Λίθος κρύσταλλος ὁ πᾶσι γνώριμος. Οὗτος
ὠνόμασται μὲν ἀπὸ τῆς κρυσταλλοειδοῦς καὶ διαυγοῦς
ὄψεως. Ἔχει δὲ καὶ φυσικὰς ἐνεργείας τοιαύτας·
εἴ τις αὐτὸν ἐπάνω θείη κατὰ ξηρῶν δᾴδων ἢ καὶ ἄλλης
τινὸς ὕλης εὐπρήστου καὶ ταχέως ἀντιλαμβανομένης
πυρός, ὁ δὲ ἥλιος ἐξ ἐναντίας αὐτὸν ταῖς ἀκτῖσι περι-
αστράψει, πρῶτον μὲν ὀλίγην τινὰ καὶ οὗτος ἀκτῖνα
πρὸς τὴν παρακειμένην ὕλην ἐκπέμπει· ἔπειτα καὶ καπνὸν
ἐγείρει, μετὰ δὲ τοῦτο καὶ φλόγα πολλήν. Καὶ τοῦτο
τὸ ἱερὸν πῦρ ὠνόμαζον καὶ οἱ παλαιοὶ τῶν Ἑλλήνων.
Τὸ δὲ θαυμαστότερον ὅτι καὶ αὐτὸν τὸν τῆς φλογὸς
αἴτιον λίθον ἁρπάζων τις ἐκ τῆς ἀναφθείσης ὕλης καὶ
ταῖς χερσὶ κρατῶν ψυχρὸν εὑρίσκει καθὼς τὸ πρότερον.
Φασὶ δὲ ὅτι καὶ τοῖς νεφροῖς περιδεθεὶς τὸν νοσοῦντα
τούτους ἰᾶται.
Λίθος γαλακτίτης, ὃν καί τινες τῶν παλαιῶν
οἱ μὲν ἀνακτίτην, οἱ δὲ λήθαιον ἀπεκάλεσαν, ἀλλὰ γαλα-
κτίτην μὲν ὅτι τριβόμενος ἰχὼρ ἀπορρέει καθάπερ γάλακτος,
ἀνακτίτην δὲ καὶ λήθαιον, ὅτι φορῶν τις αὐτὸν καὶ προσιὼν
τοῖς οἰκείοις δεσπόταις καὶ ὁμιλῶν εὐμενεῖς αὐτοὺς
εὑρίσκει καὶ λήθην λαμβάνοντας τῶν αὐτοῦ πολλάκις
κακῶν· ὅτι καὶ οἱ Ἕλληνες προσιόντες τοῖς ἱεροῖς τῶν
θεῶν αὐτὸν ἐφόρουν ὡς δι' αὐτοῦ τὸ θεῖον ἐξιλεούμενοι.
Ἔχει δὲ καὶ ἑτέραν τινὰ ἐνεργείαν· αἰγῶν ἢ προβάτων
πολλάκις ἀποσβεννυμένων καὶ λειπομένων τοῦ γάλακτος,
εἴ τις αὐτὸν τρίψας τε καὶ λεάνας καὶ μετὰ ἅλμης μίξας
ἐπιρρανεῖ τὸ ποιμνίον ἐπιμελῶς, εὔροιαν αὐτοῖς προ-
ξενήσει τοῦ γάλακτος ὥστε τὰς μητέρας σκιρτώσας μεθ'
ἡδονῆς παρέχειν τοῖς ἑαυτῶν γεννήμασι τοὺς μαστούς.
Λέγουσι δὲ καὶ γυναιξὶ τὸ αὐτὸ δύνασθαι ποιεῖν
πρὸς γαλακτοτροφίαν τριβόμενος καὶ πινόμενος. Ἀλλὰ
καὶ περιαυχένιος τοῖς νηπίοις καταδεσμούμενος ἀπείργει,
φασί, πάντα φθόνον, καὶ ἄνοσον καὶ ἀνεπιβούλευτον
διαφυλάσσει τὸ νήπιον, καὶ ὅτι τὸν τοῦτον φοροῦντα
βασιλεῖς αἰδοῦνται καὶ δῆμοι καὶ δικασταὶ καὶ ἄρχοντες
καὶ ἁπλῶς ἡδὺς τοῖς πᾶσι δοκεῖ, κἂν ἀλλότριοι καὶ
ἐθνικοὶ τύχωσιν. Ἔστι δὲ τὴν χροιὰν ἔντεφρος, ἁρμόζει
δὲ καὶ πρὸς ὀφθαλμῶν ἕλκη καὶ ῥεύματα τριβόμενος
καὶ μετὰ ὕδατος ἀλειφόμενος.
 Λίθος εὐπέταλος ὁ καὶ δενδραχάτης· ὠνόμασται
δὲ οὕτως ὅτι καθάπερ πέταλα δένδρων ἐν αὐτῷ δια-
φαίνονται μετὰ κλάδων συνεχεστέρων. Ζώνας διαφα-
νεῖς ἔχει ἐν ἑαυτῷ. Ἔχει δὲ καὶ ἔξωθεν μέρος τι μέλιτος
χρῶμα καὶ ἕτερον κηροῦ εἶδος, ἔσωθεν δὲ ὑπόλευκα
διαφανέστατα δενδρύφια. Ἁρμόζει δὲ τοῖς οἰκονο-
μοῦσι πράγματα· πιθανὸν γὰρ καὶ εὔπορον τὸν ἐγχει-
ροῦντα ποιεῖ. Συμβάλλεται δὲ καὶ τοῖς ἐν ἀγρῷ σπεί-
ρουσι· περιτιθέασι αὐτὸν εἰς τὴν χεῖρα ἢ εἰς τὸν τράχηλον·
τοῦτον ἔχων σπορεὺς πολυπλασίονα γεωργήσει. Καὶ
ἁπλῶς εἰπεῖν μεγάλας ὠφελείας ἔχει ὁ λίθος. Ἔτι
μὴν καὶ εὐπορίαν δίδωσι τῷ φοροῦντι. Χάρασσε δὲ
εἰς τὸν λίθον Ἑρμῆν τέλειον τῇ εὐωνύμῳ χειρὶ βαλάντιον
φέροντα τῇ δὲ δεξιᾷ βιβλίον, πρὸς δὲ τοῖς ποσὶ κυνοκέ-
φαλον τὰς χεῖρας ἐκτείνοντα ὥσπερ εὐχόμενον.
Λίθος ἐλαφοκερατίτης· ὠνόμασται δὲ καὶ οὗτος
ἀπὸ τῆς θέας· ἐλάφου γὰρ ἔοικε κέρατι καὶ οὐκ ἂν
εὐκόλως τις διαγνοίη ὁρῶν πότερον ἢ κέρας ἐστὶν ἢ
λίθος πρὸ τοῦ καὶ τῇ χειρὶ κρατῆσαι τοῦτον καὶ ἐκ τῆς
ἀντιτυπίας τε καὶ σκληρότητος κατὰ ἀλήθειαν ἐπιγνῶναι.
Θαυμαστὴν δὲ τούτου φασὶ τὴν ἐνεργείαν. Εἰ γάρ
τις αὐτόν, φασί, κατατρίψας καὶ μίξας ἐλαίῳ φαλάκρας
ἐπιχρίσειε, συνεχέστερον ἀναβλαστήσουσι τρίχες νέαι
καὶ κομητὴς ὁ ἄνθρωπος ἀπὸ φαλακροῦ φανήσεται.
Ἀλλ' ὅτι καὶ τοῖς νεονύμφοις ἔρωτα πρὸς ἀλλήλους
ἐμποιεῖ καὶ ὁμοφροσύνην φορούμενος καὶ διαφυλάττει
τοὺς πόθους αὐτοῖς μέχρι γήρως.
 Λίθος ὁ καλούμενος ζαμπίλαπις, ὅστις φύεται
μὲν παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ Εὐφράτου, ὥστε καὶ
ὑπὸ τῶν ῥευμάτων αύτοῦ γυμνούμενος φανεροῦται.
Περιδεσμούμενος δὲ ταῖς ἀμπέλοις πολυσταφύλους
αὐτὰς καὶ εὐφόρους παρασκευάζει.
 Λίθος ἴασπις, ὁ καὶ πᾶσι πρόδηλος. Χρήσιμος
δὲ καὶ οὗτος, ὥς φασι, ταῖς ἀρούραις πρὸς εὐφορίαν.
Ἀλλὰ καὶ ὑετόν, ὡς λέγουσιν Ἕλληνες, ἐξ ἀνομβρίας
κατάγειν ἐπὶ ταύτας. Δύναται καὶ ἀποτρέπειν ἐπιληψίαν,
καθὼς καὶ οἱ πολλοὶ μαρτυροῦσιν.
