρίνουσα τροπαιούχοισιν ἐπ' ἔργοις,
οἷς ἂν ἐφορμαίνουσα φέροις γλυκερώτατον εὖχος·
πάντων γὰρ κρατέεις, πάσης δ' ἔριδος κλέος ἐσθλὸν
Νίκηι ἐπ' εὐδόξωι κεῖται θαλίαισι βρυάζον.
ἀλλά, μάκαιρ', ἔλθοις πεποθημένη ὄμματι φαιδρῶι
αἰεὶ ἐπ' εὐδόξοις ἔργοις κλέος ἐσθλὸν ἄγουσα.
 
Ἀπόλλωνος, θυμίαμα μάνναν.
 Ἐλθέ, μάκαρ, Παιάν, Τιτυοκτόνε, Φοῖβε, Λυκωρεῦ,
Μεμφῖτ', ἀγλαότιμε, ἰήιε, ὀλβιοδῶτα,
χρυσολύρη, σπερμεῖε, ἀρότριε, Πύθιε, Τιτάν,
Γρύνειε, Σμινθεῦ, Πυθοκτόνε, Δελφικέ, μάντι,
ἄγριε, φωσφόρε δαῖμον, ἐράσμιε, κύδιμε κοῦρε,
 μουσαγέτα, χοροποιέ, ἑκηβόλε, τοξοβέλεμνε,
Βράγχιε καὶ Διδυμεῦ,  ἑκάεργε, Λοξία, ἁγνέ,
Δήλι' ἄναξ, πανδερκὲς ἔχων φαεσίμβροτον ὄμμα,
χρυσοκόμα, καθαρὰς φήμας χρησμούς τ' ἀναφαίνων·
κλῦθί μου εὐχομένου λαῶν ὕπερ εὔφρονι θυμῶι·
τόνδε σὺ γὰρ λεύσσεις τὸν ἀπείριτον αἰθέρα πάντα
γαῖαν δ' ὀλβιόμοιρον ὕπερθέ τε καὶ δι' ἀμολγοῦ,
νυκτὸς ἐν ἡσυχίαισιν ὑπ' ἀστεροόμματον ὄρφνην
ῥίζας νέρθε δέδορκας, ἔχεις δέ τε πείρατα κόσμου
παντός· σοὶ δ' ἀρχή τε τελευτή τ' ἐστὶ μέλουσα,
παντοθαλής, σὺ δὲ πάντα πόλον κιθάρηι πολυκρέκτωι
ἁρμόζεις, ὁτὲ μὲν νεάτης ἐπὶ τέρματα βαίνων,
ἄλλοτε δ' αὖθ' ὑπάτης, ποτὲ Δώριον εἰς διάκοσμον
πάντα πόλον κιρνὰς κρίνεις βιοθρέμμονα φῦλα,
ἁρμονίηι κεράσας 'τὴν( παγκόσμιον ἀνδράσι μοῖραν,
μίξας χειμῶνος θέρεός τ' ἴσον ἀμφοτέροισιν,
ταῖς ὑπάταις χειμῶνα, θέρος νεάταις διακρίνας,
Δώριον εἰς ἔαρος πολυηράτου ὥριον ἄνθος.
ἔνθεν ἐπωνυμίην σε βροτοὶ κλήιζουσιν ἄνακτα,
Πᾶνα, θεὸν δικέρωτ', ἀνέμων συρίγμαθ' ἱέντα·
οὕνεκα παντὸς ἔχεις κόσμου σφραγῖδα τυπῶτιν.
κλῦθι, μάκαρ, σώζων μύστας ἱκετηρίδι φωνῆι.
 
Λητοῦς, θυμίαμα σμύρναν.
 Λητὼ κυανόπεπλε, θεὰ διδυματόκε, σεμνή,
Κοιαντίς, μεγάθυμε, πολυλλίστη βασίλεια,
εὔτεκνον Ζηνὸς γονίμην ὠδῖνα λαχοῦσα,
γειναμένη Φοῖβόν τε καὶ Ἄρτεμιν ἰοχέαιραν,
τὴν μὲν ἐν Ὀρτυγίηι, τὸν δὲ κραναῆι ἐνὶ Δήλωι,
κλῦθι, θεὰ δέσποινα, καὶ ἵλαον ἦτορ ἔχουσα
βαῖν' ἐπὶ πάνθειον τελετὴν τέλος ἡδὺ φέρουσα.

Ἀρτέμιδος, θυμίαμα μάνναν.
 Κλῦθί μου, ὦ βασίλεια, Διὸς πολυώνυμε κούρη,
Τιτανίς, βρομία, μεγαλώνυμε, τοξότι, σεμνή,
πασιφαής, δαιδοῦχε θεά, Δίκτυννα, λοχεία,
ὠδίνων ἐπαρωγὲ καὶ ὠδίνων ἀμύητε,
λυσίζωνε, φίλοιστρε, κυνηγέτι, λυσιμέριμνε,
εὔδρομε, ἰοχέαιρα, φιλαγρότι, νυκτερόφοιτε,
κληισία, εὐάντητε, λυτηρία, ἀρσενόμορφε,
Ὀρθία, ὠκυλόχεια, βροτῶν κουροτρόφε δαῖμον,
ἀμβροτέρα, χθονία, θηροκτόνε, ὀλβιόμοιρε,
ἣ κατέχεις ὀρέων δρυμούς, ἐλαφηβόλε, σεμνή,
πότνια, παμβασίλεια, καλὸν θάλος, αἰὲν ἐοῦσα,
δρυμονία, σκυλακῖτι, Κυδωνιάς, αἰολόμορφε·
ἐλθέ, θεὰ σώτειρα, φίλη, μύστηισιν ἅπασιν
εὐάντητος, ἄγουσα καλοὺς καρποὺς ἀπὸ γαίης
εἰρήνην τ' ἐρατὴν καλλιπλόκαμόν θ' ὑγίειαν·
πέμποις δ' εἰς ὀρέων κεφαλὰς νούσους τε καὶ ἄλγη.

Τιτάνων, θυμίαμα λίβανον.
 Τιτῆνες, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα,
ἡμετέρων πρόγονοι πατέρων, γαίης ὑπένερθεν
οἴκοις Ταρταρίοισι μυχῶι χθονὸς ἐνναίοντες,
ἀρχαὶ καὶ πηγαὶ πάντων θνητῶν πολυμόχθων,
εἰναλίων πτηνῶν τε καὶ οἳ χθόνα ναιετάουσιν·
ἐξ ὑμέων γὰρ πᾶσα πέλει γενεὰ κατὰ κόσμον.
ὑμᾶς κικλήσκω μῆνιν χαλεπὴν ἀποπέμπειν,
εἴ τις ἀπὸ χθονίων προγόνων οἴκοις ἐπελάσθη.

Κουρήτων, θυμίαμα λίβανον.
Χαλκόκροτοι Κουρῆτες, Ἀρήια τεύχε' ἔχοντες,
οὐράνιοι χθόνιοί τε καὶ εἰνάλιοι, πολύολβοι,
ζωιογόνοι πνοιαί, κόσμου σωτῆρες ἀγαυοί,
οἵτε Σαμοθράικην, ἱερὴν χθόνα, ναιετάοντες
κινδύνους θνητῶν ἀπερύκετε ποντοπλανήτων·
ὑμεῖς καὶ τελετὴν πρῶτοι μερόπεσσιν ἔθεσθε,
ἀθάνατοι Κουρῆτες, Ἀρήια τεύχε' ἔχοντες·
νωμᾶτ' Ὠκεανόν, νωμᾶθ' ἅλα δένδρεά θ' αὕτως·
ἐρχόμενοι γαῖαν κοναβίζετε ποσσὶν ἐλαφροῖς,
μαρμαίροντες ὅπλοις· πτήσσουσι δὲ θῆρες ἅπαντες
ὁρμώντων, θόρυβος δὲ βοή τ' εἰς οὐρανὸν ἵκει
εἱλιγμοῖς τε ποδῶν κονίη νεφέλας ἀφικάνει
ἐρχομένων· τότε δή ῥα καὶ ἄνθεα πάντα τέθηλε.
δαίμονες ἀθάνατοι, τροφέες καὶ αὖτ' ὀλετῆρες,
ἡνίκ' ἂν ὁρμαίνητε χολούμενοι ἀνθρώποισιν
ὀλλύντες βίοτον καὶ κτήματα ἠδὲ καὶ αὐτοὺς
 πιμπλάντες, στοναχεῖ δὲ μέγας πόντος βαθυδίνης,
δένδρη δ' ὑψικάρην' ἐκ ῥιζῶν ἐς χθόνα πίπτει,
ἠχὼ δ' οὐρανία κελαδεῖ ῥοιζήμασι φύλλων.
Κουρῆτες Κορύβαντες, ἀνάκτορες εὐδύνατοί τε
ἐν Σαμοθράικηι ἄνακτες, ὁμοῦ δὲ Διόσκοροι αὐτοί,
πνοιαὶ ἀέναοι, ψυχοτρόφοι, ἀεροειδεῖς,
οἵτε καὶ οὐράνιοι δίδυμοι κλήιζεσθ' ἐν Ὀλύμπωι,
εὔπνοοι, εὔδιοι, σωτήριοι ἠδὲ προσηνεῖς,
ὡροτρόφοι, φερέκαρποι ἐπιπνείοιτε ἄνακτες.
 
