Πολλὰ παθὼν καὶ πολλὰ πειράσας ἐπέσταλκά σοι τόδε βιβλίον ἔχον ἐν ἑαυτῷ πλινθίδα πάνυ χαριεστάτην· ἐντυχὼν γὰρ εἰς αὐτὴν διὰ τῶν ὑποκειμένων γραμμάτων εἴσεται τά τε ἐνεστῶτα καὶ τὰ προγεγονότα καὶ τὰ αὖθις ἐσόμενα. ὑπέταξα οὖν πλινθίδα ἐννεάδος δοκιμαζομένην τρόπῳ τοιῷδε· λάβε δύο ὀνόματα ἐκ γενετῆς, μὴ ὄντα ἐπίθετα, ἤτοι ἀντιδίκων ἢ μονομάχων ἢ οἱωνδήποτε καθόλου δικαζομένων πρὸς ἀλλήλους εἴτε ὑπὲρ πόλεως ἢ ὑπὲρ πραγμάτων ἢ στεφάνου ἢ ἑτέρου πράγματος. ψήφισον δέ κατὰ τὸν ἀριθμὸν τῶν στοιχείων οὕτως·
Τὸ μὲν α ἀπὸ ιρ αα Τὸ δὲ β ἀπὸ κσ ββ
Τὸ γ ἀπὸ λτ γγ Τὸ δ ἀπὸ μυ δδ
Τὸ ε ἀπὸ νφ εε Τὸ ἀπὸ ξχ
Τὸ ζ ἀπὸ οψ ζζ Τὸ η ἀπὸ πω ηη
Καὶ οὕτως πάντων τῶν στοιχείων τὴν γνῶσιν λάμβανε. καὶ μετὰ τὸ ψηφίσαι τὸν τῶν ἑκατέρων συναγόμενον ἀριθμὸν ὕφειλον ἐννεάδας, ὅσας ἐνδέχεται ὑφαιρεθῆναι παρ' ἰδίᾳ ἑκάστου, ἕως ἂν καταλειφθῇ ἀριθμὸς ἑκάτερος, ἤτοι ἔλαττον τῆς ἐννεάδος ἢ ἴσον μεῖζον γὰρ οὐκ ἐνδέχεται$, καὶ τὰ λοιπὰ σημειωσάμενος ἑκατέρους τοὺς ἀριθμοὺς σκόπει ἐν τῇ ὑποκειμένῃ πλινθίδι, καὶ γνώσῃ τὸν μέλλοντα νικᾶν ἢ ἡττᾶσθαι. Ὑποδείξεως χάριν· Ἕκτωρ, εβγηα γίνονται ιθ. καὶ πάλιν τὸ ἕτερον· Πάτροκλε, ηαγ ζβγε· γίνονται λ.
Ἆρον τῶν μὲν ιθ δύο ἐννεάδας, καὶ μένει α, τῶν δὲ λ τρεῖς ἐννεάδας, καὶ μένουσι γ. ἐλθὲ οὖν ἐπὶ τὴν πλινθίδα, καὶ εὑρήσεις τὴν μίαν νικῶσαν τὰς γ. ἐὰν δὲ οἱ δικαζόμενοι ἰσόψηφοι γίνωνται καὶ καταλειφθῇ αα, ὁ ἐγκαλῶν νικᾷ, ἐπὶ δὲ τῶν ἀρτίων ὁ ἐγκαλούμενος.
αα ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ νεώτερος.
αβ αἱ β νικῶσιν.
αγ ἡ α νικᾷ.
αδ αἱ δ νικῶσιν.
αε ἡ α νικᾷ.
α αἱ νικῶσιν.
αζ ἡ α νικᾷ
αη αἱ η νικῶσιν
αθ ἡ α νικᾷ.
ββ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ πράττων.
βγ αἱ γ νικῶσιν.
βδ αἱ β νικῶσιν.
βε αἱ ε νικῶσιν.
β αἱ β νικῶσιν.
βζ αἱ ζ νικῶσιν.
βη αἱ β νικῶσιν.
βθ αἱ θ νικῶσιν.
γγ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ νεώτερος.
γδ αἱ δ νικῶσιν.
γε αἱ γ νικῶσιν.
γ αἱ νικῶσιν.
γζ αἱ γ νικῶσιν.
γη αἱ η νικῶσιν.
γθ αἱ γ νικῶσιν.
δδ ὁ ἐγκαλούμενος νικᾷ καὶ ὁ πράττων.
δε αἱ ε νικῶσιν.
δ αἱ νικῶσιν.
δζ αἱ ζ νικῶσιν.
δη αἱ δ νικῶσιν.
δθ αἱ θ νικῶσιν.
εε ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ νεώτερος.
ε αἱ νικῶσιν.
 εζ αἱ ε νικῶσιν.
εη αἱ η νικῶσιν.
εθ αἱ ε νικῶσιν.
ὁ ἐγκαλούμενος νικᾷ καὶ ὁ νεώτερος.
ζ αἱ ζ νικῶσιν.
η αἱ νικῶσιν.
θ αἱ θ νικῶσιν.
ζζ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ νεώτερος.
ζη αἱ η νικῶσιν.
ζθ αἱ ζ νικῶσιν.
ηη ὁ ἐγκαλούμενος νικᾷ καὶ ὁ πράττων.
ηθ αἱ θ νικῶσιν.
θθ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ νεώτερος.