 Λίθος λύχνις ὁ καὶ λυχνίτης λεγόμενος. Τοῦτον
δὲ πολυωφελέστατον εἶναι λέγουσι. Καὶ γὰρ ἀπο-
κωλύειν χαλάζας καὶ πᾶσαν φθορὰν ὅσαι γίνονται κατ'
ἀγρούς. Ἀλλὰ καὶ, ὥσπερ ὁ κρύσταλλος, καὶ αὐτὸν
ἄνευ πυρὸς φλόγα πέμπειν. Ἔχειν δὲ καὶ ἐναντίας
δυνάμεις. Παφλάζοντος μὲν γὰρ τοῦ λέβητος ἐπιρ-
ριπτούμενον ἐν αὐτῷ ὑποχλιαίνειν αὐτόν. Τοὐναντίον
δὲ ψυχροῦ τυγχάνοντος ταχύτερον τοῦτον παρασκευάζειν
ζέειν τε καὶ ἀναπαφλάζειν.
 Λίθος τοπάζιος, ὃς καὶ τόπαζος καλεῖται. Οὗτος
τίμιός ἐστι καὶ πολύτιμός διὰ τὸ σπανίως εὑρίσκεσθαι.
Γεννᾶται δὲ ἐν τῇ Ἰνδικῇ. Ὅμοιος δέ ἐστι τῷ κρυ-
στάλλῳ, ἔξαυγος καθὰ καὶ ὁ κρύσταλλος. Ὁ μέντοι
τοπάζιός ἐστι χλωρός, οὐ λίαν ἐοικὼς σεύτλου χροιᾷ,
στιβαρός, πυκνός, διαυγής. Οὗτός ἐστιν ὁ ἄρσην, ὁ
δὲ θηλυκὸς ἐλαφρότερος τάς τε ἀκτῖνας πρὸς τὰς αὐγὰς
τοῦ ἡλίου ἡδυτέρας βάλλει παρὰ τὸν ἄρσενα. Ἐπὶ
πάντων δὲ καθόλου εἷς ὁ σκοπὸς πρόκειται τῶν τε ἀρσε-
νικῶν καὶ τῶν θηλυκῶν λίθων. Δέον οὖν τοῖς μὲν ἄρσεσι
τὸν ἀρσενικὸν διδόναι φόρον, ταῖς δὲ θηλείαις τοὺς
0579, 012, 8, 11 θηλυκούς. Λαβὼν οὖν τὸν προκείμενον λίθον ἐπιχάραζε
αὐτῷ Ποσειδῶνα ἐν ἅρματι ἱππικῷ ἑστῶτα καὶ τῇ μὲν
εὐωνύμῳ τὰς ἡνίας κρατοῦντα τοῦ ἅρματος, τῇ δεξιᾷ
δὲ ἀσταχύας, ἔστω δὲ ἐπ' αὐτῷ καὶ ἡ Ἀμφιτρίτη. Οὗτος
τελεσθεὶς καὶ φορούμενος πολλὴν ἀγάπην περιποιεῖται
τοῖς ἔχουσι καὶ πολλῶν ἀγαθῶν δοτὴρ γίνεται. Ἔτι
δὲ καὶ κατὰ θάλατταν ἀκίνδυνον τὸν φοροῦντα διατηρεῖ,
καὶ κέρδη μεγάλα διὰ τὰς ἐμπορίας περιποιεῖται. Ἀλλὰ
καὶ ἐν ὀφθαλμοῖς νοσοῦσιν, ὥστε πᾶσαν ὀφθαλμίαν
ἰᾶσθαι. Οὐδὲν δὲ ἕτερον ἀξιόλογον ἱστορεῖται περὶ
αὐτοῦ. Φυλακτήριον δέ ἐστι κράτιστον. Καὶ πρὸς
ὑδρομαντείας ἄκρως ποιεῖται. Ἐὰν δέ τις σταφυλῆς
θαλασσίας οἶνον πίῃ καὶ εἰς μανίαν περιτραπῇ τρίψας
τὸν λίθον ἐπὶ ἀκόνης μεθ' ὕδατος δίδου τῷ μαινομένῳ·
περίαψον δὲ αὐτῷ τὸν τράχηλον τὸν λίθον καὶ ἰαθήσεται.
Ἐπίχαριν δὲ τὸν φοροῦντα τοῖς ὁμιλοῦσι ποιεῖ, καὶ
ῥητορικώτερον ἐν τοῖς λόγοις.
Λίθος ὀψιανός. Οὗτος τὴν κλῆσιν ἔλαχεν ἀπὸ
τοῦ ἐξ αὐτοῦ προβλέπειν καὶ προμαντεύεσθαι τοὺς
παλαιοὺς τὰ μέλλοντα. Τρίβοντες γὰρ αὐτὸν καὶ
ἅμα τῇ εὐωδεστάτῃ σμύρνῃ μιγνύντες καὶ κατὰ πυρὸς
ἐπιρραίνοντες πρὸς τὰς κινήσεις αὐτοῦ καὶ τὰ ἅλματα
καθάπερ ἐκ τοῦ ἅλματος καὶ οἱ ἡπατοσκόποι τῶν μελ-
λόντων κατεστοχάζοντο. Λέγουσι δὲ αὐτὸν καὶ νεύρων
χαλεπὰ πάθη ἰᾶσθαι ἐπιπασσόμενον καὶ ἐπαλείφειν
λεπίδας.
 Λίθος χρυσόθριξ, ὁ καὶ τοῦ ἡλίου καλούμενος.
Διπλοῦς οὗτος τὸ εἶδος, ὁ μὲν ἐοικὼς κρυστάλλῳ,
πλὴν ὅσον καθάπερ ἀκτῖνές τινες ἢ τρίχες αὐτῷ ἐμπεφύ-
κασιν, ὁ δὲ τῷ χρυσολίθῳ κατὰ πᾶν ὅμοιος, πλὴν ὅσον
καὶ αὐτῷ καθάπερ ἀκτῖνες αἱ τρίχες περιαυγάζονται.
Διὸ καὶ οἱ μὲν ἀπὸ τῶν τριχῶν αὐτοὺς χρυσότριχας
ὠνόμασαν, οἱ δὲ ἀπὸ τῶν ἡλιακῶν ἀκτίνων ἡλίου λίθους.
Φορούμενοι δὲ οὗτοι, φασίν, εὐπρεπεστέρους καὶ
σεμνοτέρους τοὺς ἀνθρώπους ποιοῦσι καὶ παρὰ πᾶσιν
αἰδοῦς ἀξίους.
 Λίθος μάγνης, ἡ καὶ μαγνῆτις λεγομένη, ἥστινος
τὴν φύσιν καὶ τὴν ἐνέργειαν καθ' ἑκάστην ὁρᾶν ἔστιν
ἕλκουσαν διὰ τοῦ ἀέρος τὸν σίδηρον πρὸς ἑαυτὴν ὥσπερ
ἐρῶσαν αὐτοῦ καὶ τοῦτον πρὸς ἑαυτὴν ἁρπάζουσαν.