Κορύβαντος, θυμίαμα λίβανον.
  Κικλήσκω χθονὸς ἀενάου βασιλῆα μέγιστον,
Κύρβαντ' ὀλβιόμοιρον, Ἀρήιον, ἀπροσόρατον,
νυκτερινὸν Κουρῆτα, φόβων ἀποπαύστορα δεινῶν,
φαντασιῶν ἐπαρωγόν, ἐρημοπλάνον Κορύβαντα,
αἰολόμορφον ἄνακτα, θεὸν διφυῆ, πολύμορφον,
φοίνιον, αἱμαχθέντα κασιγνήτων ὑπὸ δισσῶν,
Δηοῦς ὃς γνώμαισιν ἐνήλλαξας δέμας ἁγνόν,
θηρότυπον θέμενος μορφὴν δνοφεροῖο δράκοντος·
κλῦθι, μάκαρ, φωνῶν, χαλεπὴν δ' ἀποπέμπεο μῆνιν,
παύων φαντασίας, ψυχῆς ἐκπλήκτου ἀνάγκας.

Δήμητρος Ἐλευσινίας, θυμίαμα στύρακα.
Δηώ, παμμήτειρα θεά, πολυώνυμε δαῖμον,
σεμνὴ Δήμητερ, κουροτρόφε, ὀλβιοδῶτι,
πλουτοδότειρα θεά, σταχυοτρόφε, παντοδότειρα,
εἰρήνηι χαίρουσα καὶ ἐργασίαις πολυμόχθοις,
σπερμεία, σωρῖτι, ἀλωαία, χλοόκαρπε,
ἣ ναίεις ἁγνοῖσιν Ἐλευσῖνος γυάλοισιν,
ἱμερόεσσ', ἐρατή, θνητῶν θρέπτειρα προπάντων,
ἡ πρώτη ζεύξασα βοῶν ἀροτῆρα τένοντα
καὶ βίον ἱμερόεντα βροτοῖς πολύολβον ἀνεῖσα,
αὐξιθαλής, Βρομίοιο συνέστιος, ἀγλαότιμος,
λαμπαδόεσσ', ἁγνή, δρεπάνοις χαίρουσα θερείοις·
σὺ χθονία, σὺ δὲ φαινομένη, σὺ δε πᾶσι προσηνής·
εὔτεκνε, παιδοφίλη, σεμνή, κουροτρόφε κούρα,
ἅρμα δρακοντείοισιν ὑποζεύξασα χαλινοῖς
ἐγκυκλίοις δίναις περὶ σὸν θρόνον εὐάζουσα,
μουνογενής, πολύτεκνε θεά, πολυπότνια θνητοῖς,
ἧς πολλαὶ μορφαί, πολυάνθεμοι, ἱεροθαλεῖς.
ἐλθέ, μάκαιρ', ἁγνή, καρποῖς βρίθουσα θερείοις,
εἰρήνην κατάγουσα καὶ εὐνομίην ἐρατεινὴν
καὶ πλοῦτον πολύολβον, ὁμοῦ δ' ὑγίειαν ἄνασσαν.

Μητρὸς Ἀνταίας, θυμίαμα ἀρώματα.
 Ἀνταία βασίλεια, θεά, πολυώνυμε μῆτερ
ἀθανάτων τε θεῶν ἠδὲ θνητῶν ἀνθρώπων,
ἥ ποτε μαστεύουσα πολυπλάγκτωι ἐν ἀνίηι
νηστείαν κατέπαυσας Ἐλευσῖνος 'ἐν( γυάλοισιν
ἦλθές τ' εἰς Ἀίδην πρὸς ἀγαυὴν Περσεφόνειαν
ἁγνὸν παῖδα Δυσαύλου ὁδηγητῆρα λαβοῦσα,
μηνυτῆρ' ἁγίων λέκτρων χθονίου Διὸς ἁγνοῦ,
Εὔβουλον τεύξασα θεὸν θνητῆς ἀπ' ἀνάγκης.
ἀλλά, θεά, λίτομαί σε, πολυλλίστη βασίλεια,
ἐλθεῖν εὐάντητον ἐπ' εὐιέρωι σέο μύστηι.
 
Μίσης, θυμίαμα στύρακα.
 Θεσμοφόρον καλέω ναρθηκοφόρον Διόνυσον,
σπέρμα πολύμνηστον, πολυώνυμον Εὐβουλῆα,
ἁγνήν εὐίερόν τε Μίσην ἄρρητον ἄνασσαν,
ἄρσενα καὶ θῆλυν, διφυῆ, λύσειον Ἴακχον·
εἴτ' ἐν Ἐλευσῖνος τέρπηι νηῶι θυόεντι,
εἴτε καὶ ἐν Φρυγίηι σὺν Μητέρι μυστιπολεύεις,
ἢ Κύπρωι τέρπηι σὺν ἐυστεφάνωι Κυθερείηι,
ἢ καὶ πυροφόροις πεδίοις ἐπαγάλλεαι ἁγνοῖς
σὺν σῆι μητρὶ θεᾶι μελανηφόρωι Ἴσιδι σεμνῆι,
Αἰγύπτου παρὰ χεῦμα σὺν ἀμφιπόλοισι τιθήναις·
εὐμενέουσ' ἔλθοις ἀγαθοὺς τελετῆς ἐπ' ἀέθλους.
 
Ὡρῶν, θυμίαμα ἀρώματα.
 Ὧραι θυγατέρες Θέμιδος καὶ Ζηνὸς ἄνακτος,
Εὐνομίη τε Δίκη τε καὶ Εἰρήνη πολύολβε,
εἰαριναί, λειμωνιάδες, πολυάνθεμοι, ἁγναί,
παντόχροοι, πολύοδμοι ἐν ἀνθεμοειδέσι πνοιαῖς,
Ὧραι ἀειθαλέες, περικυκλάδες, ἡδυπρόσωποι,
πέπλους ἑννύμεναι δροσεροὺς ἀνθῶν πολυθρέπτων,
ἁγνῆσ Περσεφόνης συμπαίκτορες, ἡνίκα Μοῖραι
καὶ Χάριτες κυκλίοισι χοροῖς πρὸς φῶς ἀνάγωσι
Ζηνὶ χαριζόμεναι καὶ μητέρι καρποδοτείρηι·
ἔλθετ' ἐπ' εὐφήμους τελετὰς ὁσίας νεομύστοις
εὐκάρπους καιρῶν γενέσεις ἐπάγουσαι ἀμεμφῶς.
 
Σεμέλης, θυμίαμα στύρακα.
 Κικλήσκω κούρην Καδμηίδα παμβασίλειαν,
εὐειδῆ Σεμέλην, ἐρατοπλόκαμον, βαθύκολπον,
μητέρα θυρσοφόροιο Διωνύσου πολυγηθοῦς,
ἣ μεγάλας ὠδῖνας ἐλάσσατο πυρφόρωι αὐγῆι
ἀθανάτη τευχθεῖσα Διὸς βουλαῖς Κρονίοιο
τιμὰς τευξαμένη παρ' ἀγαυῆς Περσεφονείης
ἐν θνητοῖσι βροτοῖσιν ἀνὰ τριετηρίδας ὥρας,
ἡνίκα σοῦ Βάκχου γονίμην ὠδῖνα τελῶσιν
εὐίερόν τε τράπεζαν ἰδὲ μυστήριά θ' ἁγνά.
νῦν σέ, θεά, λίτομαι, κούρη Καδμηίς, ἄνασσα,
πρηύνοον καλέων αἰεὶ μύσταισιν ὑπάρχειν.