Ψήφισον τὰ ὀνόματα τῶν ἀνδρογύνων, καὶ εἰ μὲν ὦσι ζυγά, ἡ γυνὴ τελευτᾷ, εἰ δὲ μονά, ὁ ἀνήρ.

Περὶ ἀνδρογύνων, ἵνα γνῶς τὸν προτελευτῶντα αὐτῶν.
Ψήφισον τὸ ὄνομα τοῦ ἀνδρὸς καὶ ἴδε τὴν ποσότητα τοῦ ἀριθμοῦ, καὶ ὅσον ἀναβῇ, ὕφειλον αὐτὰ διὰ τῶν θ, καὶ τὰ μένοντα ἐπάνω τῆς ἐννεάδος κράτει. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ὀνόματος τῆς γυναικός· καὶ σμῖξον τὰ περισσότερα τῆς ἐννεάδος ἀμφότερων τῶν ὀνομάτων καὶ εἰ μέν εἰσι διπλᾶ, ἄνδρα προτελευτᾶν ἴσθι, εἰ δὲ ἁπλᾶ, τὴν γυναῖκα.

Περὶ τοῦ μέλλοντος νικᾶν ἢ ἡττᾶσθαι.
Ἀρίθμησον τὰ ὀνόματα τῶν δύο μαχομένων· καὶ ἐὰν εὐρήσῃς τὸ ὄνομά σου νικῶν, νικήσεις τὴν μάχην· εἰ δὲ τοῦ μαχομένου σε,
ἡττᾶσαι.
 
Περὶ παραμονῆς.
Ψήφισον τὸ ὄνομά σου καὶ τὸ ὄνομα τοῦ ἄρχοντος, οὗ μέλλεις παραμεῖναι, καὶ ἐὰν εὑρήσῃς τὸ ὄνομά σου νικῶν, συμφέρει σοι παραμένειν, εἰ δὲ ἄρχοντος, οὐ συμφέρει σοι· μὴ παραμείνῃς.

Περὶ πράξεώς τινος.
Ὡσαύτως τὸ ὄνομά σου καὶ τὸ ὄνομα τοῦ ἄρχοντος ψήφισον, καὶ ἐὰν νικήσῃ τὸ ὄνομά σου, συμφέρει, εἰ δὲ τοῦ ἄρχοντος, μόνον ζημιοῦσαι.
 