Ταύτην φασὶ διακριτικὴν ἔχειν δύναμιν τῆς τε καθα-
ρευούσης γυναικὸς ἀπ' ἀλλοτρίου ἀνδρὸς καὶ τῆς μοι-
χευομένης. Εἰ γάρ τις αὐτὴν λαθραίως ὑπὸ τὰ στρώματα
θείη, ἡ μὲν καθαρά τε καὶ φίλανδρος εἰς ὕπνον κατε-
νεχθεῖσα φυσικῇ τινι δυνάμει τῆς λίθου τάς τε χεῖρας
ἁπλοῖ πρὸς τὸν ἄνδρα καὶ περιφύεται. Ἡ δὲ πόθοις
ῥυπαροῖς καὶ ἀλλοτρίοις κατεχομένη ἀφυπνώσασα τῆς
κλίνης ἀπαράσσεται καὶ καταπίπτει. Ἀλλὰ καὶ δύο
ταύτην ἀδελφῶν φορούντων πάσης ἔριδος αὐτοὺς ἀπαλ-
λάττει καὶ φιλονεικίας, καὶ ὁμόνοιαν ἐμποιεῖ. Καὶ
πρὸς τὸ θέλξαι δὲ καὶ πεῖσαι λαὸν ἐπιτηδειοτάτη βαστα-
ζομένη ἢ καὶ φορουμένη κατὰ τοῦ στήθους. Καὶ ἄλλας
πλείστας ἔχει δυνάμεις. Ἔστι δὲ καὶ πρὸς ἀγωγὴν
γυναικῶν χρήσιμος καὶ πρὸς συστάσεις λαμπρῶν ἀνδρῶν,
πρὸς δὲ τὰς ἐμπορίας πάσας κερδέμπορος. Ἐὰν γυνὴ
αὐτὴν φορῇ, ἐρασθήσεται αὐτῆς ὃν ἂν βουληθῇ. Ἐπι-
χάρασσε δὲ τῷ λίθῳ Ἀφροδίτην ἕλκουσαν ἄνδρα ἀπὸ
τοῦ κρασπέδου τῇ εὐωνύμῳ χειρί, τῇ δὲ δεξιᾷ δεικνύουσαν
μῆλον. Οὗτος ὁ λίθος ὁμόνοιαν πολλὴν ποιεῖται
ἀνδράσι καὶ γυναιξὶ καὶ ἀδελφοῖς καὶ φίλοις, ἔτι δὲ καὶ
πρὸς πάντας ἐπιχαρίτους, εὐπειθεῖς παρασκευάζει τοὺς
φοροῦντας αὐτὸν καὶ εὐομίλους ποιεῖ. Ῥήτορσι δὲ
ἄκρως ἐνεργεῖ καὶ τοῖς δημηγοροῦσι καὶ τοῖς διὰ λόγων
ἀγωνισταῖς. Πειθὼ γὰρ ποιεῖ καὶ εὐπρέπειαν, καὶ
λόγων εὑρετικός ἐστι. Νίκην δὲ καὶ δύναμιν πᾶσι
δίδωσιν, ἀλλὰ καὶ τὰ ὑπὸ τῶν μάγων γινόμενα εὐθετεῖ
καλῶς.
 Λίθος ἡ ὀφιῆτις. Αὕτη τριβομένη, φασίν, καὶ
ἐπιπασσομένη πᾶσιν ἕλκεσί τε καὶ τραύμασιν ὑγείας
περιποιητική.
 Λίθος ὀφίτης ἕτερος. Οὗτος ἀπὸ τοῦ ἀντι-
φάρμακον εἶναι τῶν ὄφεων ὑπὸ τῶν παλαιῶν ὠνόμασται.
Καὶ ὀφθαλμοῖς δὲ ἀμβλυωποῦσιν ὀξυωπίαν παρέχει
καὶ κεφαλαλγίαν παύει καὶ βαρυηκοίαν καθαίρει οὕτως
ὥστε καὶ λεπτῆς ὁμιλίας τὸν φοροῦντα τοῦτον λοιπὸν
ἀκούειν δύνασθαι. Φασὶ δὲ καὶ τὸν ἀκίνητον πρὸς
ἀφροδίσια καὶ ἠλίθιον ὑπὸ τούτου πρὸς κίνησιν καὶ
ἐπιθυμίαν ἔρχεσθαι. Καὶ θυμιώμενον δὲ ἑρπετὰ πάντα
διώκειν, οὐ τὰ πλησίον μόνον, ἀλλὰ καὶ τὰ πόρρωθεν
ἐκ φωλεῶν αὐτῶν.
 Λίθος ὀστρίτης καλούμενος τριβόμενος καὶ σὺν
οἴνῳ πινόμενος ὀδυνήφατος, ἤγουν παντὸς ἀλγήματος
καταπαύων ὀδύνας.
Ἀδελφὴ τούτοις καὶ ἡ ἐχῖτις, ἀπὸ τῆς ἐχίδνης
ὀνομαζομένη, ἥτις καὶ τοῦ παλαιοῦ, φασί, Φιλοκτήτου
τὸ σκέλος ἰάσατο κατὰ τοῦ ἐν αὐτῷ τραύματος τοῦ
πολυετοῦς καὶ ἀνιάτου συνεχέστερον ἐπιπασσομένη.
 Λίθος ὁ σιδηρίτης, ὃν καί τινες ἔμψυχον ὀρείτην
καλοῦσιν· ὠνόμασται δὲ καὶ οὗτος ἀπὸ τῆς φύσεως,
ἀλλὰ καὶ τῆς κατὰ τὸν τόπον εὑρέσεως, εὑρίσκεται μὲν
γὰρ ἐν τοῖς ὄρεσιν. Ἔστι δὲ τὴν μὲν θέσιν στρογγύλος
ἢ καὶ ὡς ὑποστρόγγυλος, τὴν δὲ φύσιν τραχύς, στιβαρός,
μελανόχροος καὶ πυκνός. Καὶ πάντοθεν δὲ αὐτὸν
περιέχουσιν ἶνες ὅμοιαι ῥυτῖσιν ἢ καὶ γραμμαῖς. Τοῦτον
πρὸς ἀποτροπὴν πάντων τῶν ἑρπετῶν φασι χρησιμώτατον
εἶναι καὶ οἵ γε τὴν Λιβυὴν τὴν ἄνυδρον καὶ ἰοβόλων
γέμουσαν διερχόμενοι τοῦτον φοροῦντες καὶ ὥσπερ
καθοπλιζόμενοι διὰ μέσων τῶν ἰοβόλων πορεύεσθαι
κατετόλμων. Φασὶ δὲ καὶ μαντικὸν εἶναι, καί τινα
νηστεύοντα καὶ καθαίροντα ἑαυτόν, καὶ τοῦτον δὲ αὐτὸν
τὸν λίθον καθαροῖς ὕδασι ἀπονίπτοντα ἀλλὰ καὶ λευκοῖς
λίνοις περιελίττοντα, εἶτα καὶ λύχνους ἀνάπτοντα ἐξαίφνης
ἀκούειν ὥσπερ νεογενοῦς τινος βρέφους φωνὴν καὶ πυνθα-
νομένου τινος ἀποκρίνεσθαι, ἔπειτα πρὸς τὸ τέλος καθάπερ
ἔμψυχον ἀποπνέειν. Ἀλλὰ ταῦτα μὲν Ἑλλήνων παῖδες
οἱ τοῖς κτίσμασι λατρεύειν ἐθέλοντες καὶ δαιμονίων
φωνῶν ἀκούειν σπουδάζοντες. Ἡμεῖς δὲ τοῦ μὴ καὶ
ταῦτά τινας ἀγνοεῖν ἕνεκα παραθέντες ἐνταῦθα καὶ ταῦτα
πρὸς τὰ λοιπὰ βαδιούμεθα. Ὅσα γάρ φασι τὰς ῥίζας
τῶν βοτανῶν δύνασθαι, τοσαῦτα καὶ τὰς τῶν λίθων φύσεις.
Τοσαύτην γὰρ δέ φασι δύναμιν τοῦτον τὸν σιδηρίτην
ἔχειν, ὥστε κἂν πάντα τὰ ἑρπετὰ παμπληθεὶ κατά τινος
ἐφορμῶσι, διὰ μέσου τούτων ἀβλαβῆ τὸν φοροῦντα τὸν
λίθον τοῦτον πορεύεσθαι, οὐκ ἀβλαβῆ δὲ μόνον, ἀλλὰ
καὶ φυγαδευτήν· εὐθὺς γὰρ αὐτὰ πάντα πρὸς φυγὴν
ὁρμᾶσθαι μὴ φέροντα τὴν φυσικὴν αὐτοῦ πνοήν τε καὶ
δύναμιν. Πολλάκις δέ τις καὶ ἐν κυνηγησίοις σχολάζων
καὶ ἐν ἐρήμοις ἢ ὄρεσι καθεύδειν ἀναγκαζόμενος μέσον
τῶν θανασίμων ὄφεων καὶ σκορπίων οὐδὲν ἐξ αὐτῶν
πείσεται τοῦτον ἐπιφερόμενος. Καὶ ὀφιοδήκτοις δὲ
πᾶσιν ἐπιπασσόμενος, ἀλλὰ καὶ τραύμασι παντοίοις,
εἴτε ἀπὸ ξιφῶν, εἴτε καὶ ἀπο ἑτέρων τινῶν αἰτιῶν, ἀλε-
ξιφάρμακον γίνεται. Καὶ στείραις δὲ γυναιξὶ περι-
δεσμούμενος εὐτοκίαν παρέχει.