Ὕμνος Διονύσου Βασσαρέως Τριετηρικοῦ.
  Ἐλθέ, μάκαρ Διόνυσε, πυρίσπορε, ταυρομέτωπε,
Βάσσαρε καὶ Βακχεῦ, πολυώνυμε, παντοδυνάστα,
ὃς ξίφεσιν χαίρεις ἠδ' αἵματι Μαινάσι θ' ἁγναῖς,
εὐάζων κατ' Ὄλυμπον, ἐρίβρομε,  μανικὲ Βάκχε,
θυρσεγχής, βαρύμηνι, τετιμένε πᾶσι θεοῖσι
καὶ θνητοῖσι βροτοῖσιν, ὅσοι χθόνα ναιετάουσιν·
ἐλθέ, μάκαρ, σκιρτητά, φέρων πολὺ γῆθος ἅπασι.
 
Λικνίτου, θυμίαμα μάνναν.
 Λικνίτην Διόνυσον ἐπευχαῖς ταῖσδε κικλήσκω,
Νύσιον ἀμφιθαλῆ, πεποθημένον, εὔφρονα Βάκχον,
νυμφῶν ἔρνος ἐραστὸν ἐυστεφάνου τ' Ἀφροδίτης,
ὅς ποτ' ἀνὰ δρυμοὺς κεχορευμένα βήματα πάλλες
σὺν νύμφαις  χαρίεσσιν ἐλαυνόμενος μανίηισι,
καὶ βουλαῖσι Διὸς πρὸς ἀγαυὴν Φερσεφόνειαν
ἀχθεὶς ἐξετράφης φίλος ἀθανάτοισι θεοῖσιν.
εὔφρων ἐλθέ, μάκαρ, κεχαρισμένα δ' ἱερὰ δέξαι.

Περικιονίου, θυμίαμα ἀρώματα.
 Κικλήσκω Βάκχον περικιόνιον, μεθυδώτην,
Καδμείοισι δόμοις ὃς ἑλισσόμενος πέρι πάντη
ἔστησε κρατερῶς βρασμοὺς γαίης ἀποπέμψας,
ἡνίκα πυρφόρος αὐγὴ ἐκίνησε χθόνα πᾶσαν
πρηστῆρος ῥοίζοις· ὃ δ' ἀνέδραμε δεσμὸς ἁπάντων.
ἐλθέ, μάκαρ, βακχευτά, γεγηθυίαις πραπίδεσσιν.

Σαβαζίου, θυμίαμα ἀρώματα.
  Κλῦθι, πάτερ, Κρόνου υἱέ, Σαβάζιε, κύδιμε δαῖμον,
ὃς Βάκχον Διόνυσον, ἐρίβρομον, εἰραφιώτην,
μηρῶι ἐγκατέραψας, ὅπως τετελεσμένος ἔλθηι
Τμῶλον ἐς ἠγάθεον παρὰ Ἵπταν καλλιπάρηιον.
ἀλλά, μάκαρ, Φρυγίης μεδέων, βασιλεύτατε πάντων,
εὐμενέων ἐπαρωγὸς ἐπέλθοις μυστιπόλοισιν.

Ἵπτας, θυμίαμα στύρακα.
 Ἵπταν κικλήσκω, Βάκχου τροφόν, εὐάδα κούρην,
μυστιπόλοις τελεταῖσιν ἀγαλλομένην Σάβου ἁγνοῦ
νυκτερίοις τε χοροῖσιν ἐριβρεμέταο Ἰάκχου.
κλῦθί μου εὐχομένου, χθονία μήτηρ, βασίλεια,
εἴτε σύ γ' ἐν Φρυγίηι κατέχεις Ἴδης ὄρος ἁγνὸν
ἢ Τμῶλος τέρπει σε, καλὸν Λυδοῖσι θόασμα·
ἔρχεο πρὸς τελετὰς ἱερῶι γήθουσα προσώπωι.
,
Λυσίου Ληναίου.
 Κλῦθι, μάκαρ, Διὸς υἷ', ἐπιλήνιε Βάκχε, διμάτωρ,
σπέρμα πολύμνηστον, πολυώνυμε, λύσιε δαῖμον,
κρυψίγονον μακάρων ἱερὸν θάλος, εὔιε Βάκχε,
εὐτραφές, εὔκαρπε, πολυγηθέα καρπὸν ἀέξων,
ῥηξίχθων, ληναῖε, μεγασθενές, αἰολόμορφε,
παυσίπονον θνητοῖσι φανεὶς ἄκος, ἱερὸν ἄνθος
χάρμα βροτοῖς φιλάλυπον,  ἐπάφιε, καλλιέθειρε,
λύσιε, θυρσομανές, βρόμι', εὔιε, πᾶσιν ἐύφρων,
οἷς ἐθέλεις θνητῶν ἠδ' ἀθανάτων  ἐπιφαύσκων
νῦν σε καλῶ μύσταισι μολεῖν ἡδύν, φερέκαρπον.

Νυμφῶν, θυμίαμα ἀρώματα.
 Νύμφαι, θυγατέρες μεγαλήτορος Ὠκεανοῖο,
ὑγροπόροις γαίης ὑπὸ κεύθεσιν οἰκί' ἔχουσαι,
κρυψίδρομοι, Βάκχοιο τροφοί, χθόνιαι, πολυγηθεῖς,
καρποτρόφοι, λειμωνιάδες, σκολιοδρόμοι, ἁγναί,
ἀντροχαρεῖς, σπήλυγξι κεχαρμέναι, ἠερόφοιτοι,
πηγαῖαι, δρομάδες, δροσοείμονες, ἴχνεσι κοῦφαι,
φαινόμεναι, ἀφανεῖς, αὐλωνιάδες, πολυανθεῖς,
σὺν Πανὶ σκιρτῶσαι ἀν' οὔρεα, εὐάστειραι,
πετρόρυτοι, λιγυραί, βομβήτριαι, οὐρεσίφοιτοι,
ἀγρότεραι κοῦραι, κρουνίτιδες ὑλονόμοι τε,
παρθένοι εὐώδεις, λευχείμονες, εὔπνοοι αὔραις,
αἰπολικαί, νόμιαι, θηρσὶν φίλαι, ἀγλαόκαρποι,
κρυμοχαρεῖς, ἁπαλαί, πολυθρέμμονες αὐξίτροφοί τε,
κοῦραι ἁμαδρυάδες, φιλοπαίγμονες, ὑγροκέλευθοι,
Νύσιαι,  μανικαί, παιωνίδες, εἰαροτερπεῖς,
σὺν Βάκχωι Δηοῖ τε χάριν θνητοῖσι φέρουσαι·
ἔλθετ' ἐπ' εὐφήμοις ἱεροῖς κεχαρηότι θυμῶι
νᾶμα χέουσαι ὑγεινὸν ἀεξιτρόφοισιν ἐν ὥραις.
 
Τριετηρικοῦ, θυμίαμα ἀρώματα.
  Κικλήσκω σε, μάκαρ, πολυώνυμε,  μανικέ, Βακχεῦ,
ταυρόκερως, ληναῖε, πυρίσπορε, Νύσιε, λυσεῦ,
μηροτρεφής, λικνῖτα,  πυριπόλε καὶ τελετάρχα,
νυκτέρι', Εὐβουλεῦ, μιτρηφόρε, θυρσοτινάκτα,
ὄργιον ἄρρητον, τριφυές, κρύφιον Διὸς ἔρνος,
πρωτόγον', Ἠρικεπαῖε, θεῶν πάτερ ἠδὲ καὶ υἱέ,
ὠμάδιε, σκηπτοῦχε, χοροιμανές, ἁγέτα κώμων,
βακχεύων ἁγίας τριετηρίδας ἀμφὶ γαληνάς,
ῥηξίχθων, πυριφεγγές,  ἐπάφριε, κοῦρε διμάτωρ,
οὐρεσιφοῖτα, κερώς, νεβριδοστόλε, ἀμφιέτηρε,
Παιὰν χρυσεγχής,  ὑποκόλπιε, βοτρυόκοσμε,
Βάσσαρε, κισσοχαρής,  πολυπάρθενε καὶ διάκοσμε  
ἐλθέ, μάκαρ, μύσταισι βρύων κεχαρημένος αἰεί.

Ἀμφιετοῦς, θυμίαμα πάντα πλὴν λιβάνου καὶ σπένδε γάλα.
 Ἀμφιετῆ καλέω Βάκχον, χθόνιον Διόνυσον,
ἐγρόμενον κούραις ἅμα νύμφαις εὐπλοκάμοισιν,
ὃς παρὰ Περσεφόνης ἱεροῖσι δόμοισιν ἰαύων
κοιμίζει τριετῆρα χρόνον, Βακχήιον ἁγνόν.
αὐτὸς δ' ἡνίκα τὸν τριετῆ πάλι κῶμον ἐγείρηι,
εἰς ὕμνον τρέπεται σὺν ἐυζώνοισι τιθήναις
εὐνάζων κινῶν τε χρόνους ἐνὶ κυκλάσιν ὥραις.
ἀλλά, μάκαρ, χλοόκαρπε, κερασφόρε, κάρπιμε Βάκχε,
βαῖν' ἐπὶ πάνθειον τελετὴν γανόωντι προσώπωι
εὐιέροις καρποῖσι τελεσσιγόνοισι βρυάζων.