Περὶ ὁδευόντων, ὁδοιπορούντων καὶ συμπορευομένων.
Ψήφισον τὸ ὄνομά σου καὶ τοῦ συνοδεύοντός σοι, καὶ ἐὰν νικήσῃ τὸ ὄνομά σου, συμφέρει· εἰ δὲ μή, μὴ ὁδεύῃς μετ' αὐτοῦ.
Περὶ κοινωνίας. Τὸ ὄνομά σου καὶ τοῦ κοινωνοῦντός σοι ψήφισον, καὶ ἐὰν νικήσῃ τὸ ὄνομά σου, συμφέρει· εἰ δὲ τοῦ κοινωνοῦντός σοι, οὐ συμφέρει.
Περὶ ἀποδημίας ἐκ πόλεως εἰς ἑτέραν πόλιν. Ἀρίθμησον τὸ ὄνομά σου καὶ τῆς πόλεως, καὶ ἐὰν τὸ ὄνομά σου νικήσῃ, συμφέρει· εἰ δὲ τῆς πόλεως, οὐ συμφέρει.
Περὶ γαμούντων. Ἀρίθμησον τὸ ὄνομα τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, καὶ εἰ εἶεν ἀμφότερα ιβ ἢ ιδ, γίνεται τὸ συνάλλαγμα καὶ τέξεται πρωτοτόκον κόρην καὶ ἡ γυνὴ προτελευτᾷ·
ἐὰν δὲ ἄνισα ἔλθωσι, βιαίως γίνεται τὸ συνάλλαγμα, καὶ τέξεται πρωτοτόκον υἱὸν καὶ ὁ ἀνὴρ προτελευτᾷ. οἷον Νικηφόρος, Μαρία· ἄρτια ιδ. ἡ γυνὴ προτελευτᾷ. πάλιν Θεόδωρος καὶ Εἰρήνη· ιγ, ὁ ἀνὴρ προτελευτᾷ.]
Περὶ ἀπωλείας. Ψήφισον τὸ ὄνομα τοῦ ἀπολέσαντος καὶ τοῦ ἀπολουμένου, καὶ ἐὰν νικᾷ ὁ ἀπολέσας, τὸ ἀπολεσθὲν εὑρεθήσεται· εἰ δὲ τοῦ ἀπολεσθέντος ὄνομα νικήσῃ, οὐχ εὑρεθήσεται.
Περὶ φυγάδος. Τὸ ὄνομα τοῦ φυγόντος ψήφισον καὶ τοῦ κυρίου αὐτοῦ, καὶ ἐὰν τὸ ὄνομα τοῦ κυρίου νικήσῃ, εὑρεθήσεται ὁ φυγών· εἰ δὲ τὸ τοῦ φυγάδος νικᾷ, οὐχ εὑρεθήσεται.
Περὶ ἐλευθερώσεως. Τὸ ὄνομα τοῦ δούλου καὶ τοῦ δεσπότου ψήφισον, καὶ ἐὰν τοῦ δούλου νικᾷ, ἐλευθεροῦται, εἰ δὲ τοῦ δεσπότου, οὐκ ἐλευθεροῦται.
Περὶ πράσεως δούλου. Ψήφισον τὸ ὄνομα τοῦ δούλου καὶ τοῦ δεσπότου, καὶ ἐὰν τοῦ δούλου νικήσῃ, οὐ πραθήσεται.
Περὶ γάμου, εἰ συμφέρει. Τὸ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ὄνομα ψηφίσας σκόπει· εἰ τὸ τοῦ ἀνδρὸς ὄνομα νικᾷ, συμφέρει, εἰ δὲ τῆς γυναικός, οὐ συμφέρει.
Περὶ τοῦ γνῶναι τὸν κλέπτην ἐκ πολλῶν ὑπονοουμένων. Πάντων τῶν ὑπονοουμένων τὰ ὀνόματα ψήφισον, καὶ τῶν ἡττωμένων ἀνάπεμπε τοὺς νικῶντας καὶ πάλιν ζεῦξον, ἕως ὁ εἷς πάντα νικήσας, ἐκεῖνος ἐστὶν ὁ κλέπτης.
Περὶ νοσοῦντος εἰ ζήσεται. Ψήφισον τὸ ὄνομα τοῦ ἀνθρώπου τοῦ νοσοῦντος, καὶ τὸ ὄνομα τοῦ θεοῦ τοῦ κυριεύοντος τὴν ἡμέραν ἐν ᾗ ὑπέθετο ἢ ἐν ᾗ κατεκλίθη, καὶ ἐὰν νικᾷ τὸ ὄνομα τοῦ νοσοῦντος [καὶ] τὸ ἄοτρον τῆς ἡμέρας, ζήσεται· εἰ δὲ καὶ τὸ τοῦ θεοῦ ὄνομα νικήσει, τεθνήξεται. εἰ δὲ καὶ ἰσόψηφα καταντήσωσι τὰ δύο ὀνόματα, ταχέως ὑγιανεῖ, ἐὰν δὲ ἄζυγα, βραδέως.
Περὶ τελευτῆς ἀδελφῶν. Ἀμφοτέρων τὰ ὀνόματα ψήφισον, ἑνὸς ἑκάστου παρ' ἰδίαν, καὶ σύμβαλλε αὐτὰ ἐπὶ τὴν πλινθίδα καὶ εὑρήσεις προτελευτῶντα τὸν νικῶντα.
Περὶ ξενιτεύοντος εἰ ἐρωτηθῇς. Ἴδε τὸ ζῴδιον τὸ ἐπιπολεῦον τῷ μηνὶ τῆς ἐρωτήσεως καὶ τὸν πλανήτην τὸν ἐπιπολεύοντα τὴν ἡμέραν, καὶ ἐάν ἐστιν ὁ θεὸς αὐτῶν ἐν τῷ οἴκῳ αὐτοῦ, ὁ ἀπόδημος ταχέως ἔρχεται, εἰ δε ἔξωθεν ἐπὶ δυσμάς, ὁ ξένος ἢ ἀσθενεῖ ἢ ἐτελεύτησεν.

nooriya blogger facebook pinterest