Λίθος γαγάτης. Τὸ αὐτὸ καὶ τοῦτόν φασι
δύνασθαι, καπνιζόμενον φεύγειν αὐτοῦ τὴν πνοὴν τὰ
ἰοβόλα πάντα. Ἔστι δὲ τὴν μὲν χροιὰν αἰθαλώδης ὡς
τέφρα, τὴν δὲ θέαν οὐ μέγας, ἀλλα πλατύς. Ἀνάπτεται
δὲ ταχέως ὥσπερ ἡ πεύκη καὶ βαρεῖαν ἀποπέμπει πνοὴν
ὡσπερεὶ ἀσφάλτου. Καὶ διακριτικὸν δέ φασιν αὐτὸν
τῆς ἱερᾶς νόσου· τούτους γὰρ ὀσφραινομένους αὐτοῦ
καὶ μὴ φέροντας κατὰ γῆς εὐθὺς πίπτειν, καὶ γυναῖκας
δὲ νόσους κρυφίους ἰᾶσθαι θυμιωμένου δεχομένας αὐτοῦ
τὴν πνοὴν καὶ τοὺς πονηροὺς ἰχῶρας τοὺς ἔσωθεν τῶν
σπλάγχνων αὐτῶν ἐκχέουσας. Ἑρπετὰ δὲ ὁμοίως
τοῖς πρὸ αὐτοῦ διώκειν καὶ ἄλλα τινὰ θαυμαστὰ τοῦτον
ἐργάζεσθαι. Γεννᾶται δὲ ἐν Λυκίᾳ κατὰ τὴν πρὸς
θάλασσαν εἰσβολὴν ποταμοῦ τοῦ λεγομένου Γάγαν.
 Λίθος ὁμώνυμος τῷ ἑρπετῷ σκόρπιος, ὅστις κατὰ
σκορπίων ἔχει, φασί, τὴν δύναμιν.
 Λίθος ὁ λεγόμενος κορσίτης. Ὠνόμασται δὲ
οὕτως ἀπὸ τοῦ κόρσῃ τούτεστιν ἀνθρωπείᾳ κεφαλῇ
ἐοικέναι. Τοῦτον δέ φασι τριβόμενον μετὰ σκορόδου
καὶ πινόμενον ἀλεξιφάρμακον τῶν ὑπὸ σκορπίου δηγμάτων
γίνεσθαι. Καὶ μετὰ ῥοδίνου δὲ ἐλαίου χριόμενον τὰς
περιαυχενίους ὀδύνας παύειν, καὶ μετὰ μέλιτος κιρνάμενον
καὶ πινόμενον καθαρτήριον γαστρὸς γίνεσθαι, καὶ ὑδέρους
δὲ κενοῦν καὶ βουβῶνας ἰᾶσθαι.
 Λίθος κοράλιος. Καὶ τοῦτόν φασι πρὸς ἀσπίδας
μάλιστα καὶ πρὸς ἀσπίδων δήγματα χρησιμώτατον καὶ
ἀποτρόπαιον εἶναι. Θαυμάσιον δὲ οἷον ἱστοροῦσι
περὶ αὐτοῦ. Ἐκ γὰρ ἑτέρου εἴδους πρὸς ἕτερον μετα-
φέρεσθαι. Χλωρὴν μὲν γὰρ πρῶτον βοτάνην φύεσθαι
καὶ οὐδὲ ἐν τῇ χέρσῳ, ἀλλ' ἐν τῇ θαλάσσῃ καθὰ καὶ τὰ
βρύα. Πρὸς δὲ τὸ γῆρας ἥκουσαν καὶ μαραινομένην
τὰ μὲν φύλλα περιμαραίνεσθαί τε καὶ καταβαλεῖν.
Αὐτὴν δὲ ἐν τοῖς βάθεσι νήχεσθαι ἐλαφρήν, μέχρις
ἂν πρὸς τὴν χέρσον ἀπὸ τῶν κυμάτων ἀποπτυσθῇ.
Ἐπὰν δὲ καὶ τοῦ καθ' ἡμᾶς ἀέρος ἀναπλησθῇ, ξηραί-
νεσθαι καὶ στερεοῦσθαι μᾶλλον. Ἐγχρονίζουσαν δὲ
πλέον ἀποπετροῦσθαι καὶ ταῖς χερσὶ τριβομένην τελείως
λίθον εὑρίσκεσθαι. Τὸ δὲ σχῆμα φυλάττειν τὸ ἐξ
ἀρχῆς, οἷον ὅτε ἦν βοτάνη, τῶν τε κλάδων καὶ τοῦ φλοιοῦ
καὶ εἶναι καθαπερεὶ θάμνον ἢ καὶ δενδρύδιον λίθινον
ἀκριβῶς, ὥστε καὶ τέρψιν ἔχειν τοῖς θεωμένοις οὐκ ἄχαριν.
Λέγουσι δὲ αὐτῷ καὶ ἑτέρας τινὰς ἐνεῖναι θείας
δυνάμεις. Ἔκ τε γὰρ πολεμίων καὶ μάχης ἀβλαβῆ
τὸν φοροῦντα διαφυλάττεσθαι καὶ μακρὰν δέ τινι κατ'
ἔρημον στελλομένῳ πορείαν, καὶ φυλακτήριον εἶναι καὶ
παντὸς κακοῦ ἀποτρόπαιον, καὶ κινδύνους δὲ διαδιδράσκει
λῃστῶν. Ἐὰν δὲ ἐν τοῖς πολέμοις καὶ ταῖς μάχαις
ἐπὶ χεῖρας τοῦτον κρατῇς, ἔσται φυλακτήριον ἀνίκητον καὶ
ἐπιτευκτικὸν καὶ καταπληκτικὸν καὶ ἄφοβον. Ἐκλήθη
δὲ οὗτος καὶ ὑπό τινων γοργόνιος, διὸ εἰς αὐτὸν εἰσχα-
ράσσουσι Γοργόνα καὶ κατακλείουσιν ἐν χρυσῷ ἢ ἀργύρῳ.
Καὶ τελεσθείς ἐστι μέγιστον φυλακτήριον πρὸς
πάντα φόβον καὶ ἐπήρειαν πονηρῶν ἀνθρώπων καὶ μάλιστα
ἐν ταῖς ὁδοιπορίαις πρὸς ἐφόδους πονηρῶν καὶ πρὸς
ἑρπετὰ παντοῖα· ἔστι γαρ ὁ λίθος Ἑρμοῦ. Ποιεῖ
δὲ καὶ ἐπὶ τῶν ὀνείρων καὶ φαντάσματα ἀπωθεῖται τῇ
ἰδίᾳ ἀντιπαθείᾳ. Μέγιστον δὲ φυλακτήριον καὶ πρὸς
ὀργὴν δεσπότου γλυφέντος ἐν αὐτῷ ζωδίου Ἑκάτης ἢ
Γοργόνος προτομῆς. Ὁ φορῶν δὲ αὐτὸν οὐδέποτε
ὑπὸ φαρμάκων ἁλώσεται οὔτε ὑπὸ κεραυνοῦ ἢ ἀστέρος
πληγήσεται ἢ πονηροῦ δαίμονος. Ἄλυπον δὲ ποιεῖ
τὸν φοροῦντα αὐτόν, ἀλλὰ καὶ μιασμάτων πάντων καὶ
καταδέσμων καθαρτήριον ὑπάρχει. Ἐν οἴκῳ δὲ ὁ
λίθος δαιμόνων καὶ φαντασμάτων καὶ κεραυνῶν ποιεῖται
δίωξιν. Πινόμενον δὲ μετ' οἴνου ἀκράτου μάλιστα
προφυλακτικὸν παντοίων φαρμάκων γίνεσθαι. Καὶ
σπλῆνα μὲν τήκει σὺν ὕδατι πινόμενος καὶ πρὸς ἀναγωγὰς
αἵματος ἐνεργεῖ. Ἀναπληροῖ δὲ καὶ σαρκῶν κοιλώματα.
Ἀλλὰ καὶ τοῖς πλέουσι σωτήριον εἶναι, ἐὰν δὲ ἐν
πλοίῳ αὐτὸν σχίσας τὸ καλούμενον καλχήσιον ἐμβάλῃς
σὺν δέρματι φώκης, φυλακτήριον ἔσται ἄριστον καὶ
παντὸς κινδύνου καὶ ναυαγίου ῥύεσθαι. Ἀντιπάσχει
γὰρ ἀνέμοις, κλύδωσι καὶ ἀκαταστασίαις παντοίαις.