Σιληνοῦ Σατύρου Βακχῶν, θυμίαμα μάνναν.
  Κλῦθί μου, ὦ πολύσεμνε τροφεῦ, Βάκχοιο τιθηνέ,
Σιληνῶν ὄχ' ἄριστε, τετιμένε πᾶσι θεοῖσι
καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ τριετηρίσιν ὥραις,
ἁγνοτελής, γεραρός, θιάσου νομίου τελετάρχα,
εὐαστής, φιλάγρυπνε σὺν εὐζώνοισι τιθήναις,
Ναΐσι καὶ Βάκχαις ἡγούμενε κισσοφόροισι·
δεῦρ' ἐπὶ πάνθειον τελετὴν Σατύροις ἅμα πᾶσι
θηροτύποις, εὔασμα διδοὺς Βακχείου ἄνακτος,
σὺν Βάκχαις Λήναια τελεσφόρα σεμνὰ προπέμπων,
ὄργια νυκτιφαῆ τελεταῖς ἁγίαις ἀναφαίνων,
εὐάζων, φιλόθυρσε, γαληνιόων θιάσοισιν.
 
Εἰς Ἀφροδίτην.
Οὐρανία, πολύυμνε, φιλομμειδὴς Ἀφροδίτη,
ποντογενής, γενέτειρα θεά, φιλοπάννυχε, σεμνή,
νυκτερία ζεύκτειρα, δολοπλόκε μῆτερ Ἀνάγκης·
πάντα γὰρ ἐκ σέθεν ἐστίν, ὑπεζεύξω δέ τε κόσμον
καὶ κρατέεις τρισσῶν μοιρῶν, γεννᾶις δὲ τὰ πάντα,
ὅσσα τ' ἐν οὐρανῶι ἐστι καὶ ἐν γαίηι πολυκάρπωι
ἐν πόντου τε βυθῶι 'τε(, σεμνὴ Βάκχοιο πάρεδρε,
τερπομένη θαλίαισι, γαμοστόλε μῆτερ Ἐρώτων,
Πειθοῖ λεκτροχαρής, κρυφία, χαριδῶτι,
φαινομένη, 'τ'( ἀφανής, ἐρατοπλόκαμ', εὐπατέρεια,
νυμφιδία σύνδαιτι θεῶν, σκηπτοῦχε, λύκαινα,
γεννοδότειρα, φίλανδρε, ποθεινοτάτη, βιοδῶτι,
ἡ ζεύξασα βροτοὺς ἀχαλινώτοισιν ἀνάγκαις
καὶ θηρῶν πολὺ φῦλον ἐρωτομανῶν ὑπὸ φίλτρων·
ἔρχεο, Κυπρογενὲς θεῖον γένος, εἴτ' ἐν' Ὀλύμπωι
ἐσσί, θεὰ βασίλεια, καλῶι γήθουσα προσώπωι,
εἴτε καὶ εὐλιβάνου Συρίης ἕδος ἀμφιπολεύεις,
εἴτε σύ γ'  ἐν πεδίοισι  σὺν ἅρμασι χρυσεοτεύκτοις
Αἰγύπτου κατέχεις ἱερῆς γονιμώδεα λουτρά,
ἢ καὶ κυκνείοισιν ὄχοις ἐπὶ πόντιον οἶδμα
ἐρχομένη χαίρεις κητῶν κυκλίαισι χορείαις,
ἢ νύμφαις τέρπηι κυανώπισιν ἐν χθονὶ Δίηι
 θῖνας ἐπ' αἰγιαλοῖς ψαμμώδεσιν ἅλματι κούφωι·
εἴτ' ἐν Κύπρωι, ἄνασσα, τροφῶι σέο, ἔνθα καλαί τε
παρθένοι ἄδμηται νύμφαι τ' ἀνὰ πάντ' ἐνιαυτὸν
ὑμνοῦσιν, σέ, μάκαιρα, καὶ ἄμβροτον ἁγνὸν Ἄδωνιν.
ἐλθέ, μάκαιρα θεά μάλ' ἐπήρατον εἶδος ἔχουσα·
ψυχῆι γάρ σε καλῶ σεμνῆι ἁγίοισι λόγοισιν.

Ἀδώνιδος, θυμίαμα ἀρώματα.
  Κλῦθί μου εὐχομένου, πολυώνυμε, δαῖμον ἄριστε,
ἁβροκόμη, φιλέρημε, βρύων ὠιδαῖσι ποθειναῖς,
Εὐβουλεῦ, πολύμορφε, τροφεῦ πάντων ἀρίδηλε,
κούρη καὶ κόρε,  σὺ πᾶσιν  θάλος αἰέν, Ἄδωνι,
σβεννύμενε λάμπων τε καλαῖς ἐν κυκλάσιν ὥραις,
αὐξιθαλής, δίκερως, πολυήρατε, δακρυότιμε,
ἀγλαόμορφε, κυναγεσίοις χαίρων, βαθυχαῖτα,
ἱμερόνους, Κύπριδος γλυκερὸν θάλος, ἔρνος Ἔρωτος,
Φερσεφόνης ἐρασιπλοκάμου λέκτροισι λοχευθείς,
ὃς ποτὲ μὲν ναίεις ὑπὸ Τάρταρον ἠερόεντα,
ἠδὲ πάλιν πρὸς Ὄλυμπον ἄγεις δέμας ὡριόκαρπον·
ἐλθέ, μάκαρ, μύσταισι φέρων καρποὺς ἀπὸ γαίης.

Ἑρμοῦ Χθονίου, θυμίαμα στύρακα.
Κωκυτοῦ ναίων ἀνυπόστροφον οἶμον ἀνάγκης,
ὃς ψυχὰς θνητῶν κατάγεις ὑπὸ νέρτερα γαίης,
Ἑρμῆ, βακχεχόροιο Διωνύσοιο γένεθλον
καὶ Παφίης κούρης, ἑλικοβλεφάρου Ἀφροδίτης,
ὃς παρὰ Περσεφόνης ἱερὸν δόμον ἀμφιπολεύεις,
αἰνομόροις ψυχαῖς πομπὸς κατὰ γαῖαν ὑπάρχων,
ἃς κατάγεις, ὁπόταν μοίρης χρόνος εἰσαφίκηται
εὐιέρωι ῥάβδωι θέλγων  ὑπνοδώτειρα πάντα,
καὶ πάλιν ὑπνώοντας ἐγείρεις· σοὶ γὰρ ἔδωκε 'τιμὴν(
τιμὴν Φερσεφόνεια θεὰ κατὰ Τάρταρον εὐρὺν
ψυχαῖς ἀενάοις θνητῶν ὁδὸν ἡγεμονεύειν.
ἀλλά, μάκαρ, πέμποις μύσταις τέλος ἐσθλὸν ἐπ' ἔργοις.
 
Ἔρωτος, θυμίαμα ἀρώματα.
  Κικλήσκω μέγαν, ἁγνόν, ἐράσμιον, ἡδὺν Ἔρωτα,
τοξαλκῆ, πτερόεντα, πυρίδρομον, εὔδρομον ὁρμῆι,
συμπαίζοντα θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις,
εὐπάλαμον, διφυῆ, πάντων κληῖδας ἔχοντα,
αἰθέρος οὐρανίου, πόντου, χθονός, ἠδ' ὅσα θνητοῖς
πνεύματα παντογένεθλα θεὰ βόσκει χλοόκαρπος,
ἠδ' ὅσα Τάρταρος εὐρὺς ἔχει πόντος· θ' ἁλίδουπος·
μοῦνος γὰρ τούτων πάντων οἴηκα κρατύνεις.
ἀλλά, μάκαρ, καθαραῖς γνώμαις μύσταισι συνέρχου,
φαύλους δ' ἐκτοπίους θ' ὁρμὰς ἀπὸ τῶνδ' ἀπόπεμπε.

Μοιρῶν, θυμίαμα ἀρώματα.
 Μοῖραι ἀπειρέσιοι, Νυκτὸς φίλα τέκνα μελαίνης,
κλῦτέ μου εὐχομένου, πολυώνυμοι, αἵτ' ἐπὶ λίμνης
οὐρανίας, ἵνα λευκὸν ὕδωρ νυχίας ὑπὸ θέρμης
ῥήγνυται ἐν σκιερῶι λιπαρῶι μυχῶι εὐλίθου ἄντρου,
ναίουσαι πεπότησθε βροτῶν ἐπ' ἀπείρονα γαῖαν·
ἔνθεν ἐπὶ βρότεον δόκιμον γένος ἐλπίδι κοῦφον
στείχετε πορφυρέηισι καλυψάμεναι ὀθόνηισι
μορσίμωι ἐν πεδίωι, ὅθι πάγγεον ἅρμα διώκει
δόξα δίκης παρὰ τέρμα καὶ ἐλπίδος ἠδὲ μεριμνῶν
καὶ νόμου ὠγυγίου καὶ ἀπείρονος εὐνόμου ἀρχῆς·
Μοῖρα γὰρ ἐν βιότωι καθορᾶι μόνη, οὐδέ τις ἄλλος
ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
καὶ Διὸς ὄμμα τέλειον· ἐπεί γ' ὅσα γίγνεται ἡμῖν,
Μοῖρά τε καὶ Διὸς οἶδε νόος διὰ παντὸς ἅπαντα.
ἀλλά μοι εὐκταῖαι, μαλακόφρονες, ἠπιόθυμοι,
Ἄτροπε καὶ Λάχεσι, Κλωθώ, μόλετ', εὐπατέρειαι,
ἀέριοι, ἀφανεῖς, ἀμετάτροποι, αἰὲν ἀτειρεῖς,
παντοδότειραι, ἀφαιρέτιδες, θνητοῖσιν ἀνάγκη·
Μοῖραι, ἀκούσατ' ἐμῶν ὁσίων λοιβῶν τε καὶ εὐχῶν,
ἐρχόμεναι μύσταις λυσιπήμονες εὔφρονι βουλῆι.
'Μοιράων τέλος ἔλλαβ' ἀοιδή, ἣν ὕφαν' Ὀρφεύσ(

Χαρίτων, θυμίαμα στύρακα.
 Κλῦτέ μοι, ὦ Χάριτες μεγαλώνυμοι, ἀγλαότιμοι,
θυγατέρες Ζηνός τε καὶ Εὐνομίης βαθυκόλπου,
Ἀγλαΐη Θαλίη τε καὶ Εὐφροσύνη πολύολβε,
χαρμοσύνης γενέτειραι, ἐράσμιαι, εὔφρονες, ἁγναί,
αἰολόμορφοι, ἀειθαλέες, θνητοῖσι ποθειναί·
εὐκταῖαι, κυκλάδες, καλυκώπιδες, ἱμερόεσσαι·
ἔλθοιτ' ὀλβοδότειραι, ἀεὶ μύσταισι προσηνεῖς.

Νεμέσεως ὕμνος.
 Ὦ Νέμεσι, κλήιζω σε, θεά, βασίλεια μεγίστη,
πανδερκής, ἐσορῶσα βίον θνητῶν πολυφύλων·
ἀιδία, πολύσεμνε, μόνη χαίρουσα δικαίοις,
ἀλλάσσουσα λόγον πολυποίκιλον, ἄστατον αἰεί,
ἣν πάντες δεδίασι βροτοὶ ζυγὸν αὐχένι θέντες·
σοὶ γὰρ ἀεὶ γνώμη πάντων μέλει, οὐδέ σε λήθει
ψυχὴ ὑπερφρονέουσα λόγων ἀδιακρίτωι ὁρμῆι.
πάντ' ἐσορᾶις καὶ πάντ' ἐπακούεις, 'καὶ( πάντα βραβεύεις·
ἐν σοὶ δ' εἰσὶ δίκαι θνητῶν, πανυπέρτατε δαῖμον.
ἐλθέ, μάκαιρ', ἁγνή, μύσταις ἐπιτάρροθος αἰεί·
δὸς δ' ἀγαθὴν διάνοιαν ἔχειν, παύουσα πανεχθεῖς
γνώμας οὐχ ὁσίας, πανυπέρφρονας, ἀλλοπροσάλλας.
 
Δίκης, θυμίαμα λίβανον.
  Ὄμμα Δίκης μέλπω πανδερκέος, ἀγλαομόρφου,
ἣ καὶ Ζηνὸς ἄνακτος ἐπὶ θρόνον ἱερὸν ἵζει
οὐρανόθεν καθορῶσα βίον θνητῶν πολυφύλων,
τοῖς ἀδίκοις τιμωρὸς ἐπιβρίθουσα δικαία,
ἐξ ἰσότητος ἀληθείαι συνάγουσ' ἀνόμοια·
πάντα γάρ, ὅσσα κακαῖς γνώμαις θνητοῖσιν ὀχεῖται
δύσκριτα, βουλομένοις τὸ πλέον βουλαῖς ἀδίκοισι,
μούνη ἐπεμβαίνουσα δίκην ἀδίκοις ἐπεγείρεις·
ἐχθρὰ τῶν ἀδίκων, εὔφρων δὲ σύνεσσι δικαίοις.
ἀλλά, θεά, μόλ' ἐπὶ γνώμαις ἐσθλαῖσι δικαία,
ὡς ἂν ἀεὶ βιοτῆς τὸ πεπρωμένον ἦμαρ ἐπέλθοι.

Δικαιοσύνης, θυμίαμα λίβανον.
 Ὦ θνητοῖσι δικαιοτάτη, πολύολβε, ποθεινή,
ἐξ ἰσότητος ἀεὶ θνητοῖς χαίρουσα δικαίοις,
πάντιμ', ὀλβιόμοιρε, Δικαιοσύνη μεγαλαυχής,
ἣ καθαραῖς γνώμαισιν ἀεὶ τὰ δέοντα βραβεύεις,
ἄθραυστος τὸ συνειδὸς ἀεί· θραύεις γὰρ ἅπαντας,
ὅσσοι μὴ τὸ σὸν ἦλθον ὑπὸ ζυγόν,  ἀλλ' ὑπὲρ αὐτοῦ  
πλάστιγξι βριαραῖσι παρεγκλίναντες ἀπλήστως·
ἀστασίαστε, φίλη πάντων, φιλόκωμ', ἐρατεινή,
εἰρήνηι χαίρουσα, βίον ζηλοῦσα βέβαιον·
αἰεὶ γὰρ τὸ πλέον στυγέεις, ἰσότητι δὲ χαίρεις·
ἐν σοὶ γὰρ σοφίη ἀρετῆς τέλος ἐσθλὸν ἱκάνει.
κλῦθι, θεά, κακίην θνητῶν θραύουσα δικαίως,
ὡς ἂν ἰσορροπίαισιν ἀεὶ βίος ἐσθλὸς ὁδεύοι
θνητῶν ἀνθρώπων, οἳ ἀρούρης καρπὸν ἔδουσι,
καὶ ζώιων πάντων, ὁπόσ' ἐν κόλποισι τιθηνεῖ
γαῖα θεὰ μήτηρ καὶ πόντιος εἰνάλιος Ζεύς.

Ὕμνος Νόμου.
  Ἀθανάτων καλέω καὶ θνητῶν ἁγνὸν ἄνακτα,
οὐράνιον Νόμον, ἀστροθέτην, σφραγῖδα δικαίαν
πόντου τ' εἰναλίου καὶ γῆς, φύσεως τὸ βέβαιον
ἀκλινὲς ἀστασίαστον ἀεὶ τηροῦντα νόμοισιν,
οἷσιν ἄνωθε φέρων μέγαν οὐρανὸν αὐτὸς ὁδεύει,
καὶ φθόνον  οὐ δίκαιον  ῥοίζου τρόπον ἐκτὸς ἐλαύνει·
ὃς καὶ θνητοῖσιν βιοτῆς τέλος ἐσθλὸν ἐγείρει·
αὐτὸς γὰρ μοῦνος ζώιων οἴακα κρατύνει
γνώμαις ὀρθοτάταισι συνών, ἀδιάστροφος αἰεί,
ὠγύγιος, πολύπειρος, ἀβλάπτως πᾶσι συνοικῶν
τοῖς νομίμοις, ἀνόμοις δὲ φέρων κακότητα βαρεῖαν.
ἀλλά, μάκαρ, πάντιμε, φερόλβιε, πᾶσι ποθεινέ,
εὐμενὲς ἦτορ ἔχων μνήμην σέο πέμπε, φέριστε.