Ἀλλὰ καὶ τριφθεὶς λεπτῶς καὶ μιχθεὶς μετὰ σπέρματος
καὶ σπαρεὶς ἐν τῇ γῇ ἀπωθεῖται ἀπὸ τῆς ἀρούρας πᾶσαν
βλάβην καὶ πάντα φθοροποιὸν χειμῶνα. Λέγουσι δὲ
αὐχμοῦ καὶ χαλάζας καὶ πάντων τῶν τοιούτων ἀποτρεπτι-
κὴν ἔχειν ἀλλὰ καὶ τῶν καταβιβρωσκόντων πάντων καὶ
λυμαινομένων τοῖς ληίνοις ἀναλωτικὸν καὶ φθαρτικὸν
γίνεσθαι, σκωλάκων τε καὶ ἰπῶν καὶ τῶν ἄλλων ἀερίων,
ἐρυσίβης καὶ ἀκρίδος καὶ βρούχου ἀλλὰ καὶ αὐτῶν τῶν
πρηστήρων, κεραυνῶν καὶ ἐν ἀμπέλοις δὲ καὶ ἐλαιῶσι
τὸ αὐτὸ ποιεῖ σπαρείς.
 Λίθος ἀχάτης. Οὗτος παντοῖος μὲν τὴν μορφήν,
πολυχρώματος γάρ ἐστι καί πη μὲν ἰάσπιδι προσεοικώς,
πη δὲ τῷ σαρδίῳ, πη δὲ τῷ σμαράγδῳ, καὶ τοῦ μὲν ἰάσπιδος
τὸ ὑελῶδες ἔχει, τοῦ δὲ σαρδίου τὸ αἱματῶδες, τοῦ δὲ
σμαράγδου τὸ αἰγλῆέν τε καὶ λαμπρόν. Ἄλλοτε δὲ
καὶ τὸ φοινικοῦν καὶ ἐρυθρὸν ἐν αὐτῷ καὶ οἷον μιλτῶδες,
ἀλλὰ καὶ χαλκῷ τὸ χρῶμα πολλάκις ἔοικεν, ἔστι δὲ
ὅτε καὶ μήλῳ. Πάντων δὲ προκρίνουσι μάλιστα τὸν
εἶδος ἔχοντα λίαν ἐρυθρὸν καὶ αἱματῶδες, ὃν καὶ δάφοινον
καλοῦσι, ἀφ' οὗ καὶ λεοντοδέρην τινὲς αὐτὸν καλοῦσι
τῶν παλαιῶν. Τοῦτον δὲ αὐτὸν καὶ κατάστικτον εἶναί
φασιν ὥσπερ τὸν λέοντα φολίσι πυρσαῖς, ἢ καὶ ποικίλαις
ἀναμεμιγμένας ἐχούσαις καὶ λευκὰς καὶ μελαίνας καὶ
χλοεράς. Τοῦτον τοῖς σκορπιοδήκτοις ὠφελιμώτατος
εἶναι. Εἰ γάρ τις καὶ ψυχορραγῶν τύχοι παρὰ τοῦ
τραύματος καὶ περιαρτήσει τοῦτον περὶ αὐτῷ ἢ καὶ
ἐπιπάσσει μάλιστα συγκόψας, αὐτίκα κατὰ βραχὺ τὰς
ἀλγηδόνας ἀπομαρανεῖ καὶ σώσει τὸν κάμνοντα. Ἐστὶ
δὲ καὶ ἐρωτικός, ὥς φασιν, καὶ τίθησιν ἐπιθυμητοὺς
ἄνδρας τε γυναιξὶ και γυναῖκας ἀνδράσι περιαπτόμενος,
καὶ θέλγειν δὲ πάντας ἱκανώτατος ἐν ταῖς ὁμιλίαις καὶ
τῶν αἰτήσεων μὴ ἀποτυγχάνειν, ποιεῖν. Καὶ πρὸς
πᾶσαν νόσον ἁπλῶς εὑρίσκεσθαι χρησιμώτατος, ἐξαιρετῶς
δὲ πρός τε τριταίους καὶ τεταρταίους καὶ πᾶν τοιόνδε
γένος νοσημάτων. Σημεῖον δὲ τῆς τούτου δυνάμεως
κἀκεῖνο ποιοῦνται· ἐνεψομένοις γὰρ κέρασιν ἢ καὶ ὀστέοις
ἐμβαλών τις αὐτὸν ἐπ' ὀλίγον, εἶτα καὶ ἀνασχόμενος
εὑρήσει πάντα ῥᾳδίως τηκόμενα.
 Λίθος ὁ αἱματίτης, ἀπ' αὐτῆς τῆς χροιᾶς οὕτως
ὠνομασμένος, αἱματώδης γάρ ἐστι τὴν μορφήν. Αλλὰ
καὶ τριβεὶς καὶ εἰς ὕδωρ λυθεὶς αἱματῶδες ὅλον κἀκεῖνο
τίθησι. Τοῦτον εἰς πᾶσαν ὀφθαλμίαν ὠφελιμώτατον
εἶναι λέγουσι κερασθέντα μετὰ μέλιτος εἴτε γάλακτος.
Ἀλλὰ καὶ τῇ χειρὶ κρατούμενον ἢ φορούμενον ἐπὶ
τοῖς ἐν δικαστηρίοις ἀγῶσι πρὸς νίκην μέγα συμβάλ-
λεσθαι. Καὶ μετὰ ὕδατος πινόμενον κατὰ τῶν ἰοβόλων
πάντων ἀντιφάρμακον προφυλακτικὸν γίνεσθαι, καὶ ἡδὺν
καὶ χαρίεντα καὶ πᾶσι φίλον τὸν φοροῦντα τοῦτον
ἐργάζεσθαι.
 Λίθος ὁ λιπαραῖος, ὅντινα καὶ λέγουσιν ἐν
Ἀσσυρίᾳ γίνεσθαι κἀκεῖθέν ποτε παρὰ Μέμνονος εἰς
Τροίαν κομισθῆναι καὶ τῷ Πριάμῳ τῷ βασιλεῖ τῶν Τρώων
ὡς μέγα τε δῶρον προσενεχθῆναι. Τοῦτον δέ φασι
καὶ τοὺς ἐν Αἰγύπτῳ καὶ Βαβυλῶνι μάγους περὶ πολλοῦ
τίθεσθαι. Πολλὰ γὰρ πρὸς τὰς ἐπῳδὰς αὐτοῖς καὶ
γοητείας συμβάλλεσθαι, καθημεροῦν δὲ διὰ τούτου καὶ
ὄφεις καὶ δράκοντας. Ἀλλὰ καὶ πίνοντας ἐκ τούτου
τοῦ λίθου μαντικοὺς γίνεσθαι καὶ ὀρνεοσκόπους καὶ
ἁπλῶς ὥσπερ ὀργάνῳ τῷ τοιούτῳ χρῆσθαι πρὸς πᾶσαν
αὐτῶν τῆς τέχνης δύναμιν.
 Λίθος νεβρίτης· ὠνόμασται δὲ οὕτως ἀπὸ
τοῦ ταῖς παλαιαῖς Βάκχαις ταῖς τὰς νεβρίδας φορούσαις
καὶ θεραπαίναις καὶ ἀκολούθοις τοῦ Διονύσου ἐπιτήδειον
εἶναι καὶ πρὸς μαντείας αὐταῖς συμβάλλεσθαι. Λέγουσι
δὲ καὶ παυσίπονον αὐτὸν εἶναι τὰς ὀδύνας παντοίων
ὄφεων ἐξιώμενον, τιθέναι δὲ καὶ τῇ γυναικὶ τὸν ἄνδρα
φίλτατον καὶ ἐπιθυμητὸν. Καὶ ἀσπίδων δὲ ἀποτρεπτι-
κὸν γίνεσθαι. Τούτου δὲ τὴν χροιὰν ὁμοίαν εἶναι
πράσῳ χλωρῷ.
Λίθος χαλαζίτης. Καὶ τούτου δὲ τὴν δύναμιν
ἀρίστην εἶναι λέγουσιν ὡς καὶ πυρετῶν ἀποτρεπτικὴν
καὶ σκορπιοδήκτοις ἰατικήν, καὶ μαντικὴν δὲ φανεροῦσαν
τὰ μέλλοντα τῷ φοροῦντι.

 
Σωκράτους καὶ Διονυσίου περὶ λίθων.
 Λίθος σμάραγδος, ὁ κάλλιστος καὶ πολύτιμος,
δύναμιν ἔχει πρὸς πᾶσαν χάριν καὶ ἐπιτυχίαν ἐν πάσῃ
πράξει. Τοὺς γὰρ ἁγνῶς φοροῦντας αὔξει βίῳ τε καὶ
λόγῳ καὶ πράξει καὶ πράγματι. Ποιεῖ δὲ καὶ πρὸς
ὑδρομαντείας καὶ δούλοις πρὸς ἐλευθερίαν συμβάλλεται.