Ἄρεος, θυμίαμα λίβανον.
 Ἄρρηκτ', ὀμβριμόθυμε, μεγασθενές, ἄλκιμε δαῖμον,
ὁπλοχαρής, ἀδάμαστε, βροτοκτόνε, τειχεσιπλῆτα,
Ἆρες ἄναξ, ὁπλόδουπε, φόνοις πεπαλαγμένος αἰεί,
αἵματι ἀνδροφόνωι χαίρων, πολεμόκλονε, φρικτέ,
ὃς ποθέεις ξίφεσίν τε καὶ ἔγχεσι δῆριν ἄμουσον·
στῆσον ἔριν λυσσῶσαν, ἄνες πόνον ἀλγεσίθυμον,
εἰς δὲ πόθον νεῦσον Κύπριδος κώμους τε Λυαίου
ἀλλάξας ἀλκὴν ὅπλων εἰς ἔργα τὰ Δηοῦς,
εἰρήνην ποθέων κουροτρόφον, ὀλβιοδῶτιν.
 
Ἡφαίστου, θυμίαμα λιβανομάνναν.
  Ἥφαιστ' ὀμβριμόθυμε, μεγασθενές, ἀκάματον πῦρ,
λαμπόμενε φλογέαις αὐγαῖς, φαεσίμβροτε δαῖμον,
φωσφόρε, καρτερόχειρ, αἰώνιε, τεχνοδίαιτε,
ἐργαστήρ, κόσμοιο μέρος, στοιχεῖον ἀμεμφές,
παμφάγε, πανδαμάτωρ, πανυπέρτατε, παντοδίαιτε,
αἰθήρ, ἥλιος, ἄστρα, σελήνη, φῶς ἀμίαντον·
ταῦτα γὰρ Ἡφαίστοιο μέλη θνητοῖσι προφαίνει.
πάντα δὲ οἶκον ἔχεις, πᾶσαν πόλιν, ἔθνεα πάντα,
σώματά τε θνητῶν οἰκεῖς, πολύολβε, κραταιέ.
κλῦθι, μάκαρ, κλήιζω σε πρὸς εὐιέρους ἐπιλοιβάς,
αἰεὶ ὅπως χαίρουσιν ἐπ' ἔργοις ἥμερος ἔλθοις.
παῦσον λυσσῶσαν μανίαν πυρὸς ἀκαμάτοιο
καῦσιν ἔχων φύσεως ἐν σώμασιν ἡμετέροισιν.

Ἀσκληπιοῦ, θυμίαμα μάνναν.
 Ἰητὴρ πάντων, Ἀσκληπιέ, δέσποτα Παιάν,
θέλγων ἀνθρώπων πολυαλγέα πήματα νούσων,
ἠπιόδωρε, κραταιέ, μόλοις κατάγων ὑγίειαν
καὶ παύων νούσους, χαλεπὰς κῆρας θανάτοιο,
αὐξιθαλής, ἐπίκουρ', ἀπαλεξίκακ', ὀλβιόμοιρε,
Φοίβου Ἀπόλλωνος κρατερὸν θάλος ἀγλαότιμον,
ἐχθρὲ νόσων, Ὑγίειαν ἔχων σύλλεκτρον ἀμεμφῆ,
ἐλθέ, μάκαρ, σωτήρ, βιοτῆς τέλος ἐσθλὸν ὀπάζων.

Ὑγείας, θυμίαμα μάνναν.
  Ἱμερόεσσ', ἐρατή, πολυθάλμιε, παμβασίλεια,
κλῦθι, μάκαιρ' Ὑγίεια, φερόλβιε, μῆτερ ἁπάντων·
ἐκ σέο γὰρ νοῦσοι μὲν ἀποφθινύθουσι βροτοῖσι,
πᾶς δὲ δόμος θάλλει πολυγηθὴς εἵνεκα σεῖο,
καὶ τέχναι βρίθουσι· ποθεῖ δέ σε κόσμος, ἄνασσα,
μοῦνος δὲ στυγέει σ' Ἀίδης ψυχοφθόρος αἰεί,
ἀιθαλής, εὐκταιοτάτη, θνητῶν ἀνάπαυμα·
σοῦ γὰρ ἄτερ πάντ' ἐστὶν ἀνωφελῆ ἀνθρώποισιν·
οὔτε γὰρ ὀλβοδότης πλοῦτος γλυκερὸς θαλίηισιν,
οὔτε γέρων πολύμοχθος ἄτερ σέο γίγνεται ἀνήρ·
πάντων γὰρ κρατέεις μούνη καὶ πᾶσιν ἀνάσσεις.
ἀλλά, θεά, μόλε μυστιπόλοις ἐπιτάρροθος αἰεὶ
ῥυομένη νούσων χαλεπῶν κακόποτμον ἀνίην.

Ἐρινύων, θυμίαμα στύρακα καὶ μάνναν.
 Κλῦτε, θεαὶ πάντιμοι, ἐρίβρομοι, εὐάστειραι,
Τισιφόνη τε καὶ Ἀλληκτὼ καὶ δῖα Μέγαιρα·
νυκτέριαι, μυχίοις ὑπὸ κεύθεσιν οἰκί' ἔχουσαι
ἄντρωι ἐν ἠερόεντι παρὰ Στυγὸς ἱερὸν ὕδωρ,
οὐχ ὁσίαις βουλαῖσι βροτῶν κεκοτημέναι αἰεί,
λυσσήρεις, ἀγέρωχοι, ἐπευάζουσαι ἀνάγκαις,
θηρόπεπλοι, τιμωροί, ἐρισθενέες, βαρυαλγεῖς,
Ἀίδεω χθόνιαι, φοβεραὶ κόραι, αἰολόμορφοι,
ἠέριαι, ἀφανεῖς, ὠκυδρόμοι ὥστε νόημα·
οὔτε γὰρ ἠελίου ταχιναὶ φλόγες οὔτε σελήνης
καὶ σοφίης ἀρετῆς τε καὶ ἐργασίμου θρασύτητος
 εὔχαρι οὔτε βίου λιπαρᾶς περικαλλέος ἥβης
ὑμῶν χωρὶς ἐγείρει ἐυφροσύνας βιότοιο·
ἀλλ' αἰεὶ θνητῶν πάντων ἐπ' ἀπείρονα φῦλα
ὄμμα Δίκης ἐφορᾶτε, δικασπόλοι αἰὲν ἐοῦσαι.
ἀλλά, θεαὶ Μοῖραι, ὀφιοπλόκαμοι, πολύμορφοι,
πραΰνοον μετάθεσθε βίου μαλακόφρονα δόξαν.
 
Εὐμενίδων, θυμίαμα ἀρώματα.
 Κλῦτέ μου, Εὐμενίδες μεγαλώνυμοι, εὔφρονι βουλῆι,
ἁγναὶ θυγατέρες μεγάλοιο Διὸς χθονίοιο
Φερσεφόνης τ', ἐρατῆς κούρης καλλιπλοκάμοιο,
αἳ πάντων καθορᾶτε βίον θνητῶν ἀσεβούντων,
τῶν ἀδίκων τιμωροί, ἐφεστηκυῖαι ἀνάγκηι,
κυανόχρωτες ἄνασσαι, ἀπαστράπτουσαι ἀπ' ὄσσων
δεινὴν ἀνταυγῆ φάεος σαρκοφθόρον αἴγλην·
ἀίδιοι, φοβερῶπες, ἀπόστροφοι, αὐτοκράτειραι,
λυσιμελεῖς οἴστρωι, βλοσυραί, νύχιαι,  πολύποτμοι,
νυκτέριαι κοῦραι, ὀφιοπλόκαμοι, φοβερῶπες·
ὑμᾶς κικλήσκω γνώμαις ὁσίαισι πελάζειν.

Μηλινόης, θυμίαμα ἀρώματα.
  Μηλινόην καλέω, νύμφην χθονίαν, κροκόπεπλον,
ἣν παρὰ Κωκυτοῦ προχοαῖς ἐλοχεύσατο σεμνὴ
Φερσεφόνη λέκτροις ἱεροῖς Ζηνὸς Κρονίοιο,
ἧι ψευσθεὶς Πλούτων' ἐμίγη δολίαις ἀπάταισι,
θυμῶι Φερσεφόνης δὲ δισώματον ἔσπασε χροιήν,
ἣ θνητοὺς μαίνει φαντάσμασιν ἠερίοισιν,
ἀλλοκότοις ἰδέαις μορφῆς τύπον  ἐκπροφαίνουσα,
ἄλλοτε μὲν προφανής, ποτὲ δὲ σκοτόεσσα, νυχαυγής,
ἀνταίαις ἐφόδοισι κατὰ ζοφοειδέα νύκτα.
ἀλλά, θεά, λίτομαί σε, καταχθονίων βασίλεια,
ψυχῆς ἐκπέμπειν οἶστρον ἐπὶ τέρματα γαίης,
εὐμενὲς εὐίερον μύσταις φαίνουσα πρόσωπον.

Τύχης, θυμίαμα λίβανον.
Δεῦρο, Τύχη· καλέω σ', ἀγαθῶν κράντειραν, ἐπευχαῖς,
μειλιχίαν, ἐνοδῖτιν, ἐπ' εὐόλβοις κτεάτεσσιν,
Ἄρτεμιν ἡγεμόνην, μεγαλώνυμον, Εὐβουλῆος
αἵματος ἐκγεγαῶσαν, ἀπρόσμαχον εὖχος ἔχουσαν,
τυμβιδίαν, πολύπλαγκτον, ἀοίδιμον ἀνθρώποισιν.
ἐν σοὶ γὰρ βίοτος θνητῶν παμποίκιλός ἐστιν·
οἷς μὲν γὰρ τεύχεις κτεάνων πλῆθος πολύολβον,
οἷς δὲ κακὴν πενίην θυμῶι χόλον ὁρμαίνουσα.
ἀλλά, θεά, λίτομαί σε μολεῖν βίωι εὐμενέουσαν,
ὄλβοισι πλήθουσαν ἐπ' εὐόλβοις κτεάτεσσιν.
 
Δαίμονος, θυμίαμα λίβανον.
  Δαίμονα κικλήσκω  μεγάλαν ἡγήτορα φρικτόν,
μειλίχιον Δία, παγγενέτην, βιοδώτορα θνητῶν,
Ζῆνα μέγαν, πολύπλαγκτον, ἀλάστορα, παμβασιλῆα,
πλουτοδότην, ὁπόταν γε βρυάζων οἶκον ἐσέλθηι,
ἔμπαλι δὲ τρύχοντα βίον θνητῶν πολυμόχθων·
ἐν σοὶ γὰρ λύπης τε χαρᾶς  κληῖδες ὀχοῦνται.
τοιγάρ τοι, μάκαρ, ἁγνέ, πολύστονα κήδε' ἐλάσσας,
ὅσσα βιοφθορίην πέμπει κατὰ γαῖαν ἅπασαν,
ἔνδοξον βιοτῆς γλυκερὸν τέλος ἐσθλὸν ὀπάζοις.

Λευκοθέας, θυμίαμα ἀρώματα.
Λευκοθέαν καλέω Καδμηίδα, δαίμονα σεμνήν,
εὐδύνατον, θρέπτειραν ἐυστεφάνου Διονύσου.
κλῦθι, θεά, πόντοιο βαθυστέρνου μεδέουσα,
κύμασι τερπομένη, θνητῶν σώτειρα μεγίστη·
ἐν σοὶ γὰρ νηῶν πελαγοδρόμος ἄστατος ὁρμή,
μούνη δὲ θνητῶν οἰκτρὸν μόρον εἰν ἁλὶ λύεις,
οἷς ἂν ἐφορμαίνουσα φίλη σωτήριος ἔλθοις.
ἀλλά, θεὰ δέσποινα, μόλοις ἐπαρωγὸς ἐοῦσα
νηυσὶν ἐπ' εὐσέλμοις σωτήριος εὔφρονι βουλῆι,
μύσταις ἐν πόντωι ναυσίδρομον οὖρον ἄγουσα.

Παλαίμονος, θυμίαμα μάνναν.
  Σύντροφε βακχεχόροιο Διωνύσου πολυγηθοῦς,
ὃς ναίεις πόντοιο βυθοὺς ἁλικύμονας, ἁγνούς,
κικλήσκω σε, Παλαῖμον, ἐπ' εὐιέροις τελεταῖσιν
ἐλθεῖν εὐμενέοντα, νέωι γήθοντα προσώπωι,
καὶ σώζειν μύστας κατά τε χθόνα καὶ κατὰ πόντον·
ποντοπλάνοις γὰρ ἀεὶ ναυσὶν χειμῶνος ἐναργὴς
φαινομένου σωτὴρ μοῦνος θνητοῖς ἀναφαίνηι,
ῥυόμενος μῆνιν χαλεπὴν κατὰ πόντιον οἶδμα.
 
Μουσῶν, θυμίαμα λίβανον.
 Μνημοσύνης καὶ Ζηνὸς ἐριγδούποιο θύγατρες,
Μοῦσαι Πιερίδες, μεγαλώνυμοι, ἀγλαόφημοι,
θνητοῖς, οἷς κε παρῆτε, ποθεινόταται, πολύμορφοι,
πάσης παιδείης ἀρετὴν γεννῶσαι ἄμεμπτον,
θρέπτειραι ψυχῆς, διανοίας ὀρθοδότειραι,
καὶ νόου εὐδυνάτοιο καθηγήτειραι ἄνασσαι,
αἳ τελετὰς θνητοῖς ἀνεδείξατε μυστιπολεύτους,
Κλειώ τ' Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε
Τερψιχόρη τ' Ἐρατώ τε Πολύμνιά τ' Οὐρανίη τε
Καλλιόπηι σὺν μητρὶ καὶ εὐδυνάτηι θεᾶι Ἁγνῆι.
ἀλλὰ μόλοιτε, θεαί, μύσταις, πολυποίκιλοι, ἁγναί,
εὔκλειαν ζῆλόν τ' ἐρατὸν πολύυμνον ἄγουσαι.

Μνημοσύνης, θυμίαμα λίβανον
 Μνημοσύνην καλέω, Ζηνὸς σύλλεκτρον, ἄνασσαν,
ἣ Μούσας τέκνωσ' ἱεράς, ὁσίας, λιγυφώνους,
ἐκτὸς ἐοῦσα κακῆς λήθης βλαψίφρονος αἰεί,
πάντα νόον συνέχουσα βροτῶν ψυχαῖσι σύνοικον,
εὐδύνατον κρατερὸν θνητῶν αὔξουσα λογισμόν,
ἡδυτάτη, φιλάγρυπνος ὑπομνήσκουσά τε πάντα,
ὧν ἂν ἕκαστος ἀεὶ στέρνοις γνώμην κατάθηται,
οὔτι παρεκβαίνουσ', ἐπεγείρουσα φρένα πᾶσιν.
ἀλλά, μάκαιρα θεά, μύσταις μνήμην ἐπέγειρε
εὐιέρου τελετῆς, λήθην δ' ἀπὸ τῶνδ' ἀπόπεμπε.
 
Ἠοῦς, θυμίαμα μάνναν.
 Κλῦθι, θεά, θνητοῖς φαεσίμβροτον ἦμαρ ἄγουσα,
Ἠὼς λαμπροφαής, ἐρυθαινομένη κατὰ κόσμον,
ἀγγέλτειρα θεοῦ μεγάλου Τιτᾶνος ἀγαυοῦ,
ἣ νυκτὸς ζοφερήν τε καὶ αἰολόχρωτα πορείην
ἀντολίαις ταῖς σαῖς πέμπεις ὑπὸ νέρτερα γαίης·
ἔργων ἡγήτειρα, βίου πρόπολε θνητοῖσιν·
ἧι χαίρει θνητῶν μερόπων γένος· οὐδέ τίς ἐστιν,
ὃς φεύγει τὴν σὴν ὄψιν καθυπέρτερον οὖσαν,
ἡνίκα τὸν γλυκὺν ὕπνον ἀπὸ βλεφάρων ἀποσείσηις,
πᾶς δὲ βροτὸς γήθει, πᾶν ἑρπετὸν ἄλλα τε φῦλα
τετραπόδων πτηνῶν τε καὶ εἰναλίων πολυεθνῶν·
πάντα γὰρ ἐργάσιμον βίοτον θνητοῖσι πορίζεις.
ἀλλά, μάκαιρ', ἁγνή, μύσταις ἱερὸν φάος αὔξοις.

Θέμιδος, θυμίαμα λίβανον.
 Οὐρανόπαιδ' ἁγνὴν καλέω Θέμιν εὐπατέρειαν,
Γαίης τὸ βλάστημα, νέην καλυκώπιδα κούρην,
ἣ πρώτη κατέδειξε βροτοῖς μαντήιον ἁγνὸν
Δελφικῶι ἐν κευθμῶνι θεμιστεύουσα θεοῖσι
Πυθίωι ἐν δαπέδωι, ὅθι Πύθων ἐμβασίλευεν·
ἣ καὶ Φοῖβον ἄνακτα θεμιστοσύνας ἐδίδαξε·
πάντιμ', ἀγλαόμορφε, σεβάσμιε, νυκτιπόλευτε·
πρώτη γὰρ τελετὰς ἁγίας θνητοῖς ἀνέφηνας,
βακχιακὰς ἀνὰ νύκτας ἐπευάζουσα ἄνακτα·
ἐκ σέο γὰρ τιμαὶ μακάρων μυστήριά θ' ἁγνά.
ἀλλά, μάκαιρ', ἔλθοις κεχαρημένη εὔφρονι βουλῆι
εὐιέρους ἐπὶ μυστιπόλου τελετὰς σέο, κούρη.