Ὃς γὰρ αὐτὸν κατασκευάσει καὶ τελέσει, πάντων
ἐπιτεύξεται. Δεῖ δὲ αὐτὸν κατασκευάσαι οὕτως·
κτησάμενος τὸν λίθον κέλευε ἀδάμαντι γλυφῆναι κάνθαρον
εἶτα εἰς τὴν κοιλίαν αὐτοῦ ἑστῶσαν Ἶσιν ἔπειτα τρύπησον
εἰς μῆκος καὶ ἐμβαλὼν χρυσῆν βελόνην φόρει περὶ τὸν
δάκτυλον. Οὗτος ὁ λίθος γεννᾶται ἐν Ἰνδίᾳ, ὅπου ὁ
Φισὼν ποταμὸς ἐκ τοῦ παραδείσου ἔρχεται. Οὗτος
ὅρασιν ἔχει ὁμοίαν τῇ χλοῇ τῆς γῆς. Καὶ ὁ μὲν
πρασώδης οὗτος καλεῖται νερωνιανός. Ὁ δὲ παρὰ τοῦτον
ὑποχλωριάζων λέγεται σμάραγδοσ ὑακτορίζων. Ἐὰν
δὲ ᾖ ὑπόχλωρος, ἀσπροειδής ἔλαττον τούτου, λέγεται
τακτώριοσ.
 Λίθος ὑάκινθος. Γλύφεται ἐν τούτῳ τῷ λίθῳ τῷ
καθαρῷ Ποσειδῶν ἔχων δελφῖνα τῷ δεξιῷ ποδὶ καὶ τρίαιναν
τῇ δεξιᾷ χειρί· τελέσας οὖν οὕτως ἔχε φορῶν τῷ δακτυλίῳ,
καὶ ποιεῖ πάντα ὅσα καὶ ὁ σμάραγδος. Ἀλλὰ καὶ τοὺς
διὰ θαλάσσης ἐμπορευομένους ἀπὸ κλύδωνος ῥύεται.
 Λίθος ὁ σπάνιος. Οὗτος καὶ ἄνευ γλυφῆς φορού-
μενος μεγάλα ἀποτελεῖ. Οὐδεὶς δὲ τὸν λίθον τοῦτον
ἔχει ἀλλ' ἢ μόνος ὁ Περσῶν βασιλεύς, ὅθεν δυνατὸς
γέγονε καὶ τῶν ἄλλων ὑπερφερέστερος. Τὸ δὲ εἶδος
τούτου τοῦ λίθου ἐστὶν ὡσπερεὶ λυχνίτης καθαρός, πορφυ-
ροῦς, ἡλιόφεγγος.
 Λίθος ὁ χαλκηδόνιος τὴν χροιάν ἐστι πυραυγὴς
ἄνθρακι ὅμοιος, ἔλαττον δὲ τοῦ σπανίου στιβαρός.
Οὗτος ὁ λίθος ἐστὶν ὁ λυχνίτης, ὁ ἄνθραξ, καθαρός,
αἱματοειδής. Οὗτος ἐπιχαραχθεὶς Ἀθηνᾶν τελείαν
κρατοῦσαν τῇ δεξιᾷ χειρὶ ὄρνεον τὸ λεγόμενον ἐρώδιον,
τῇ δὲ εὐωνύμῳ κατέχουσαν κράνος, καὶ φορούμενος
μετὰ τὸ τελεσθῆναι τὸν φοροῦντα ποιήσει περιγίνεσθαι
πάντων ἐχθρῶν καὶ ἀντιπάλων, ἐπίχαρίν τε καὶ εὐσύνετον
καὶ πάντα δυνάμενον καταπράττεσθαι καὶ ναυαγίων
ἀνώτερον. Σημείωσαι δὲ τὸν λίθον οἷός ἐστιν, ἐὰν
αὐτὸν προστρίψῃς ἱματίῳ μαλακῷ. Ἐπισπαστικὸς
γὰρ γίνεται τῆς παρακειμένης ὕλης αὐτῷ ἁρπάζων κάρφη
ὡσπερεὶ καὶ ὁ μαγνήτης τὸν σίδηρον. Γίνεται δὲ ἐν
τῇ Ἰνδικῇ, ὅπου καὶ οἱ προγεγραμμένοι.
 Λίθος ὁ βαβυλώνιος. Οἱ δὲ σάρδιον τοῦτον
καλοῦσιν. Βαβυλώνιος δέ ἐστιν ἕτερος λίθος ὑπο-
κείμενος τοῖς Χαλδαίοις. Ὁ δὲ βαβυλώνιος ἔχει ὡς
ἄνθρακος καιομένου αὐγήν· ἡδὺς ὥσπερ ἡλίου ἀνατολή.
Οὗτος ὁ σάρδιος εἰς Βαβυλῶνα γίνεται λευκάζων,
ἔχων ζώνας μέσον λαμπρὰς ἀπαυγιζούσας. Οὗτος
φορούμενος ὑπὸ λαμπρῶν ἀνδρῶν, μάλιστα τῶν ἐν τῷ
παλατίῳ, ποιεῖ αὐτοὺς ἐν μεγάλαις τιμᾶσθαι δόξαις.
Γεγλυμμένος ἔχων τὴν Ἄρτεμιν τελείαν καὶ παριστα-
μένην αὐτῇ ἔλαφον, ποιεῖ δὲ τὸν φοροῦντα ἀνδρεῖον,
γοργόν, γενναῖον, εὔψυχον. Ἀπωθεῖται δὲ καὶ τὰ
ἀπὸ τῶν πολεμίων ἐπιφερόμενα τραύματα ἀσθενεστέρους
τοὺς ἐναντίους ποιῶν, καὶ ἐάν τις τραυματισθῇ καὶ
περιάψῃ τὸν λίθον τοῦτον εἰς τὸν τόπον, οὐκ ἐᾷ τὸ τραῦμα
οἰδῆσαι. Τηρεῖ δὲ καὶ ἀνώδυνον τὸν φοροῦντα ἀπὸ
τῶν τραυμάτων, ἢν ἔχει. Γλύφεται δὲ καὶ Ἄρης,
ὁ δεσπόζων τοῦ λίθου. Τούτῳ γαρ ἀνάκειται.
 Λίθος σαρδώνυξ. Οὗτὸς ὑπὸ πάντων τῶν μάγων
μόλοχος λέγεται διὰ τὸ μαλάσσειν καὶ ἁπαλύνειν τὰς
τῶν ὑπερεχόντων δυνάμεις. Οὗτος φυλακτήριον μέγι-
στον τοῦ σώματός ἐστιν. Ἀθηναῖοι δὲ τούτῳ χρῶνται
τῷ λίθῳ ὅτι ἐπιτευκτικός ἐστιν. Λαμβάνουσι δὲ αὐτὸν
μηνὶ ξανθικῷ ἡλίου ὄντος ἐν κριῷ καὶ γλύφουσι κριὸν
καὶ Ἀθηνᾶν καρδίαν κρατοῦσαν. Οὗτος ἔχει ζώνας
ποικίλους πολλάς, τὰς μὲν ἀεριζούσας τὰς δὲ χρῶμα
ἐχούσας μέλιτος, ἀλλὰ καὶ μελαίνας καὶ ὑπολευκιζούσας
καὶ ἑτέρας λευκοτέρας.
Λίθος ὀνυχίτης. Οὗτος ἐν τῇ Ἰνδικῇ γίνεται
λευκὰς ζώνας πλείστας ἔχων ἐν ἑαυτῷ ἀεριζούσας.
Ἐπιχάρασσε δὲ ἐπ' αὐτῷ σπείραμα ὄφεως ἔχον προ-
τομὴν ἤγουν κεφαλὴν κυνός. Οὗτος φορούμενος τὰ
ἐντὸς πάντα φυλάσσει καὶ οὐκ ἐᾷ βλαβῆναι τὸν φοροῦντα
αὐτόν. Ἔχει δὲ ζώνας λευκὰς ὡς εἴρηται καὶ ὀλίγας
ξανθιζούσας.
 Λίθος ὀνυχίτης ἕτερος ἔχων ἐν ἑαυτῷ τὸ μέν
τι μέλιτος χρῶμα, τὸ δέ τι μέλαν, μέσον δὲ λευκόν. Οὗτος
ἐπιχαραχθεὶς τὸν Ἀπόλλωνα καὶ τὴν Ἄρτεμιν εὐτεκνίαν
ποιεῖται. Ἐὰν δέ ἐν ὄχλῳ προπορεύηται ὁ φορῶν,
ἐνδοξότητα καὶ εὐημερίαν αὐτῷ προξενεῖ.