Βορέου, θυμίαμα λίβανον.
Χειμερίοις αὔραισι δονῶν βαθὺν ἠέρα κόσμου,
κρυμοπαγὴς Βορέα, χιονώδεος ἔλθ' ἀπὸ Θράικης
λῦέ τε παννέφελον στάσιν ἠέρος ὑγροκελεύθου
ῥιπίζων ἰκμάσιν νοτεραῖς ὀμβρηγενὲς ὕδωρ,
αἴθρια πάντα τιθείς, θαλερόμματον αἰθέρα τεύχων
 ἀκτίνες ὣς λάμπουσιν  ἐπὶ χθονὸς ἠελίοιο.

Ζεφύρου, θυμίαμα λίβανον.
  Αὖραι παντογενεῖς Ζεφυρίτιδες, ἠεροφοῖται,
ἡδυπνοοι, ψιθυραί,  θανάτου ἀνάπαυσιν ἔχουσαι,
εἰαριναί, λειμωνιάδες, πεποθημέναι ὅρμοις,
σύρουσαι ναυσὶ τρυφερον ὅρμον, ἠέρα κοῦφον·
ἔλθοιτ' εὐμενέουσαι, ἐπιπνείουσαι ἀμεμφεῖς,
ἠέριαι, ἀφανεῖς, κουφόπτεροι, ἀερόμορφοι.

Νότου, θυμίαμα λίβανον.
 Λαιψηρὸν πήδημα δι' ἠέρος ὑγροπόρευτον,
ὠκείαις πτερύγεσσι δονούμενον ἔνθα καὶ ἔνθα,
ἔλθοις σὺν νεφέλαις νοτίαις, ὄμβροιο γενάρχα·
τοῦτο γὰρ ἐκ Διός ἐστι σέθεν γέρας ἠερόφοιτον,
ὀμβροτόκους νεφέλας ἐξ ἠέρος εἰς χθόνα πέμπειν.
τοιγάρ τοι λιτόμεσθα, μάκαρ, ἱεροῖσι χαρέντα
πέμπειν καρποτρόφους ὄμβρους ἐπὶ μητέρα γαῖαν.
 
Ὠκεανοῦ, θυμίαμα ἀρώματα.
 Ὠκεανὸν καλέω, πατέρ' ἄφθιτον, αἰὲν ἐόντα,
ἀθανάτων τε θεῶν γένεσιν θνητῶν τ' ἀνθρώπων,
ὃς περικυμαίνει γαίης περιτέρμονα κύκλον·
ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα
καὶ χθόνιοι γαίης πηγόρρυτοι ἰκμάδες ἁγναί.
κλῦθι, μάκαρ, πολύολβε, θεῶν ἅγνισμα μέγιστον,
τέρμα φίλον γαίης, ἀρχὴ πόλου, ὑγροκέλευθε,
ἔλθοις εὐμενέων μύσταις κεχαρημένος αἰεί.
 
Ἑστίας, θυμίαμα ἀρώματα.
 Ἑστία εὐδυνάτοιο Κρόνου θύγατερ βασίλεια,
ἣ μέσον οἶκον ἔχεις πυρὸς ἀενάοιο, μεγίστου,
τούσδε σὺ ἐν τελεταῖς ὁσίους μύστας ἀναδείξαις,
θεῖσ' αἰειθαλέας, πολυόλβους, εὔφρονας, ἁγνούς·
οἶκε θεῶν μακάρων, θνητῶν στήριγμα κραταιόν,
ἀιδίη, πολύμορφε, ποθεινοτάτη, χλοόμορφε·
μειδιόωσα, μάκαιρα, τάδ' ἱερὰ δέξο προθύμως,
ὄλβον ἐπιπνείουσα καὶ ἠπιόχειρον ὑγείαν.
 
Ὕπνου, θυμίαμα μετὰ μήκωνος.
Ὕπνε, ἄναξ μακάρων πάντων θνητῶν τ' ἀνθρώπων
καὶ πάντων ζώιων, ὁπόσα τρέφει εὐρεῖα χθών·
πάντων γὰρ κρατέεις μοῦνος καὶ πᾶσι προσέρχηι
σώματα δεσμεύων ἐν ἀχαλκεύτοισι πέδηισι,
λυσιμέριμνε, κόπων ἡδεῖαν ἔχων ἀνάπαυσιν
καὶ πάσης λύπης ἱερὸν παραμύθιον ἔρδων·
καὶ θανάτου μελέτην ἐπάγεις ψυχὰς διασώζων·
αὐτοκασίγνητος γὰρ ἔφυς Λήθης Θανάτου τε.
ἀλλά, μάκαρ, λίτομαί σε κεκραμένον ἡδὺν ἱκάνειν
σώζοντ' εὐμενέως μύστας θείοισιν ἐπ' ἔργοις.

Ὀνείρου, θυμίαμα ἀρώματα.
 Κικλήσκω σε, μάκαρ, τανυσίπτερε, οὖλε Ὄνειρε,
ἄγγελε μελλόντων, θνητοῖς χρησμωιδὲ μέγιστε·
ἡσυχίαι γὰρ ὕπνου γλυκεροῦ σιγηλὸς ἐπελθών,
προσφωνῶν ψυχαῖς θνητῶν νόον αὐτὸς ἐγείρεις,
καὶ γνώμας μακάρων αὐτὸς καθ' ὕπνους ὑποπέμπεις,
σιγῶν σιγώσαις ψυχαῖς μέλλοντα προφαίνων,
οἷσιν ἐπ' εὐσεβίηισι θεῶν νόος ἐσθλὸς ὁδεύει,
ὡς ἂν ἀεὶ τὸ καλὸν μέλλον, γνώμηισι προληφθέν,
τερπωλαῖς ὑπάγηι βίον ἀνθρώπων προχαρέντων,
τῶν δὲ κακῶν ἀνάπαυλαν, ὅπως θεὸς αὐτὸς ἐνίσπηι
εὐχωλαῖς θυσίαις τε χόλον λύσαντες ἀνάκτων.
εὐσεβέσιν γὰρ ἀεὶ τὸ τέλος γλυκερώτερόν ἐστι,
τοῖς δὲ κακοῖς οὐδὲν φαίνει μέλλουσαν ἀνάγκην
ὄψις ὀνειρήεσσα, κακῶν ἐξάγγελος ἔργων,
ὄφρα μὴ εὕρωνται λύσιν ἄλγεος ἐρχομένοιο.
ἀλλά, μάκαρ, λίτομαί σε θεῶν μηνύματα φράζειν,
ὡς ἂν ἀεὶ γνώμαις ὀρθαῖς κατὰ πάντα πελάζηις
μηδὲν ἐπ' ἀλλοκότοισι κακῶν σημεῖα προφαίνων.

Θανάτου, θυμίαμα μάνναν.
 Κλῦθί μευ, ὃς πάντων θνητῶν οἴηκα κρατύνεις
πᾶσι διδοὺς  χρόνον ἁγνόν , ὅσων  πόρρωθ' ὑπάρχεις·
σὸς γὰρ ὕπνος ψυχῆς θραύει καὶ σώματος ὁλκόν,
ἡνίκ' ἂν ἐκλύηις φύσεως κεκρατημένα δεσμὰ
τὸν μακρὸν ζώιοισι φέρων αἰώνιον ὕπνον,
κοινὸς μὲν πάντων, ἄδικος δ' ἐνίοισιν ὑπάρχων,
ἐν ταχυτῆτι βίου παύων νεοήλικας ἀκμάς·
ἐν σοὶ γὰρ μούνωι πάντων τὸ κριθὲν τελεοῦται·
οὔτε γὰρ εὐχαῖσιν πείθηι μόνος οὔτε λιταῖσιν.
ἀλλά, μάκαρ, μακροῖσι χρόνοις ζωῆς σε πελάζειν
αἰτοῦμαι, θυσίαισι καὶ εὐχωλαῖς λιτανεύων,
ὡς ἂν ἔοι γέρας ἐσθλὸν ἐν ἀνθρώποισι τὸ γῆρας.

nooriya blogger facebook pinterest