Λίθος ὀνυχίτης ἕτερος, ὅν τινες περιλεύκιον
καλοῦσιν. Ἐὰν γλυφῇ εἰς αὐτὸν ᾠὸν καὶ μέσον τοῦ
ᾠοῦ κάνθαρον, ἄληπτος ἐν τῷ βίῳ ἔσῃ. Καὶ χρημάτων
καὶ πραγμάτων εὐπορήσεις πολλῶν.
 Λίθος ὀνυχίτης ἕτερος, λευκὸς καὶ διαυγὴς
διόλου καθάπερ ἀήρ. Ἔστι δὲ οὗτος ὀνυχίτου γένος.
Ἐπιχάρασσε οὖν εἰς αὐτὸν σπείραμα ὄφεως ἔχον
προτομὴν ἤτοι κεφαλὴν λέοντος καὶ ἀκτῖνας. Οὗτος
φορούμενος οὐκ ἐᾷ ὅλως ἀλγῆσαι τὸν στόμαχον. Ἀλλὰ
καὶ ὅσαις ἂν χρήσῃ τροφαῖς εὐπεπτήσεις. Ὁ δὲ φορῶν
μὴ ἀποτιθέσθω αὐτόν.
 Λίθος ὀνυχίτης ἕτερος μέλας τῇ ὄψει διόλου.
Οὗτος ὠφέλιμος ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς
θηλαζούσαις. Γλύφεται δὲ ἐν αὐτῷ Χνούβιος ἔχων
κεφαλὰς τρεῖς.
 Λίθος χρυσόλιθος ὑγρός, διαυγής, διαφανής,
χρυσίζων. Οὗτος φορούμενος κοσμίους ποιεῖ καὶ
ἀγαθοὺς ταῖς γνώμαις, μάλιστα δὲ ταῖς γυναιξὶ φορεῖν
συμφέρειν. Ἐπιχάρασσε οὖν Ἀφροδίτην καὶ τελέσας
ἔχε. Ποιεῖ δὲ πολλὴν χάριν.
Λίθος ὀπάλλιος. Οὗτος λέγεται ὑπό τινων
σαλπιζηνός, ὑπὸ δὲ ἄλλων παιδέρως διὰ τὴν εὐμορφίαν.
Ἔστὶ δὲ παρόμοιος ἀμεθύσῳ, ἀνείμενος καὶ διαυγής,
ὑελίζων, προσφιλὴς μὲν πᾶσιν, μάλιστα δὲ τῷ ἡλίῳ.
Ἔστι δὲ οὗτος καὶ πρὸς τὰς τῶν ὑπερεχόντων αἰτήσεις
ἐπιτευκτικός, ἐπίχαρίς τε καὶ ἔνδοξος ὁ λίθος. Ἐπὶ
δὲ τοὺς ἀποτροπιαζομένους ἄκρως εὐεργετεῖ καὶ μάλιστα
τοῖς φανταζομένοις ὑπὸ τῆς Ἑκάτης. Ποιεῖ δὲ καὶ
πρὸς τὰ ἀφροδίσια τῶν παιδῶν. Γλύφεται δὲ ἐν αὐτῷ
 Λίθος ἀχάτης. Οἱ ἀχάται μεγίστας δυνάμεις
ἔχουσιν. Εἰσὶ δὲ Ἑρμοῦ. Ὁ δὲ ὁμόχρους λέοντος
δορᾷ ἰσχύει πρὸς τοὺς σκορπιοδήκτους προστεθεὶς ἢ
λειωθεὶς καὶ παραχρισθεὶς μεθ' ὕδατος. Ἀυτίκα γὰρ
ἄπονον ποιεῖ τὸν πληγέντα. Εὔθετος δὲ καὶ ἐν τοῖς
ἐχιοδήκτοις τριβεὶς καὶ ἐπιπασθεὶς τῷ δήγματι ἢ καὶ
μετὰ οἴνου ποτισθείς. Φορούμενος δὲ ἐν τῷ δακτυλίῳ
ποιεῖ τὸν φοροῦντα εὐπροσήγορον καὶ εὐόμιλον καὶ
εὐπειθῆ καὶ δυνατόν καὶ ἐν πᾶσι περιχαρῆ, εὔρρωστόν
τε καὶ εὔχρουν. Τελεῖται δὲ οὕτως· λαβὼν βελόνην
χαλκῆν γράφε ἐν αὐτῷ τὸ ὄνομα τοῦτο· ἰάχω, καὶ ὑπόθες
εἰς τὸν δακτύλιον τὸν λίθον καὶ ἐντυπώσας φόρει. Οὗτός
ἐστιν ὁλοκίτρινος.
 Λίθος ἀνταχάτης. Ἔστι μὲν πολλῷ διαφορώτερος
τῷ εἴδει τοῦ ἀχάτου, τῇ δὲ δυνάμει κράτιστος. Οὗτος
ὁ λίθος τριταῖόν τε καὶ τεταρταῖον καὶ πᾶσαν ἄλλην
περίοδον νόσου ἰᾶται. Γίνεται δὲ οὕτως· τρίψας
ὑποθυμία εἰς διαπύρους ἄνθρακας ὡς ἀντὶ λιβανωτοῦ,
οὐκ ἄγαν δὲ λεπτὸν θυμιᾶται, ὡς ἂν ἐπὶ πλείονας ὥρας
μείνας ἑλκυσθῇ διὰ τῶν αἰσθήσεων καὶ οὕτως ἀπαλλάς-
σεται τῆς περι[όδου].
 Λίθος δενδραχάτης ἔχων ἐν ἑαυτῷ δενδρύφια·
ἔσωθεν γὰρ τοῦ λίθου διαφανεῖς ἔχει ἐν ἑαυτῷ ὡς δενδρό-
κλώνας. Ἔχει δὲ ὁ λίθος ἔξωθεν μέρος τι μέλιτος
χρῶμα, καὶ ἕτερον κηροῦ εἶδος, ἔσωθεν δὲ ὑπόλευκα
διαφανέστατα δενδρύφια. Ἁρμόζει δὲ τοῖς οἰκονομοῦσι
πράγματα· πιθανὸν γὰρ καὶ εὔπορον τὸν ἐγχειροῦντα
ποιεῖ. Συμβάλλεται δὲ τοῖς ἐν ἀγρῷ σπείρουσι.
Περιτίθησιν αὐτὸν εἰς τὴν χεῖρα ἢ τὸν τράχηλον.
Τοῦτον ἔχων σπορεὺς πολλαπλασίονα γεωργήσει.
Καὶ ἁπλῶς εἰπεῖν, μεγάλας ὠφελείας ἔχει. Ἔτι
μὲν καὶ εὐπορίαν δίδωσι τῷ φοροῦντι.
 Λίθος ἰασπαχάτης. Οὗτος ὕδρωπα θεραπεύει καὶ
δίψαν παύει παραδόξως. Φυλάσσει δὲ τὸ σῶμα ὑγιὲς
καὶ ἐρρωμένον.
 Λίθος σαρδαχάτης ἐστὶν θελκτήριος πρὸς πᾶσαν
πρᾶξιν καὶ λόγων εὑρετικὸς καὶ ἐπιφορᾶς, καὶ ἐχθρῶν
ἀμυντικὸς καὶ ὑπαγωγὸς πρὸς ἔρωτα. Τοῦτον ὁ φορῶν
προσφιλὴς πᾶσιν ἀνθρώποις γίνεται. Ἔτι δὲ καὶ φίλων
μέσον θὲς τὸν λίθον ἢ δοὺς αὐτὸν ἑτέρῳ κρατεῖν ἐν τῇ
χειρὶ, παραχρῆμα διαλλαγήσονται. Τελεῖται δὲ τῇ
ὑπογραφῇ ταύτῃ
Οὗτος ὁ λίθος ἐστὶ χρώματος κιτρίνου ἔχων ζώνας
λευκὰς καὶ ἑτέρας ζώνας ξανθιζούσας.
Λίθος πολύζωνος. Οὗτος στιβαρός ἐστι, πυκνός,
στερεός, ὑπόχρους, ἔχων ζώνας πυρώδεις, ἀεριζούσας,
ἀφεγγεῖς καὶ ἑτέρας μακρὰς ζώνας ὡς ἐπιλευκιζούσας
καὶ ἐκ τῶν τοιούτων μακρῶν ζωνῶν, εἴπερ ὄφεος δέρμα
περιέζωσται, οὗτος ποιεῖ φίλων συστάσεις πολλῶν,
πράξεις τε καὶ κέρδη ἐκ πολλῶν ἀφορμῶν δίδωσιν, ἀπολύει
περιαπτόμενος περιόδους νοσώδεις καὶ δίκας.
 Λίθος πάγχρους ποιεῖ τοῖς ἐπιληπτικοῖς καὶ
ἰκτερικοῖς ἄκρως. Περίαπτε δὲ ἁρπεδονίῳ βομβυκίνῳ
εἰς τὸν τράχηλον, καὶ ἔσται παραχρῆμα ὑγιὴς ὁ πάσχων.
Ἵνα δὲ ἴδῃς ὅτ' ἀληθής ἐστι, ἐπειδή εἰσιν ὅμοιοι αὐτῶν
πολλοὶ μηδαμοῦ χρήσιμοι, βάλου εἰς χύτραν καινὴν
χρώματα πολλὰ καὶ διάφορα ζῳγραφικὰ καὶ ὑπόκαυσον
πολὺ πυρὶ ἐπὶ ὥρας δύο καὶ ἐὰν ᾖ ἀληθὴς ὁ λίθος, πάντα
τὰ χρώματα γίνεται ὡς μίλτος, τὴν δὲ ὀσμὴν ἕξει ῥοδίνου
μύρου καλλίστου. Τοῦτον τὸν λίθον λέγουσι πάγχρουν,
καλεῖται ὑπό τινων ταωνίτης διὰ τὸ ἔχειν αὐτὸν χροιὰς
πολλὰς καὶ ποικίλας· ἔχει γὰρ ἐν ἑαυτῷ ὡς ἐπὶ ταῶνος
μόρφωσιν.
 Λίθος σμυρνίτης ὑπόχλωρός ἐστιν, ἀποτριβό-
μενος δὲ ὀσμὴν δίδωσι σμύρνης ὁμοίαν. Ἔστι δὲ
χαριτήσιον μέγα, μάλιστα δὲ γυναιξί· πολλοὶ γὰρ
ἐρασθήσονται αὐτῆς ἀπλανῶς τῇ δυνάμει. Ἀντι-
φάρμακον οὗτός ἐστι τοῖς πάσχουσι. Διαιρεῖται δὲ
ὑποτριβόμενος.
 Λίθοι χελιδόνιοι γίνονται εἰς τὰς κεφαλὰς τῶν
χελιδόνων. Οὗτοι φορούμενοι χάριν ἔχουσιν ἐπι-
τευκτικὴν εἰς ὅ τι ἂν βούλῃ. Ποιοῦσι δὲ προσφιλεῖς
καὶ ἐρασμίους καὶ εὐπράκτους, εἴτε γυνὴ ἔχει αὐτόν,
εἴτε ἀνήρ. Ἄλλως δὲ· οἱ χελιδόνιοι λίθοι εἰς τὰς
κοιλίας τῶν χελιδόνων εὑρίσκονται, βελτίονες δέ εἰσιν
οἱ ἀπὸ τῶν νοσσιῶν λαμβανόμενοι. Γένη δὲ αὐτῶν εἰσι
δύο, μέλας καὶ πυρρός. Λάμβανε δὲ τὰς χελιδόνας ἐξ
ἱεροῦ τόπου, βέλτιον γάρ ἐστιν· εἰ δὲ μή, ἀπὸ ἀγορᾶς %ἢ
ἀπ'& ἐπισήμου τόπου δημοσίου, πλείω γὰρ ἰσχύουσιν αὐταί.
Ταύτας οὖν ἄρας σχίσον καὶ ἆρον τοὺς λίθους. Εἰσὶ
δὲ ἀναγκαῖοι πρὸς σεληνιαζομένους τε καὶ ἐπιληπτικοὺς
καὶ ὑδρωπικούς. Ἔχουσι δὲ καὶ ἑτέρας πολλὰς ἐνερ-
γείας καὶ δυνάμεις ἀναγκαίας.
 Λίθος ἱερακίτης ὅμοιός ἐστι τῇ τοῦ ὀρνέου
πτερώσει· ἔχει δὲ ἐν αὑτῷ ἰνάρια ἀργυρίζοντα καὶ χρυ-
σίζοντα, ὃν διείρας λίνῳ τῷ ἀπὸ καλάμου φόρει. Ἀγαθός
ἐστι, πρᾷος ταῖς ἀπαντήσεσι. Πρὸς δὲ τὰ διορατικὰ
τῶν ὀμμάτων ἄκρως ποιεῖ· τὴν δὲ βαρυωπίαν ἣν λέγουσί
τινες ἄμβλωσιν ἢ νεφέλιον ὁ λίθος περιαφθεὶς κατὰ τοῦ
μετώπου ἀφαιρεῖται, ὀξυδορκίαν τε καὶ εὐοψίαν πάνυ
παρέχει, οἵαν καὶ αὐτὸ τὸ ζῷον ἔχει καθὼς  λιπαρεῖος
ἀπος........ ὀξύ  Εὑρίσκεται δὲ ἐν τῷ ἐγκεφάλῳ τοῦ
ζῴου ἢ ἐν τῷ μετώπῳ ο[.....] ἀναγο[.....]πις ὄνυχας [...]
πρακτος  τοῖς κεκτημένοις. Ὁμοίως δὲ καὶ μυίαις
ἀντιπάσχει ἄκρως· ἐαν γὰρ [γάλακτι καὶ μέλιτι ἐπιχρίσῃσ],
μυῖα τὸν φοροῦντα τοῦτον, οὐ καθιστήσεται μυῖα ἐπ'
αὐτόν.
Λίθος δρακοντίτης [.....] ἐκ ζῶντος λαμβάνεται·
ἔστι [...] ἐπιμήκης τελούμενος ζώναις τρισί, πορφυρᾷ,
ὑακινθίνῃ καὶ λευκίνῃ· ἔμπνους δέ ἐστι κινούμενος,
χρήσιμος πρὸς ἀμαύρωσιν.
Λίθος ἀσπαλακίτης ἔμπνους ἦν καὶ αὐτὸς
καὶ ἐμφερής ἐστι τῷ ἀποβάλλοντι καὶ χρήσιμος πρὸς
θησαυρῶν εὕρεσιν. Γλύψον δὲ εἰς αὐτὸν τὸν λίθον τὸν
ἀσπαλακίτην ἄνθρωπον γυμνὸν κατέχοντα δίκελλαν,
καὶ οἷον ἐπικεκυφότα καὶ σκάπτοντα καὶ γύροθεν αὐτοῦ
τὰ ὀνόματα ταῦτα
καὶ ὄπισθεν αὐτοῦ τὸ ὄνομα τοῦτο ΑΡΑΜ καὶ κατακλείσας
ἐν χρυσῷ κανθάρῳ φόρει ἐν τῷ μικρῷ σου δακτύλῳ τῷ
δεξιῷ. Καὶ ἔσει ἀνίκητος καὶ ἀκίνητος ἔνθα εἰσὶν
χρήματα.
 Λίθος σαυρίτης ἐκ σαύρας ζώσης λαμβάνεται·
εὐειδέστατος δέ ἐστι και δίχροος βοστρύχων Ἀφροδίτην
παρ[όμοιοσ]· πρὸς ἀγωγὰς δὲ χρήσιμός ἐστιν· ἄξεις
γὰρ ἣν βούλει ἐπευξάμενος αὐτῷ τὴν ἀρρ...ισιν.
Λίθος φρυνίτης. Ἐκ βατράχου φρυνίτης λαμβά-
νεται· ὅμοιος δέ ἐστι κατὰ πάντα χελώνῃ· οὗτος χρήσιμός
ἐστιν εἰς ἀγωγὴν γυναικῶν, ἐπειπόντος σου ταύτην τὴν
εὐχήν· περιπατήσει γὰρ πάντα τὸν χρόνον ἡ γυνή.
 Λίθος ὑαινίτης ποιεῖ μεγάλα πράγματα· παρέχει
δὲ καὶ ὀξυδορκίαν. Οὗτος εὑρίσκεται εἰς τὴν καρδίαν τοῦ
ζῴου καὶ τελούμενος ποιεῖ πολλὰς ἐνεργείας καὶ τὰ ἐν
σκοτείᾳ φαίνεσθαι.

Αναζήτηση

Το πιο ισχυρό μου ατού!

  • Σχετικά με τα αραβικά φυλαχτά Φάιζα Κωδωνά - Δεκέμβριος 28, 2014

    Το θέμα των τάλισμαν και των περιάπτων και εν γένει των φυλαχτών, εμφανίζεται απέραντο στον απλό άνθρωπο, είτε γιατί έχει πολυάριθμες παραλλαγές, είτε γιατί τα στοιχεία είναι ποικίλα, είτε γιατί ο ίδιος ο άνθρωπος έχει ελάχιστη γνώση για αυτά.

    Περισσότερα...

nooriyavenusLogo blogger blogger facebookgoogle sitesgoogle+pinterest